Ο Κύριος ημών Ιησούς Χριστός | Ορθόδοξοι Πατέρες Our Lord Jesus Christ | Orthodox Fathers

Ομιλία 33


Ομιλίες

01 · 02 · 03 · 04 · 05 · 06 · 07 · 08 · 09 · 10 · 11 · 12 · 13 · 14 · 15 · 16 · 17 · 18 · 19 · 20 · 21 · 22 · 23 · 24 · 25 · 26 · 27 · 28 · 29 · 30 · 31 · 32 · 33 · 34 · 35 · 36 · 37 · 38 · 39 · 40 · 41 · 42 · 43 · 44 · 45 · 46 · 47 · 48 · 49 · 50

∆εῖ ἡμᾶς μὴ κατὰ ἔθος σωματικὸν μήτε κραυγῆς ἔθει μήτε συνηθείᾳ σιωπῆς μήτε κλίσεως γονάτων προσεύχεσθαι, ἀλλὰ νηφαλέως τῷ νῷ προσέχοντας προσδοκᾶν τὸν Θεόν, πότε ἐπιστῇ καὶ ἐπισκέψεται διὰ πασῶν τῶν ἐξόδων τὴν ψυχὴν καὶ τῶν τρίβων αὐτῆς καὶ αἰσθητηρίων. Καὶ οὕτως ἡνίκα χρὴ σιωπᾶν καὶ ἡνίκα χρὴ βοᾶν καὶ ἐν κραυγῇ προσεύχεσθαι, μόνον ὁ νοῦς ἐρρωμένος ᾖ πρὸς τὸν Θεόν. Ὥσπερ γὰρ τὸ σῶμα ὅταν ἐργάζηταί τι, ὅλον δι' ὅλου ἀπασχολεῖται, ἐγκείμενον τῷ ἔργῳ, καὶ πάντα αὐτοῦ τὰ μέλη ἀλλήλοις βοηθεῖ, οὕτω καὶ ἡ ψυχὴ ὅλη δι' ὅλου ἀποδεδόσθω εἰς τὴν πρὸς Κύριον αἴτησιν καὶ ἀγάπην, μὴ ῥεμβομένη καὶ περιφερομένη τοῖς λογισμοῖς, ἀλλ' ὅση δύναμις σπουδάζουσα καὶ συνάγουσα ἑαυτὴν σὺν πᾶσι τοῖς λογισμοῖς καὶ τῇ προσδοκίᾳ προσανακειμένη Χριστοῦ. Καὶ οὕτως αὐτὸς ἐπιλάμψει, ἀληθινὴν διδάσκων αἴτησιν, διδοὺς εὐχὴν καθαρὰν πνευματικήν, Θεοῦ ἀξίαν, καὶ τὴν ἐν πνεύματι καὶ ἀληθείᾳ προσκύνησιν. Ὥσπερ δὲ ὁ ἐμπορίας τέχνην ἐπανελόμενος οὐ μονότροπον ἔχει τοῦ κέρδους τὴν ἐπίνοιαν, ἀλλὰ πάντοθεν αὔξειν καὶ πολυπλασιάζειν τὸ κέρδος ἐπείγεται, ἀπὸ ταύτης ἐφ' ἑτέραν μετιῶν ἐπίνοιαν καὶ ἐντεῦθεν πρὸς ἕτερον τρέχων πόρον, καὶ ἀπὸ τοῦ μηδὲν ὀνήσαντος ἀεὶ ἀποπηδῶν ἐπὶ τὸ κερδαλεώτερον τρέχει, οὕτως καὶ ἡμεῖς τὴν ψυχὴν ἡμῶν ποικίλως καὶ ἐντέχνως εὐτρεπίσωμεν, ὅπως κερδήσωμεν τὸ ἀληθινὸν καὶ μέγα κέρδος, τὸν Θεὸν τὸν διδάσκοντα ἡμᾶς ἐξ ἀληθείας προσεύχεσθαι. Οὕτως γὰρ ἐπαναπαύσεται ὁ Κύριος τῇ ἀγαθῇ τῆς ψυχῆς προαιρέσει, θρόνον δόξης αὐτὴν ἐργαζόμενος, ἐπικαθήμενός τε καὶ ἐπαναπαυόμενος ἐπ' αὐτήν. Οὕτως γὰρ παρὰ Ἰεζεκιὴλ τοῦ προφήτου ἠκούσαμεν περὶ τῶν πνευματικῶν ζῴων τῶν ὑπεζευγμένων τῷ δεσποτικῷ ἅρματι· ὁλόφθαλμα γὰρ ἡμῖν παριστᾷ ταῦτα, ὥσπερ ἐστὶν ἡ ψυχὴ ἡ βαστάζουσα τὸν Θεόν, μᾶλλον δὲ βασταζομένη ὑπὸ τοῦ Θεοῦ· γίγνεται γὰρ ὅλη ὀφθαλμός. Καὶ ὃν τρόπον οἶκος, τὸν δεσπότην παρόντα ἔχων, πάσης γέμει εὐκοσμίας καὶ ὡραιότητος καὶ εὐπρεπείας, οὕτω καὶ ψυχὴ ἡ ἔχουσα τὸν Δεσπότην αὐτῆς πρὸς ἑαυτὴν καὶ ἐν αὐτῇ καταμένοντα πάσης ὡραιότητος γέμει· τὸν γὰρ Κύριον σὺν τοῖς πνευματικοῖς αὐτοῦ θησαυροῖς ἔνοικον ἔχει καὶ ἡνίοχον. Οὐαὶ δὲ οἰκίᾳ, ἦς ὁ δεσπότης ἀποδημεῖ καὶ ὁ Κύριος οὐ πάρεστιν, ὅτι ἠρήμωται κατεσκαμμένη, γέμουσα πάσης ἀκαθαρσίας καὶ ἀκαταστασίας· ἐκεῖ «σειρῆνες καὶ δαιμόνια» κατὰ τὸν προφήτην οἰκοῦσιν· ἐν γὰρ τῇ ἠρημωμένῃ οἰκίᾳ αἴλουροι καὶ κύνες καὶ πᾶσα ἀκαθαρσία ἐστίν. Οὐαὶ ψυχῇ τῇ μὴ ἀνισταμένῃ ἐκ τῆς χαλεπῆς πτώσεως αὐτῆς καὶ ἀπολαμβανούσῃ τὸν καλὸν οἰκοδεσπότην Χριστὸν ἔνοικον, ἀλλὰ μενούσῃ ἐν τῇ ἀκαθαρσίᾳ αὐτῆς, καὶ ἔνδον αὐτῆς ἐχούσῃ τοὺς πείθοντας αὐτὴν καὶ ἀναγκάζοντας ἔχθραν ἔχειν πρὸς τὸν ἑαυτῆς νυμφίον καὶ βουλομένους φθείρειν τὰ νοήματα αὐτῆς ἀπὸ τοῦ Χριστοῦ. Ὅταν δὲ ἴδῃ ὁ Κύριος, ὅτι συνάγει ἑαυτὴν ὅσον τὸ κατὰ δύναμιν, ἀεὶ τὸν Κύριον ζητοῦσα καὶ προσδοκῶσα νυκτὸς καὶ ἡμέρας καὶ βοῶσα πρὸς αὐτόν, καθὼς ἐνετείλατο ἀδιαλείπτως προσεύχεσθαι ἐν παντί, ποιήσει τὴν ἐκδίκησιν αὐτῆς ὡς ὑπέσχετο, καθαρίσας αὐτὴν ἀπὸ τῆς ἐν αὐτῇ κακίας, καὶ ἄμωμον καὶ ἄσπιλον νύμφην «αὐτὸς ἑαυτῷ παραστήσει» αὐτήν. Εἰ οὖν πιστεύεις ταῦτα ἀληθῆ εἶναι ὥσπερ καὶ εἰσί, πρόσεχε σεαυτῷ, εἰ εὗρεν ἡ ψυχή σου τὸ ὁδηγοῦν αὐτὴν φῶς καὶ τὴν ἀληθινὴν βρῶσιν καὶ πόσιν, ἥτις ἐστὶν ὁ Κύριος. Εἰ δὲ οὐκ ἔχεις, ζήτησον νυκτὸς καὶ ἡμέρας, ἵνα λάβῃς. Ὅταν οὖν ἴδῃς τὸν ἥλιον, ζήτησον τὸν ἀληθινὸν ἥλιον· τυφλὸς γὰρ εἶ. Ὅταν θεωρῇς φῶς, βλέψον εἰς τὴν ψυχήν σου, εἰ εὗρες τὸ ἀληθινὸν φῶς καὶ ἀγαθόν· σκιὰ γάρ ἐστι πάντα τὰ φαινόμενα τῶν ἀληθινῶν τῆς ψυχῆς πραγμάτων. Ἔστι γὰρ παρὰ τὸν φαινόμενον ἄλλος ἄνθρωπος ἔνδον, καὶ ὀφθαλμοὶ οὓς ἐτύφλωσεν ὁ σατανᾶς, καὶ ὦτα ἃ ἐκώφευσε· καὶ ἦλθεν ὁ Ἰησοῦς τοῦτον τὸν ἔσω ἄνθρωπον ὑγιῆ ποιῆσαι. ᾯ ἡ δόξα καὶ τὸ κράτος σὺν Πατρὶ καὶ Ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας. Ἀμήν.



Η Θεία Λειτουργία

The Arabic Divine Liturgy of St. John Chrysostomos

Πειραϊκὴ Ἐκκλησία

Ακούστε (((ο)))
Πειραϊκή Εκκλησία 912fm

You are missing some Flash content that should appear here! Perhaps your browser cannot display it, or maybe it did not initialize correctly.

Ὅλα ἀρχίζουν ἐδῶ

Κάθε λογισμὸς καὶ κάθε αἴσθηση ὁδηγοῦν σταδιακὰ τὴν ψυχὴ εἴτε πρὸς τὸν παράδεισο εἴτε πρὸς τὴν κόλαση.

Ἄν ὁ λογισμὸς εἶναι ἔλλογος, τότε συνδέει τὸν ἄνθρωπο μὲ τὸν Θεὸ Λόγο, μὲ τὸν ὕψιστο Λογισμό, μὲ τὴν Παναξία, πρᾶγμα ποὺ εἶναι ἤδη ὁ παράδεισος.

παράδεισος

Ἐάν πάλι εἶναι ἄλογος ὁ λογισμὸς ἤ καὶ παράλογος, τότε συνδέει ἀναπόφευκτα τὸν ἄνθρωπο μὲ τὸν Παράλογο, τὸν Ἀνόητο, μὲ τὸν διάβολο, πρᾶγμα ποὺ εἶναι ἤδη ἡ κόλαση.

Ὅσα ἰσχύουν γιὰ τὸν λογισμὸ, ἰσχύουν καὶ γιὰ τις αἰσθήσεις. Ὅλα ἀρχίζουν ἐδῶ, ἀπὸ τὴν γῆ: καὶ ὁ παράδεισος μὰ καὶ ἡ κόλαση τοῦ ἀνθρώπου.

Ἰουστῖνος Πόποβιτς

Ιωάννου Χρυσοστόμου

Ἐγὼ πατὴρ, ἐγὼ ἀδελφὸς, ἐγὼ νυμφίος, ἐγὼ οἰκία, ἐγὼ τροφὴ, ἐγὼ ἱμάτιον, ἐγὼ ῥίζα, ἐγὼ θεμέλιος, πᾶν ὅπερ ἂν θέλῃς ἐγώ· μηδενὸς ἐν χρείᾳ καταστῇς. Ἐγὼ καὶ δουλεύσω· ἦλθον γὰρ διακονῆσαι, οὐ διακονηθῆναι. Ἐγὼ καὶ φίλος, καὶ μέλος, καὶ κεφαλὴ, καὶ ἀδελφὸς, καὶ ἀδελφὴ, καὶ μήτηρ, πάντα ἐγώ· μόνον οἰκείως ἔχε πρὸς ἐμέ. Ἐγὼ πένης διὰ σέ· καὶ ἀλήτης διὰ σέ· ἐπὶ σταυροῦ διὰ σὲ, ἐπὶ τάφου διὰ σέ· ἄνω ὑπὲρ σοῦ ἐντυγχάνω τῷ Πατρὶ, κάτω ὑπὲρ σοῦ πρεσβευτὴς παραγέγονα παρὰ τοῦ Πατρός. Πάντα μοι σὺ, καὶ ἀδελφὸς, καὶ συγκληρονόμος, καὶ φίλος, καὶ μέλος. Τί πλέον θέλεις; τί τὸν φιλοῦντα ἀποστρέφῃ; τί τῷ κόσμῳ κάμνεις; τί εἰς πίθον ἀντλεῖς τετρημένον;  περισσότερα »»»

Η Ελλάδα και ο Υμνος της Ελευθερίας

Ελληνική σημαία - Ελλάς - Ελευθερία

You are missing some Flash content that should appear here! Perhaps your browser cannot display it, or maybe it did not initialize correctly.

Υπεραγία Παρθένος Θεοτόκος Μαρία

Κύριος διασκεδάζει βουλὰς ἐθνῶν, ἀθετεῖ δὲ λογισμοὺς λαῶν καὶ ἀθετεῖ βουλὰς ἀρχόντων· ἡ δὲ βουλὴ τοῦ Κυρίου εἰς τὸν αἰῶνα μένει, λογισμοὶ τῆς καρδίας αὐτοῦ εἰς γενεὰν καὶ γενεάν. (Ψαλ. 32, 10-11)

εἰ δέ τις τῶν ἰδίων καὶ μάλιστα τῶν οἰκείων οὐ προνοεῖ, τὴν πίστιν ἤρνηται καὶ ἔστιν ἀπίστου χείρων. (Τιμ.Α 5,8)

Ἅγιος Ἀντώνιος ὁ Μέγας

Οἱ ἄνθρωποι καταχρηστικά λέγονται λογικοί. Δεν εἶναι λογικοὶ ὅσοι ἔμαθαν ἀπλῶς τὰ λόγια καὶ τὰ βιβλία τῶν ἀρχαίων σοφῶν, ἀλλ' ὅσοι ἔχουν τὴ λογικὴ ψυχὴ καὶ μποροῦν νὰ διακρίνουν ποιὸ εἶναι τὸ καλὸ καἰ ποιὸ τὸ κακό καὶ ἀποφεύγουν τὰ πονηρὰ καὶ βλαβερὰ στὴν ψυχή, τὰ δὲ ἀγαθὰ καὶ ψυχωφελῆ, τὰ ἀποκτοῦν πρόθυμα μὲ τὴ μελέτη καὶ τὰ ἐφαρμόζουν μὲ πολλὴ εὐχαριστία πρὸς τὸν Θεό. Αὐτοὶ μόνοι πρέπει νὰ λέγονται ἀληθινὰ λογικοὶ ἄνθρωποι.

St Antony the Great

Ἐφ᾿ ὅσον ἐννοεῖς τὰ περὶ Θεοῦ, νὰ εἶσαι εὐσεβής, χωρὶς φθόνο, ἀγαθός, σώφρων, πράος, χαριστικὸς κατὰ δύναμιν, κοινωνικός, ἀφιλόνεικος καὶ τὰ ὅμοια. Διότι αὐτὸ εἶναι τὸ ἀπαραβίαστο ἀπόκτημα τῆς ψυχῆς, νὰ ἀρέσει στὸ Θεὸ μὲ τέτοιες πράξεις καὶ μὲ τὸ νὰ μὴν κρίνει κανέναν καὶ νὰ λέει γιὰ κανέναν, ὅτι ὁ δείνα εἶναι κακὸς καὶ ἁμάρτησε. Ἀλλὰ καλλίτερο εἶναι νὰ συζητᾶμε τὰ δικά μας κακά, καὶ νὰ ἐρευνᾶμε μέσα μας τὴ δική μας πολιτεία, ἐὰν εἶναι ἀρεστὴ στὸ Θεό. Διότι, τί μᾶς μέλει ἐμᾶς, ἐὰν ὁ ἄλλος εἶναι πονηρός;