Ο Κύριος ημών Ιησούς Χριστός | Ορθόδοξοι Πατέρες Our Lord Jesus Christ | Orthodox Fathers

»»»    Παλαιά Διαθήκη / Σοφονίας / Σοφονίας Κεφ. 02

Σοφονίας Κεφ. 02


Κεφάλαια

01 · 02 · 03

1 Συνάχθητε καὶ συνδέθητε, τὸ ἔθνος τὸ ἀπαίδευτον, 2 πρὸ τοῦ γενέσθαι ὑμᾶς ὡς ἄνθος παραπορευόμενον, πρὸ τοῦ ἐπελθεῖν ἐφ᾿ ὑμᾶς ὀργὴν Κυρίου, πρὸ τοῦ ἐπελθεῖν ἐφ᾿ ὑμᾶς ἡμέραν θυμοῦ Κυρίου. 3 ζητήσατε τὸν Κύριον, πάντες ταπεινοὶ γῆς· κρίμα ἐργάζεσθε καὶ δικαιοσύνην ζητήσατε καὶ ἀποκρίνασθε αὐτά, ὅπως σκεπασθῆτε ἐν ἡμέρᾳ ὀργῆς Κυρίου. 4 διότι Γάζα διηρπασμένη ἔσται, καὶ Ἀσκάλων εἰς ἀφανισμόν, καὶ Ἂζωτος μεσημβρίας ἐκριφήσεται, καὶ Ἀκκαρὼν ἐκριζωθήσεται. 5 οὐαὶ οἱ κατοικοῦντες τὸ σχοίνισμα τῆς θαλάσσης, πάροικοι Κρητῶν· λόγος Κυρίου ἐφ᾿ ὑμᾶς, Χαναὰν γῆ ἀλλοφύλων, καὶ ἀπολῶ ὑμᾶς ἐκ κατοικίας. 6 καὶ ἔσται Κρήτη νομὴ ποιμνίων καὶ μάνδρα προβάτων. 7 καὶ ἔσται τὸ σχοίνισμα τῆς θαλάσσης τοῖς καταλοίποις οἴκου Ἰούδα· ἐπ᾿ αὐτοὺς νεμήσονται ἐν τοῖς οἴκοις Ἀσκάλωνος, δείλης καταλύσουσιν ἀπὸ προσώπου υἱῶν Ἰούδα, ὅτι ἐπέσκεπται αὐτοὺς Κύριος ὁ Θεὸς αὐτῶν, καὶ ἀποστρέψει τὴν αἰχμαλωσίαν αὐτῶν. - 8 Ἢκουσα ὀνειδισμοὺς Μωὰβ καὶ κονδυλισμοὺς υἱῶν Ἀμμών, ἐν οἷς ὠνείδιζον τὸν λαόν μου καὶ ἐμεγαλύνοντο ἐπὶ τὰ ὅριά μου. 9 διὰ τοῦτο ζῶ ἐγώ, λέγει Κύριος τῶν δυνάμεων ὁ Θεὸς Ἰσραήλ, διότι Μωὰβ ὡς Σόδομα ἔσται καὶ υἱοὶ Ἀμμὼν ὡς Γόμορρα, καὶ Δαμασκὸς ἐκλελειμμένη ὡς θιμωνία ἅλωνος καὶ ἠφανισμένη εἰς τὸν αἰῶνα· καὶ οἱ κατάλοιποι λαοῦ μου διαρπῶνται αὐτοὺς καὶ οἱ κατάλοιποι ἔθνους μου κληρονομήσουσιν αὐτούς. 10 αὕτη αὐτοῖς ἀντὶ τῆς ὕβρεως αὐτῶν, διότι ὠνείδισαν καὶ ἐμεγαλύνθησαν ἐπὶ τὸν Κύριον τὸν παντοκράτορα. 11 ἐπιφανήσεται Κύριος ἐπ᾿ αὐτοὺς καὶ ἐξολοθρεύσει πάντας τοὺς θεοὺς τῶν ἐθνῶν τῆς γῆς, καὶ προσκυνήσουσιν αὐτῷ ἕκαστος ἐκ τοῦ τόπου αὐτοῦ, πᾶσαι αἱ νῆσοι τῶν ἐθνῶν. - 12 Καὶ ὑμεῖς, Αἰθίοπες, τραυματίαι ρομφαίας μού ἐστε. 13 καὶ ἐκτενεῖ τὴν χεῖρα αὐτοῦ ἐπὶ βορρᾶν καὶ ἀπολεῖ τὸν Ἀσσύριον καὶ θήσει τὴν Νινευὴ εἰς ἀφανισμὸν ἄνυδρον ὡς ἔρημον. 14 καὶ νεμήσονται ἐν μέσῳ αὐτῆς ποίμνια καὶ πάντα τὰ θηρία τῆς γῆς, καὶ χαμαιλέοντες καί ἐχῖνοι ἐν τοῖς φατνώμασιν αὐτῆς κοιτασθήσονται, καὶ θηρία φωνήσει ἐν τοῖς διορύγμασιν αὐτῆς καὶ κόρακες ἐν τοῖς πυλῶσιν αὐτῆς, διότι κέδρος τὸ ἀνάστημα αὐτῆς. 15 αὕτη ἡ πόλις ἡ φαυλίστρια ἡ κατοικοῦσα ἐπ᾿ ἐλπίδι, ἡ λέγουσα ἐν καρδίᾳ αὐτῆς· ἐγώ εἰμι, καὶ οὐκ ἔστι μετ᾿ ἐμὲ ἔτι ·πῶς ἐγενήθη εἰς ἀφανισμὸν νομὴ θηρίων· πᾶς ὁ διαπορευόμενος δι᾿ αὐτῆς συριεῖ καὶ κινήσει τὰς χεῖρας αὐτοῦ.



Η Θεία Λειτουργία

The Arabic Divine Liturgy of St. John Chrysostomos

Πειραϊκὴ Ἐκκλησία

Ακούστε (((ο)))
Πειραϊκή Εκκλησία 912fm

You are missing some Flash content that should appear here! Perhaps your browser cannot display it, or maybe it did not initialize correctly.

περισσότερα