Ο Κύριος ημών Ιησούς Χριστός | Ορθόδοξοι Πατέρες Our Lord Jesus Christ | Orthodox Fathers

»»»    Ἄνθρωπός τις ἐποίησε δεῖπνον μέγα

Ἄνθρωπός τις ἐποίησε δεῖπνον μέγα


Ἀπόσπασμα ἀπό τὴν ἐξήγηση "εἰς το κατὰ Λουκᾶν Εὐαγγέλιον"
τοῦ Ἁγίου Κυρίλλου Ἀλεξανδρείας

Ἄνθρωπός τις ἐποίησε δεῖπνον μέγα.
Πολυπραγμονήσωμεν πρό γε τῶν ἄλλων, ὁποία τις ἦν ἡ πρόφασις τῷ μὴ ἐπ' ἀρίστῳ μᾶλλον, ἀλλ' ὡς ἐπὶ δείπνῳ κεκλῆσθαι πολλούς·
μᾶλλον δὲ πρὸ τούτων, τίς ἂν νοηθείη πρὸς ἡμῶν ὁ ἄνθρωπος ὁ τὸν δειπνοκλήτορα πεπομφώς·
τίς δὲ καὶ ὁ δειπνοκλήτωρ, καὶ τίνες ὅλως οἱ κεκλημένοι μὲν, ἀτιμάσαντες δὲ τὴν κλῆσιν.

Οὐκοῦν ὁ μὲν ἄνθρωπος νοηθείη ἂν ὁ Θεὸς καὶ Πατήρ·
αἱ γὰρ εἰκόνες πλάττονται πρὸς τὸ ἀληθὲς, οὐκ αὐταὶ πάντως εἰσὶν ἡ ἀλήθεια.
Οὗτος δὴ οὖν ὁ τῶν ὅλων ∆ημιουργὸς καὶ Πατὴρ τῆς δόξης μέγα πε ποίηκε δεῖπνον, τουτέστιν οἰκουμενικὴν εἰργάσατο πανήγυριν, δῆλον δὲ ὅτι τὴν ἐπὶ Χριστῷ·
ἐν ἐσχάτοις δὲ τοῦ αἰῶνος καιροῖς, καὶ οἷον ἐπὶ δυσμαῖς αἰῶνος τοῦ καθ' ἡμᾶς, ἐπέφανεν ἡμῖν ὁ Υἱὸς, ὅτε καὶ τὸν δι' ἡμᾶς ὑπέστη θάνατον, καὶ δέδωκεν ἡμῖν τὴν ἑαυτοῦ σάρκα φαγεῖν, ἄρτος ὢν ἐξ οὐρανοῦ, καὶ ζωὴν διδοὺς τῷ κόσμῳ·
πρὸς ἑσπέραν δὲ καὶ ὑπὸ λύχνοις καὶ ἀμνὸς ἐσφάζετο κατὰ τὸν Μωϋσέως νόμον.
∆εῖπνον οὖν εἰκότως ἡ ἐν Χριστῷ κλῆσις ὠνόμασται·
εἶτα, τίς ἐστιν ὁ ἀπεσταλμένος, ὃν δὴ καὶ δοῦλον εἶναί φησιν;
Αὐτός που τάχα Χριστός·
Θεὸς γὰρ ὢν φύσει, καὶ Υἱὸς ἀληθινὸς τοῦ Θεοῦ καὶ Πατρὸς, ἑαυτὸν ἐκένωσε, μορφὴν δούλου λαβών.
Ἔστι τοίνυν Κύριος μὲν τῶν ὅλων, ὡς Θεὸς ἐκ Θεοῦ·
τήν γε μὴν τοῦ δούλου κλῆσιν ἐφαρμόσειέ τις ἂν εἰκότως τοῖς τῆς ἀνθρωπότητος αὐτοῦ μέτροις.
Πότε δὲ ἀπεστάλη;
Τῇ ὥρᾳ τοῦ δείπνου, φησί·
οὐ γὰρ ἐν ἀρχαῖς τοῦ αἰῶνος τούτου καταπεφοίτηκεν ἐξ οὐρανῶν ὁ μονογενὴς τοῦ Πατρὸς Λόγος, καὶ γέγονεν ἐν εἴδει τῷ καθ' ἡμᾶς, ἐν καιροῖς δὲ μᾶλλον καθ' οὓς αὐτὸς ἠθέλησεν ὁ δυνάστης, δῆλον δὲ ὅτι τοῖς τελευταίοις, καθὰ φθάσαντες εἴπομεν.
Ὁποῖος δὲ γέγονεν ὁ τοῦ κεκληκότος λόγος;
"Ἔρχεσθε, ὡς ἤδη ἕτοιμά ἐστι πάντα."
Ἡτοίμασε γὰρ τοῖς ἐπὶ γῆς ὁ Θεὸς καὶ Πατὴρ ἐν Χριστῷ τὰ δι' αὐτοῦ τῷ κόσμῳ δεδωρημένα ἀγαθὰ, ἁμαρτιῶν ἀπόθεσιν, Πνεύματος ἁγίου μέθεξιν, υἱοθεσίας λαμπρότητα, βασιλείαν οὐρανῶν.
Ἐπὶ ταῦτα κέκληκεν ὁ Χριστὸς, διὰ τῶν εὐαγγελικῶν θεσπισμάτων, καὶ πρό γε τῶν ἄλλων, τὸν Ἰσραήλ.
Ἆρ' οὖν ἐβουλεύσαντό τι χρηστὸν ἐν ἑαυτοῖς;
Ἆρα τεθαυμάκασι τοῦ κεκληκότος τὴν ἡμερότητα, τοῦ διακονοῦντος τῇ κλήσει τὴν οἰκονομίαν;
Οὐ μὲν οὖν·
ἀλλ' ἠτίμασαν καὶ τὸν καλοῦντα καὶ τὸν ἀπεσταλμένον·
καὶ ἤρξαντο ἀπὸ μιᾶς παραιτεῖσθαι πάντες, τουτέστιν ἐξ ἑνὸς συνθήματος.
Καὶ ἤρξαντο ἀπὸ μιᾶς παραιτεῖσθαι πάντες.
Ὁρᾷς ὅτι τοῖς γεωδεστέροις ἀσυνέτως προσνενευκότες οὐχ ὁρῶσι τὰ νοητὰ, καὶ τῶν ἐν ἐλπίσι ταῖς παρὰ Θεῷ οὐδένα ποιοῦνται λόγον.
Εἶτα τίνες νοηθεῖεν ἂν οἱ παραιτησάμενοι ἀγρῶν τε καὶ γεωργίας ἔνεκα, καὶ παιδοποιΐας σαρκικῆς, ἢ τάχα που τῆς Ἰουδαίων συναγωγῆς οἱ προεστηκότες;
Ἄνδρες ἁδροὶ τὰ βαλάντια, καὶ φιλοκερδείας ἡττώμενοι, καὶ πᾶσαν εἰς τοῦτο δαπανῶντες σπουδήν.
∆ιὰ πάσης γὰρ, ὡς ἔπος εἰπεῖν, τῆς θεοπνεύστου Γραφῆς, ἐπ' αὐτοῖς δὲ τούτοις διαβεβλημένους ἔνεστιν ἰδεῖν.
Καὶ ὅταν ἀκούσῃς, ὅτι ἀπέστειλεν ὁ ἑστιάτωρ τὸν δοῦλον αὐτοῦ τῇ μετὰ σαρκὸς οἰκονομίᾳ, καὶ τὴν δουλείαν λογίζῃ καὶ τὴν ἀποστολήν.
Τί ποτε δὲ εἰπεῖν ἀπεστάλη τοῖς διὰ νόμου κεκλημένοις Ἰουδαίοις;
"Ἔρχεσθε, ἤδη ἕτοιμά ἐστι πάντα."
Πλὴν τῶν Ἰουδαϊκῶν ἀρχόντων τὴν κλῆσιν παραιτησαμένων, καθὼς αὐτοὶ ἔλεγον·
"Μή τις τῶν ἀρχόντων ἢ τῶν Φαρισαίων ἐπίστευσεν εἰς αὐτόν;"
ὠργίσθη ὁ οἰκοδεσπότης, ὡς ἀξίων ὄντων παθεῖν τὰ ἀπὸ τοῦ θυμοῦ καὶ τῆς ὀργῆς.
Τότε ὀργισθεὶς ὁ οἰκοδεσπότης εἶπε τῷ δούλῳ αὐτοῦ, κ.τ.λ.
Καὶ νῦν οὖν ὠργίσθαι λέγεται ὁ οἰκοδεσπότης κατὰ τῶν Ἰουδαϊκῶν ἀρχόντων, ὡς τὸ μέγα δεῖπνον ὑβρισάντων.
Καὶ δὴ κέκληνται ἀντ' ἐκείνων οἱ εἰς τὰς πλατείας καὶ τὰς ῥύμας, οἱ ἐκ τῆς Ἰουδαϊκῆς πληθύος, ἀσθενῆ τε καὶ ἀγεννῆ τὴν διάνοιαν ἔχοντες, ἀφεγγῆ τε καὶ χωλεύουσαν·
τυφλοὶ γὰρ οὗτοι καὶ χωλοὶ νοηθεῖεν ἂν, ἀλλ' εὔῤῥωστοι καὶ ὑγιεῖς γεγόνασιν ἐν Χριστῷ·
ἐδιδάχθησαν ὀρθοποδεῖν, τὸ θεῖον εἰς νοῦν ἐδέξαντο φῶς·
ὅτι δὲ πεπιστεύκασι τῶν Ἰουδαίων οὐκ εὐαρίθμητοι, μάθοι τις ἂν ταῖς τῶν ἁγίων ἀποστόλων Πράξεσιν ἐντυχών.
Ἐκεῖ γὰρ Πέτρου δημηγορήσαντος, πρῶτον τρισχίλιοι ἐπίστευσαν, καὶ πάλιν πολὺς ὄχλος.
Ἀλλὰ ταῦτα μὲν διδάσκων, τοῦτο δὲ θαυματουργῶν, τὸ ἄδολον πλῆθος ὑπήγετο, καὶ πολλοὶ τῶν Ἰουδαίων ἐπίστευον εἰς αὐτόν·
οὓς καὶ ἐπαράτους οἱ Φαρισαῖοι ὠνόμαζον, ὡς εἰς Χριστὸν πιστεύοντας·
ἔλεγον γάρ·
"Μή τις ἐκ τῶν Φαρισαίων ἐπίστευσεν εἰς αὐτόν;
ἀλλ' ὁ λαὸς οὗτος, ὁ μὴ γινώσκων τὸν νόμον, ἐπικατάρατοί εἰσιν."
Ἐνταῦθα ἑκάτερον δείκνυται, καὶ ὅτι οἱ ἄρχοντες οὐκ ἐπίστευον, καὶ ὅτι πολλοὶ ἐκ τοῦ πλήθους ἐπίστευον·
ἅπερ ἀμφότερα καὶ ἡ παραβολὴ ᾐνίξατο, τοὺς μὲν εἰσάγουσα παραιτουμένους, τοὺς δὲ καλουμένους καὶ ὑπακούοντας.
Ἔξελθε εἰς τὰς ὁδοὺς καὶ φραγμοὺς, καὶ ἀνάγκασον εἰσελθεῖν.
Ἐνταῦθά μοι βλέπε τὴν τῶν ἐθνῶν κλῆσιν, μετά γε τοὺς ἐξ αἵματος Ἰσραὴλ εἰσενηνεγμένων διὰ τῆς πίστεως.
Πάλαι μὲν γὰρ ἦσαν οἱ ἐξ ἐθνῶν ἄγροικοι τὰς φρένας, ἀπηγριωμένοι τὸν νοῦν καὶ οἷον ἔξω πόλεως, διὰ τὸ μὴ ζῇν ἐν εὐνομίᾳ, κτηνοπρεπῶς δὲ μᾶλλον, καὶ σὺν ἀλογίᾳ πολλῇ·
ταύτῃτοι καὶ εἰς τὰς ἔξω πόλεως ὁδοὺς, καὶ τοὺς ἐν ἀγροῖς ὄντας φραγμοὺς, ὁ δειπνοκλήτωρ ἀπεστάλη.
Πλὴν προστέτακται παρὰ τοῦ πεπομφότος, οὐχ ἁπλῶς καλέσαι, καὶ μόνην αὐτοῖς προτεῖναι τὴν προτροπὴν, ἀλλὰ γὰρ καὶ ἀναγκάσαι.
Καίτοι προαιρετικὸν ἄπασι τὸ πιστεύειν ἐστὶ, καὶ δεκτὸν τοῦτο παρὰ Θεῷ, εἶτα πῶς ἀναγκάζονταί τινες;
Καὶ τοῦτο ναὶ γέγονεν οἰκονομικῶς·
ἔδει γὰρ, ἔδει τοῖς ἔθνεσιν, ὡς ἀφορήτῳ πλεονεξίᾳ κατεζευγμένοις, καὶ ὑπὸ ζυγὰ πεσοῦσι διαβολικὰ, καὶ οἱονεὶ σειραῖς ἀῤῥήκτοις τῶν οἰκείων πλημμελημάτων ἐνισχημένοις, καὶ οὐκ εἰδόσιν ὅλων τὸν φύσει τε καὶ ἀληθῶς ὄντα Θεὸν, συντονωτέρας κλήσεως, μιμουμένης ἀνάγκης χρείαν, ἵν' ἰσχύσειαν ἀναβλέψαι πρὸς Θεὸν, καὶ τῶν ἱερῶν γεύσασθαι μαθημάτων, καὶ ἀποφοιτῆσαι μὲν τῆς ἀρχαίας ἀπάτης, ἀποπηδῆσαι δὲ τρόπον τινὰ τῆς τοῦ διαβόλου χειρός.
Καὶ γοῦν ἔφη Χριστός·
"Οὐδεὶς δύναται ἐλθεῖν πρός με, ἐὰν μὴ ὁ Πατὴρ ὁ πέμψας με ἑλκύσαι αὐτόν."
Ἡ δὲ λέξις ὅλως ἰσχύος ἔργον τῆς θεοπρεποῦς ἀποφαίνει τὴν κλῆσιν.
Τοιοῦτόν τι καὶ ὁ προφήτης ∆αβὶδ εὑρίσκεται λέγων πρὸς Θεὸν περὶ αὐτῶν·
"Ἐνκημῷ καὶ χαλινῷ τὰς σιαγόνας αὐτῶν ἄγξαις τῶν μὴ ἐγγιζόντων πρὸς σέ."
Ὁρᾷς ὅπως τινὶ χαλινῷ περιτρέπει πρὸς ἑαυτὸν ὁ τῶν ὅλων Θεὸς τοὺς ἀγρίως ἀποσκιρτήσαντας;
Ἀγαθὸς γάρ ἐστι καὶ φιλάνθρωπος, καὶ πάντας τοὺς ἀνθρώπους θέλει σωθῆναι, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν.
Εἴ τις ἔρχεται πρός με, καὶ οὐ μισεῖ τὸν πατέρα ἑαυτοῦ, κ.τ.λ.
Οὐκοῦν λέγων τὸ, Εἴ τις ἔρχεται πρός με, καὶ οὐ μισεῖ τοὺς καθ' αἷμα καὶ αὐτὴν τὴν ψυχὴν, οὐ τοὺς τῆς ἐμφύτου φιλοστοργίας ἀτιμάζει νόμους, οὐδὲ τῆς φυσικῆς διαθέσεως, τῆς ὀφειλομένης γονεῦσι μὲν παρὰ τέκνων, γυναιξὶ δὲ παρὰ τῶν συνηρμοσμένων, ἀδελφοῖς δὲ πρὸς ἀδελφοὺς, καταφρονητὰς εἶναι διδάσκει, ἐχθροὺς ποιησαμένους τοὺς οἰκειοτάτους, ἵνα συνῶμεν αὐτῷ καὶ ἀκολουθεῖν ἰσχύσωμεν·
ὁ γὰρ κελεύων ἀγαπᾷν τοὺς ἐχθροὺς, πῶς ἂν ἠθέλησε μισεῖν τοὺς κατὰ φύσιν οἰκείους;
Οὔτε οὖν ἀγνοῆσαι τὴν φύσιν, οὔτε δουλεῦσαι προστάττει Χριστὸς, ἀλλὰ χρῆσθαι τῇ φύσει πρὸς τὸ ἄμεινον καὶ σωτήριον·
συνεπάγεσθαι γὰρ τὸ οἰκεῖον θέλει εἰς τὴν αὐτοῦ Χριστοῦ φιλίαν, ἀλλὰ μὴ ἀφέλκεσθαι διὰ τοῦ οἰκείου τῆς θείας ἀγάπης·
ἐπεὶ τό γε τιμᾷν γονέας καὶ αὐτῷ τῷ Κυρίῳ δοκεῖ.
Καὶ τὸ ἐκτρέφειν τὰ τέκνα Παῦλος εἰσηγεῖται·
ἀλλὰ καὶ γονεῦσιν ὑπακούειν δεῖ, φησὶν, ἐν Κυρίῳ·
καὶ νουθεσίᾳ Κυρίου καὶ τὰς ἑαυτῶν γυναῖκας ἀγαπᾷν τοῖς ἀνδράσιν εἰσηγήσατο, ἀλλ' ἐν μιμήσει Χριστοῦ τοῦ τὴν Ἐκκλησίαν ἀγαπήσαντος.
Καὶ ταῖς γυναιξὶ δὲ τοὺς ἄνδρας φοβεῖσθαι, ἀλλ' Ἐκκλησίας τύπῳ τῆς φοβουμένης Χριστόν·
οὐ γὰρ οἰκείους γε ὄντας τῇ πίστει τοὺς οἰκείους μισητέον.
"Εἰ γάρ τις τῶν ἰδίων, φησὶ, καὶ μάλιστα τῶν οἰκείων οὐ προνοεῖ, τὴν πίστιν ἤρνηται."
Ἑνὶ δὲ λόγῳ, προκειμένου σκοποῦ τοῦ Χριστῷ ἀκολουθεῖν, εἴ τι τούτῳ σύμφωνον, αἱρετέον·
τὸ δὲ μὴ σύμφωνον, παραιτητέον.
Καὶ γὰρ εἰ ζῶντας τὴν ἐν σαρκὶ ζωὴν ἔνεστι τὸ Χριστοῦ σέβας διαφυλάττειν, οὐ φευκτέον τὴν ἐν σώματι ζωὴν, ἀλλὰ συντηρητέον ταύτην, ὡς ὁ Παῦλος, ἡνίκα διὰ θυρίδος ἐν σαργάνῃ χαλασθεὶς, ἐκφεύγει τὰς Ἀρέτα χεῖρας, ἵνα ζῶν ἔτι κηρύττῃ Χριστὸν, καὶ μὴ θᾶττον ἀναιρεθεὶς, ἐμποδίσῃ τὸ κήρυγμα·
ὅπου δὲ ἔδει καὶ τῆς ζωῆς καταφρονεῖν ὑπὲρ τοῦ τελειῶσαι τὸν δρόμον, οὐδὲ τὴν ψυχὴν ἔφη ποιεῖσθαι τιμίαν ἑαυτῷ·
καὶ Χριστὸν ἐφ' ἑκάτερα προὐτίθετο σκοπὸν, ἐπί τε τὸ ζῇν καὶ τὸ τεθνάναι.
"Ἐμοὶ γὰρ, φησὶ, τὸ ζῇν, Χριστός·
καὶ τὸ ἀποθανεῖν, κέρδος."
Τίς γὰρ ἐξ ὑμῶν θέλων πύργον οἰκοδομῆσαι, κ.τ.λ.
Ὁποία τις ἡ πρόφασις, ἡ πρός γε τούτους παρενεγκοῦσα τοὺς λόγους, εἰπεῖν ἀναγκαῖον.
Τὸ εὐαγγελικὸν δεῖπνον ἐν τοῖς προλαβοῦσιν ἔφη τελεῖσθαι μέγα, εἰς ὃ κέκληνται πολλοὶ παρὰ τοῦ προσθέντος αὐτοῖς τὴν πανήγυριν.
Ἀλλ' ἦσαν πρὸς τοῦτο ῥᾴθυμοί τινες·
παρῃτοῦντο γὰρ, φησὶν, ἀπὸ μιᾶς, λέγοντες, ὁ μὲν ὅτι Ἀγρὸν ἠγόρασα, ὁ δὲ ὅτι Ζεύγη βοῶν ἐπριάμην, ὁ δὲ ὅτι Γυναῖκα ἔγημα, καὶ οὐ δύναμαι ἐλθεῖν·
καὶ τοιαύταις τισὶν εὑρεσιλογίαις χρώμενοι, λελυπήκασι τὸν κεκληκότα.
Ἔδει τοίνυν ἡμᾶς εἰδέναι καὶ μάλα σαφῶς, ὅτι Θεοῦ καλοῦντος εἰς ἑαυτὸν, τῶν εἰς σάρκα καὶ περὶ αὐτὴν ἐπιθυμιῶν καταφρονητὰς εἶναι προσήκει.
Εἶτα δυσὶ κέχρηται παραδείγμασιν, ἀκονῶν εἰς ἄμαχον εὐανδρίαν τοὺς ἑαυτοῦ γνωρίμους.
Εἰ γὰρ δή τις βούλοιτο, φησὶν, οἰκοδομῆσαι πύργον, τὰ πρὸς ἀπαρτισμὸν ἑτοιμασάμενος πρότερον, οὕτως τῇ οἰκοδομῇ ἐπιβάλλεται·
[καὶ εἴ τις βασιλεὺς πορεύῃ συμβαλεῖν ἑτέρῳ βασιλεῖ εἰς πόλεμον, πρῶτον βουλεύεται] εἰ εὐσθενὴς ᾖ πρὸς ἀντίστασιν, ἢ μή·
ἵν' ἢ θαῤῥήσῃ τὸν πόλε μον, ἢ τὴν εἰρήνην ἕλοιτο.
Ταὐτὸ δὴ τοῦτο καὶ τοὺς πιστεύοντας ἀπαιτεῖ·
δεῖ γὰρ τοὺς τὴν εὐκλεᾶ καὶ ἀμώμητον ζωὴν κατορθοῦν ἑλομένους, τὴν ἀρκοῦσαν εἰς τοῦτο προθυμίαν ἐγκαταθέσθαι τῷ νῷ, μεμνῆσθαί τε τοῦ λέγοντος·
"Τέκνον, εἰ προσέρχῃ δουλεύειν Κυρίῳ, ἑτοίμασον τὴν ψυχήν σου εἰς πειρασμόν·
εὔθυνον τὴν καρδίαν σου, καὶ καρτέρησον."
Οἶς δὲ οὐκ ἔνεστι προθυμία τοιαύτη, οὗτοι πῶς ἂν ἰσχύσειαν τὸν προτεθέντα αὐτοῖς ἀποπεράναι σκοπόν;
Τί τὸ ἐντεῦθεν ὑποδηλούμενον;
"Οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰ πνευματικὰ τῆς πονηρίας, ἐν τοῖς ἐπουρανίοις."
Ἔστι δέ τις καὶ ἑτέρων ἡμῖν πολεμίων ἑσμὸς, τὸ φρόνημα τῆς σαρκὸς, ὁ ἐν τοῖς μέλεσιν ἡμῶν ἀγριαίνων νόμος τὰ πολύτροπα πάθη·
πρὸς ταῦτα ἡμῖν ἡ πάλη, αὕτη τῶν ἐχθρῶν ἡ ἀγρία πληθύς.
Πῶς οὖν ἄρα περιεσόμεθα;
Ὅταν πιστεύωμεν, ὅτι "ἐν τῷ Θεῷ ποιήσομεν δύναμιν, κατὰ τὸ γεγραμμένον, καὶ αὐτὸς ἐξουδενώσει τοὺς θλίβοντας ἡμᾶς."
Οὕτως αὐτὸς ἑαυτὸν διαθεὶς, ἔφη τις τῶν ἁγίων προφήτων·
"Ἰδοὺ Κύριος βοηθεῖ μοι, τίς κακώσει με;"
Ψάλλει δέ που καὶ ὁ θεσπέσιος ∆αβίδ·
"Κύριος φωτισμός μου καὶ σωτήρ μου, τίνα φοβηθήσομαι;" καὶ τὰ λοιπά.
Αὐτὸς γάρ ἐστιν ἡμῶν ἡ ἰσχύς.
Καλὸν τὸ ἅλας.
Ὥσπερ δὲ ἄνευ ἁλὸς, οὔτε ἄρτος, οὔτε ὄψον ἐδώδιμον, οὕτως ἄνευ τῆς ἀποστολικῆς συνέσεως καὶ διδασκαλίας, πᾶσα ψυχὴ μωρὰ καὶ ἄνοστος [διξ ἄνοσμος], καὶ οὐχ ἡδεῖα παρὰ Θεῷ.
Ἔστωσαν οὖν ἐν ἡμῖν οἱ ἅλες, τουτέστιν οἱ θεῖοί τε καὶ σωτήριοι λόγοι, ὧν ἐὰν καταφρονήσωμεν, ἐσόμεθα μωροὶ καὶ ἀσύνετοι καὶ ἀχρεῖοι παντελῶς.


Πανεπιστήμιο Αιγαίου, Τμήμα Πολιτισμικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού με αναφορά στην πηγή προέλευσής του.

No votes yet


Η Θεία Λειτουργία

Η Θεία Λειτουργία στα Αραβικά -

خدمة القداس الإلهي عربي

Πειραϊκὴ Ἐκκλησία

Ακούστε (((ο)))
Πειραϊκή Εκκλησία 912fm

You are missing some Flash content that should appear here! Perhaps your browser cannot display it, or maybe it did not initialize correctly.

Ὅλα ἀρχίζουν ἐδῶ

Κάθε λογισμὸς καὶ κάθε αἴσθηση ὁδηγοῦν σταδιακὰ τὴν ψυχὴ εἴτε πρὸς τὸν παράδεισο εἴτε πρὸς τὴν κόλαση.

Ἄν ὁ λογισμὸς εἶναι ἔλλογος, τότε συνδέει τὸν ἄνθρωπο μὲ τὸν Θεὸ Λόγο, μὲ τὸν ὕψιστο Λογισμό, μὲ τὴν Παναξία, πρᾶγμα ποὺ εἶναι ἤδη ὁ παράδεισος.

παράδεισος

Ἐάν πάλι εἶναι ἄλογος ὁ λογισμὸς ἤ καὶ παράλογος, τότε συνδέει ἀναπόφευκτα τὸν ἄνθρωπο μὲ τὸν Παράλογο, τὸν Ἀνόητο, μὲ τὸν διάβολο, πρᾶγμα ποὺ εἶναι ἤδη ἡ κόλαση.

Ὅσα ἰσχύουν γιὰ τὸν λογισμὸ, ἰσχύουν καὶ γιὰ τις αἰσθήσεις. Ὅλα ἀρχίζουν ἐδῶ, ἀπὸ τὴν γῆ: καὶ ὁ παράδεισος μὰ καὶ ἡ κόλαση τοῦ ἀνθρώπου.

Ἰουστῖνος Πόποβιτς

Ιωάννου Χρυσοστόμου

Ἐγὼ πατὴρ, ἐγὼ ἀδελφὸς, ἐγὼ νυμφίος, ἐγὼ οἰκία, ἐγὼ τροφὴ, ἐγὼ ἱμάτιον, ἐγὼ ῥίζα, ἐγὼ θεμέλιος, πᾶν ὅπερ ἂν θέλῃς ἐγώ· μηδενὸς ἐν χρείᾳ καταστῇς. Ἐγὼ καὶ δουλεύσω· ἦλθον γὰρ διακονῆσαι, οὐ διακονηθῆναι. Ἐγὼ καὶ φίλος, καὶ μέλος, καὶ κεφαλὴ, καὶ ἀδελφὸς, καὶ ἀδελφὴ, καὶ μήτηρ, πάντα ἐγώ· μόνον οἰκείως ἔχε πρὸς ἐμέ. Ἐγὼ πένης διὰ σέ· καὶ ἀλήτης διὰ σέ· ἐπὶ σταυροῦ διὰ σὲ, ἐπὶ τάφου διὰ σέ· ἄνω ὑπὲρ σοῦ ἐντυγχάνω τῷ Πατρὶ, κάτω ὑπὲρ σοῦ πρεσβευτὴς παραγέγονα παρὰ τοῦ Πατρός. Πάντα μοι σὺ, καὶ ἀδελφὸς, καὶ συγκληρονόμος, καὶ φίλος, καὶ μέλος. Τί πλέον θέλεις; τί τὸν φιλοῦντα ἀποστρέφῃ; τί τῷ κόσμῳ κάμνεις; τί εἰς πίθον ἀντλεῖς τετρημένον;  περισσότερα »»»

Η Ελλάδα και ο Υμνος της Ελευθερίας

Ελληνική σημαία - Ελλάς - Ελευθερία

You are missing some Flash content that should appear here! Perhaps your browser cannot display it, or maybe it did not initialize correctly.

Υπεραγία Παρθένος Θεοτόκος Μαρία

Κύριος διασκεδάζει βουλὰς ἐθνῶν, ἀθετεῖ δὲ λογισμοὺς λαῶν καὶ ἀθετεῖ βουλὰς ἀρχόντων· ἡ δὲ βουλὴ τοῦ Κυρίου εἰς τὸν αἰῶνα μένει, λογισμοὶ τῆς καρδίας αὐτοῦ εἰς γενεὰν καὶ γενεάν. (Ψαλ. 32, 10-11)

εἰ δέ τις τῶν ἰδίων καὶ μάλιστα τῶν οἰκείων οὐ προνοεῖ, τὴν πίστιν ἤρνηται καὶ ἔστιν ἀπίστου χείρων. (Τιμ.Α 5,8)

Ἅγιος Ἀντώνιος ὁ Μέγας

Οἱ ἄνθρωποι καταχρηστικά λέγονται λογικοί. Δεν εἶναι λογικοὶ ὅσοι ἔμαθαν ἀπλῶς τὰ λόγια καὶ τὰ βιβλία τῶν ἀρχαίων σοφῶν, ἀλλ' ὅσοι ἔχουν τὴ λογικὴ ψυχὴ καὶ μποροῦν νὰ διακρίνουν ποιὸ εἶναι τὸ καλὸ καἰ ποιὸ τὸ κακό καὶ ἀποφεύγουν τὰ πονηρὰ καὶ βλαβερὰ στὴν ψυχή, τὰ δὲ ἀγαθὰ καὶ ψυχωφελῆ, τὰ ἀποκτοῦν πρόθυμα μὲ τὴ μελέτη καὶ τὰ ἐφαρμόζουν μὲ πολλὴ εὐχαριστία πρὸς τὸν Θεό. Αὐτοὶ μόνοι πρέπει νὰ λέγονται ἀληθινὰ λογικοὶ ἄνθρωποι.

St Antony the Great

Ἐφ᾿ ὅσον ἐννοεῖς τὰ περὶ Θεοῦ, νὰ εἶσαι εὐσεβής, χωρὶς φθόνο, ἀγαθός, σώφρων, πράος, χαριστικὸς κατὰ δύναμιν, κοινωνικός, ἀφιλόνεικος καὶ τὰ ὅμοια. Διότι αὐτὸ εἶναι τὸ ἀπαραβίαστο ἀπόκτημα τῆς ψυχῆς, νὰ ἀρέσει στὸ Θεὸ μὲ τέτοιες πράξεις καὶ μὲ τὸ νὰ μὴν κρίνει κανέναν καὶ νὰ λέει γιὰ κανέναν, ὅτι ὁ δείνα εἶναι κακὸς καὶ ἁμάρτησε. Ἀλλὰ καλλίτερο εἶναι νὰ συζητᾶμε τὰ δικά μας κακά, καὶ νὰ ἐρευνᾶμε μέσα μας τὴ δική μας πολιτεία, ἐὰν εἶναι ἀρεστὴ στὸ Θεό. Διότι, τί μᾶς μέλει ἐμᾶς, ἐὰν ὁ ἄλλος εἶναι πονηρός;

περισσότερα