Ο Κύριος ημών Ιησούς Χριστός | Ορθόδοξοι Πατέρες Our Lord Jesus Christ | Orthodox Fathers

»»»    Παλαιά Διαθήκη / Σοφία Σειράχ / Σοφία Σειράχ Κεφ. 51

Σοφία Σειράχ Κεφ. 51


Κεφάλαια

01 · 02 · 03 · 04 · 05 · 06 · 07 · 08 · 09 · 10 · 11 · 12 · 13 · 14 · 15 · 16 · 17 · 18 · 19 · 20 · 21 · 22 · 23 · 24 · 25 · 26 · 27 · 28 · 29 · 30 · 31 · 32 · 33 · 34 · 35 · 36 · 37 · 38 · 39 · 40 · 41 · 42 · 43 · 44 · 45 · 46 · 47 · 48 · 49 · 50 · 51

1 Ἐξομολογήσομαί σοι, Κύριε βασιλεῦ, καὶ αἰνέσω σε Θεὸν τὸν σωτῆρά μου, ἐξομολογοῦμαι τῷ ὀνόματί σου, 2 ὅτι σκεπαστὴς καὶ βοηθὸς ἐγένου μοι καὶ ἐλυτρώσω τὸ σῶμά μου ἐξ ἀπωλείας καὶ ἐκ παγίδος διαβολῆς γλώσσης, ἀπὸ χειλέων ἐργαζομένων ψεῦδος καὶ ἔναντι τῶν παρεστηκότων ἐγένου μοι βοηθὸς 3 καὶ ἐλυτρώσω με κατὰ τὸ πλῆθος ἐλέους καὶ ὀνόματός σου ἐκ βρυγμῶν ἑτοίμων εἰς βρῶμα, ἐκ χειρὸς ζητούντων τὴν ψυχήν μου, ἐκ πλειόνων θλίψεων, ὧν ἔσχον, 4 ἀπὸ πνιγμοῦ πυρᾶς κυκλόθεν καὶ ἐκ μέσου πυρός, οὗ οὐκ ἐξέκαυσα. 5 ἐκ βάθους κοιλίας ᾅδου καὶ ἀπὸ γλώσσης ἀκαθάρτου καὶ λόγου ψευδοῦς. 6 βασιλεῖ διαβολὴ γλώσσης ἀδίκου. ἤγγισεν ἕως θανάτου ἡ ψυχή μου, καὶ ἡ ζωή μου ἦν σύνεγγυς ᾅδου κάτω. 7 περιέσχον με πάντοθεν καὶ οὐκ ἦν ὁ βοηθῶν, ἐνέβλεπον εἰς ἀντίληψιν ἀνθρώπων, καὶ οὐκ ἦν. 8 καὶ ἐμνήσθην τοῦ ἐλέους σου, Κύριε, καὶ τῆς ἐργασίας σου τῆς ἀπ᾿ αἰῶνος, ὅτι ἐξαιρῇ τοὺς ὑπομένοντάς σε καὶ σῴζεις αὐτοὺς ἐκ χειρὸς ἐθνῶν. 9 καὶ ἀνύψωσα ἀπὸ γῆς ἱκετείαν μου καὶ ὑπὲρ θανάτου ρύσεως ἐδεήθην. 10 ἐπεκαλεσάμην Κύριον πατέρα κυρίου μου, μή με ἐγκαταλιπεῖν ἐν ἡμέραις θλίψεως, ἐν καιρῷ ὑπερηφάνων ἀβοηθησίας. 11 αἰνέσω τὸ ὄνομά σου ἐνδελεχῶς καὶ ὑμνήσω ἐν ἐξομολογήσει. καὶ εἰσηκούσθη ἡ δέησίς μου· 12 ἔσωσας γάρ με ἐξ ἀπωλείας καὶ ἐξείλου με ἐκ καιροῦ πονηροῦ. διὰ τοῦτο ἐξομολογήσομαι καὶ αἰνέσω σε καὶ εὐλογήσω τῷ ὀνόματι Κυρίου. 13 ἔτι ὢν νεώτερος, πρὶν ἢ πλανηθῆναί με, ἐζήτησα σοφίαν προφανῶς ἐν προσευχῇ μου, 14 ἔναντι ναοῦ ἠξίουν περὶ αὐτῆς καὶ ἕως ἐσχάτων ἐκζητήσω αὐτήν. 15 ἐξ ἄνθους ὡς περκαζούσης σταφυλῆς εὐφράνθη ἡ καρδία μου ἐν αὐτῇ. ἐπέβη ὁ πούς μου ἐν εὐθύτητι, ἐκ νεότητός μου ἴχνευσα αὐτήν. 16 ἔκλινα ὀλίγον τὸ οὖς μου καὶ ἐδεξάμην καὶ πολλὴν εὗρον ἐμαυτῷ παιδείαν. 17 προκοπὴ ἐγένετό μοι ἐν αὐτῇ· τῷ διδόντι μοι σοφίαν δώσω δόξαν. 18 διενοήθην γὰρ τοῦ ποιῆσαι αὐτὴν καὶ ἐζήλωσα τὸ ἀγαθὸν καὶ οὐ μὴ αἰσχυνθῶ. 19 διαμεμάχισται ἡ ψυχή μου ἐν αὐτῇ καὶ ἐν ποιήσει λιμοῦ διηκριβησάμην. τὰς χεῖράς μου ἐξεπέτασα πρὸς ὕψος καὶ τὰ ἀγνοήματα αὐτῆς ἐπένθησα. 20 τὴν ψυχήν μου κατεύθυνα εἰς αὐτήν, καρδίαν ἐκτησάμην μετ᾿ αὐτῆς ἀπ᾿ ἀρχῆς καὶ ἐν καθαρισμῷ εὗρον αὐτήν, διὰ τοῦτο οὐ μὴ ἐγκαταλειφθῶ· 21 καὶ ἡ κοιλία μου ἐταράχθη τοῦ ἐκζητῆσαι αὐτήν· διὰ τοῦτο ἐκτησάμην ἀγαθὸν κτῆμα. 22 ἔδωκε Κύριος γλῶσσάν μοι μισθόν μου, καὶ ἐν αὐτῇ αἰνέσω αὐτόν. 23 ἐγγίσατε πρός με, ἀπαίδευτοι, καὶ αὐλίσθητε ἐν οἴκῳ παιδείας, 24 τί ὅτι ὑστερεῖτε ἐν τούτοις καὶ αἱ ψυχαὶ ὑμῶν διψῶσι σφόδρα; 25 ἤνοιξα τὸ στόμα μου καὶ ἐλάλησα· κτήσασθε ἑαυτοῖς ἄνευ ἀργυρίου. 26 τὸν τράχηλον ὑμῶν ὑπόθετε ὑπὸ ζυγόν, καὶ ἐπιδεξάσθω ἡ ψυχὴ ὑμῶν παιδείαν· ἐγγύς ἐστιν εὑρεῖν αὐτήν. 27 ἴδετε ἐν ὀφθαλμοῖς ὑμῶν ὅτι ὀλίγον ἐκοπίασα καὶ εὗρον ἐμαυτῷ πολλὴν ἀνάπαυσιν. 28 μετάσχετε παιδείας ἐν πολλῷ ἀριθμῷ ἀργυρίου καὶ πολὺν χρυσὸν κτήσασθε ἐν αὐτῇ. 29 εὐφρανθείη ἡ ψυχὴ ὑμῶν ἐν τῷ ἐλέει αὐτοῦ, καὶ μὴ αἰσχυνθείητε ἐν αἰνέσει αὐτοῦ. 30 ἐργάζεσθε τὸ ἔργον ὑμῶν πρὸ καιροῦ, καὶ δώσει τὸν μισθὸν ὑμῶν ἐν καιρῷ αὐτοῦ.



Η Θεία Λειτουργία

Η Θεία Λειτουργία στα Αραβικά -

خدمة القداس الإلهي عربي

Πειραϊκὴ Ἐκκλησία

Ακούστε (((ο)))
Πειραϊκή Εκκλησία 912fm

You are missing some Flash content that should appear here! Perhaps your browser cannot display it, or maybe it did not initialize correctly.

περισσότερα