Ο Κύριος ημών Ιησούς Χριστός | Ορθόδοξοι Πατέρες Our Lord Jesus Christ | Orthodox Fathers

»»»    Εἰς τὴν Ἁγίαν καὶ Μεγάλην Πέμπτην - Ἁγίου Ἰωάννου τοῦ Χρυσοστόμου

Εἰς τὴν Ἁγίαν καὶ Μεγάλην Πέμπτην - Ἁγίου Ἰωάννου τοῦ Χρυσοστόμου


Εἰς τὴν Προδοσία τοῦ Ἰούδα, Καὶ εἰς τὸ Πάσχα, καὶ εἰς τὴν παράδοσιν τῶν μυστηρίων, καὶ περὶ τοῦ μὴ μνησικακεῖν.
Τῇ ἁγίᾳ καὶ μεγάλῃ Πέμπτῃ. Ὁμιλία αʹ.

Φιλί του Ιούδααʹ. Ὀλίγα ἀνάγκη σήμερον πρὸς τὴν ὑμετέραν ἀγάπην εἰπεῖν·
ὀλίγα δὲ ἀνάγκη εἰπεῖν,
οὐκ ἐπειδὴ τῷ πλήθει τῶν λεγομένων ὑμεῖς βαρύνεσθε·
οὐδὲ γὰρ ἔστιν ἑτέραν πόλιν εὑρεῖν οὕτως ἐρωτικῶς πρὸς τὴν ἀκρόασιν τῶν πνευματικῶν λογίων διακειμένην.

Οὐ τοίνυν διὰ τοῦτο ὀλίγα λέγομεν,
ἐπειδὴ ἀποκναίομεν ὑμᾶς τῷ πλήθει,
ἀλλ' ἐπειδὴ ἀναγκαία τῆς βραχυλογίας σήμερον ἡ αἰτία·
καὶ γὰρ ὁρῶ πολλοὺς τῶν πιστῶν ἐπειγομένους πρὸς τὴν τῶν φρικτῶν μυστηρίων κοινωνίαν.

Ἵν' οὖν μήτ' ἐκείνης τῆς τραπέζης ἀποτύχωσι,
μήτε ταύτης ἐκπέσωσιν,
ἀνάγκη σύμμετρον ποιήσασθαι τὴν ἑστίασιν,
ἵν' ἑκατέρωθεν ὑμῖν τὸ κέρδος γένηται,
καὶ ἀπὸ ταύτης ἐφοδιασθέντες καὶ τῶν παρ' ἡμῶν λόγων, οὕτως ἀπέλθητε, καὶ μετὰ φόβου καὶ τρόμου
καὶ τῆς προσηκούσης εὐλαβείας τῇ φοβερᾷ
καὶ φρικτῇ προσέλθητε κοινωνίᾳ.

Σήμερον, ἀγαπητοὶ,
ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς παρεδόθη·
τῇ γὰρ ἐπιούσῃ ἑσπέρᾳ ταύτῃ, λαβόντες αὐτὸν,
ἀπῆλθον οἱ Ἰουδαῖοι.

Ἀλλὰ μὴ γένῃ κατηφὴς, ἀκούσας ὅτι Ἰησοῦς παρεδόθη·
μᾶλλον δὲ γενοῦ κατηφὴς, καὶ κλαῦσον πικρῶς,
ἀλλὰ μὴ ὑπὲρ τοῦ παραδοθέντος Ἰησοῦ,
ἀλλ' ὑπὲρ τοῦ προδότου Ἰούδα.

Ὁ μὲν γὰρ παραδοθεὶς τὴν οἰκουμένην ἔσωσεν,
ὁ δὲ προδοὺς τὴν ἑαυτοῦ ψυχὴν ἀπώλεσε·
καὶ ὁ μὲν προδοθεὶς
ἐν δεξιᾷ κάθηται τοῦ Πατρὸς ἐν τοῖς οὐρανοῖς,
ὁ δὲ παραδοὺς ἐν ᾅδου νῦν ἐστι,
τὴν ἀπαραίτητον ἀναμένων κόλασιν.

∆ιὰ τοῦτον οὖν κλαῦσον καὶ στέναξον,
διὰ τοῦτον πένθησον,
ἐπειδὴ καὶ ὁ ∆εσπότης ἡμῶν διὰ τοῦτον ἐδάκρυσεν.

Ἰδὼν γὰρ αὐτὸν, φησὶν, ἐταράχθη καὶ εἶπεν·

Εἷς ἐξ ὑμῶν παραδώσει με.

Ὢ πόση εὐσπλαγχνία τοῦ ∆εσπότου!
ὁ προδοθεὶς ὑπὲρ τοῦ προδόντος ἀλγεῖ.
Ἰδὼν γὰρ αὐτὸν, ἐταράχθη, φησὶ, καὶ εἶπεν·

Εἷς ἐξ ὑμῶν παραδώσει με.

Τίνος ἕνεκεν ἠθύμησεν;

Ὁμοῦ καὶ τὴν φιλοστοργίαν τὴν ἑαυτοῦ ἐπιδεικνύμενος,
καὶ διδάσκων ἡμᾶς, ὅτι οὐ τὸν πάσχοντα κακῶς,
ἀλλὰ τὸν ποιοῦντα κακῶς,
τοῦτον θρηνεῖν πανταχοῦ δίκαιον.

Τοῦτο γὰρ ἐκείνου χεῖρον,
μᾶλλον δὲ ἐκεῖνο μὲν οὐ κακὸν,
τὸ κακῶς παθεῖν, κακὸν δὲ τὸ ποιῆσαι κακῶς.

Τὸ μὲν γὰρ κακῶς παθεῖν,
τὴν βασιλείαν τῶν οὐρανῶν προξενεῖ,
τὸ δὲ κακῶς ποιῆσαι αἴτιον ἡμῖν τῆς γεέννης
καὶ τῆς κολάσεως γίνεται.

Μακάριοι γὰρ, φησὶν,
οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης,
ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.

Ὁρᾷς πῶς τὸ κακῶς παθεῖν ἔχει μισθὸν
καὶ ἔπαθλον τὴν βασιλείαν τῶν οὐρανῶν;

Ἄκουσον πῶς τὸ κακῶς ποιῆσαι
κόλασιν φέρει καὶ τιμωρίαν.

Εἰπὼν γὰρ ὁ Παῦλος περὶ τῶν Ἰουδαίων,
ὅτι Τὸν Κύριον ἀπέκτειναν,
καὶ τοὺς προφήτας ἐδίωξαν, ἐπήγαγεν·

Ὧν τὸ τέλος ἔσται κατὰ τὰ ἔργα αὐτῶν.

Εἶδες πῶς
οἱ μὲν διωκόμενοι τὴν βασιλείαν λαμβάνουσιν,
οἱ δὲ διώκοντες τὴν ὀργὴν κληρονομοῦσι;

Ταῦτα δέ μοι οὐχ ἁπλῶς νῦν εἴρηται,
ἀλλ' ἵνα μὴ τοῖς ἐχθροῖς ὀργιζώμεθα,
ἀλλ' ἐλεῶμεν αὐτοὺς καὶ θρηνῶμεν
καὶ συναλγῶμεν αὐτοῖς·
ἐκεῖνοι γάρ εἰσιν οἱ κακῶς πάσχοντες,
οἱ ἐχθραίνοντες ἡμῖν.

Ἂν οὕτω παρασκευάσωμεν τὴν ψυχὴν τὴν ἡμετέραν, δυνησόμεθα αὐτῶν καὶ ὑπερεύχεσθαι.

∆ιὰ γὰρ τοῦτο τετάρτην ἡμέραν ταύτην ἔχω διαλεγόμενος ὑμῖν περὶ εὐχῆς ὑπὲρ τῶν ἐχθρῶν,
ἵνα μόνιμος γένηται τῆς διδασκαλίας ὁ λόγος,
τῇ συνεχείᾳ τῆς παραινέσεως ῥιζωθείς.

∆ιὰ τοῦτο συνεχῶς ἀπαντλοῦμαι τοῖς ῥήμασιν,
ὥστε τὸ οἴδημα τῆς ὀργῆς ὑπονοστῆσαι,
καὶ κατασταλῆναι τὴν φλεγμονὴν,
ὥστε καθαρὸν ὀργῆς εἶναι τὸν εὐχῇ προσιόντα.

Οὐδὲ γὰρ ὁ Χριστὸς ὑπὲρ τῶν ἐχθρῶν
ταῦτα παρῄνεσε μόνον,
ἀλλὰ καὶ ὑπὲρ ἡμῶν τῶν ἀφιέντων ἐκείνοις τὰ ἁμαρτήματα·
μείζονα γὰρ λαμβάνεις ἢ δίδως,
ἀφιεὶς τὴν ὀργὴν τῷ ἐχθρῷ.

Καὶ πῶς μείζονα λαμβάνω;  φησίν.

Ἐὰν ἀφήσῃς τὰ εἰς τὸν ἐχθρὸν ἁμαρτήματα,
συγχωρεῖταί σοι τὰ εἰς τὸν ∆εσπότην πλημμελήματα.

Ἐκεῖνα ἀνίατά εἰσι καὶ ἀσύγγνωστα·
ταῦτα πολλὴν ἔχει παραμυθίαν καὶ συγγνώμην.

Ἄκουσον γοῦν τοῦ Ἠλὶ λέγοντος
πρὸς τοὺς υἱοὺς αὐτοῦ·

Ἐὰν ἁμαρτάνων ἁμάρτῃ ἄνθρωπος εἰς ἄνθρωπον,
καὶ προσεύξονται περὶ αὐτοῦ·
ἐὰν δὲ εἰς Θεὸν ἁμάρτῃ,
τίς προσεύξεται περὶ αὐτοῦ;

Ὥστε ἐκεῖνο τὸ τραῦμα οὔτε εὐχῇ ῥᾳδίως λύεται·
εὐχῇ μὲν οὐ λύεται, συγχωρήσει δὲ τῶν ἁμαρτημάτων τῶν εἰς τὸν πλησίον λέλυται.

∆ιὸ ἐκεῖνα μὲν μύρια τάλαντα ἐκάλεσεν ὁ Χριστὸς,
τὰ εἰς τὸν ∆εσπότην ἁμαρτήματα·
ταῦτα δὲ ἑκατὸν δηνάρια.

Ἄφες οὖν ἑκατὸν δηνάρια,
ἵνα ἀφεθῇ σοι μύρια τάλαντα.

βʹ. Ἀλλὰ τὰ μὲν περὶ τῆς εὐχῆς
τῆς ὑπὲρ τῶν ἐχθρῶν ἱκανῶς εἴρηται·
ἐπὶ δὲ τὸν τῆς προδοσίας,
εἰ δοκεῖ, ἐπανέλθωμεν λόγον,
καὶ ἴδωμεν πῶς παρεδόθη ἡμῶν ὁ ∆εσπότης.

Τότε πορευθεὶς εἷς τῶν δώδεκα,
Ἰούδας ὁ λεγόμενος Ἰσκαριώτης,
πρὸς τοὺς ἀρχιερεῖς, εἶπε·

Τί θέλετέ μοι δοῦναι, κἀγὼ ὑμῖν παραδώσω αὐτόν;

Καὶ δοκεῖ μὲν σαφὲς εἶναι τὸ λεγόμενον,
καὶ μηδὲν πλέον αἰνίττεσθαι·
εἰ δέ τις ἀκριβῶς ἐξετάσῃ
ἓν ἕκαστον τῶν λεγομένων,
πολλὴν ἔχει τὴν θεωρίαν,
καὶ πολὺ τὸ βάθος τῶν νοημάτων.

Καὶ πρῶτον, ὁ καιρός.

Οὐ γὰρ ἁπλῶς αὐτὸν ἐπισημαίνεται ὁ εὐαγγελιστής·
οὐ γὰρ εἶπε πορευθεὶς ἁπλῶς.
ἀλλὰ προσέθηκε τὸ Τότε πορευθείς.

Τότε;
εἰπέ μοι, πότε;
καὶ τίνος ἕνεκεν ἐπισημαίνει τὸν χρόνον;
τί με βούλεται διδάξαι;

Οὐ γὰρ ἁπλῶς εἴρηται τὸ, Τότε,
καὶ γὰρ Πνεύματι φθεγγόμενος
οὐδὲ ἁπλῶς οὐδὲ εἰκῆ φθέγγεται.

Τί οὖν ἐστι τὸ, Τότε;

Πρὸ αὐτοῦ τοῦ χρόνου,
πρὸ αὐτῆς τῆς ὥρας προσῆλθε πόρνη,
ἀλάβαστρον μύρου ἔχουσα,
καὶ κατέχεε τὸ ἔλαιον ἐκεῖνο
ἐπὶ τὴν κεφαλὴν τοῦ Κυρίου.

Ἐπεδείξατο πολλὴν θεραπείαν,
ἐπεδείξατο πολλὴν πίστιν,
πολλὴν ὑπακοὴν καὶ εὐλάβειαν·
μετεβλήθη ἀπὸ τοῦ προτέρου βίου,
ἐγένετο βελτίων καὶ σωφρονεστέρα.

Καὶ ὅτε ἡ πόρνη μετενόησεν,
ὅτε τὸν ∆εσπότην ἐπεσπάσατο,
τότε ὁ μαθητὴς τὸν διδάσκαλον προέδωκε.

∆ιὰ τοῦτο εἶπε, Τότε,
ἵνα μὴ κατηγορήσῃς τοῦ διδασκάλου ἀσθένειαν,
ὅταν ἴδῃς τὸν μαθητὴν προδιδόντα τὸν διδάσκαλον.

Τοσαύτη γὰρ ἦν ἡ δύναμις τοῦ διδασκάλου,
ὡς καὶ πόρνας ἐπισπᾶσθαι εἰς τὴν οἰκείαν ὑπακοήν.

Τί οὖν, φησὶν, ὁ πόρνας ἐπισπώμενος,
μαθητὴν οὐκ ἴσχυσεν ἐπισπάσασθαι;

Ἴσχυεν ἐπισπάσασθαι τὸν μαθητὴν,
ἀλλ' οὐκ ἠβούλετο ἀνάγκῃ ποιῆσαι καλὸν,
οὐδὲ βίᾳ ἑλκύσαι πρὸς ἑαυτόν.

Τότε πορευθείς.

Ἔχει τι καὶ τοῦτο οὐ μικρὸν θεώρημα, τὸ, πορευθείς·
οὐ γὰρ μετακληθεὶς ὑπὸ τῶν ἀρχιερέων,
οὐκ ἀναγκασθεὶς οὐδὲ βιασθεὶς,
ἀλλ' αὐτὸς ἀφ' ἑαυτοῦ καὶ οἴκοθεν ἔτεκε τὸν δόλον,
καὶ τὴν γνώμην ἐξήγαγε ταύτην,
οὐδένα ἔχων σύμβουλον τῆς πονηρίας ταύτης.

Τότε πορευθεὶς εἷς τῶν δώδεκα.

Τί ἐστιν, εἷς τῶν δώδεκα;

Καὶ τοῦτο μεγίστην αὐτῷ δείκνυσιν οὖσαν τὴν κατηγορίαν τῷ εἰπεῖν, εἷς τῶν δώδεκα.

Καὶ γὰρ ἦσαν ἕτεροι μαθηταὶ τῷ Ἰησοῦ
ἑβδομήκοντα τὸν ἀριθμόν·
ἀλλ' ἐκεῖνοι τὰ δευτερεῖα εἶχον,
ἐκεῖνοι οὐ τοσαύτης ἀπέλαυον τῆς τιμῆς,
οὐδὲ τοσαύτης μετεῖχον τῆς παῤῥησίας,
οὐκ ἐκοινώνησαν ἀποῤῥήτων τοσοῦτον,
ὡς οἱ δώδεκα.

Οὗτοι μάλιστα ἦσαν δόκιμοι,
καὶ ὁ περὶ τὸν βασιλέα χορὸς οὗτος ἦν·
αὕτη ἡ συμμορία ἡ περὶ τὸν διδάσκαλον,
καὶ ἀπὸ ταύτης ἐξεπήδησεν ὁ Ἰούδας.

Ἵν' οὖν μάθῃς ὅτι οὐ μαθητὴς ἁπλῶς Αὐτὸν προὔδωκεν,
ἀλλὰ τῆς δοκιμωτάτης τάξεως εἷς, διὰ τοῦτό φησιν·

Εἷς τῶν δώδεκα.

Καὶ οὐκ αἰσχύνεται ὁ ταῦτα γράψας Ματθαῖος.

Τίνος ἕνεκεν οὐκ αἰσχύνεται;

Ἵνα μάθῃς, ὅτι πανταχοῦ μετὰ ἀληθείας πάντα φθέγγονται, καὶ οὐδὲν ἀποκρύπτονται,
οὐδὲ τὰ δοκοῦντα εἶναι ἐπονείδιστα.

Ταῦτα γὰρ τὰ δοκοῦντα εἶναι ἐπονείδιστα,
ταῦτα δείκνυσι τοῦ ∆εσπότου τὴν φιλανθρωπίαν·
ὅτι τὸν προδότην, τὸν λῃστὴν, τὸν κλέπτην,
τοσούτων ἠξίωσεν ἀγαθῶν,
καὶ μέχρι τῆς ἐσχάτης διαβαστάζων αὐτὸν διετέλει τῆς ὥρας·
καὶ γὰρ ἐνουθέτει καὶ παρῄνει καὶ πάντα τρόπον ἐπεμελεῖτο.

Εἰ δὲ μὴ προσεῖχεν ἐκεῖνος, οὐχ ὁ Κύριος αἴτιος·
καὶ μάρτυς ἡ πόρνη·
αὕτη γὰρ προσέχουσα ἑαυτῇ ἐσώθη.

Μὴ τοίνυν ἀπογνῷς σεαυτοῦ,
πρὸς τὴν πόρνην ἀπιδών·
μηδὲ θαῤῥήσῃς σεαυτῷ, πρὸς τὸν Ἰούδαν ἰδών.

Ἀμφότερα γὰρ ταῦτα ὀλέθρια,
καὶ τὸ θαῤῥεῖν,
καὶ τὸ ἀπογινώσκειν·
τὸ μὲν γὰρ θαῤῥεῖν τὸν ἑστηκότα ποιεῖ πεσεῖν,
τὸ δὲ ἀπογινώσκειν τὸν κείμενον οὐκ ἀφίησιν ἀναστῆναι.

∆ιὰ τοῦτο ὁ Παῦλος παρῄνει λέγων·

Ὁ δοκῶν ἑστάναι, βλεπέτω μὴ πέσῃ.

Ἔχεις ἀμφοτέρων τὰ παραδείγματα,
πῶς ὁ μαθητὴς δοκῶν ἑστάναι, ἔπεσε·
καὶ πῶς ἡ πόρνη κειμένη, ἀνέστη.

Εὐόλισθον ἡμῶν ἡ γνώμη,
εὐπερίτρεπτον ἡ προαίρεσις·
διὰ τοῦτο ἑαυτοὺς πανταχόθεν ἀσφαλίζεσθαι
καὶ τειχίζεσθαι χρή.

Τότε πορευθεὶς εἷς τῶν δώδεκα, Ἰούδας Ἰσκαριώτης.

Ὁρᾷς ἀπὸ ποίου χοροῦ ἐξέπεσεν;
ὁρᾷς ποίας διδασκαλίας κατεφρόνησεν;
ὁρᾷς ὅσον κακόν ἐστιν ἡ ῥᾳθυμία καὶ ἡ ὀλιγωρία;

Ἰούδας ὁ λεγόμενος Ἰσκαριώτης.

Τί μοι λέγεις αὐτοῦ τὴν πόλιν;
Εἴθε μὴ τοῦτον ἐγίνωσκον!

Ἰούδας ὁ λεγόμενος Ἰσκαριώτης.

Τίνος ἕνεκεν τὴν πόλιν αὐτοῦ λέγεις;

Ἦν ἕτερος Ἰούδας μαθητὴς, ζηλωτὴς ἐπικαλούμενος.
Ἵν' οὖν διὰ τῆς ὁμωνυμίας μὴ γένηταί τις πλάνη,
διεῖλε τοῦτον ἀπ' ἐκείνου, καὶ ἐκεῖνον μὲν ἀπὸ τῆς ἀρετῆς ὠνόμασεν, Ἰούδας ὁ ζηλωτής·
τοῦτον δὲ οὐκ ὠνόμασεν ἀπὸ τῆς κακίας·
οὐ γὰρ εἶπεν, Ἰούδας ὁ προδότης.

Καίτοι ἐχρῆν,
ὥσπερ ἐκεῖνον ἀπὸ τῆς ἀρετῆς ἐκάλεσεν,
οὕτω καὶ τοῦτον ἀπὸ τῆς κακίας προσαγορεῦσαι,
καὶ εἰπεῖν, Ἰούδας ὁ προδότης·
ἀλλ' ἵνα σε παιδεύσῃ καθαρὰν ἔχειν κατηγορίας τὴν γλῶτταν, καὶ αὐτοῦ τοῦ προδότου φείδεται.

Πορευθεὶς γὰρ, φησὶν, εἷς τῶν δώδεκα, Ἰούδας Ἰσκαριώτης, πρὸς τοὺς ἀρχιερεῖς, εἶπεν αὐτοῖς·

Τί μοι θέλετε δοῦναι, κἀγὼ ὑμῖν παραδώσω Αὐτόν;

Ὢ τῆς μιαρᾶς ἐκείνης φωνῆς!
Καὶ πῶς ἐξεπήδησε τοῦ στόματος;
πῶς ἐκίνησε τὴν γλῶσσαν;
πῶς οὐκ ἐνάρκησεν ἅπαν τὸ σῶμα;
πῶς οὐκ ἐξέστη ἡ διάνοια;

γʹ. Τί θέλετέ μοι δοῦναι,
κἀγὼ ὑμῖν παραδώσω Αὐτόν;

Ταῦτά σε ἐπαίδευσεν ὁ Χριστὸς, εἰπέ μοι;
οὐ διὰ τοῦτο ἔλεγε,

Μὴ κτήσασθε χρυσὸν, μηδὲ ἄργυρον,
μηδὲ χαλκὸν εἰς τὰς ζώνας ὑμῶν,
ἄνωθεν προαναστέλλων σου
τῆς φιλαργυρίας τὴν ὑπόθεσιν;

οὐ ταῦτα παρῄνει διηνεκῶς καὶ μετὰ τούτων ἔλεγεν,

Ἐάν τίς σε ῥαπίσῃ εἰς τὴν δεξιὰν σιαγόνα,
στρέψον αὐτῷ καὶ τὴν ἄλλην;

Τί θέλετέ μοι δοῦναι, κἀγὼ ὑμῖν παραδώσω Αὐτόν;

Ὢ τῆς ἀπονοίας!

Ἀντὶ τίνος, εἰπέ μοι;
τί μικρὸν ἢ μέγα ἐγκαλεῖν ἔχων,
παραδίδως τὸν διδάσκαλον;
ὅτι σοι παρέδωκε τῶν δαιμόνων τὴν ἐξουσίαν;
ὅτι νοσήματα λύειν ἐποίησεν;
ὅτι λέπρας καθαίρειν;
ὅτι νεκροὺς ἀνιστᾷν;
ὅτι τῇ τυραννίδι ἐπέστησε τοῦ θανάτου;
ἀντὶ τούτων τῶν εὐεργεσιῶν ταύτας δίδως τὰς ἀμοιβάς;

Τί θέλετέ μοι δοῦναι,
κἀγὼ ὑμῖν παραδώσω Αὐτόν;

Ὢ τῆς ἀπονοίας!
μᾶλλον δὲ, ὢ τῆς φιλαργυρίας!
πάντα γὰρ ἐκείνη ἔτεκε τὰ κακά·
ἐκείνης αὐτὸς ἐπιθυμήσας,
προὔδωκε τὸν διδάσκαλον.

Τοιοῦτον γάρ ἐστιν ἡ πονηρὰ ῥίζα ἐκείνη,
δαίμονος χαλεπώτερον τὰς ἀλούσας ἐκβακχεύει ψυχὰς,
καὶ ποιεῖ πάντας ἀγνοεῖν,
καὶ ἑαυτὸν καὶ τοὺς πλησίον
καὶ τοὺς τῆς φύσεως νόμους,
καὶ αὐτῶν ἐκβάλλει τῶν φρενῶν
καὶ παραπλῆγας ἐργάζεται.

Ὅρα γὰρ πόσα ἐξέβαλεν ἐκ τῆς τοῦ Ἰούδα ψυχῆς·
τὴν ὁμιλίαν, τὴν συνήθειαν,
τὴν κοινωνίαν τὴν ἐν τραπέζῃ,
τὰ θαύματα, τὴν διδασκαλίαν,
τὴν παραίνεσιν, τὴν νουθεσίαν·
ταῦτα πάντα εἰς λήθην ἐνέβαλεν ἡ φιλαργυρία τότε.

∆ιὰ τοῦτο εἰκότως ὁ Παῦλος ἔλεγεν,

ὅτι Ῥίζα πάντων τῶν κακῶν ἐστιν ἡ φιλαργυρία.

–Τί θέλετέ μοι δοῦναι, κἀγὼ ὑμῖν παραδώσω Αὐτόν.

Πολλὴ ἡ ἀπόνοια τοῦ ῥήματος.

Παραδίδως, εἰπέ μοι, τὸν πάντα κρατοῦντα,
τὸν δαιμόνων ἐξουσιάζοντα,
τῇ θαλάττῃ ἐπιτάττοντα,
τὸν τῆς φύσεως ἁπάντων ∆εσπότην;

Ἵν' οὖν αὐτοῦ καταστείλῃ τὴν ἀπόνοιαν,
καὶ δείξῃ ὅτι εἰ μὴ ἐβούλετο, οὐκ ἂν παρεδόθη,
ἄκουσον τί ποιεῖ.

Κατ' αὐτὸν τὸν καιρὸν τῆς προδοσίας,
ὅτε ἐπῆλθον αὐτῷ, ξύλα ἔχοντες καὶ λαμπάδας
καὶ φῶς, λέγει αὐτοῖς·

Τίνα ζητεῖτε;

καὶ ἠγνόουν ὃν ἤμελλον συλλαμβάνειν.

Τοσοῦτον ἀπεῖχε τοῦ δυνηθῆναι παραδοῦναι Αὐτὸν ὁ Ἰούδας, ὅτι οὐδὲ ἑώρα παρόντα,
ὃν ἤμελλε παραδώσειν,
καὶ ταῦτα λαμπάδων οὐσῶν καὶ φωτὸς τοσούτου.

Ὅτι γὰρ τοῦτο ᾐνίξατο ὁ εὐαγγελιστὴς, φησί·

Λαμπάδας εἶχον καὶ φῶς, καὶ οὐχ ἑώρων Αὐτόν.

Καὶ καθ' ἑκάστην δὲ αὐτὸν ὑπεμίμνησκεν ἡμέραν,
καὶ δι' ἔργων, καὶ διὰ ῥημάτων,
δεικνὺς ὅτι οὐ λήσεται προδιδούς.
Καὶ οὔτε φανερῶς αὐτὸν ἤλεγχεν ἐπὶ πάντων,
ὥστε μὴ ἀναισχυντότερον αὐτὸν ἐργάσασθαι·
οὔτε παρεσιώπα, ἵνα μὴ νομίζων λανθάνειν,
ἀδεῶς ἐπιχειρῇ τὴν προδοσίαν,
ἀλλὰ συνεχῶς ἔλεγεν,

Εἷς ἐξ ὑμῶν παραδώσει με·

οὐ μέντοι φανερὸν αὐτὸν καθίστη.

Πολλοὺς δὲ καὶ περὶ γεέννης διῆλθε λόγους,
πολλοὺς καὶ περὶ βασιλείας,
καὶ τὴν ἐφ' ἑκάτερα δύναμιν ἐπεδείξατο,
τὴν ἐν τῷ κολάζειν τοὺς ἁμαρτάνοντας,
καὶ τὴν ἐν τῷ τιμᾷν τοὺς κατορθοῦντας.

Ἀλλὰ ταῦτα πάντα ἐκεῖνος παρεκρούσατο,
ὁ δὲ Θεὸς βίᾳ οὐχ εἵλκυσεν.

Ἐπειδὴ γὰρ κυρίους ἡμᾶς ἐποίησε καὶ τῆς τῶν φαύλων καὶ τῆς τῶν ἀγαθῶν πράξεων αἱρέσεως,
καὶ ἑκόντας εἶναι βούλεται καλούς·
διὰ τοῦτο, ἂν μὴ βουλοίμεθα,
οὐ βιάζεται οὐδ' ἀναγκάζει·
τὸ γὰρ βιασθέντα εἶναι χρηστὸν,
οὐκ ἔστιν εἶναι χρηστόν.

Ἐπεὶ οὖν κἀκεῖνος γνώμης κύριος ἦν,
καὶ ἐν ἐξουσίᾳ τοῦ μὴ πεισθῆναι,
καὶ πρὸς φιλαργυρίαν μὴ ἀποκλῖναι,
διὰ τοῦτο ἀπετυφλώθη τὴν διάνοιαν,
καὶ τὴν σωτηρίαν τὴν ἑαυτοῦ προέδωκε·
καί φησι,
Τί θέλετέ μοι δοῦναι, κἀγὼ ὑμῖν παραδώσω Αὐτόν;

Ἐλέγχων τοίνυν τοῦ νοὸς αὐτοῦ τὴν τύφλωσιν
καὶ τὴν ἀπόνοιαν ὁ εὐαγγελιστὴς, φησίν·

Ἐν τῷ καιρῷ τῆς ἐφόδου ὁ Ἰούδας εἱστήκει ἐγγὺς αὐτῶν, ἐκεῖνος ὁ εἰπών·
Τί θέλετέ μοι δοῦναι, κἀγὼ ὑμῖν παραδώσω Αὐτόν;

Οὐκ ἐντεῦθεν δὲ μόνον ἔστι θεάσασθαι τὴν δύναμιν τοῦ Χριστοῦ, ἀλλ' ὅτι καὶ φωνὴν ἀφέντος ψιλὴν, ἀπῆλθον καὶ ἔπεσον χαμαί.

Ἐπειδὴ δὲ οὐδὲ οὕτως ἀφίσταντο τῆς ἀναισχυντίας, λοιπὸν ἑαυτὸν παραδίδωσι, μονονουχὶ λέγων·

Ἐγὼ τὸ ἐμαυτοῦ ὅλον ἐποίησα, τὴν δύναμιν ἐξεκάλυψα τὴν ἐμαυτοῦ, ἔδειξα ὅτι ἀδυνάτοις ἐπιχειρεῖτε πράγμασιν.

Ἠβουλήθην καταστεῖλαι ὑμῶν τὴν πονηρίαν·
ἐπειδὴ δὲ ὑμεῖς οὐκ ἠβουλήθητε, ἀλλ' ἐπιμένετε παραπαίοντες, ἰδοὺ παραδίδωμι ἐμαυτόν.

Ταῦτα δέ μοι εἴρηται,
ἵνα μὴ κατηγορῶσί τινες τοῦ Χριστοῦ, λέγοντες·

∆ιὰ τί οὐ μετέβαλε τὸν Ἰούδαν;
διὰ τί οὐκ ἐποίησεν αὐτὸν σώφρονα καὶ ἐπιεικῆ;

Πῶς ἔδει ἐπιεικῆ ποιῆσαι αὐτόν;
ἀνάγκῃ, ἢ γνώμῃ;

Εἰ μὲν ἀνάγκῃ, οὐδ' οὕτως ἔμελλεν ἔσεσθαι βελτίων·
οὐδεὶς γὰρ ἀνάγκῃ γένοιτ' ἂν ἀγαθός·
εἰ δὲ γνώμῃ καὶ προαιρέσει, πάντα τὰ δυνάμενα διορθῶσαι προαίρεσιν καὶ γνώμην εἰσήνεγκεν.

Εἰ δὲ μὴ ἐβουλήθη δέξασθαι τὸ φάρμακον,
οὐ τοῦ ἰατροῦ τὸ ἔγκλημα,
ἀλλὰ τοῦ τὴν θεραπείαν διακρουσαμένου.

Ὅρα οὖν ὅσα ἐποίησεν,
ὥστε αὐτὸν ἀνακτήσασθαι καὶ διασῶσαι.

Ἐδίδασκεν αὐτὸν πᾶσαν φιλοσοφίαν διὰ πραγμάτων,
διὰ ῥημάτων, ἀνώτερον αὐτὸν τῶν δαιμόνων ἐποίησε, θαύματα ἐργάζεσθαι πολλὰ παρεσκεύασεν,
ἐφόβησε τῇ τῆς γεέννης ἀπειλῇ,
προετρέψατο τῇ τῆς βασιλείας ἐπαγγελίᾳ·
ἤλεγξε διηνεκῶς τὰ ἀπόῤῥητα αὐτοῦ βουλεύματα,
ἐλέγχων δὲ οὐκ ἐδημοσίευε·
τοὺς πόδας αὐτοῦ μετὰ τῶν ἄλλων ἔνιψεν,
ἁλῶν αὐτῷ καὶ τραπέζης ἐκοινώνησεν·
οὐδὲν, οὐ μικρὸν, ἢ μέγα ἐνέλιπεν·
ὁ δὲ ἑκὼν ἔμεινεν ἀδιόρθωτος.

Καὶ ἵνα μάθῃς, ὅτι δυνατὸς ὢν μεταβαλέσθαι
οὐκ ἠθέλησεν, ἀλλὰ τῆς αὐτοῦ ῥᾳθυμίας τὸ πᾶν ἐγένετο, ἄκουσον.

Ἐπειδὴ γὰρ παρέδωκεν Αὐτὸν, ἔῤῥιψε τὰ τριάκοντα ἀργύρια, καί φησιν·

Ἥμαρτον παραδοὺς αἷμα δίκαιον.

Τί γέγονεν;

Ὅτε θαυματουργοῦντα εἶδες, οὐκ ἔλεγες,

Ἥμαρτον παραδοὺς αἷμα ἀθῶον·
ἀλλὰ,
Τί θέλετέ μοι δοῦναι, κἀγὼ ὑμῖν παραδώσω Αὐτόν;

Ἐπειδὴ δὲ τὸ κακὸν προεχώρησε,
καὶ ἡ προδοσία τέλος ἔσχε,
καὶ ἡ ἁμαρτία ἀπήρτιστο,
τότε ἐπέγνως τὴν ἁμαρτίαν.

Τί οὖν ἐντεῦθεν μανθάνομεν;

Ὅτι ὅταν μὲν ῥᾳθυμῶμεν,
οὐδὲ παραίνεσις ἡμᾶς ὠφελεῖ·
ὅταν δὲ σπουδάζωμεν,
καὶ αὐτοὶ ἀφ' ἑαυτῶν διαναστῆναι δυνάμεθα.

Καὶ γὰρ καὶ οὗτος,
ὅτε παρῄνει μὲν ὁ διδάσκαλος, οὐκ ἤκουεν·
ὅτε δὲ οὐδεὶς ἦν ὁ παραινῶν,
τὸ οἰκεῖον συνειδὸς ἐπανέστη,
καὶ μηδενὸς ὄντος διδασκάλου μετεβάλετο,
καὶ κατέγνω τῶν τετολμημένων,
καὶ ἔῤῥιψε τὰ τριάκοντα ἀργύρια.

Τί θέλετέ μοι δοῦναι, κἀγὼ ὑμῖν παραδώσω Αὐτόν;

Καὶ ἔστησαν, φησὶν, αὐτῷ τριάκοντα ἀργύρια.

Τιμὴν κατέβαλον αἵματος τιμὴν οὐκ ἔχοντος.

Τί λαμβάνεις τριάκοντα ἀργύρια, ὦ Ἰούδα;

∆ωρεὰν ἦλθεν ὁ Χριστὸς ἐκχέαι τὸ αἷμα Τοῦτο
ὑπὲρ τῆς οἰκουμένης,
ὑπὲρ οὗ σύμφωνα σὺ ποιεῖς καὶ συναλλάγματα ἀναιδῆ.
Τί γὰρ ἀναιδέστερον τοῦ συναλλάγματος τούτου;

δʹ. Τότε προσῆλθον οἱ μαθηταί.

Τότε· πότε;

Ὅτε ταῦτα ἐγένετο, ὅτε ἡ προδοσία προεχώρησεν,
ὅτε ἑαυτὸν ἀπώλεσεν ὁ Ἰούδας,

Προσῆλθον αὐτῷ οἱ μαθηταὶ λέγοντες·

Ποῦ θέλεις ἑτοιμάσωμέν σοι φαγεῖν τὸ Πάσχα;

Εἶδες μαθητήν;
εἶδες μαθητάς;

Ἐκεῖνος προδίδωσι τὸν ∆εσπότην,
οὗτοι περὶ τὸ Πάσχα μεριμνῶσιν·
ἐκεῖνος σύμφωνα ποιεῖ,
οὗτοι πρὸς ὑπηρεσίαν παρεσκεύαζον.

Τῶν αὐτῶν ἀπέλαυσαν κἀκεῖνος καὶ οὗτοι θαυμάτων,
τῶν αὐτῶν διδαγμάτων, τῆς αὐτῆς ἐξουσίας·
πόθεν οὖν ἡ μεταβολή;

Ἀπὸ τῆς προαιρέσεως·
αὕτη πάντων αἰτία πανταχοῦ
καὶ τῶν ἀγαθῶν καὶ τῶν κακῶν.

Ποῦ θέλεις ἑτοιμάσωμέν σοι φαγεῖν τὸ Πάσχα;

Ἡ ἑσπέρα αὕτη ἦν τότε·
ἐπεὶ οὖν οἰκίαν οὐκ εἶχεν ὁ ∆εσπότης,
διὰ τοῦτο αὐτῷ λέγουσι·
Ποῦ θέλεις ἑτοιμάσωμέν σοι φαγεῖν τὸ Πάσχα;

Οὐκ ἔχομεν καταγώγιον ὡρισμένον,
οὐκ ἔχομεν σκηνὴν, οὐδὲ οἰκίαν.

Μανθανέτωσαν οἱ τὰς λαμπρὰς οἰκοδομοῦντες οἰκίας, καὶ τὰς εὐρείας στοὰς, καὶ τοὺς μακροὺς περιβόλους, ὅτι οὐκ εἶχεν ὁ Χριστὸς ποῦ τὴν κεφαλὴν κατακλῖναι.

∆ιὸ ἐρωτῶσιν οὗτοι·
Ποῦ θέλεις ἑτοιμάσωμέν σοι φαγεῖν τὸ Πάσχα;

Ποῖον Πάσχα;
Οὐχὶ τοῦτο τὸ ἡμέτερον, ἀλλὰ τὸ Ἰουδαϊκὸν τέως·
ἐκεῖνο μὲν γὰρ οἱ μαθηταὶ παρεσκεύασαν,
τοῦτο δὲ τὸ ἡμέτερον αὐτὸς κατεσκεύασεν·
οὐ μόνον δὲ αὐτὸς αὐτὸ κατεσκεύασεν,
ἀλλὰ καὶ αὐτὸς Πάσχα ἐγένετο.

Ποῦ θέλεις ἑτοιμάσωμέν σοι φαγεῖν τὸ Πάσχα;

Ἐκεῖνο Ἰουδαϊκὸν ἦν τὸ Πάσχα,
ἐκεῖνο ἐν Αἰγύπτῳ τὴν ἀρχὴν ἔλαβε.

Τίνος οὖν ἕνεκεν τρώγει αὐτὸ ὁ Χριστός;

Ὅτι πάντα τὰ νομικὰ ἐπλήρωσε.
Καὶ γὰρ ὅτε ἐβαπτίζετο, ἔλεγεν·

Οὕτω γὰρ πρέπον ἐστὶν ἡμῖν πληρῶσαι
πᾶσαν δικαιοσύνην.
Ἦλθον ἐκ τῆς τοῦ νόμου κατάρας ἐξαγοράσαι
τὸν ἄνθρωπον.

Ὁ γὰρ Θεὸς τὸν ἑαυτοῦ Υἱὸν ἔπεμψε
γεννώμενον ἐκ γυναικὸς,
γενόμενον ὑπὸ νόμον,
ἵνα τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ,
καὶ Αὐτὸν ἀναπαύσῃ τὸν νόμον.

Ἵνα οὖν μή τις λέγῃ,
ὅτι διὰ τοῦτο αὐτὸν κατήργησεν,
ἐπειδὴ πληρῶσαι αὐτὸν οὐκ ἠδύνατο,
ὡς φορτικὸν καὶ ἐπαχθῆ καὶ δυσκατόρθωτον ὄντα, πρῶτον αὐτοῦ πληρώσας ἅπαντα, τότε κατέλυσε.

∆ιὰ τοῦτο καὶ τὸ Πάσχα ἐποίησε·
νόμου γὰρ ἦν ἐπίταγμα τὸ Πάσχα.

Καὶ τίνος ἕνεκεν ὁ νόμος ἐπέταξε τὸ Πάσχα ἐσθίειν;

Ἀγνώμονες ἦσαν περὶ τὸν εὐεργέτην οἱ Ἰουδαῖοι,
καὶ παρ' αὐτὰς τὰς εὐεργεσίας ἐπελανθάνοντο τοῦ προστάγματος τοῦ Θεοῦ.

Καὶ γὰρ ὅτε ἐξῆλθον ἐξ Αἰγύπτου,
ἰδόντες θάλασσαν σχιζομένην καὶ συνιοῦσαν πάλιν,
καὶ ἄλλα μυρία θαύματα, ἔλεγον·

Ποιήσωμεν ἑαυτοῖς θεοὺς,
οἳ προπορεύσονται ἡμῶν.
Τί λέγεις;
τὰ θαύματα ἐν χερσὶν ἔτι,
καὶ ἐπελάθου τοῦ εὐεργέτου;

Ἐπεὶ οὖν οὕτως ἦσαν ἀναίσθητοι καὶ ἀγνώμονες,
τῇ ὑποθέσει τῶν ἑορτῶν ἐγκατέδησε τῶν δωρεῶν τὰ ὑπομνήματα ὁ Θεὸς, καὶ διὰ τοῦτο καὶ τὸ Πάσχα θύειν ἐκέλευσεν, Ἵνα, ἐάν σε ἐρωτήσῃ, φησὶν, ὁ υἱός σου, τί ἐστι τὸ Πάσχα τοῦτο;
εἴπῃς, ὅτι τοῦ προβάτου τὸ αἷμα ἐπέχρισαν ταῖς θύραις ποτὲ ἡμῶν οἱ πρόγονοι ἐν Αἰγύπτῳ,
ἵνα μὴ ὁ ὀλοθρεύων ἐλθὼν καὶ ἰδὼν τολμήσῃ εἰσπηδῆσαι, καὶ ἐπαγάγῃ πληγήν.

Καὶ ἦν ἡ ἑορτὴ λοιπὸν ὑπόμνησις σωτηρίας διηνεκής.
Μᾶλλον δὲ οὐ τοῦτο μόνον ἐκέρδαινον, ὅτι τῶν παλαιῶν αὐτοὺς ἀνεμίμνησκεν εὐεργετημάτων,
ἀλλὰ καὶ ἕτερον μεῖζον,
ὅτι τὰ μέλλοντα προδιετύπου.

Καὶ γὰρ τύπος ἦν ἐκεῖνος ὁ ἀμνὸς ἑτέρου ἀμνοῦ πνευματικοῦ, καὶ πρόβατον προβάτου·
καὶ τὸ μὲν ἦν σκιὰ, τὸ δὲ ἀλήθεια.

Ἐπειδὴ δὲ ἐπέφανεν ὁ τῆς δικαιοσύνης ἥλιος,
ἡ σκιὰ λοιπὸν ἐπαύσατο·
ἡλίου γὰρ ἀνίσχοντος, κρύπτεται ἡ σκιά.

∆ιὰ τοῦτο γὰρ ἐν αὐτῇ τῇ τραπέζῃ ἑκάτερον γίνεται Πάσχα, καὶ τὸ τοῦ τύπου, καὶ τὸ τῆς ἀληθείας.

Καθάπερ γὰρ οἱ ζωγράφοι ἐν αὐτῷ τῷ πίνακι
καὶ τὰς γραμμὰς περιάγουσι καὶ τὴν σκιὰν γράφουσι,
καὶ τότε τὴν ἀλήθειαν τῶν χρωμάτων αὐτῷ ἐπιτιθέασιν·
οὕτω καὶ ὁ Χριστὸς ἐποίησεν·
ἐπ' αὐτῆς τῆς τραπέζης
καὶ τὸ τυπικὸν Πάσχα ὑπέγραψε,
καὶ τὸ ἀληθινὸν προσέθηκε·

Ποῦ θέλεις ἑτοιμάσωμέν σοι φαγεῖν τὸ Πάσχα;
Ἦν τὸ Ἰουδαϊκὸν Πάσχα τότε·
ἀλλὰ τοῦ ἡλίου ἐλθόντος, μηκέτι λύχνος φαινέτω, τῆς ἀληθείας παραγενομένης, ἀργείτω λοιπὸν ἡ σκιά.

εʹ. Ταῦτα πρὸς Ἰουδαίους λέγω,
ἐπειδὴ δοκοῦσι Πάσχα ποιεῖν,
ἐπειδὴ γνώμῃ ἀναισχύντῳ
τὰ ἄζυμα προβάλλουσιν οἱ ἀπερίτμητοι ταῖς καρδίαις.

Πῶς, εἰπέ μοι, τὸ Πάσχα ἐπιτελεῖς, ὦ Ἰουδαῖε;

Ὁ ναὸς κατέσκαπται, ὁ βωμὸς ἀνῄρηται,
τὰ Ἅγια τῶν ἁγίων πεπάτηται,
πάσης θυσίας εἶδος λέλυται·
τίνος οὖν ἕνεκεν ταῦτα τολμᾷς
τὰ παράνομα πράττειν πράγματα;

Ἀπῆλθες εἰς Βαβυλῶνά ποτε,
κἀκεῖ ἔλεγον οἱ αἰχμαλωτεύσαντές σε·

Ἄσατε ἡμῖν ἐκ τῶν ᾠδῶν Σιών·
καὶ οὐκ ἠνέσχου.

Καὶ ταῦτα δεικνὺς ὁ ∆αυῒδ, ἔλεγεν·
Ἐπὶ τὸν ποταμὸν Βαβυλῶνος,
ἐκεῖ ἐκαθίσαμεν καὶ ἐκλαύσαμεν·
ἐπὶ ταῖς ἰτέαις ἐν μέσῳ αὐτῆς ἐκρεμάσαμεν τὰ ὄργανα ἡμῶν, τουτέστι, ψαλτήριον, κιθάραν, λύραν, καὶ τὰ λοιπά·
τούτοις γὰρ ἐκέχρηντο τὸ παλαιὸν,
καὶ διὰ τούτων τοὺς ψαλμοὺς ᾖδον.

Καὶ ταῦτα ἀπελθόντες εἰς τὴν αἰχμαλωσίαν, 
ἔλαβον, ἵν' ἔχωσι τὴν ὑπόμνησιν τῆς πολιτείας
τῆς ἐν τῇ πατρίδι,
οὐχ ἵνα χρήσωνται.

Ἐκεῖ γὰρ, φησὶν, ἐπηρώτησαν ἡμᾶς οἱ αἰχμαλωτεύσαντες ἡμᾶς λόγους ᾠδῶν.
Καὶ εἴπομεν·
Πῶς ᾄσωμεν τὴν ᾠδὴν Κυρίου ἐπὶ γῆς ἀλλοτρίας;
Τί λέγεις;
τὴν ᾠδὴν Κυρίου οὐκ ᾄδεις ἐπὶ γῆς ἀλλοτρίας, καὶ τὸ Πάσχα Κυρίου ἐπιτελεῖς ἐπὶ γῆς ἀλλοτρίας;

Εἶδες τὴν ἀγνωμοσύνην·
εἶδες τὴν παρανομίαν;
Ὅτε πολέμιοι ἦσαν οἱ καταναγκάζοντες, οὐδὲ ψαλμὸν εἰπεῖν ἐτόλμων ἐπὶ γῆς ἀλλοτρίας·
νῦν δὲ ἀφ' ἑαυτῶν, μηδενὸς ἀναγκάζοντος μηδὲ βιαζομένου, πόλεμον εἰσάγουσι πρὸς τὸν Θεόν.
Ὁρᾷς πῶς ἀκάθαρτα τὰ ἄζυμα;
πῶς παράνομος ἡ ἑορτή;
πῶς Πάσχα οὐκ ἔστιν Ἰουδαϊκόν, Ἦν Πάσχα Ἰουδαϊκόν ποτε, ἀλλ' ἐλύθη νῦν, καὶ ἐπῆλθε τὸ πνευματικὸν Πάσχα,
ὃ παρεδίδου τότε ὁ Χριστός.

Ἐσθιόντων γὰρ αὐτῶν καὶ πινόντων, φησὶ, λαβὼν ἄρτον, ἔκλασε καὶ εἶπε·
Τοῦτό ἐστι τὸ σῶμά μου τὸ ὑπὲρ ὑμῶν κλώμενον εἰς ἄφεσιν ἀμαρτιῶν.
Ἴσασιν οἱ μεμυημένοι τὰ λεγόμενα.
Καὶ πάλιν τὸ ποτήριον, λέγων·
Τοῦτό ἐστι τὸ αἷμά μου, τὸ ὑπὲρ πολλῶν ἐκχυνόμενον εἰς ἄφεσιν ἁμαρτιῶν.
Καὶ παρῆν ὁ Ἰούδας, τοῦ Χριστοῦ ταῦτα λέγοντος.
Τοῦτό ἐστι τὸ σῶμα, ὃ ἐπώλησας, Ἰούδα, τριάκοντα ἀργυρίων·
τοῦτό ἐστι τὸ αἷμα, ὑπὲρ οὗ πρὸ μικροῦ τὰ ἀναιδῆ σύμφωνα ἐποίου πρὸς τοὺς ἀγνώμονας Φαρισαίους.

Ὢ τῆς τοῦ Χριστοῦ φιλανθρωπίας!
ὢ τῆς τοῦ Ἰούδα παραπληξίας!
ὢ τῆς μανίας!
ὁ μὲν γὰρ ἐπώλησεν αὐτὸν τριάκοντα δηναρίων·
ὁ Χριστὸς δὲ καὶ μετὰ τοῦτο οὐ παρῃτήσατο αὐτὸ τὸ αἷμα τὸ πραθὲν δοῦναι εἰς ἄφεσιν ἁμαρτιῶν τῷ πεπρακότι, εἴ γε ἠθέλησε.
Καὶ γὰρ παρῆν Ἰούδας, καὶ μετεῖχε τῆς ἱερᾶς τραπέζης.

Ὥσπερ γὰρ τοὺς πόδας αὐτοῦ μετὰ τῶν ἄλλων ἔνιψε μαθητῶν, οὕτω καὶ τῆς ἱερᾶς μετέσχε τραπέζης,
ἵνα μηδεμίαν ἀπολογίας ἔχῃ πρόφασιν, ἐὰν ἐπιμείνῃ τῇ πονηρίᾳ.
Πάντα γὰρ τὰ παρ' ἑαυτοῦ ἐπεδείξατο, καὶ εἰσήνεγκεν·
ὁ δὲ ἔμεινε τὴν πονηρὰν διατηρῶν γνώμην.

στʹ. Ἀλλὰ καιρὸς λοιπὸν τῇ φρικτῇ ταύτῃ προσελθεῖν τραπέζῃ.
Πάντες τοίνυν προσέλθωμεν μετὰ τῆς προσηκούσης σωφροσύνης καὶ νήψεως·
καὶ μηδεὶς ἔστω Ἰούδας ἔτι, μηδεὶς ἔστω πονηρὸς, μηδεὶς ἔχων ἰὸν, μὴ ἄλλα μὲν ἐπὶ τοῦ στόματος φέρων, ἄλλα δὲ ἐπὶ τῆς διανοίας.

Πάρεστιν ὁ Χριστὸς, καὶ νῦν ἐκεῖνος ὁ τὴν τράπεζαν διακοσμήσας ἐκείνην, οὗτος καὶ ταύτην διακοσμεῖ νῦν.
Οὐδὲ γὰρ ἄνθρωπός ἐστιν ὁ ποιῶν τὰ προκείμενα γενέσθαι σῶμα καὶ αἷμα Χριστοῦ, ἀλλ' αὐτὸς ὁ σταυρωθεὶς ὑπὲρ ἡμῶν Χριστός.

Σχῆμα πληρῶν ἕστηκεν ὁ ἱερεὺς,
τὰ ῥήματα φθεγγόμενος ἐκεῖνα·

ἡ δὲ δύναμις καὶ ἡ χάρις τοῦ Θεοῦ ἐστι.

Τοῦτό μου ἐστὶ τὸ σῶμα, φησί.

Τοῦτο τὸ ῥῆμα μεταῤῥυθμίζει τὰ προκείμενα·
καὶ καθάπερ ἡ φωνὴ ἐκείνη ἡ λέγουσα·

Αὐξάνεσθε, καὶ πληθύνεσθε, καὶ πληρώσατε τὴν γῆν,
ἐῤῥέθη μὲν ἅπαξ, διὰ παντὸς δὲ τοῦ χρόνου γίνεται ἔργῳ ἐνδυναμοῦσα τὴν φύσιν τὴν ἡμετέραν πρὸς παιδοποιίαν·

οὕτω καὶ ἡ φωνὴ αὕτη ἅπαξ λεχθεῖσα καθ' ἑκάστην τράπεζαν ἐν ταῖς Ἐκκλησίαις ἐξ ἐκείνου μέχρι σήμερον καὶ μέχρι τῆς αὐτοῦ παρουσίας, τὴν θυσίαν ἀπηρτισμένην ἐργάζεται.

Μηδεὶς τοίνυν ὕπουλος ἔστω, μηδεὶς πονηρίας γέμων,
μηδεὶς ἰὸν ἔχων ἐν τῇ διανοίᾳ, ἵνα μὴ εἰς κατάκριμα μεταλαμβάνῃ.

Καὶ γὰρ τότε, μετὰ τὸ λαβεῖν τὴν προσφορὰν,
ἐπεπήδησε τῷ Ἰούδᾳ ὁ διάβολος, οὐ τοῦ σώματος καταφρονήσας τοῦ ∆εσποτικοῦ,
ἀλλὰ διὰ τὴν ἀναισχυντίαν καταφρονῶν τοῦ Ἰούδα,
ἵνα μάθῃς, ὅτι τοῖς ἀναξίως μετέχουσι τῶν θείων μυστηρίων, τούτοις μάλιστα ἐπιπηδᾷ καὶ ἐπιβαίνει συνεχῶς ὁ διάβολος, ὥσπερ καὶ τῷ Ἰούδᾳ τότε.

Αἱ γὰρ τιμαὶ τοὺς μὲν ἀξίους ὠφελοῦσι,
τοὺς δὲ παρὰ τὴν ἀξίαν ἀπολαύοντας εἰς μείζονα τιμωρίαν ἐμβάλλουσι.

Καὶ ταῦτα, οὐχ ἵνα φοβήσω, λέγω, ἀλλ' ἵνα ἀσφαλίσωμαι.

Μηδεὶς τοίνυν ἔστω Ἰούδας, μηδεὶς εἰσιὼν ἰὸν ἐχέτω πονηρίας.

Τροφὴ γάρ ἐστι πνευματικὴ ἡ θυσία·
καὶ καθάπερ ἡ σωματικὴ τροφὴ, ὅταν εἰς γαστέρα χυμοὺς ἔχουσαν πονηροὺς ἐμπέσῃ, πλέον ἐπιτείνει τὴν ἀῤῥωστίαν, οὐ παρὰ τὴν οἰκείαν φύσιν, ἀλλὰ παρὰ τὴν ἀσθένειαν τῆς γαστρός·
οὕτω δὴ καὶ ἐπὶ τῶν μυστηρίων τῶν πνευματικῶν συμβαίνειν εἴωθε.

Καὶ γὰρ καὶ αὐτὰ, ἐπειδὰν εἰς ψυχὴν ἐμπέσῃ πονηρίας γέμουσαν, μᾶλλον αὐτὴν διαφθείρει καὶ ἀπόλλυσιν, οὐ παρὰ τὴν οἰκείαν φύσιν, ἀλλὰ παρὰ τὴν ἀσθένειαν τῆς δεξαμένης ψυχῆς.
Μηδεὶς τοίνυν ἐχέτω ἔνδον πονηροὺς λογισμοὺς, ἀλλὰ καθάρωμεν τὴν διάνοιαν·
καὶ γὰρ καθαρᾷ προσερχόμεθα θυσίᾳ·
ἁγίαν ποιήσωμεν τὴν ψυχήν·
δυνατὸν γὰρ καὶ ἐν μιᾷ ἡμέρᾳ τοῦτο γενέσθαι.

Πῶς καὶ τίνι τρόπῳ;
Ἐὰν ἔχῃς τι κατὰ τοῦ ἐχθροῦ, ἔξελε τὴν ὀργὴν, θεράπευσον τὴν πληγὴν, λῦσον τὴν ἔχθραν, ἵνα λάβῃς θεραπείαν ἀπὸ τῆς τραπέζης·
θυσίᾳ γὰρ προσέρχῃ φρικτῇ καὶ ἁγίᾳ.

Αἰδέσθητι τὴν ὑπόθεσιν αὐτῆς τῆς προσφορᾶς·
ἐσφαγμένος πρόκειται ὁ Χριστός.

Καὶ τίνος ἕνεκεν ἐσφάγη, καὶ διὰ τί;

Ἵνα εἰρηνοποιήσῃ τὰ ἐν τῷ οὐρανῷ καὶ τὰ ἐπὶ τῆς γῆς,
ἵνα καὶ ἀγγέλων φίλον σε ποιήσῃ,
ἵνα σε τῷ Θεῷ τῶν ὅλων καταλλάξῃ,
ἐχθρὸν ὄντα σε καὶ πολέμιον, ἵνα ποιήσῃ φίλον.

Ἐκεῖνος τὴν ψυχὴν αὐτοῦ ἔδωκεν ὑπὲρ τῶν μισούντων·
σὺ δὲ τὸν σύνδουλον μένεις ἐχθραίνων;
καὶ πῶς δύνῃ βαδίσαι ἐπὶ τὴν τῆς εἰρήνης τράπεζαν;

Κἀκεῖνος μὲν οὐδ' ἀποθανεῖν ὑπὲρ σοῦ παρῃτήσατο·
σὺ δὲ ὀργὴν ἀφεῖναι τῷ συνδούλῳ σου διὰ σαυτὸν οὐκ ἀνέχῃ;

καὶ ποίας ταῦτα συγγνώμης ἄξια;

Ἐπηρέασε, φησὶ, καὶ τὰ μέγιστα ἐπλεονέκτησε.

Καὶ τί τοῦτο;
Εἰς χρήματα πάντως ἡ ζημία·
οὐδέπω γὰρ ἔτρωσε, καθάπερ τὸν Χριστὸν ὁ Ἰούδας·
ἀλλ' ὅμως καὶ αὐτὸ τὸ αἷμα, ὅπερ ἐξέχεεν, εἰς σωτηρίαν αὐτοῖς τοῖς ἐκχέασιν ἔδωκε.

Τί τούτου ἴσον ἔχεις εἰπεῖν;
Ἐὰν μὴ ἀφῇς τῷ ἐχθρῷ, οὐκ ἐκεῖνον ἠδίκησας, ἀλλὰ σαυτόν·
ἐκεῖνον μὲν γὰρ πολλάκις εἰς τὸν παρόντα βίον ἔβλαψας·
σαυτὸν δὲ ἀσύγγνωστον ἐποίησας πρὸς τὴν ἀπολογίαν εἰς τὴν μέλλουσαν ἡμέραν.

Οὐδὲν γὰρ οὕτω μισεῖ ὁ Θεὸς, ὡς μνησίκακον ἄνθρωπον, ὡς οἰδαίνουσαν καρδίαν καὶ φλεγμαίνουσαν ψυχήν.

Ἄκουσον γοῦν τί φησιν·

Ὅταν προσφέρῃς τὸ δῶρόν σου ἐπὶ τὸ θυσιαστήριον,
κἀκεῖ μνησθῇς ἄνω παρεστὼς ἐπὶ τῷ θυσιαστηρίῳ,
ὅτι ὁ ἀδελφός σου ἔχει τι κατὰ σοῦ,
ἄφες τὸ δῶρόν σου ἐπὶ τοῦ θυσιαστηρίου,
καὶ ἀπελθὼν διαλλάγηθι τῷ ἀδελφῷ σου,
καὶ τότε πρόσφερε τὸ δῶρόν σου.

Τί λέγεις, Ἀφήσω, Ναὶ, φησί·
διὰ γὰρ τὴν εἰρήνην τὴν εἰς τὸν ἀδελφόν σου
καὶ αὕτη ἡ θυσία γέγονεν.

Εἰ τοίνυν διὰ τὴν εἰρήνην τὴν εἰς τὸν ἀδελφὸν γέγονεν ἡ θυσία, σὺ δὲ οὐ κατορθοῖς τὴν εἰρήνην,
εἰκῆ μετέχεις τῆς θυσίας·
ἀνόνητον γάρ σοι τὸ κατόρθωμα γέγονε.

Ποίησον τοίνυν ἐκεῖνο πρῶτον, δι' ὅπερ ἡ θυσία προσενήνεκται, καὶ τότε αὐτῆς ἀπολαύσεις καλῶς.

∆ιὰ τοῦτο κατῆλθεν ὁ Υἱὸς τοῦ Θεοῦ,
ἵνα καταλλάξῃ ἡμῶν τὴν φύσιν τῷ ∆εσπότῃ·
διὰ τοῦτο οὐκ αὐτὸς μόνον ἦλθεν,
ἀλλ' ἵνα καὶ ἡμᾶς τοὺς τὰ τοιαῦτα ποιοῦντας ποιήσῃ τῆς ἑαυτοῦ προσηγορίας κοινωνούς.

Μακάριοι γὰρ, φησὶν, οἱ εἰρηνοποιοὶ,
ὅτι αὐτοὶ υἱοὶ Θεοῦ κληθήσονται.

Ὅπερ γὰρ ἐποίησεν ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ,
τοῦτο καὶ σὺ ποίησον κατὰ δύναμιν ἀνθρωπίνην,
εἰρήνης γενόμενος πρόξενος καὶ σεαυτῷ καὶ τοῖς ἄλλοις.

∆ιὰ τοῦτό σε καὶ υἱὸν Θεοῦ καλεῖ τὸν εἰρηνοποιόν·
διὰ τοῦτο καὶ ἐν τῷ καιρῷ τῆς θυσίας οὐδεμιᾶς ἄλλης ἐμνημόνευσεν ἐντολῆς, ἀλλ' ἢ τῆς πρὸς τὸν ἀδελφὸν καταλλαγῆς, δεικνὺς, ὅτι πάντων μεῖζόν ἐστι τοῦτο.

Ἐβουλόμην παρεκτεῖναι τὸν λόγον,
ἀλλ' ἀρκεῖ καὶ τὰ εἰρημένα τοῖς προσέχουσιν,
ἐὰν μνημονεύωσι.

Μνημονεύωμεν οὖν διαπαντὸς τούτων τῶν ῥημάτων, ἀγαπητοὶ, καὶ τῶν ἁγίων φιλημάτων,
καὶ τοῦ φρικωδεστάτου ἀσπασμοῦ τοῦ πρὸς ἀλλήλους.

Τοῦτο γὰρ συμπλέκει τὰς διανοίας ἡμῶν,
καὶ ποιεῖ σῶμα γενέσθαι ἓν ἅπαντας,
ἐπειδὴ καὶ ἑνὸς σώματος μετέχομεν οἱ πάντες.

Κεράσωμεν οὖν ἑαυτοὺς εἰς σῶμα ἓν,
οὐ τὰ σώματα ἀλλήλοις ἀναφύροντες,
ἀλλὰ τὰς ψυχὰς ἀλλήλαις τῷ τῆς ἀγάπης συνδέσμῳ συνάπτοντες·
οὕτω δυνησόμεθα μετὰ παῤῥησίας ἀπολαῦσαι τῆς προκειμένης τραπέζης.

Κἂν γὰρ μυρία ἔχωμεν δικαιώματα, μνησίκακοι δὲ ὦμεν, πάντα εἰκῆ καὶ μάτην, καὶ οὐδὲν ἐξ αὐτῶν εἰς σωτηρίας λόγον καρπώσασθαι δυνησόμεθα.

Ταῦτα οὖν συνειδότες, πᾶσαν καταλύσωμεν ὀργὴν,
καὶ καθαίροντες ἑαυτῶν τὸ συνειδὸς, μετὰ πραΰτητος καὶ ἐπιεικείας πάσης προσέλθωμεν τῇ τραπέζῃ τοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ πᾶσα δόξα, τιμὴ, κράτος, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.


Εἰς τὸ θεῖον καὶ μυστικὸν δεῖπνον τοῦ Σωτῆρος, καὶ περὶ τῆς τοῦ Ἰούδα προδοσίας, καὶ εἰς τὸ Πάσχα, καὶ εἰς τὴν παράδοσιν τῶν θείων μυστηρίων, καὶ περὶ τοῦ μὴ μνησικακεῖν.
Λεχθεὶς τῇ ἁγίᾳ καὶ μεγάλῃ Πεντάδι.
Ὁμιλία βʹ.

Ἐβουλόμην, ἀγαπητοὶ, τῆς κατὰ τὸν πατριάρχην πάλιν ὑποθέσεως ἅψασθαι, καὶ ἐντεῦθεν ὑμῖν τὴν ἑστίασιν παραθεῖναι τὴν πνευματικήν·

ἀλλ' ἡ τοῦ προδότου ἀγνωμοσύνη πρὸς τὴν κατ' αὐτὸν ὑπόθεσιν τὴν ἡμετέραν ἕλκει γλῶτταν, καὶ τῆς ἡμέρας ὁ καιρὸς προτρέπεται τῆς τόλμης αὐτοῦ τὴν μανίαν εἰπεῖν.

Σήμερον γὰρ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς παρεδόθη ταῖς τῶν Ἰουδαίων χερσὶν ὑπὸ τοῦ οἰκείου μαθητοῦ.

Ἀλλὰ σὺ τοῦτο ἀκούων, ἀγαπητὲ, μὴ γένῃ κατηφὴς, μηδὲ στυγνάσῃς ἀκούων, ὅτι παρεδόθη ὁ ∆εσπότης·
μᾶλλον δὲ καὶ στέναξον καὶ δάκρυσον, μὴ διὰ τὸν παραδοθέντα Ἰησοῦν, ἀλλὰ διὰ τὸν παραδόντα αὐτὸν Ἰούδαν.

Ὁ μὲν γὰρ προδοθεὶς Ἰησοῦς τὴν οἰκουμένην ἔσωσεν,
ὁ δὲ προδοὺς Ἰούδας τὴν ἑαυτοῦ ψυχὴν ἀπώλεσε·
καὶ ὁ μὲν προδοθεὶς Ἰησοῦς ἐν δεξιᾷ τοῦ Πατρὸς ἐν οὐρανοῖς κάθηται, ὁ δὲ προδοὺς Ἰούδας ἐν ᾅδου νῦν ἐστι, τὴν ἀπαραίτητον καὶ αἰώνιον ἀναμένων κόλασιν.

∆ιὰ τοῦτο στέναξον, διὰ τοῦτο δάκρυσον·
ἐπεὶ καὶ αὐτὸς ὁ ∆εσπότης ἡμῶν Ἰησοῦς Χριστὸς ἰδὼν τὸν Ἰούδαν ἐταράχθη καὶ ἐδάκρυσεν.

Ἰδὼν γὰρ αὐτὸν, φησὶν, ἐταράχθη καὶ εἶπεν·

Εἷς ἐξ ὑμῶν παραδώσει με.

Καὶ τίνος ἕνεκεν ἐταράχθη;

Ἐννοῶν ὅτι μετὰ τὴν τοσαύτην διδασκαλίαν,
μετὰ τὰς τοσαύτας παραινέσεις,
εἰς οἷον κρημνὸν ἑαυτὸν ὠθῶν οὐκ ᾐσθάνετο.

Θεωρῶν τοίνυν ὁ ∆εσπότης τοῦ μαθητοῦ τὴν μανίαν,
καὶ ἐπελεῶν αὐτὸν ἐταράχθη καὶ ἐδάκρυσε.

Τοῦτο γὰρ ἄνω καὶ κάτω τιθέασιν οἱ εὐαγγελισταὶ,
ἵνα πιστώσωνται τῆς οἰκονομίας τὴν ἀλήθειαν.

Ἐταράχθη τοίνυν ὁ ∆εσπότης,
ἰδὼν τοῦ μαθητοῦ τὴν ὑπερβάλλουσαν ἀγνωμοσύνην,
καὶ διδάσκων ἡμᾶς ἐκείνους μάλιστα θρηνεῖν,
τοὺς κακῶς ποιοῦντας, οὐ τοὺς κακῶς πάσχοντας·
οἱ γὰρ κακῶς καὶ ἀδίκως πάσχοντες,
οὗτοι μᾶλλον μακαρισμοῦ ἄξιοί εἰσι.

∆ιὸ καὶ ἔλεγεν ὁ Χριστός·

Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης,
ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.

Εἶδες πόσον τὸ κέρδος ἔδειξε τῶν κακῶς πασχόντων;

Βλέπε πάλιν ἀλλαχοῦ τῶν κακῶς ποιούντων τὴν ἀπαραίτητον τιμωρίαν·
ἄκουε τοῦ μακαρίου Παύλου λέγοντος·

Ὑμεῖς δὲ, ἀδελφοὶ, μιμηταὶ ἐγενήθητε τῶν Ἐκκλησιῶν τοῦ Θεοῦ τῶν οὐσῶν ἐν τῇ Ἰουδαίᾳ, ὅτι τὰ αὐτὰ ἐπάθετε καὶ ὑμεῖς ὑπὸ τῶν ἰδίων συμφυλετῶν,
καθὼς καὶ αὐτοὶ ὑπὸ τῶν Ἰουδαίων,
τῶν καὶ τὸν Κύριον ἀποκτεινάντων Ἰησοῦν,
καὶ τοὺς ἰδίους προφήτας, καὶ κωλυόντων ἡμᾶς, φησὶ,
τοῖς ἔθνεσι λαλῆσαι, ἵνα σωθῶσιν,
εἰς τὸ ἀναπληρῶσαι αὐτῶν τὰς ἁμαρτίας·
ἔφθασε δὲ ἐπ' αὐτοὺς ἡ ὀργὴ τοῦ Θεοῦ εἰς τέλος.

Εἶδες, ὅτι ἐκείνους μάλιστα δίκαιον θρηνεῖν καὶ κόπτεσθαι τοὺς κακοποιοῦντας;

∆ιὰ τοῦτο καὶ ὁ φιλάνθρωπος ∆εσπότης ὁρῶν τοῦ μαθητοῦ τὴν τόλμαν, ἐταράττετο καὶ ἐδάκρυε, τὴν περὶ τὸν μαθητὴν συμπάθειαν ἐπιδεικνύμενος, καὶ δεικνὺς αὐτοῦ τῆς φιλανθρωπίας τὸ μέγεθος, ὅτι καὶ μέχρις αὐτῆς τῆς προδοσίας οὐκ ἐπαύετο τῆς τοῦ μαθητοῦ διορθώσεως προνοούμενος.

∆ιὰ τοῦτον οὖν δάκρυσον πικρὸν καὶ στέναξον μᾶλλον,
ἐπεὶ καὶ ὁ ∆εσπότης δι' ἐκεῖνον ἠθύμησεν·
Ἐταράχθη γὰρ, φησὶν, ὁ Ἰησοῦς καὶ εἶπεν·
Εἷς ἐξ ὑμῶν παραδώσει με.

Ὢ πόση εὐσπλαγχνία, πόση ἀγαθότης ∆εσπότου!
ὁ προδοθεὶς ὑπὲρ τοῦ προδότου ἀλγεῖ.
Ὁρῶν γὰρ αὐτὸν ἐπιμένοντα τῇ πονηρίᾳ, Ἐταράχθη καὶ εἶπεν·
Εἷς ἐξ ὑμῶν παραδώσει με.
Σκόπει, πόση μακροθυμία!
πόση φιλανθρωπία!
πῶς φείδεται τοῦ ἀγνώμονος, καὶ οὐ βούλεται αὐτὸν ἀναίσχυντον ἐργάσασθαι, ἀλλὰ πάντας εἰς δειλίαν ἐνάγει τοὺς μαθητὰς καὶ ἐναγωνίους ποιεῖ, πρὸς τὸ ἀφορμήν τινα ἐκείνῳ παρασχεῖν τοῦ μεταγνῶναι τῆς μανίας!

Ἀλλ' ὅταν ἀναίσθητος γένηται ἡ ψυχὴ μὴ δεχομένη τὸν σπόρον τῆς εὐσεβείας, οὐ παραίνεσιν δέχεται, οὐ συμβουλὴν, ἀλλὰ σκοτωθεῖσα ὑπὸ τοῦ πάθους κατὰ κρημνῶν ἄπεισι·
διόπερ οὔτε οὗτος ἐκέρδανέ τι ἐκ τῆς τοσαύτης μακροθυμίας.
Εἷς ἐξ ὑμῶν παραδώσει με, φησί.
Τίνος ἕνεκεν ἐταράχθη καὶ ἠθύμησεν;
Ὁμοῦ καὶ τὴν φιλοστοργίαν τὴν ἑαυτοῦ ἐπιδεικνύμενος,
καὶ διδάσκων ἡμᾶς, ὅτι ἐκείνους μάλιστα δεῖ θρηνεῖν,
τοὺς κακῶς τῷ πλησίον κατεργαζομένους.

Καὶ γὰρ ἐκεῖνοι καθ' ἑαυτῶν τὴν ὀργὴν ἐπιφέρουσιν·
οὐχὶ δὲ τὸν πάσχοντα κακῶς, ἀλλὰ τὸν ποιοῦντα κακὰ, τοῦτον θρηνεῖν πανταχοῦ δίκαιον.
Τὸ μὲν γὰρ κακῶς παθεῖν,
τὴν βασιλείαν ἡμῖν τῶν οὐρανῶν προξενεῖ·
τὸ δὲ κακῶς ποιῆσαί τινι αἴτιον ἡμῖν τῆς γεέννης καὶ τῆς κολάσεως γίνεται.

Μακάριοι γὰρ, φησὶν, οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης.

Ὁρᾷς, πῶς τὸ κακῶς παθεῖν ἔχει μισθὸν καὶ ἔπαθλον,
τὴν τῶν οὐρανῶν βασιλείαν;

Ἄκουσον πῶς καὶ τὸ κακῶς ποιῆσαι κόλασιν φέρει καὶ τιμωρίαν.

Εἰπὼν γὰρ ὁ Παῦλος περὶ τῶν Ἰουδαίων, ὅτι τὸν Κύριον ἀπέκτειναν, καὶ τοὺς προφήτας ἐδίωξαν, ἐπήγαγεν·

Ὧν τὸ τέλος ἐστὶ κατὰ τὰ ἔργα αὐτῶν.

Εἶδες πῶς οἱ μὲν διωκόμενοι τὴν βασιλείαν τῶν οὐρανῶν λαμβάνουσιν·
οἱ δὲ διώκοντες, τὴν τοῦ Θεοῦ ὀργὴν κληρονομοῦσι;

Ταῦτα δὲ οὐχ ἁπλῶς κινοῦμεν ἐπὶ τῆς ὑμετέρας ἀγάπης,
ἀλλ' ἵνα παιδευώμεθα πρὸς τοὺς ἐχθροὺς ἡμῶν μὴ ὀργίζεσθαι, ἀλλ' ἵνα μᾶλλον ἐλεῶμεν αὐτοὺς,
καὶ δακρύωμεν καὶ ἀλγῶμεν ὑπὲρ αὐτῶν.

Ἐκεῖνοι γάρ εἰσιν οἱ κακῶς πάσχοντες,
οἱ ἐχθραίνοντες ἡμῖν μάτην.

Ἂν οὕτω παρασκευάσωμεν ἡμῶν τὴν ψυχὴν,
ὡς μὴ ὀργίζεσθαι, ἀλλὰ καὶ ἀλγεῖν ὑπὲρ αὐτῶν, δυνησόμεθα κατὰ τὴν τοῦ Κυρίου φωνὴν καὶ ὑπερεύχεσθαι αὐτῶν,
καὶ πολλὴν διὰ τούτου τὴν ἄνωθεν ἐπισπάσασθαι ῥοπήν.

∆ιὰ γὰρ τοῦτο τετάρτην ἡμέραν ἔχω διαλεγόμενος ὑμῖν περὶ εὐχῆς τῆς ὑπὲρ τῶν ἐχθρῶν, ἵνα μόνιμος γένηται τῆς διδασκαλίας ὁ λόγος τῇ συνεχείᾳ τῆς παραινέσεως,
ἵνα ῥιζωθῇ ὑμῶν ταῖς διανοίαις.

∆ιὰ τοῦτο συνεχῶς ἐπαντλοῦμεν ὑμῖν τοῖς ῥήμασιν,
ὥστε τὸ οἴδημα τῆς ὀργῆς ὑπονοστῆσαι,
καὶ κατασταλῆναι τὴν φλεγμονὴν,
καὶ καθαρὸν ὀργῆς εἶναι τὸν εὐχῇ προσιόντα.

Οὐδὲ γὰρ ὁ Χριστὸς ὑπὲρ τῶν ἐχθρῶν ταῦτα παραινεῖ μόνον, ἀλλὰ καὶ ὑπὲρ ἡμῶν τῶν ἀφιέντων ἐκείνοις τὰ ἁμαρτήματα.

Μείζονα γὰρ λαμβάνεις ἢ δίδως, ἀφιεὶς τὴν ὀργὴν τῷ ἐχθρῷ.
Καὶ πῶς μείζονα λαμβάνω, φησί;

Πρόσεχε ἀκριβῶς.

Ἐὰν ἀφίῃς τοίνυν τὰ εἰς τὸν ἐχθρὸν ἁμαρτήματα, συγχωρεῖταί σοι τὰ εἰς τὸν ∆εσπότην πλημμελήματα.

Ἐκεῖνα ἀνίατά ἐστι καὶ ἀσύγγνωστα,
ταῦτα δὲ πολλὴν ἔχει παραμυθίαν καὶ συγγνώμην.

Ἄκουσον γοῦν τοῦ Ἠλὶ λέγοντος πρὸς τοὺς υἱοὺς αὐτοῦ·
Ἐὰν ἁμαρτὼν ἁμάρτῃ ἄνθρωπος εἰς ἄνθρωπον,
ὁ ἱερεὺς προσεύξεται περὶ αὐτοῦ·
ἐὰν δὲ εἰς τὸν Θεὸν ἁμάρτῃ, τίς προσεύξεται περὶ αὐτοῦ;

Ὥστε ἐκεῖνο μέγα τραῦμα, οὐδ' εὐχῇ ῥᾳδίως λύεται.
Καὶ εὐχῇ μὲν οὐ λύεται τὸ τοιοῦτον παράπτωμα, συγχωρήσει δὲ τῶν ἁμαρτημάτων τῶν εἰς τὸν ἐχθρὸν λύεται παραυτίκα.

∆ιὸ ἐκεῖνα μὲν μύρια τάλαντα ἐκάλεσεν ὁ Θεὸς,
τὰ εἰς τὸν ∆εσπότην ἁμαρτήματα, ταῦτα δὲ ἑκατὸν δηνάρια·
ἃ ἐὰν ἀφῇς, ἀφεθήσεταί σοι τὰ μύρια τάλαντα.

Ἀλλὰ περὶ μὲν τῆς εὐχῆς ἱκανῶς εἴρηται.
Εἰ δὲ δοκεῖ, μικρὸν ἀνωτέρω τὸν λόγον ἀγαγόντες, ἐπὶ τὸν τῆς προδοσίας ἐπανέλθωμεν λόγον, καὶ ἴδωμεν πῶς παρεδόθη ἡμῶν ὁ ∆εσπότης.

Ἵνα δὲ καὶ τοῦ προδότου τὴν μανίαν ἅπασαν καταμάθωμεν, καὶ τοῦ μαθητοῦ τὴν ἀγνωμοσύνην γνῶμεν, καὶ τοῦ ∆εσπότου τὴν ἄφατον φιλανθρωπίαν, ἀκούσωμεν τοῦ εὐαγγελιστοῦ, πῶς ἡμῖν αὐτοῦ διηγεῖται τὴν τόλμαν·

Τότε, φησὶ, πορευθεὶς εἷς τῶν δώδεκα,
Ἰούδας ὁ λεγόμενος Ἰσκαριώτης,
πρὸς τοὺς ἀρχιερεῖς, εἶπεν αὐτοῖς·
Τί θέλετέ μοι δοῦναι, κἀγὼ ὑμῖν παραδώσω αὐτόν;

∆οκεῖ μὲν γὰρ σαφὲς εἶναι τὸ λεγόμενον,
καὶ μηδὲν πλέον αἰνίττεσθαι·
εἰ δέ τις ἀκριβῶς ἐξετάσειεν ἕκαστον τῶν εἰρημένων,
πολλὴν ἔχει θεωρίαν καὶ πολὺ τὸ βάθος τῶν νοημάτων.

Καὶ πρῶτον ὁ καιρός.
Οὐ γὰρ ἁπλῶς αὐτὸν ἐπισημαίνεται ὁ εὐαγγελιστής·
οὐ γὰρ εἶπε, πορευθεὶς, ἁπλῶς·
ἀλλὰ προσέθηκε, Τότε πορευθείς.

Τότε· πότε;
Καὶ τίνος ἕνεκεν ἐπισημαίνει τὸν χρόνον;

Οὐχ ἁπλῶς ἡμῖν ἐπισημαίνεται τὸν καιρὸν ὁ εὐαγγελιστὴς Πνεύματι ἁγίῳ φθεγγόμενος·
ὁ γὰρ Πνεύματι φθεγγόμενος,
οὐδὲν ἁπλῶς οὐδὲ εἰκῆ φθέγγεται.
Τί οὖν ἐστι τὸ, τότε;

Πρὸ αὐτοῦ τοῦ χρόνου, πρὸ αὐτῆς τῆς ὥρας προσῆλθε κόρη ἀλάβαστρον μύρου ἔχουσα, καὶ κατέχεε τὸ ἔλαιον ἐκεῖνο ἐπὶ τὴν κεφαλὴν τοῦ Κυρίου.

Ἐπεδείξατο πολλὴν πίστιν ἡ γυνὴ, ἐπεδείξατο πολλὴν θεραπείαν, ἐπεδείξατο πολλὴν ὑπακοὴν καὶ εὐλάβειαν·
μετεβάλλετο ἀπὸ τοῦ βίου τοῦ προτέρου,
καὶ ἐγένετο βελτίων καὶ σωφρονεστέρα.

Καὶ ὅτε ἡ πόρνη μετενόησεν, ὅτε τὸν ∆εσπότην ἐπέγνω, τότε ὁ μαθητὴς τὸν διδάσκαλον παρέδωκε.
Τότε· πότε;

Ὅτε πόρνη προσελθοῦσα, τὸ ἀλάβαστρον τοῦ μύρου καταχέασα κατὰ τῶν ποδῶν τοῦ Ἰησοῦ, ταῖς οἰκείαις θριξὶν ἐξέμαξε, καὶ πολλὴν τὴν θεραπείαν ἐπεδείκνυτο, τὰ ἐν παντὶ τῷ χρόνῳ ἁμαρτήματα ἐξαλείφουσα διὰ τῆς ἐξομολογήσεως αὐτῆς.

Τότε οὖν, ὅτε ἐκείνην ἐθεάσατο τοσαύτην θεραπείαν τῷ διδασκάλῳ ἐπιδειξαμένην, τότε αὐτὸς ἐπὶ τὴν παράνομον προδοσίαν ἔσπευσε.

Κἀκείνη μὲν ἀπ' αὐτοῦ τοῦ πυθμένος τῆς κακίας εἰς αὐτὸν τὸν οὐρανὸν ἀνῆλθεν·
οὗτος δὲ μετὰ μυρία θαύματα καὶ σημεῖα, μετὰ τὴν τοσαύτην διδασκαλίαν, μετὰ τὴν ἄφατον συγκατάβασιν, εἰς αὐτὸν τὸν πυθμένα τῶν ταρτάρων κατέπεσε.

Τοσοῦτόν ἐστι ῥᾳθυμία κακὸν καὶ προαίρεσις διεφθαρμένη.

∆ιὸ καὶ Παῦλος ἔλεγεν·

Ὁ δοκῶν ἑστάναι, βλεπέτω μὴ πέσῃ·

καὶ ὁ προφήτης πάλαι ἐβόα·

Μὴ ὁ πίπτων οὐκ ἀνίσταται;
ἢ ὁ ἀποστρέφων οὐκ ἐπιστρέφει;
ἵνα μήτε ὁ ἑστὼς θαῤῥῇ, ἀλλ' ἐναγώνιος ᾖ διηνεκῶς,
μήτε ὁ καταπεσὼν ἀπογνῷ ἑαυτοῦ.

Τοσαύτη γὰρ ἡ δύναμις τοῦ διδασκάλου, ὡς καὶ πόρνας καὶ τελώνας ἐπισπάσασθαι πρὸς τὴν οἰκείαν ὑποταγήν.

Τί οὖν φησιν;

Ὁ πόρνας ἐπισπασάμενος, μαθητὴν οὐκ ἴσχυσεν ἐπισπάσασθαι;

Ναὶ, ἴσχυεν ἐπισπάσασθαι καὶ τὸν μαθητήν·
ἀλλ' οὐκ ἐβούλετο αὐτὸν ἀνάγκῃ ποιῆσαι καλὸν,
οὐδὲ βίᾳ ἑλκύσαι αὐτὸν πρὸς ἑαυτόν.

∆ιὰ τοῦτο ὁ εὐαγγελιστὴς διηγούμενος ἡμῖν τὰ κατὰ τὸν μαθητὴν τὸν ἀγνώμονα ἔλεγε·

Τότε πορευθεὶς, τουτέστιν, οὐχ ὑφ' ἑτέρων κληθεὶς,
οὔτε βιασθεὶς παρ' ἄλλου, οὐδὲ παρ' ἑτέρου δεξάμενος τὴν προτροπὴν, ἀλλ' οἴκοθεν κινούμενος ἐπὶ τοῦτο ἐτράπη, δεικνὺς ὅτι αὐτομάτως, καὶ ἐξ οἰκείας γνώμης ἐπὶ τὸ παράνομον τοῦτο τόλμημα ὥρμησεν, ἐξ οὐδεμιᾶς αἰτίας κινούμενος, ἀλλ' ὑπὸ τῆς πηγαζούσης ἔνδοθεν κακίας ἐπὶ τὴν προδοσίαν τοῦ ∆εσπότου ἑαυτὸν ὠθήσας·

Τότε πορευθεὶς εἷς τῶν δώδεκα.

Καὶ τοῦτο οὐ μικρὸν ἕγκλημα τὸ εἰπεῖν, Εἷς τῶν δώδεκα.

Ἐπειδὴ γὰρ ἦσαν καὶ ἕτεροι ἑβδομήκοντα μαθηταὶ,
διὰ τοῦτο εἶπεν, Εἷς τῶν δώδεκα, τουτέστι, τῶν ἐγκρίτων,
τῶν καὶ καθ' ἑκάστην αὐτῷ συναναστρεφομένων,
τῶν πολλῆς ἀπολαυόντων τῆς παῤῥησίας.

Ἵνα οὖν μάθῃς ὅτι μαθητὴς ἦν τῶν δοκίμων, φησίν·

Εἷς τῶν δώδεκα.

Καὶ οὐ παρασιωπᾷ ταῦτα γράφων ὁ εὐαγγελιστὴς,
ἵνα σὺ πεισθεὶς ὅτι ταῦτα τὰ δοκοῦντα ἐπονείδιστα εἶναι δείκνυσι τοῦ ∆εσπότου τὴν πρὸς ἡμᾶς κηδεμονίαν,
ὅτι τὸν προδότην, τὸν κλέπτην τοσούτων ἠξίωσεν ἀγαθῶν, καὶ μέχρι τῆς ἐσχάτης ἑσπέρας παρῄνει.

Εἶδες πῶς ἡ πόρνη μὲν ἐσώθη, ἐπειδὴ ἔνιψεν·
ὁ μαθητὴς δὲ ῥᾳθυμήσας κατέπεσε;

Μὴ τοίνυν ἀπογνῷς ἑαυτοῦ πρὸς τὴν πόρνην ἀφορῶν, μηδὲ θαρσήσῃς πάλιν πρὸς τὴν τοῦ μαθητοῦ τόλμαν ἀπιδών·
ἀμφότερα γὰρ ὀλέθρια.

Εὐόλισθος γὰρ ἡμῶν ἡ γνώμη, εὐπερίτρεπτος ἡ προαίρεσις·
διὸ πάντοθεν ἀσφαλίζεσθαι χρή.

Τότε πορευθεὶς εἷς τῶν δώδεκα, Ἰούδας ὁ Ἰσκαριώτης.

Ὁρᾷς ποίου χοροῦ ἐξέπεσεν;
ὁρᾷς ποίας διδασκαλίας ἑαυτὸν ἐστέρησεν;
ὁρᾷς πόσον κακὸν ἡ ῥᾳθυμία;
Ἰούδας, φησὶν, ὁ Ἰσκαριώτης, ἐπειδὴ ἕτερος ἦν τούτῳ ὁμώνυμος ὁ λεγόμενος Ἰακώβου.

Ὁρᾷς τοῦ εὐαγγελιστοῦ τὴν σοφίαν, ὅτι οὐκ ἀπὸ τοῦ τολμήματος, ἀλλ' ἀπὸ τοῦ τόπου, δῆλον ἡμῖν αὐτὸν ποιεῖ, ἐκεῖνον οὐκ ἀπὸ τοῦ τόπου, ἀλλ' ἀπὸ τῆς πατρωνυμίας γνώριμον ποιῶν;

Καίτοι γε ἀκόλουθον ἦν εἰπεῖν, Ἰούδαν τὸν προδότην·
ἀλλ' ἵνα ἡμᾶς παιδεύσῃ καθαρὰν ἔχειν κατηγορίας τὴν γλῶσσαν, καὶ αὐτὸ τὸ εἰπεῖν προδότου φείδεται.

Παιδευώμεθα τοίνυν μηδένα τῶν ἐχθρῶν κακῶς μεμνῆσθαι.
Εἰ γὰρ ὁ μακάριος οὗτος τοῦ προδότου οὐκ ἠνέσχετο κατηγορῆσαι, τὸ παράνομον τοῦτο τόλμημα διηγούμενος, τοῦτο μὲν ἀπεσιώπησεν, ἀπὸ δὲ τοῦ τόπου,
ὅθεν ὥρμητο, δῆλον αὐτὸν ποιεῖ·
ποίας ἂν εἴημεν ἡμεῖς ἄξιοι συγγνώμης τοὺς πλησίον κακηγοροῦντες·

Καὶ πολλάκις οὐ μόνον τῶν ἐχθρῶν μεμνήμεθα μεθ' ὕβρεως, ἀλλὰ καὶ τῶν δοκούντων πρὸς ἡμᾶς ἔχειν διάθεσιν.

Μὴ, παρακαλῶ.

Τοῦτο καὶ Παῦλος παραινεῖ λέγων·

Πᾶς λόγος σαπρὸς ἐκ τοῦ στόματος ὑμῶν μὴ ἐκπορευέσθω.

∆ιὰ τοῦτο παντὸς τοιούτου πάθους καθαρεύων ὁ μακάριος Ματθαῖος ἔλεγε·

Τότε πορευθεὶς εἷς τῶν δώδεκα, ὁ λεγόμενος Ἰούδας ὁ Ἰσκαριώτης, πρὸς τοὺς ἀρχιερεῖς εἶπε·

Τί θέλετέ μοι δοῦναι, κἀγὼ ὑμῖν παραδώσω αὐτόν;

Ὢ μιαρᾶς φωνῆς!
ὢ τόλμης ἄνοια!
ἐνθυμούμενος τρέμω, ἀγαπητοὶ, πῶς ἐξεπήδησε τοῦ στόματος ἡ φωνὴ, πῶς τὴν γλῶτταν ἐκίνησε,
πῶς οὐκ ἀπέστη τοῦ σώματος ἡ ψυχὴ,
πῶς οὐκ ἐνάρκησαν τὰ χείλη, πῶς οὐκ ἐξέστη τῇ διανοίᾳ.

γʹ.  Τί θέλετέ μοι δοῦναι, κἀγὼ ὑμῖν παραδώσω αὐτόν;

Εἰπέ μοι, Ἰούδα, ταῦτά σοι ἐπαίδευσεν ὁ διδάσκαλος ἐν τοσούτῳ χρόνῳ;
οὕτω λήθην ἐποιήσω τῶν συνεχῶν παραινέσεων;
οὐ διὰ τοῦτο ἔλεγε,
Μὴ κτήσησθε χρυσὸν, μήτε ἄργυρον, ἄνωθεν προαναστέλλων σου τῆς περὶ τὰ χρήματα μανίας τὴν ὑπερβολήν;
οὐ παρῄνει λέγων,
Ἐάν τίς σε ῥαπίσῃ εἰς τὴν δεξιὰν σιαγόνα,
στρέψον αὐτῷ καὶ τὴν ἄλλην;

Τίνος ἕνεκεν, εἰπέ μοι, παραδίδως τὸν διδάσκαλον;
ὅτι τὴν κατὰ τῶν δαιμόνων ἐξουσίαν σοι παρέδωκεν,
ὡς καὶ νοσήματα θεραπεύειν, καὶ λεπροὺς καθαίρειν,
καὶ ἕτερα πολλὰ τοιαῦτα θαύματα ἐπιδείκνυσθαι;
ἀντὶ οὖν τῶν εὐεργεσιῶν τούτων ταύτας αὐτῷ ἀποδίδως τὰς ἀμοιβάς;

Ὢ τῆς μανίας, μᾶλλον δὲ τῆς φιλαργυρίας!

Πάντα γὰρ ταῦτα τὰ κακὰ ἡ φιλαργυρία πεποίηκεν,
ἡ ῥίζα τῶν κακῶν, ἥτις τὰς ψυχὰς ἡμῶν σκοτοῖ καὶ αὐτοὺς τοὺς τῆς φύσεως νόμους, καὶ αὐτῶν ἡμᾶς ἐκβάλλει τῶν φρενῶν, καὶ οὐκ ἀφίησιν οὔτε φιλίας οὔτε συγγενείας οὔτε ἄλλου τινὸς μεμνῆσθαι·
ἀλλὰ καθάπαξ πηρώσασα ἡμῶν τὰ ὄμματα τῆς διανοίας, οὕτως ἐν σκότει ποιεῖ βαδίζειν.

Καὶ ἵνα μάθῃς τοῦτο σαφῶς,
ὅρα τότε πόσα ἐξέβαλεν ἐκ τῆς τοῦ Ἰούδα ψυχῆς.

Αὕτη ἐπεισελθοῦσα τὴν ὁμιλίαν, τὴν συνήθειαν, τὴν κοινωνίαν, τὴν θαυμαστὴν διδασκαλίαν,
πάντα ταῦτα εἰς λήθην ἐνέβαλεν ἡ φιλαργυρία.

Καλῶς ἔλεγε Παῦλος, ὅτι
Ῥίζα πάντων τῶν κακῶν ἐστιν ἡ φιλαργυρία.

–Τί θέλετέ μοι δοῦναι, κἀγὼ ὑμῖν παραδώσω αὐτόν;

Παραδίδως, Ἰούδα, τὸν τὰ πάντα συνέχοντα λόγῳ;
πωλεῖς τὸν ἀκατάληπτον, τὸν κτίστην οὐρανοῦ τε καὶ γῆς, τὸν δημιουργὸν τῆς ἡμετέρας φύσεως, τὸν λόγῳ καὶ νεύματι τὰ πάντα συστησάμενον;

Ἵνα οὖν δείξῃ ὅτι ἑκὼν παρεδόθη, ἄκουσον τί ποιεῖ.

Κατ' αὐτὸν τὸν καιρὸν τῆς προδοσίας, ὅτε ἐπῆλθον αὐτῷ μετὰ μαχαιρῶν καὶ ξύλων, λαμπάδας καὶ φανοὺς ἔχοντες,
λέγει αὐτοῖς·

Τίνα ζητεῖτε;

Καὶ ἠγνόησαν ὃν ἤμελλον συλλαμβάνειν.

Τοσοῦτον ἀπεῖχεν ἐκεῖνος τοῦ δυνηθῆναι παραδοῦναι αὐτὸν, ὅτι οὐδὲ ὁρᾷν αὐτὸν ἠδύνατο παρόντα, ὃν ἤμελλε παραδιδόναι, καὶ ταῦτα λαμπάδων οὐσῶν καὶ φωτὸς τοσούτου.

Ὅτι γὰρ τοῦτο αἰνιττόμενος εἶπεν, ὅτι λαμπάδας καὶ φανοὺς εἶχον, καὶ οὐδὲ οὕτως αὐτὸν ηὕρισκον, φησὶ γὰρ,
καὶ Ἰούδας εἱστήκει μετ' αὐτῶν, ἐκεῖνος εἰπών·

Ἐγὼ ὑμῖν παραδώσω αὐτόν.

Ἐπήρωσε γὰρ αὐτῶν τὴν διάνοιαν, βουλόμενος δεῖξαι τὴν οἰκείαν δύναμιν, καὶ ἵνα μάθωσιν ὅτι ἀδυνάτοις ἐπιχειροῦσιν.

Εἶτα ἀκούσαντες τὴν φωνὴν αὐτοῦ ἀπῆλθον ὕπτιοι,
καὶ ἔπεσον χαμαί.

Εἶδες πῶς οὔτε τὴν φωνὴν ἐνεγκεῖν ἠδυνήθησαν,
ἀλλὰ διὰ τῆς καταπτώσεως τὴν ἑαυτῶν ἀσθένειαν ἐναργῶς ἀπέδειξαν;

Ὅρα ∆εσπότου φιλανθρωπίαν.

Ἐπειδὴ οὐδὲ οὕτω καθίκετο τῆς ἀναισχυντίας τοῦ προδότου, οὕτε τῆς τῶν Ἰουδαίων ἀγνωμοσύνης, ἑαυτὸν ἐκδίδωσι,
καί φησιν ὁ Κύριος·

Ὅτε ἔδειξα ὡς ἀδυνάτοις ἐπιχειροῦσιν,
ἠβουλήθην αὐτῶν ἀναστεῖλαι τὴν μανίαν·
οὐ βούλονται, ἀλλ' ἔτι ἐπιμένουσι τῇ πονηρίᾳ·

ἰδοὺ ἐμαυτὸν παραδίδωμι.

Ταῦτα λέγω ὑμῖν, ἵνα μὴ κατηγορήσωσί τινες τοῦ Χριστοῦ, λέγοντες·

∆ιὰ τί οὐ μετέβαλε τὸν Ἰούδαν;
διὰ τί οὐκ ἐποίησεν αὐτὸν βελτίονα;

Καὶ πῶς ἔδει ποιῆσαι τὸν Ἰούδαν σώφρονα καὶ ἐπιεικῆ;
ἀνάγκῃ, ἢ γνώμῃ;

Εἰ μὲν γὰρ ἀνάγκῃ, οὐδὲ οὕτως ἔμελλεν ἔσεσθαι βελτίων·
οὐδεὶς γὰρ ἀνάγκῃ γίνεται βελτίων·
εἰ δὲ γνώμῃ καὶ προαιρέσει,
πάντα εἰσήγαγε τὰ δυνάμενα αὐτὸν ἀναγαγεῖν.
Εἰ δὲ μὴ ἠβουλήθη δέξασθαι ἐκεῖνος τὰ φάρμακα,
οὐ τοῦ ἰατροῦ τὸ ἔγκλημα,
ἀλλὰ τοῦ τὴν θεραπείαν διακρουομένου ἡ κατηγορία.

Θέλεις μαθεῖν πόσα ἐποίησεν, ὥστε αὐτὸν ἀνακτήσασθαι;

Ἐδωρήσατο αὐτῷ πολλὰ θαύματα,
προεῖπεν αὐτῷ περὶ τῆς προδοσίας,
οὐδὲν ἐνέλειπεν ὧν ἐχρῆν εἰς μαθητὴν ἐπιδείξασθαι.

Καὶ ἵνα μάθῃς, ὅτι δυνατὸς ὢν μεταβαλέσθαι οὐκ ἠθέλησεν,
ἀλλὰ τῆς αὐτοῦ ῥᾳθυμίας τὸ πᾶν ἐγένετο·
ἐπειδὴ παρέδωκεν αὐτὸν, καὶ τὴν μανίαν αὐτοῦ εἰς τέλος ἤγαγεν,
Ἔῤῥιψε τὰ τριάκοντα ἀργύρια, λέγων·
Ἥμαρτον παραδοὺς αἷμα ἀθῶον.
Πρὸ τούτου ἔλεγες·
Τί θέλετέ μοι δοῦναι, κἀγὼ ὑμῖν παραδώσω αὐτόν;

Ἐπειδὴ ἐτελέσθη ἡ ἁμαρτία, τότε ἔγνω τὴν ἁμαρτίαν.

Ἐντεῦθεν μανθάνωμεν ὅτι, ὅταν ῥᾳθυμῶμεν,
οὔτε παραίνεσις ἡμᾶς ὠφελεῖ, οὔτε νουθεσία·
ὅταν δὲ σπουδάζωμεν, καὶ αὐτοὶ ἀφ' ἑαυτῶν δυνάμεθα διαναστῆναι.

Ἐννόησον γάρ·
Ὅτε παρῄνει αὐτὸν, καὶ ἀνέστελλεν αὐτὸν τῆς κακῆς ἐπιχειρήσεως,
οὐκ ἤκουσεν οὔτε κατεδέξατο τὴν νουθεσίαν·
ὅτε δὲ οὐδεὶς ἦν ὁ παραινῶν, τὸ οἰκεῖον συνειδὸς ἐπανέστη,
καὶ οὐδενὸς ὄντος τοῦ διδάσκοντος μετεβάλετο,
καὶ ἔῤῥιψε τὰ τριάκοντα ἀργύρια.

Ἔστησαν γὰρ, αὐτῷ, φησὶ, τριάκοντα ἀργύρια.

Τιμὴν κατέβαλον αἵματος τιμὴν οὐκ ἔχοντος.
Τί λαμβάνεις τριάκοντα ἀργύρια, ὦ Ἰούδα;

∆ωρεὰν ἦλθεν ὑπὲρ τῆς οἰκουμένης ὁ Χριστὸς ἐκχέαι τὸ αἷμα, ὑπὲρ οὗ σύμφωνα νῦν ποιεῖς.

Τί γὰρ ἂν ἀναισχυντότερον τοῦ συναλλάγματος τούτου;
τίς εἶδες τίς ἤκουσέ ποτε;

δʹ. Ἀλλ' ἵνα μάθωμεν τὴν διαφορὰν τοῦ προδότου καὶ τῶν μαθητῶν, ἀκούσωμεν·
ἅπαντα γὰρ μετὰ ἀκριβείας ἡμῖν διηγεῖται ὁ εὐαγγελιστής.

Ὅτε ταῦτα, φησὶν, ἐγένετο, ὅτε ἡ προδοσία προεχώρησεν,
ὅτε ἀπώλεσεν ἑαυτὸν ὁ Ἰούδας,
ὅτε τὰς παρανόμους ἐκείνας συνθήκας ἐποιήσατο,
καὶ ἐζήτει, φησὶν, εὐκαιρίαν,
ἵνα αὐτὸν παραδῷ·

Τότε προσῆλθον αὐτῷ οἱ μαθηταὶ λέγοντες·
Ποῦ θέλεις ἑτοιμάσωμέν σοι φαγεῖν τὸ Πάσχα;

Εἶδες μαθητὰς, εἶδες μαθητήν;

Ἐκεῖνος περὶ τὴν προδοσίαν ἠσχολεῖτο,
οὗτοι περὶ τὴν διακονίαν·
ἐκεῖνος σύμφωνα ἐποίει,
καὶ τοῦ αἵματος τοῦ ∆εσποτικοῦ τὴν τιμὴν λαμβάνειν ἐπεχείρει,
οὗτοι περὶ τὴν ὑπηρεσίαν παρασκευάζονται.

Τῶν αὐτῶν θαυμάτων ἀπήλαυσαν καὶ οὗτος κἀκεῖνοι, τῶν αὐτῶν διδαγμάτων·
πόθεν οὖν ἡ διαφορά;

Ἀπὸ τῆς προαιρέσεως.

Αὕτη αἰτία τῶν κακῶν καὶ τῶν ἀγαθῶν γίνεται.
Ἡ ἑσπέρα αὕτη ἦν, καθ' ἣν οἱ μαθηταὶ ταῦτα ἔλεγον.
Τί ἐστι, ποῦ θέλεις ἑτοιμάσωμέν σοι φαγεῖν τὸ Πάσχα;

∆ιδασκόμεθα ἐντεῦθεν, ὅτι οὐκ εἶχεν οἰκίαν ἀφωρισμένην ὁ Χριστός.

Ἀκουέτωσαν οἱ τὰς λαμπρὰς οἰκίας οἰκοδομοῦντες καὶ τοὺς μακροὺς περιβόλους,
ὅτι ὁ Υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλῖναι.

∆ιά τοι τοῦτο λέγουσιν αὐτῷ οἱ μαθηταί·
Ποῦ θέλεις ἑτοιμάσωμέν σοι φαγεῖν τὸ Πάσχα;
Ποῖον Πάσχα;

Τὸ Ἰουδαϊκὸν, τὸ ἀπ' Αἰγύπτου τὴν ἀρχὴν ἐσχηκός·
ἐκεῖ γὰρ τὴν ἀρχὴν ἐπετέλεσαν.

Καὶ τίνος ἕνεκεν ἐπιτελεῖ αὐτὸ ὁ Χριστός;

Ὥσπερ πάντα τὰ ἄλλα νόμιμα ἐπλήρωσεν, οὕτω καὶ τοῦτο.

∆ιὰ τοῦτο καὶ πρὸς τὸν Ἰωάννην ἔλεγεν·

Οὕτω γὰρ πρέπον ἡμῖν ἐστι πληρῶσαι πᾶσαν δικαιοσύνην.
Οὐ τοίνυν τὸ ἡμέτερον Πάσχα, ἀλλὰ τὸ Ἰουδαϊκὸν ἑτοιμάσαι ἐβούλοντο οἱ μαθηταί.

Τοῦτο μὲν γὰρ αὐτοὶ ἡτοίμασαν, τὸ δὲ ἡμέτερον αὐτὸς παρεσκεύασεν,
ἀλλὰ καὶ αὐτὸς Πάσχα ἐγένετο διὰ τοῦ τιμίου πάθους.
Τίνος οὖν ἕκενεν ἐπὶ τὸ πάθος ἔρχεται;
Ἵνα ἡμᾶς λυτρώσηται ἐκ τῆς κατάρας τοῦ νόμου.

∆ιὸ καὶ Παῦλος ἐβόα·
Ἐξαπέστειλεν ὁ Θεὸς τὸν Υἱὸν αὐτοῦ γενόμενον ἐκ γυναικὸς, γενόμενον ὑπὸ νόμον,
ἵνα τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ.
Ἵνα οὖν μή τις λέγῃ, ὅτι διὰ τοῦτο ἔπαυσεν,
ἐπειδὴ πληρῶσαι αὐτὸν οὐκ ἠδύνατο, ὡς φορτικὸν καὶ ἐπαχθῆ καὶ δυσκατόρθωτον,
διὰ τοῦτο αὐτὸν πληρώσας ἅπαντα,
τότε αὐτὸν ἔλυσε.

∆ιὰ τοῦτο καὶ Πάσχα ἐποίησε·
νόμου γὰρ ἐπίταγμα αὐτοῖς ἦν ἡ τοῦ Πάσχα ἑορτή.
Ἄκουσον·
Ἀγνώμονες ἦσαν περὶ τὸν εὐεργέτην οἱ Ἰουδαῖοι,
καὶ παραυτὰ ἐπελανθάνοντο τοῦ εὐεργέτου.

Καὶ ἵνα μάθῃς ἀκριβῶς, ἐξῆλθον ἐξ Αἰγύπτου,
διέβησαν τὴν Ἐρυθρὰν θάλασσαν, εἶδον αὐτὴν διαιρεθεῖσαν,
καὶ πάλιν συναπτομένην·
καὶ μετ' οὐ πολὺ λέγουσι τῷ Ἀαρών·
Ποίησον ἡμῖν θεοὺς οἳ προπορεύσονται ἡμῶν.
Τί λέγεις, ὦ ἀγνῶμον Ἰουδαῖε;
εἶδες τοιαῦτα θαύματα, καὶ ἐπελάθου Θεοῦ τοῦ τρέφοντός σε,
καὶ οὔτε μνήμην ποιεῖς τοῦ εὐεργέτου;

Ἐπεὶ οὖν ἐπελανθάνοντο τῶν εὐεργεσιῶν αὐτοῦ,
τῇ ὑποθέσει τῶν ἑορτῶν ἐγκατέδησε τῶν δωρεῶν τὰ ὑπομνήματα ὁ Θεὸς,
ἵνα καὶ ἑκόντες καὶ ἄκοντες ἔναυλον ἔχωσι τὴν μνήμην.
Καὶ ἐκεῖνοι μὲν οὕτω·
διὰ τί;

Ἵν', ὅταν ἐπερωτήσῃ σε ὁ υἱός σου, τί ἐστι τοῦτο,
εἴπῃς, ὅτι τοῦτο τοῦ προβάτου τὸ αἷμα ἐπέχρισαν ταῖς φλιαῖς τῶν θυρῶν,
καὶ διέφυγον τὸν θάνατον ὃν ὁ ὀλοθρεύων ἐπήγαγε τοῖς κατὰ τὴν Αἴγυπτον ἅπασι·
καὶ διὰ τὸ αἷμα τοῦτο οὐκ ἴσχυσεν εἰσπηδῆσαι καὶ τὴν πληγὴν ἐπαγαγεῖν.
Ἐκεῖνοι οὖν ἄκοντες, ὧδε δὲ ἑκὼν θύεται Χριστός.

∆ιὰ τί;

Ἐπειδὴ τύπος ἦν ἐκεῖνο τοῦ πνευματικοῦ.
Καὶ ἵνα μάθῃς, ὅρα ὅση ἡ συγγένεια·
Ἀμνὸς καὶ ἀμνὸς, ἀλλ' ὁ μὲν ἄλογος, ὁ δὲ λογικός·
πρόβατον καὶ πρόβατον, σκιὰ καὶ ἀλήθεια·
ἀλλ' ἐπέφανεν ὁ τῆς δικαιοσύνης ἥλιος, καὶ ἡ σκιὰ πέπαυται·
ἡλίου γὰρ ὄντος κρύπτεται ἡ σκιά.
∆ιὰ τοῦτο ἀμνὸς καὶ ἐν τῇ τραπέζῃ τῇ μυστικῇ,
ἵνα τῷ αἵματι αὐτοῦ ἁγιαζώμεθα.
∆ιὰ τοῦ ἡλίου ἐλθόντος λύχνος μηκέτι φαινέτω·
τύποι γὰρ ἦσαν τῶν μελλόντων τὰ γεγονότα.

εʹ. Ταῦτα πρὸς Ἰουδαίους λέγω,
ἵνα μὴ ἀπατῶντες ἑαυτοὺς, δοκῶσι Πάσχα ἐπιτελεῖν,
ἐπειδὴ γνώμῃ ἀναισχύντῳ τὰ ἄζυμα προλαμβάνουσι,
καὶ προβάλλονται ἑορτὴν, οἱ ἀεὶ ἀπερίτμητοι τῇ καρδίᾳ,
καὶ τοῖς ὠσὶ βαρέως ἀκούοντες.

Πῶς, εἰπέ μοι, Πάσχα ἐπιτελεῖς, ὦ Ἰουδαῖε;
Ὁ ναὸς κατέσκαπται·
ὁ βωμὸς ἀνῄρηται, τὰ Ἅγια τῶν ἁγίων πεπάτηται,
πᾶσα θυσία καταλέλυται·
τίνος οὖν ἕνεκεν τολμᾷς παρανομεῖν;

Ἀπῆλθές ποτε εἰς Βαβυλῶνα, ἤκουσας τῶν αἰχμαλωτευσάντων ὑμᾶς λεγόντων,
Ἄσατε τὴν ᾠδὴν ἡμῖν τοῦ Κυρίου·
καὶ οὐκ ἠνέσχου.
Καὶ διὰ τί ἔξωθεν Ἱεροσολύμων ποιεῖς τὸ Πάσχα;
Σὺ εἶπας·
Πῶς ᾄσωμεν τὴν ᾠδὴν Κυρίου ἐπὶ γῆς ἀλλοτρίας;

Καὶ ταῦτα δηλῶν ὁ μακάριος ∆αυῒδ ἔλεγεν·
Ἐπὶ τὸν ποταμὸν Βαβυλῶνος, ἐκεῖ ἐκαθίσαμεν καὶ ἐκλαύσαμεν·
ἐπὶ ταῖς ἰτέαις ἐν μέσῳ αὐτῆς ἐκρεμάσαμεν τὰ ὄργανα ἡμῶν,
τουτέστι, τὸ ψαλτήριον, τὴν κιθάραν, τὴν λύραν·
τούτοις γὰρ τὸ παλαιὸν ἐκέχρηντο, καὶ διὰ τούτων τοὺς ψαλμοὺς ᾖδον.

Ἐκεῖ γὰρ, φησὶν, ἐπηρώτησαν ἡμᾶς οἱ αἰχμαλωτεύσαντες ἡμᾶς λόγους ᾠδῶν·
καὶ εἴπαμεν·
Πῶς ᾄσωμεν τὴν ᾠδὴν Κυρίου ἐπὶ γῆς ἀλλοτρίας;
Τί λέγεις, εἰπέ μοι;
τὴν ᾠδὴν Κυρίου οὐκ ᾄδεις ἐπὶ γῆς ἀλλοτρίας,
καὶ τὸ Πάσχα ἐπιτελεῖς ἐπὶ γῆς ἀλλοτρίας;

Εἶδες ἀναισθησίαν Ἰουδαίων;

Ὅτε πολέμιοι ἦσαν οἱ καταναγκάζοντες,
οὔτε ψαλμὸν εἵλοντο εἰπεῖν ἐπὶ γῆς ἀλλοτρίας·
καὶ νῦν ἀφ' ἑαυτῶν, οὐδενὸς ἀναγκάζοντος,
πόλεμον εἰσάγουσι πρὸς τὸν Θεόν.

∆ιὸ καὶ ὁ μακάριος Στέφανος ἔλεγε πρὸς αὐτούς·
Ὑμεῖς ἀεὶ τῷ Πνεύματι τῷ ἁγίῳ ἀντιπίπτετε.
Ὁρᾷς ὡς ἀκάθαρτα τὰ ἄζυμα;
πῶς παράνομος ἡ ἑορτὴ ἡ Ἰουδαϊκή;
Ἦν Πάσχα Ἰουδαϊκόν ποτε, ἀλλ' ἐλύθη.

Τότε, φησὶν,

Ὁ Ἰησοῦς,ἐσθιόντων αὐτῶν καὶ πινόντων,
λαβὼν ἄρτον ἐπὶ τῶν ἁγίων καὶ ἀχράντων Aὐτοῦ χειρῶν,
εὐχαριστήσας καὶ κλάσας εἶπε τοῖς ἑαυτοῦ μαθηταῖς·

Λάβετε, φάγετε·
τοῦτό μου ἐστὶ τὸ σῶμα τὸ ὑπὲρ ὑμῶν
καὶ πολλῶν κλώμενον εἰς ἄφεσιν ἀμαρτιῶν.

Καὶ τὸ ποτήριον πάλιν λαβὼν, ἐδίδου αὐτοῖς λέγων·

Τοῦτό ἐστι τὸ αἷμά μου
τὸ ὑπὲρ ὑμῶν ἐκχεόμενον εἰς ἄφεσιν ἁμαρτιῶν.

Καὶ παρῆν καὶ Ἰούδας τοῦτο λέγοντος τοῦ Κυρίου.

Τοῦτό ἐστι τὸ αἷμα, ὦ Ἰούδα, ὅπερ ἐπώλησας τριάκοντα ἀργυρίων·
τοῦτό ἐστι τὸ αἷμα,
ὑπὲρ οὗ πρὸ μικροῦ τὰ ἀναιδῆ σύμφωνα ἐποίου πρὸς τοὺς ἀγνώμονας Φαρισαίους.

Ὢ πόση ἡ τοῦ Χριστοῦ φιλανθρωπία!
ὢ τῆς τοῦ Ἰούδα ἀγνωμοσύνης!
ὁ ∆εσπότης ἔτρεφε, καὶ ὁ δοῦλος ἐπίπρασκεν·
ὁ μὲν γὰρ ἐπώλησεν αὐτὸν λαβὼν τριάκοντα ἀργύρια,
ὁ δὲ Χριστὸς λυτρὸν ὑπὲρ ἡμῶν τὸ ἴδιον αἷμα ἐξέχεε,
καὶ τῷ πεπρακότι δέδωκεν, εἴπερ ἠθέλησε.

Καὶ γὰρ παρῆν καὶ Ἰούδας πρὸ τῆς προδοσίας, καὶ τῆς ἱερᾶς τραπέζης μετέσχε,
καὶ τοῦ μυστικοῦ δείπνου ἀπήλαυσεν.

Ὥσπερ γὰρ τοὺς πόδας τῶν μαθητῶν ἔνιψεν,
οὕτω καὶ τῆς ἱερᾶς τραπέζης μετέσχεν Ἰούδας,
ἵνα μηδεμίαν ἔχῃ ἀπολογίαν, ἀλλὰ κρῖμα λήψηται.

Ἐπέμενε γὰρ τῇ πονηρᾷ γνώμῃ, καὶ ἐξελθὼν ἀντὶ φιλήματος προδοσίαν εἰργάσατο,
μὴ μνησθεὶς τῶν εὐεργεσιῶν αὐτοῦ,
καὶ μετὰ τὴν προδοσίαν ἔῤῥιψε τὰ τριάκοντα ἀργύρια, λέγων·

Ἥμαρτον παραδοὺς αἷμα ἀθῶον.

Ὢ τύφλωσις!
τοῦ δείπνου μετέσχες, καὶ τὸν εὐεργέτην παρέδωκας;
Καὶ ὁ μὲν Κύριος ἑκὼν τὸ γεγραμμένον ἐπλήρου·
Οὐαὶ δὲ δι' οὗ τὸ σκάνδαλον ἦλθεν.

στʹ. Ἀλλὰ καιρὸς λοιπὸν τῇ φρικτῇ ταύτῃ καὶ φοβερᾷ τραπέζῃ προσιέναι.

Πάντες τοίνυν μετὰ καθαροῦ συνειδότος προσέλθωμεν·
μηδεὶς ἔστω Ἰούδας ἐνταῦθα δολιευόμενος τοὺς πλησίον αὐτοῦ,
μηδεὶς πονηρὸς, μηδεὶς ἰὸν ἔχων ἐγκεκρυμμένον ἐν τῇ καρδίᾳ αὐτοῦ.

Πάρεστι καὶ νῦν ὁ Χριστὸς τὴν τράπεζαν κοσμῶν·
οὐ γὰρ ἄνθρωπός ἐστιν ὁ ποιῶν τὰ προκείμενα γενέσθαι σῶμα καὶ αἷμα τοῦ Χριστοῦ.

Σχῆμα πληρῶν μόνον ἕστηκεν ὁ ἱερεὺς,
καὶ δέησιν προσφέρει·
ἡ δὲ χάρις καὶ ἡ δύναμίς ἐστιν ἡ τοῦ Θεοῦ ἡ πάντα ἐργαζομένη.

Τοῦτό μου ἐστὶ τὸ σῶμα, φησί.

οῦτο τὸ ῥῆμα τὰ προκείμενα μεταῤῥυθμίζει.

Καὶ καθάπερ ἐκείνη ἡ φωνὴ, ἡ λέγουσα,

Αὐξάνεσθε, καὶ πληθύνεσθε, καὶ πληρώσατε τὴν γῆν,

ῥῆμα ἦν, καὶ ἐγένετο ἔργον,
ἐνδυναμοῦσα τὴν ἀνθρωπίνην φύσιν πρὸς παιδοποιίαν·
οὕτω καὶ αὕτη ἡ φωνὴ, ἡ λέγουσα,

διαπαντὸς αὔξει τῇ χάριτι τοὺς ἀξίως μετέχοντας.

Μηδεὶς τοίνυν ὕπουλος ἔστω, μηδεὶς πονηρὸς, μηδεὶς ἅρπαξ,
μηδεὶς λοίδορος, μηδεὶς μισάδελφος, μηδεὶς φιλάργυρος, μηδεὶς μέθυσος,
μηδεὶς πλεονέκτης, μηδεὶς ἀρσενοκοίτης, μηδεὶς φθονερὸς,
μηδεὶς πορνείᾳ δουλευέτω, μηδεὶς κλέπτης, μηδεὶς ἐπίβουλος,
ἵνα μὴ κρῖμα ἑαυτῷ λήψηται.

Καὶ γὰρ τότε ὁ Ἰούδας ἀναξίως μετέσχε τοῦ μυστικοῦ δείπνου,
καὶ ἐξελθὼν παρέδωκε τὸν Κύριον, ἵνα μάθῃς,
ὅτι τοῖς ἀναξίως μετέχουσι τῶν μυστηρίων,
τούτοις μάλιστα συνεχῶς ἐπιπηδᾷ ὁ διάβολος,
καὶ εἰς μείζω τιμωρίαν ἑαυτοὺς ἐμβάλλουσι.

Ταῦτα λέγω οὐχ ἵνα φοβήσω μόνον,
ἀλλ' ἵνα καὶ ἀσφαλεστέρους ποιήσω.
Καθάπερ γὰρ σωματικὴ τροφὴ,
ὅταν εἰς γαστέρα χυμοὺς ἔχουσαν πονηροὺς ἐμπέσῃ, πλεῖον ἐπιτείνει τὴν νόσον·
οὕτω καὶ ἡ πνευματικὴ τροφὴ, ὅταν ἀναξίως μετέχηται,
πλέον κρῖμα ἑαυτῷ σωρεύει.

Μηδεὶς τοίνυν πονηροὺς ἔνδον ἐχέτω λογισμοὺς,
παρακαλῶ, ἀλλ' ἐκκαθάρωμεν ἡμῖν τὴν καρδίαν·
καὶ γὰρ ναοὶ Θεοῦ ἐσμεν, ἐὰν καθαρεύωμεν.

Ἁγνὴν ἡμῶν ποιήσωμεν τὴν ψυχήν·
καὶ γὰρ δυνατόν ἐστι τοῦτο ποιῆσαι ἐν μιᾷ ἡμέρᾳ.

Πῶς καὶ τίνι τρόπῳ;

Ἐὰν ἔχῃς τι κατὰ τοῦ ἐχθροῦ, ἔξελε τὴν ὀργὴν, λῦσον τὴν ἔχθραν,
ἵνα λάβῃς θεραπείαν ἀφέσεως ἀπὸ τῆς τραπέζης.
Θυσίᾳ προσέρχῃ φρικτῇ καὶ ἁγίᾳ·
ἐσφαγμένος πρόκειται ὁ Χριστός.

Ἀλλ' ἐννόησον τίνος ἕνεκεν ἐσφάγη.

Ὢ ποίων μυστηρίων ἐστερήθης, Ἰούδα!

Χριστὸς ἑκὼν ἔπαθεν, ἵνα λύσῃ τὸ μεσότοιχον τοῦ φραγμοῦ,
καὶ ἑνώσῃ τὰ κάτω τοῖς ἄνω, ἵνα ἀγγέλων ποιήσῃ κοινωνὸν ἐχθρὸν ὄντα σε καὶ πολέμιον.

Καὶ ὁ μὲν Χριστὸς τὴν ψυχὴν αὐτοῦ ἐξέδωκεν ὑπὲρ σοῦ·
σὺ δὲ τῷ συνδούλῳ μένεις ἐχθραίνων;
καὶ πῶς δυνήσῃ βαδίζειν ἐπὶ τὴν τῆς εἰρήνης τράπεζαν;

Ὁ ∆εσπότης σου οὐ παρῃτήσατο πάντα ὑπομεῖναι διὰ σὲ,
σὺ δὲ οὐδὲ ὀργὴν ἀφιέναι ἀνέχῃ;

Τίνος ἕνεκεν, εἰπέ μοι;

Ἡ ἀγάπη ῥίζα καὶ πηγὴ καὶ μήτηρ ἐστὶ πάντων τῶν ἀγαθῶν.
Ἐπηρέασέ μοι, φησὶ, τὰ μέγιστα, μυρία ἠδίκησέ μοι,
τὸν περὶ τοῦ ζῇν ἐπεκρέμασέ μοι κίνδυνον.

Καὶ τί τοῦτο;
ἀλλ' οὐδέπω σε ἐσταύρωσε, καθάπερ τὸν Κύριον οἱ Ἰουδαῖοι.

Ἐὰν μὴ ἀφῇς τῷ πλησίον σου τὸ ἀδίκημα,
οὐδὲ ὁ Πατήρ σου ὁ οὐράνιος ἀφήσει σοι τὰ ἁμαρτήματά σου.

Ποίῳ δὲ συνειδότι ἐρεῖς,
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, καὶ τὰ ἑξῆς;

Ὁμοίως ὁ Χριστὸς καὶ τὸ αἷμα, ὃ ἐξέχεαν ἐκεῖνοι, εἰς σωτηρίαν τῶν ἐκχεόντων δέδωκε.

Τί τούτου ἴσον ἔχεις ποιῆσαι;

Ἐὰν μὴ ἀφῇς τῷ ἐχθρῷ, οὐκ ἐκεῖνον ἠδίκησας, ἀλλὰ σαυτόν·
ἐκεῖνον μὲν γὰρ πολλάκις εἰς τὸν παρόντα βίον ἔβλαψας,
σαυτὸν δὲ ἀσύγγνωστον ἐποιήσω τὴν τιμωρίαν εἰς τὴν μέλλουσαν ἡμέραν.

Οὐδένα γὰρ οὕτω μισεῖ καὶ ἀποστρέφεται ὁ Θεὸς,
ὡς μνησίκακον ἄνθρωπον, ὡς οἰδαίνουσαν καρδίαν καὶ φλεγμαίνουσαν ψυχήν.

Ἄκουσον γοῦν τί φησιν ὁ Κύριος·

Ἐὰν προσφέρῃς τὸ δῶρόν σου ἐπὶ τὸ θυσιαστήριον,
κἀκεῖ μνησθῇς, ὅτι ὁ ἀδελφός σου ἔχει τι κατὰ σοῦ,
ἄφες ἐκεῖ τὸ δῶρόν σου ἔμπροσθεν τοῦ θυσιαστηρίου,
καὶ ἄπελθε πρῶτον καὶ διαλλάγηθι τῷ ἀδελφῷ σου·
καὶ τότε ἐλθὼν πρόσφερε τὸ δῶρόν σου.

Τί λέγεις, Ἀφήσω ἐκεῖ τὸ δῶρον, ἤγουν τὴν θυσίαν;

Ναὶ, φησί·
διὰ γὰρ τὴν εἰρήνην τὴν πρὸς τὸν ἀδελφόν σου καὶ αὐτὴ ἡ θυσία ἐγένετο.

Εἰ τοίνυν διὰ τὴν εἰρήνην τὴν εἰς τὸν πλησίον ἡ θυσία ἐστὶ,
σὺ δὲ οὐ κατορθοῖς τὴν εἰρήνην, εἰ καὶ μετέχεις τῆς θυσίας,
ἀνωφελής σοι ἡ μετάληψις γέγονεν ἅνευ τοῦ κατορθώματος τῆς εἰρήνης.

Ποίησον τοίνυν ἐκεῖνο πρῶτον, λέγω δὴ τὴν εἰρήνην,
δι' ὅπερ καὶ ἡ θυσία προσενήνεκται,
καὶ τότε αὐτῆς ἀπολαύσεις καλῶς.

∆ιὰ γὰρ τοῦτο ἦλθεν εἰς τὸν κόσμον ὁ Υἱὸς τοῦ Θεοῦ,
ἵνα καταλλάξῃ ἡμῶν τὴν φύσιν τῷ Πατρὶ,
ὥς που καὶ Παῦλός φησι·
Νυνὶ δὲ ἀποκατήλλαξεν ἑαυτῷ τὰ πάντα,
διὰ τοῦ σταυροῦ ἀποκτείνας τὴν ἔχθραν ἐν αὐτῷ.

∆ιὰ τοῦτο οὐχὶ αὐτὸς μόνον ἦλθε ποιῶν εἰρήνην,
ἀλλὰ καὶ ἡμᾶς μακαρίζει τοὺς τὰ τοιαῦτα ποιοῦντας,
καὶ ποιεῖ τῆς αὑτοῦ προσηγορίας κοινωνούς.

Μακάριοι γὰρ οἱ εἰρηνοποιοὶ, ὅτι αὐτοὶ υἱοὶ Θεοῦ κληθήσονται.

Ὅπερ οὖν ἐποίησεν ὁ Χριστὸς, ὁ Υἱὸς τοῦ Θεοῦ,
τοῦτο καὶ σὺ ποίησον κατὰ δύναμιν ἀνθρωπίνην,
εἰρήνης γενόμενος πρόξενος καὶ σαυτῷ καὶ τῷ πλησίον σου.

∆ιὰ τοῦτο καὶ υἱὸν Θεοῦ καλεῖ τὸν εἰρηνοποιόν·
διὰ τοῦτο ἐν τῷ καιρῷ τῆς θυσίας οὐδεμιᾶς ἑτέρας ἐμνημόνευσε δικαιοσύνης,
ἀλλ' ἢ τῆς πρὸς τὸν ἀδελφὸν καταλλαγῆς, δεικνὺς, ὅτι πασῶν ἀρετῶν μείζων ἡ ἀγάπη ἐστίν.

Εβουλόμην μὲν οὖν, ἀγαπητοὶ, ἐπὶ πλεῖστον παρατεῖναι τὸν λόγον·
ἀλλ' ἀρκεῖ καὶ τὰ εἰρημένα τοῖς μετὰ προσοχῆς
καὶ συνέσεως δεχομένοις τὸν σπόρον τῆς εὐσεβείας,
καὶ προσέχειν ἐθέλουσι τοῖς λεγομένοις.

Μνημονεύωμεν τοίνυν, παρακαλῶ, διαπαντὸς τούτων τῶν ῥημάτων,
καὶ τοῦ φρικωδεστάτου ἀσπασμοῦ τοῦ πρὸς ἀλλήλους.

Οὗτος γὰρ ὁ ἀσπασμὸς συμπλέκει τὰς διανοίας ἡμῶν,
καὶ ποιεῖ γενέσθαι σῶμα ἓν ἅπαντας,
καὶ μέλη Χριστοῦ, ἐπειδὴ καὶ ἑνὸς σώματος μετέχομεν ἅπαντες.

Γενώμεθα οὖν κατ' ἀλήθειαν σῶμα ἓν,
οὐ τὰ σώματα ἀλλήλοις ἀναφύροντες,
ἀλλὰ τὰς ψυχὰς ἀλλήλαις τῷ τῆς ἀγάπης συνδέσμῳ συνάπτοντες.

Οὕτω γὰρ ποιοῦντες,
δυνησόμεθα μετὰ παῤῥησίας ἀπολαῦσαι τῆς προκειμένης τραπέζης,
καὶ τῆς ὑπὸ τοῦ Χριστοῦ πρὸς τῷ τέλει βραβευθείσης εἰρήνης δοχεῖα γενέσθαι.

Κἂν γὰρ μυρία ἔχωμεν κατορθώματα, μνησίκακοι δὲ ὦμεν,
πάντα εἰκῆ καὶ μάτην εἰργασάμεθα,
καὶ οὐδὲν ἐκ τούτων εἰς σωτηρίας λόγον καρπώσασθαι δυνησόμεθα.

Μέλλων γὰρ ὁ Σωτὴρ ἀνελθεῖν πρὸς τὸν Πατέρα,
ἀντὶ δόξης προσκαίρου καὶ πλούτου μεγάλου ταύτην τοῖς μαθηταῖς κληρονομίαν ἀφίησιν, εἰπών·

Εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν,
εἰρήνην τὴν ἐμὴν ἀφίημι ὑμῖν.

Ποῖος γὰρ πλοῦτος,
ἢ πόση χρημάτων περιουσία γένοιτ' ἂν τιμιωτέρα τῆς εἰρήνης τοῦ Χριστοῦ,
τῆς πάντα λόγον καὶ νοῦν ὑπερεχούσης;

Τοῦτο οὖν καὶ ὁ προφήτης Μαλαχίας εἰδὼς χαλεπὸν εἶναι καὶ ὑπέρογκον τὸ παράπτωμα,
ἔλεγεν ὡς ἐκ προσώπου τοῦ Θεοῦ·
Λαός μου, λαλεῖτε ἀλήθειαν ἕκαστος μετὰ τοῦ πλησίον αὐτοῦ,
καὶ ἕκαστος κακίαν ἐν τῇ καρδίᾳ τῷ πλησίον αὐτοῦ μὴ μνησικακείτω,
καὶ ὅρκον ψευδῆ μὴ ἀγαπᾶτε·
καὶ οὐ μὴ ἀποθανεῖτε, οἶκος τοῦ Ἰσραὴλ, λέγει Κύριος.
Ὡς ἂν εἰ μέλλοιτε εἶναι ψεῦσται, μνησίκακοι, ἐπίορκοι,
ἐπιλαθόμενοι τῶν ἐντολῶν μου, θανάτῳ ἀποθανεῖσθε.

Ταῦτα οὖν ἅπαντα εἰδότες, ἀγαπητοὶ, πᾶσαν καταλύσωμεν ὀργὴν,
καὶ πρὸς ἀλλήλους εἰρηνεύσωμεν, καὶ τὴν ῥίζαν τῆς κακίας ἐκτίλαντες,
καὶ καθάραντες ἡμῶν τὸ συνειδὸς,
μετὰ πραότητος καὶ ἐπιεικείας καὶ πολλῆς τῆς εὐλαβείας προσίωμεν
τῇ μεταλήψει τῶν φρικτῶν τούτων καὶ φοβερῶν μυστηρίων,
μὴ ὠθοῦντες καὶ λακτίζοντες,
μήτε κτύποις καὶ κραυγαῖς ἐκβοῶντες,
ἀλλὰ φόβῳ πολλῷ καὶ τρόμῳ μετὰ κατανύξεως καὶ δακρύων προσερχόμενοι,
ἵνα καὶ ὁ φιλάνθρωπος ∆εσπότης,
ἐποπτεύσας ἡμῶν ἄνωθεν τὴν εἰρηνικὴν κατάστασιν,
καὶ τὴν ἀνυπόκριτον ἀγάπην, καὶ τὴν φιλάδελφον κοινωνίαν,
καὶ τούτων τῶν ἀγαθῶν καὶ τῶν ἐπηγγελμένων πάντας ἡμᾶς ἀξιώσῃ,
χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ,
μεθ' οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι,
δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.


Πανεπιστήμιο Αιγαίου, Τμήμα Πολιτισμικής Τεχνολογίας και Επικοινωνίας, © 2006.  Επιτρέπεται η ελεύθερη χρήση του υλικού με αναφορά στην πηγή προέλευσής του.

Your rating: None Average: 5 (1 vote)


Η Θεία Λειτουργία

The Arabic Divine Liturgy of St. John Chrysostomos

Πειραϊκὴ Ἐκκλησία

Ακούστε (((ο)))
Πειραϊκή Εκκλησία 912fm

You are missing some Flash content that should appear here! Perhaps your browser cannot display it, or maybe it did not initialize correctly.

Ὅλα ἀρχίζουν ἐδῶ

Κάθε λογισμὸς καὶ κάθε αἴσθηση ὁδηγοῦν σταδιακὰ τὴν ψυχὴ εἴτε πρὸς τὸν παράδεισο εἴτε πρὸς τὴν κόλαση.

Ἄν ὁ λογισμὸς εἶναι ἔλλογος, τότε συνδέει τὸν ἄνθρωπο μὲ τὸν Θεὸ Λόγο, μὲ τὸν ὕψιστο Λογισμό, μὲ τὴν Παναξία, πρᾶγμα ποὺ εἶναι ἤδη ὁ παράδεισος.

παράδεισος

Ἐάν πάλι εἶναι ἄλογος ὁ λογισμὸς ἤ καὶ παράλογος, τότε συνδέει ἀναπόφευκτα τὸν ἄνθρωπο μὲ τὸν Παράλογο, τὸν Ἀνόητο, μὲ τὸν διάβολο, πρᾶγμα ποὺ εἶναι ἤδη ἡ κόλαση.

Ὅσα ἰσχύουν γιὰ τὸν λογισμὸ, ἰσχύουν καὶ γιὰ τις αἰσθήσεις. Ὅλα ἀρχίζουν ἐδῶ, ἀπὸ τὴν γῆ: καὶ ὁ παράδεισος μὰ καὶ ἡ κόλαση τοῦ ἀνθρώπου.

Ἰουστῖνος Πόποβιτς

Ιωάννου Χρυσοστόμου

Ἐγὼ πατὴρ, ἐγὼ ἀδελφὸς, ἐγὼ νυμφίος, ἐγὼ οἰκία, ἐγὼ τροφὴ, ἐγὼ ἱμάτιον, ἐγὼ ῥίζα, ἐγὼ θεμέλιος, πᾶν ὅπερ ἂν θέλῃς ἐγώ· μηδενὸς ἐν χρείᾳ καταστῇς. Ἐγὼ καὶ δουλεύσω· ἦλθον γὰρ διακονῆσαι, οὐ διακονηθῆναι. Ἐγὼ καὶ φίλος, καὶ μέλος, καὶ κεφαλὴ, καὶ ἀδελφὸς, καὶ ἀδελφὴ, καὶ μήτηρ, πάντα ἐγώ· μόνον οἰκείως ἔχε πρὸς ἐμέ. Ἐγὼ πένης διὰ σέ· καὶ ἀλήτης διὰ σέ· ἐπὶ σταυροῦ διὰ σὲ, ἐπὶ τάφου διὰ σέ· ἄνω ὑπὲρ σοῦ ἐντυγχάνω τῷ Πατρὶ, κάτω ὑπὲρ σοῦ πρεσβευτὴς παραγέγονα παρὰ τοῦ Πατρός. Πάντα μοι σὺ, καὶ ἀδελφὸς, καὶ συγκληρονόμος, καὶ φίλος, καὶ μέλος. Τί πλέον θέλεις; τί τὸν φιλοῦντα ἀποστρέφῃ; τί τῷ κόσμῳ κάμνεις; τί εἰς πίθον ἀντλεῖς τετρημένον;  περισσότερα »»»

Η Ελλάδα και ο Υμνος της Ελευθερίας

Ελληνική σημαία - Ελλάς - Ελευθερία

You are missing some Flash content that should appear here! Perhaps your browser cannot display it, or maybe it did not initialize correctly.

Υπεραγία Παρθένος Θεοτόκος Μαρία

Κύριος διασκεδάζει βουλὰς ἐθνῶν, ἀθετεῖ δὲ λογισμοὺς λαῶν καὶ ἀθετεῖ βουλὰς ἀρχόντων· ἡ δὲ βουλὴ τοῦ Κυρίου εἰς τὸν αἰῶνα μένει, λογισμοὶ τῆς καρδίας αὐτοῦ εἰς γενεὰν καὶ γενεάν. (Ψαλ. 32, 10-11)

εἰ δέ τις τῶν ἰδίων καὶ μάλιστα τῶν οἰκείων οὐ προνοεῖ, τὴν πίστιν ἤρνηται καὶ ἔστιν ἀπίστου χείρων. (Τιμ.Α 5,8)

Ἅγιος Ἀντώνιος ὁ Μέγας

Οἱ ἄνθρωποι καταχρηστικά λέγονται λογικοί. Δεν εἶναι λογικοὶ ὅσοι ἔμαθαν ἀπλῶς τὰ λόγια καὶ τὰ βιβλία τῶν ἀρχαίων σοφῶν, ἀλλ' ὅσοι ἔχουν τὴ λογικὴ ψυχὴ καὶ μποροῦν νὰ διακρίνουν ποιὸ εἶναι τὸ καλὸ καἰ ποιὸ τὸ κακό καὶ ἀποφεύγουν τὰ πονηρὰ καὶ βλαβερὰ στὴν ψυχή, τὰ δὲ ἀγαθὰ καὶ ψυχωφελῆ, τὰ ἀποκτοῦν πρόθυμα μὲ τὴ μελέτη καὶ τὰ ἐφαρμόζουν μὲ πολλὴ εὐχαριστία πρὸς τὸν Θεό. Αὐτοὶ μόνοι πρέπει νὰ λέγονται ἀληθινὰ λογικοὶ ἄνθρωποι.

St Antony the Great

Ἐφ᾿ ὅσον ἐννοεῖς τὰ περὶ Θεοῦ, νὰ εἶσαι εὐσεβής, χωρὶς φθόνο, ἀγαθός, σώφρων, πράος, χαριστικὸς κατὰ δύναμιν, κοινωνικός, ἀφιλόνεικος καὶ τὰ ὅμοια. Διότι αὐτὸ εἶναι τὸ ἀπαραβίαστο ἀπόκτημα τῆς ψυχῆς, νὰ ἀρέσει στὸ Θεὸ μὲ τέτοιες πράξεις καὶ μὲ τὸ νὰ μὴν κρίνει κανέναν καὶ νὰ λέει γιὰ κανέναν, ὅτι ὁ δείνα εἶναι κακὸς καὶ ἁμάρτησε. Ἀλλὰ καλλίτερο εἶναι νὰ συζητᾶμε τὰ δικά μας κακά, καὶ νὰ ἐρευνᾶμε μέσα μας τὴ δική μας πολιτεία, ἐὰν εἶναι ἀρεστὴ στὸ Θεό. Διότι, τί μᾶς μέλει ἐμᾶς, ἐὰν ὁ ἄλλος εἶναι πονηρός;

περισσότερα