Ο Κύριος ημών Ιησούς Χριστός | Ορθόδοξοι Πατέρες Our Lord Jesus Christ | Orthodox Fathers

»»»    Ἡ Διδαχὴ τῶν Δώδεκα Ἀποστόλων

Ἡ Διδαχὴ τῶν Δώδεκα Ἀποστόλων


Διδαχὴ Κυρίου διὰ τῶν δώδεκα ἀποστόλων τοῖς ἔθνεσιν.

Κείμενο τοῦ πρώτου ἢ ἀρχὲς τοῦ δευτέρου αἰώνος μ.Χ., τὸ ὁποῖο διατηρεῖ τμήματα τῶν παλαιοτέρων διασωζομένων κατηχήσεων τῆς Ἐκκλησίας.

Α'

1. Ὁδοὶ δύο εἰσί, μία τῆς ζωῆς καὶ μία τοῦ θανάτου (Ἱερ. 21,8),
διαφορὰ δὲ πολλὴ μεταξὺ τῶν δύο ὁδῶν.
2. Ἡ μὲν οὖν τῆς ζωῆς ἐστιν αὕτη·
πρῶτον ἀγαπήσεις τὸν Θεὸν τὸν ποιήσαντά σε,
δεύτερον τὸν πλησίον σου ὡς σεαυτόν (Ματθ.22, 37-39 Σοφ.Σειράχ 7,30)·
πάντα δὲ ὅσα ἐὰν θελήσῃς μὴ γίνεσθαί σοι,
καὶ σὺ ἄλλῳ μὴ ποίει (Τωβίτ 4,15).
3. Τούτων δὲ τῶν λόγων ἡ διδαχή ἐστιν αὕτη·
«εὐλογεῖτε τοὺς καταρωμένους ὑμῖν
καὶ προσεύχεσθε ὑπὲρ τῶν ἐχθρῶν ὑμῶν» (Ματθ. 5,44-46 Λουκ. 6,27-28),
νηστεύετε δὲ ὑπὲρ τῶν διωκόντων ὑμᾶς·
ποία γὰρ χάρις, ἐὰν φιλῆτε τοὺς φιλῶντας ὑμᾶς;
Οὐχὶ καὶ τὰ ἔθνη τὸ αὐτὸ ποιοῦσιν;
Ὑμεῖς δὲ φιλεῖτε τοὺς μισοῦντας ὑμᾶς (Ματθ, 5,46),
καὶ οὐχ ἕξετε ἐχθρόν.
4. Ἀπέχου τῶν σαρκικῶν καὶ σωματικῶν ἐπιθυμιῶν (Α' Πέτρ. 2,11)·
ἐὰν τίς σοι δῷ ῥάπισμα εἰς τὴν δεξιὰν σιαγόνα,
στρέψον αὐτῷ καὶ τὴν ἄλλην, καὶ ἔσῃ τέλειος·
ἐὰν ἀγγαρεύσῃ σέ τις μίλιον ἕν,
ὕπαγε μετ’ αὐτοῦ δύο·
ἐὰν ἄρῃ τις τὸ ἱμάτιόν σου,
δὸς αὐτῷ καὶ τὸν χιτῶνα·
ἐὰν λάβῃ τις ἀπὸ σοῦ τὸ σόν, μὴ ἀπαίτει (Ματθ. 5,39-41)·
οὐδὲ γὰρ δύνασαι.
5. Παντὶ τῷ αἰτοῦντί σε δίδου καὶ μὴ ἀπαίτει (Λουκ. 6,30)·
πᾶσα γὰρ θέλει δίδοσθαι ὁ Πατὴρ
ἐκ τῶν ἰδίων χαρισμάτων.
Μακάριος ὁ διδοὺς κατὰ τὴν ἐντολήν·
ἀθῷος γάρ ἐστιν.
Οὐαὶ τῷ λαμβάνοντι·
εἰ μὲν γὰρ γὰρ χρείαν ἔχων λαμβάνει τις,
ἀθῷος ἔσται·
ὁ δὲ μὴ χρείαν ἔχων δώσει δίκην,
ἱνατί ἔλαβε καὶ εἰς τί·
ἐν συνοχῇ δὲ γενόμενος ἐξετασθήσεται περὶ ὧν ἔπραξε, καὶ οὐκ ἐξελεύσεται ἐκεῖθεν,
μέχρις οὗ ἀποδῷ τὸν ἔσχατον κοδράντην (Ματθ. 5,26).
6. Ἀλλὰ καὶ περὶ τούτου δὲ εἴρηται·
Ἱδρωσάτω ἡ ἐλεημοσύνη σου εἰς τὰς χεῖράς σου,
μέχρις ἂν γνῷς, τίνι δῷς (Σοφ. Σειράχ 12,1).

Β'

1. Δευτέρα δὲ ἐντολὴ τῆς διδαχῆς·
2. οὐ φονεύσεις, οὐ μοιχεύσεις (Ἔξ. 20,13-15), οὐ παιδοφθορήσεις,
οὐ πορνεύσεις, οὐ κλέψεις (Ἔξ. 20,14), οὐ μαγεύσεις,
οὐ φαρμακεύσεις, οὐ φονεύσεις τέκνον ἐν φθορᾷ,
οὐδὲ γεννηθὲν ἀποκτενεῖς,
οὐκ ἐπιθυμήσεις τὰ τοῦ πλησίον.
3. Οὐκ ἐπιορκήσεις (Λευίτ. 19,12), οὐ ψευδομαρτυρήσεις (Ἔξ. 20,16),
οὐ κακολογήσεις, οὐ μνησικακήσεις.
4. Οὐκ ἔσῃ διγνώμων οὐδὲ δίγλωσσος·
παγὶς γὰρ θανάτου ἡ διγλωσσία (Παρμ. 21,6).
5. Οὐκ ἔσται ὁ λόγος σου ψευδής, οὐ κενός,
ἀλλὰ μεμεστωμένος πράξει.
6. Οὐκ ἔσῃ πλεονέκτης οὐδὲ ἅρπαξ οὐδὲ ὑποκριτὴς
οὐδὲ κακοήθης οὐδὲ ὑπερήφανος.
Οὐ λήψῃ βουλὴν πονηρὰν κατὰ τοῦ πλησίον σου.
7. Οὐ μισήσεις πάντα ἄνθρωπον,
ἀλλὰ οὓς μὲν ἐλέγξεις, περὶ δὲ ὧν προσεύξῃ,
οὓς δὲ ἀγαπήσεις ὑπὲρ τὴν ψυχήν σου.

Γ'

1. Τέκνον μου, φεῦγε ἀπὸ παντὸς πονηροῦ
καὶ ἀπὸ παντὸς ὁμοίου αὐτοῦ.
2. Μὴ γίνου ὀργίλος, ὁδηγεῖ γὰρ ἡ ὀργὴ πρὸς τὸν φόνον, μηδὲ ζηλωτὴς μηδὲ ἐπιστικὸς μηδὲ θυμικός·
ἐκ γὰρ τούτων ἁπάντων φόνοι γεννῶνται.
3. Τέκνον μου, μὴ γίνου ἐπιθυμητής,
ὁδηγεῖ γὰρ ἡ ἐπιθυμία πρὸς τὴν πορνείαν,
μηδὲ αἰσχρολόγος μηδὲ ὑψηλόφθαλμος·
ἐκ γὰρ τούτων ἁπάντων μοιχεῖαι γεννῶνται.
4. Τέκνον μου, μὴ γίνου οἰωνοσκόπος,
ἐπειδὴ ὁδηγεῖ εἰς τὴν εἰδωλολατρίαν·
μηδὲ ἐπαοιδὸς, μηδὲ μαθηματικὸς,
μηδὲ περικαθαίρων,
μηδὲ θέλε αὐτὰ βλέπειν μηδὲ ἀκουείν·
ἐκ γὰρ τούτων ἁπάντων εἰδωλολατρία γεννᾶται.
5. Τέκνον μου, μὴ γίνου ψεύστης,
ἐπειδὴ ὁδηγεῖ τὸ ψεῦσμα εἰς τὴν κλοπήν·
μηδὲ φιλάργυρος, μηδὲ κενόδοξος·
ἐκ γὰρ τούτων ἁπάντων κλοπαὶ γεννῶνται.
6. Τέκνον μου, μὴ γίνου γόγγυσος,
ἐπειδὴ ὁδηγεῖ εἰς τὴν βλασφημίαν,
μηδὲ αὐθάδης (Β' Πέτρ. 2,10) μηδὲ πονηρόφρων·
ἐκ γὰρ τούτων ἁπάντων βλασφημίαι γεννῶνται.
7. Ἴσθι δὲ πραΰς,
ἐπεὶ οἱ πραεῖς κληρονομήσουσι τὴν γῆν (Ματθ. 5,4).
8. Γίνου μακρόθυμος καὶ ἐλεήμων καὶ ἄκακος
καὶ ἡσύχιος καὶ ἀγαθὸς
καὶ τρέμων τοὺς λόγους διὰ παντός, οὓς ἤκουσας (Ἠσ. 66,2).
9. Οὐχ ὑψώσεις σεαυτὸν οὐδὲ δώσεις τῇ ψυχῇ σου θράσος.
Οὐ κολληθήσεται ἡ ψυχή σου μετὰ ὑψηλῶν,
ἀλλὰ μετὰ δικαίων καὶ ταπεινῶν ἀναστραφήσῃ.
10. Τὰ συμβαίνοντά σοι ἐνεργήματα ὡς ἀγαθὰ προσδέξῃ, εἰδὼς ὅτι ἄτερ Θεοῦ οὐδὲν γίνεται (Ματθ. 10,29).

Δ'

1. Τέκνον μου, τοῦ λαλοῦντός σοι
τὸν λόγον τοῦ Θεοῦ μνησθήσῃ νυκτὸς καὶ ἡμέρας (Ἑβρ. 13,7-21),
τιμήσεις δὲ αὐτὸν ὡς Kύριον (Πρβλ Ματθ. 10,40)·
ὅθεν γὰρ ἡ κυριότης λαλεῖται, ἐκεῖ Κύριός ἐστιν.
2. Ἐκζητήσεις δὲ καθ’ ἡμέραν τὰ πρόσωπα τῶν ἁγίων,
ἵνα ἐπαναπαῇς τοῖς λόγοις αὐτῶν.
3. Οὐ ποθήσεις σχίσμα, εἰρηνεύσεις δὲ μαχομένους·
κρινεῖς δικαίως,
οὐ λήψῃ πρόσωπον ἐλέγξαι ἐπὶ παραπτώμασιν (Δευτ. 1,17).
4. Οὐ διψυχήσεις, πότερον ἔσται ἢ οὔ.
5. Μὴ γίνου πρὸς μὲν τὸ λαβεῖν ἐκτείνων τὰς χεῖρας,
πρὸς δὲ τὸ δοῦναι συσπῶν (Σοφ. Σειράχ 4,31).
6. Ἐὰν ἔχῃς διὰ τῶν χειρῶν σου,
δὸς εἰς λύτρωσιν ἁμαρτιῶν σου.
7. Οὐ διστάσεις δοῦναι οὐδὲ διδοὺς γογγύσεις·
γνώσῃ γάρ, τίς ἐστιν ὁ τοῦ μισθοῦ καλὸς ἀνταποδότης.
8. Οὐκ ἀποστραφήσῃ τὸν ἐνδεόμενον (Σοφ. Σειράχ 4,5),
συγκοινωνήσεις δὲ πάντα τῷ ἀδελφῷ σου
καὶ οὐκ ἐρεῖς ἴδια εἶναι·
εἰ γὰρ ἐν τῷ ἀθανάτῳ κοινωνοί ἐστε,
πόσῳ μᾶλλον ἐν τοῖς θνητοῖς.
9. Οὐκ ἀρεῖς τὴν χεῖρα σου ἀπὸ τοῦ υἱοῦ σου
ἢ ἀπὸ τῆς θυγατρός σου,
ἀλλὰ ἀπὸ νεότητος διδάξεις αὐτοὺς τὸν φόβον τοῦ Θεοῦ.
10. Οὐκ ἐπιτάξεις δούλῳ σου ἢ παιδίσκῃ,
τοῖς ἐπὶ τὸν αὐτὸν Θεὸν ἐλπίζουσιν, ἐν πικρίᾳ σου,
μήποτε οὐ μὴ φοβηθήσονται τὸν ἐπ’ ἀμφοτέροις Θεόν·
οὐ γὰρ ἔρχεται κατὰ πρόσωπον καλέσαι,
ἀλλ’ ἐφ’ οὓς τὸ πνεῦμα ἡτοίμασεν.
11. Ὑμεῖς δὲ οἱ δοῦλοι ὑποταγήσεσθε τοῖς κυρίοις ὑμῶν ὡς τύπῳ Θεοῦ ἐν αἰσχύνῃ καὶ φόβῳ (Ἐφεσ. 6,5).
12. Μισήσεις πᾶσαν ὑπόκρισιν καὶ πᾶν ὃ μὴ ἀρεστὸν τῷ Κυρίῳ.
13. Οὐ μὴ ἐγκαταλίπῃς ἐντολὰς Κυρίου,
φυλάξεις δὲ ἃ παρέλαβες,
μήτε προστιθεὶς μήτε ἀφαιρῶν.
14. Ἐν ἐκκλησίᾳ ἐξομολογήσῃ τὰ παραπτώματά σου (Ἰακ. 5,16),
καὶ οὐ προσελεύσῃ ἐπὶ προσευχήν σου ἐν συνειδήσει πονηρᾷ.
Αὕτη ἐστὶν ἡ ὁδὸς τῆς ζωῆς.

Ε'

1. Ἡ δὲ τοῦ θανάτου ὁδός ἐστιν αὕτη·
πρῶτον πάντων πονηρά ἐστι καὶ κατάρας μεστή·
φόνοι, μοιχεῖαι, ἐπιθυμίαι, προνεῖαι, κλοπαί,
εἰδωλολατρίαι, μαγεῖαι, φαρμακίαι, ἁρπαγαί,
ψευδομαρτυρίαι, ὑποκρίσεις, διπλοκαρδία,
δόλος, ὑπερηφανία, κακία, αὐθάδεια,
πλεονεξία, αἰσχρολογία, ζηλοτυπία, θρασύτης,
ὕψος, ἀλαζονεία, ἀφοβία Θεοῦ.
2. Διῶκται ἀγαθῶν, μισοῦντες ἀλήθειαν,
ἀγαπῶντες ψεῦδος, οὐ γινώσκοντες μισθὸν δικαιοσύνης,
οὐ κολλώμενοι ἀγαθῷ οὐδὲ κρίσει δικαίᾳ, ἀγρυπνοῦντες οὐκ εἰς τὸ ἀγαθόν,
ἀλλ’ εἰς τὸ πονηρόν·
ὧν μακρὰν πραΰτης καὶ ὑπομονή,
μάταια ἀγαπῶντες, διώκοντες ἀνταπόδομα,
οὐκ ἐλεοῦντες πτωχόν,
οὐ πονοῦντες ἐπὶ καταπονουμένῳ,
οὐ γινώσκοντες τὸν ποιήσαντα αὐτούς,
φονεῖς τέκνων, φθορεῖς πλάσματος Θεοῦ,
ἀποστρεφόμενοι τὸν ἐνδεόμενον,
καταπονοῦντες τὸν θλιβόμενον,
πλουσίων παράκλητοι,
πενήτων ἄνομοι κριταί, πανθαμάρτητοι.
Ῥυσθείητε, τέκνα, ἀπὸ τούτων ἁπάντων.

ΣΤ'

1. Ὅρα, μὴ τίς σε πλανήσῃ ἀπὸ ταύτης τῆς ὁδοῦ τῆς διδαχῆς, ἐπεὶ παρεκτὸς Θεοῦ σε διδάσκει.
2. Εἰ μὲν γὰρ δύνασαι βαστάσαι ὅλον τὸν ζυγὸν τοῦ Κυρίου, τέλειος ἔσῃ (Ματθ. 11,29-30)·
εἰ δ’ οὐ δύνασαι, ὃ δύνῃ, τοῦτο ποίει.
3. Περὶ δὲ τῆς βρώσεως, ὃ δύνασαι βάστασον·
ἀπὸ δὲ τοῦ εἰδωλοθύτου λίαν πρόσεχε·
λατρεία γάρ ἐστι θεῶν νεκρῶν.

Ζ'

1. Περὶ δὲ τοῦ βαπτίσματος, οὕτω βαπτίσατε·
ταῦτα πάντα προειπόντες,
βαπτίσατε εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος ἐν ὕδατι ζῶντι (Πρβλ Ἰω. 10,11).
2. Ἐὰν δὲ μὴ ἔχῃς ὕδωρ ζῶν,
εἰς ἄλλο ὕδωρ βάπτισον·
εἰ δ’ οὐ δύνασαι ἐν ψυχρῷ, ἐν θερμῷ.
3. Ἐὰν δὲ ἀμφότερα μὴ ἔχῃς,
ἔκχεον εἰς τὴν κεφαλὴν τρὶς ὕδωρ εἰς ὄνομα Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος.
4. Πρὸ δὲ τοῦ βαπτίσματος προνηστευσάτω
ὁ βαπτίζων καὶ ὁ βαπτιζόμενος
καὶ εἴ τινες ἄλλοι δύναται·
κελεύεις δὲ νηστεῦσαι τὸν βαπτιζόμενον
πρὸ μιᾶς ἢ δύο.

Η'

1. Αἱ δὲ νηστεῖαι ὑμῶν μὴ ἔστωσαν μετὰ τῶν ὑποκριτῶν.
Νηστεύουσι γὰρ δευτέρα σαββάτων καὶ πέμπτῃ·
ὑμεῖς δὲ νηστεύσατε τετράδα καὶ παρασκευήν.
2. Μηδὲ προσεύχεσθε ὡς οἱ ὑποκριταί (Ματθ. 6,5),
ἀλλ’ ὡς ἐκέλευσεν ὁ Κύριος ἐν τῷ εὐαγγελίῳ Αὐτοῦ,
οὕτως προσεύχεσθε·
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς,
ἁγιασθήτω τὸ ὄνομά Σου,
ἐλθέτω ἡ βασιλεία Σου,
γενηθήτω τὸ θέλημά Σου ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς·
τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον,
καὶ ἄφες ἡμῖν τὴν ὀφειλὴν ἡμῶν ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν,
καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν,
ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ·
ὅτι Σοῦ ἐστιν ἡ δύναμις καὶ ἡ δόξα εἰς τοὺς αἰῶνας (Ματθ. 6,19-23).
3. Τρὶς τῆς ἡμέρας οὕτω προσεύχεσθε (Δανιήλ 6,10).

Θ'

1. Περὶ δὲ τῆς εὐχαριστίας, οὕτως εὐχαριστήσατε·
2. πρῶτον περὶ τοῦ ποτηρίου·
Εὐχαριστοῦμεν Σοι, Πάτερ ἡμῶν,
ὑπὲρ τῆς ἁγίας ἀμπέλου Δαυὶδ τοῦ παιδός Σου (Ψαλμ. 17,11  Λουκ. 1,69)· ἧς ἐγνώρισας ἡμῖν διὰ Ἰησοῦ τοῦ Παιδός Σου·
Σοὶ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.
3. Περὶ δὲ τοῦ κλάσματος·
Εὐχαριστοῦμέν Σοι, Πάτερ ἡμῶν,
ὑπὲρ τῆς ζωῆς καὶ γνώσεως,
ἧς ἐγνώρισας ἡμῖν διὰ Ἰησοῦ τοῦ Παιδός Σου.
Σοὶ ἡ δόξα εἰς τοὺς αἰῶνας.
4. Ὥσπερ ἦν τοῦτο τὸ κλάσμα διεσκορπισμένον ἐπάνω τῶν ὀρέων καὶ συναχθὲν ἐγένετο ἕν (Ἰωάν. 11,52),
οὕτω συναχθήτω Σου ἡ ἐκκλησία
ἀπὸ τῶν περάτων τῆς γῆς εἰς τὴν Σὴν βασιλείαν.
Ὅτι Σοῦ ἐστιν ἡ δόξα καὶ ἡ δύναμις εἰς τοὺς αἰῶνας. Ἀμήν.
5. Μηδεὶς δὲ φαγέτω μηδὲ πιέτω ἀπὸ τῆς εὐχαριστίας ὑμῶν, ἀλλ’ οἱ βαπτισθέντες εἰς ὄνομα Κυρίου·
καὶ γὰρ περὶ τούτου εἴρηκεν ὁ Κύριος·
Μὴ δῶτε τὸ ἅγιον τοῖς κυσί (Ματθ. 7,6).

Ι'

1. Μετὰ δὲ τὸ ἐμπλησθῆναι οὗτως εὐχαριστήσατε·
2. Εὐχαριστοῦμέν Σοι, Πάτερ ἅγιε (Ἰωάν. 17,11),
ὑπὲρ τοῦ ἁγίου ὀνόματός Σου (Ἰωάν. 17,26),
οὗ κατεσκήνωσας ἐν ταῖς καρδίαις ἡμῶν,
καὶ ὑπὲρ τῆς γνώσεως καὶ πίστεως καὶ ἀθανασίας,
ἧς ἐγνώρισας ἡμῖν διὰ Ἰησοῦ τοῦ Παιδός Σου·
Σοὶ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.
3. Σύ, Δέσποτα Παντοκράτορ,
ἔκτισας τὰ πάντα ἕνεκεν τοῦ ὀνόματός Σου,
τροφήν τε καὶ ποτὸν ἔδωκας
τοῖς ἀνθρώποις εἰς ἀπόλαυσιν,
ἵνα Σοι εὐχαριστήσωσιν, ἡμῖν δὲ ἐχαρίσω πνευματικὴν τροφὴν καὶ ποτὸν
καὶ ζωὴν αἰώνιον διὰ Ἰησοῦ τοῦ Παιδός Σου.
4. Πρὸ πάντων εὐχαριστοῦμέν Σοι, ὅτι δυνατὸς εἷ (Πρβλ Ἀποκαλ. 11,17)·
Σοὶ ἡ δόξα εἰς τοὺς αἰῶνας.
5. Μνήσθητι, Κύριε, τῆς ἐκκλησίας Σου,
τοῦ ῥύσασθαι αὐτὴν ἀπὸ παντὸς πονηροῦ καὶ τελειῶσαι αὐτὴν ἐν τῇ ἀγάπῃ Σου (Α' Ἰωάν. 2,5),
καὶ σύναξον αὐτὴν ἀπὸ τῶν τεσσάρων ἀνέμων (Ματθ. 24,31),
τὴν ἁγιασθεῖσαν, εἰς τὴν Σὴν βασιλείαν,
ἣν ἡτοίμασας αὐτῇ·
ὅτι Σοῦ ἐστιν ἡ δύναμις καὶ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.
6. Ἐλθέτω χάρις καὶ παρελθέτω ὁ κόσμος οὗτος.
Ὡσαννὰ τῷ οἴκω Δαυίδ (Ματθ. 21,9).
Εἴ τις ἅγιός ἐστιν, ἐρχέσθω·
εἴ τις οὐκ ἔστι, μετανοείτω·
Μαρὰν ἀθά (ἀραμαϊκά=Έρχου Κύριε). Ἀμήν .
7.
Τοῖς δὲ προφήταις ἐπιτρέπετε εὐχαριστεῖν, ὅσα θέλουσιν.

ΙΑ'

1. Ὃς ἂν οὖν ἐλθὼν διδάξῃ ὑμᾶς ταῦτα πάντα τὰ προειρημένα, δέξασθε αὐτόν·
2.  ἐὰν δὲ αὐτὸς ὁ διδάσκων στραφεὶς διδάσκῃ ἄλλας διδαχὰς εἰς τὸ καταλῦσαι, μὴ αὐτοῦ ἀκούσητε (Β' Ἰωάν. 10)·
εἰς δὲ τὸ προσθεῖναι δικαιοσύνην καὶ γνῶσιν Κυρίου,
δέξασθε αὐτὸν ὡς κύριον.
3. Περὶ δὲ τὼν ἀποστόλων καὶ προφητῶν,
κατὰ τὰ δόγμα τοῦ εὐαγγελίου, οὕτως ποιήσατε (Ματθ. 10,5-12).
4. Πᾶς δὲ ἀπόστολος ἐρχόμενος πρὸς ὑμᾶς
δεχθήτω ὡς κύριος·
5. οὐ μενεῖ δὲ εἰ μὴ ἡμέραν μίαν·
ἐὰν δὲ ᾖ χρεία, καὶ τὴν ἄλλην·
τρεῖς δὲ ἐὰν μείνῃ, ψευδοπροφήτης ἐστίν.
6. Ἐξερχόμενος δὲ ὁ ἀπόστολος μηδὲν λαμβανέτω
εἰ μὴ ἄρτον, ἕως οὗ αὐλισθῇ (Ματθ. 10,9-10)·
ἐὰν δὲ ἀργύριον αἰτῇ, ψευδοπροφήτης ἐστί.
7. Καὶ πάντα προφήτην λαλοῦντα ἐν πνεύματι
οὐ πειράσετε οὐδὲ διακρινεῖτε·
πᾶσα γὰρ ἁμαρτία ἀφεθήσεται (Βλ. Ματθ. 12,31),
αὕτη δὲ ἡ ἁμαρτία οὐκ ἀφεθήσεται.
8. Οὐ πᾶς δὲ ὁ λαλῶν ἐν πνεύματι προφήτης ἐστίν,
ἀλλ’ ἐὰν ἔχῃ τοὺς τρόπους Κυρίου.
Ἀπὸ οὖν τῶν τρόπων γνωσθήσεται
ὁ ψευδοπροφήτης καὶ ὁ προφήτης (Ματθ. 7,16).
9. Καὶ πᾶς προφήτης ὁρίζων τράπεζαν ἐν πνεύματι
οὐ φάγεται ἀπ’ αὐτῆς,
εἰ δὲ μήγε, ψευδοπροφήτης ἐστίν.
10. Πᾶς δὲ προφήτης διδάσκων τὴν ἀλήθειαν,
εἰ ἃ διδάσκει οὐ ποιεῖ, ψευδοπροφήτης ἐστί.
11. Πᾶς δὲ προφήτης δεδοκιμασμένος ἀληθινός,
ποιῶν εἰς μυστήριον κοσμικὸν ἐκκλησίας,
μὴ διδάσκων δὲ ποιεῖν, ὅσα αὐτὸς ποιεῖ,
οὐ κριθήσεται ἐφ’ ὑμῶν·
μετὰ Θεοῦ γὰρ ἔχει τὴν κρίσιν·
ὡσαύτως γὰρ ἐποίησαν καὶ οἱ ἀρχαῖοι προφῆται.
12. Ὃς δ’ ἂν εἴπῃ ἐν πνεύματι·
δός μοι ἀργύρια ἢ ἕτερά τινα, οὐκ ἀκούσεσθε αὐτοῦ·
ἐὰν δὲ περὶ ἄλλων ὑστερούντων εἴπῃ δοῦναι,
μηδεὶς αὐτὸν κρινέτω.

ΙΒ'

1. Πᾶς δὲ ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου (Ματθ. 21,9) δεχθήτω ·
ἔπειτα δὲ δοκιμάσαντες αὐτὸν γνώσεσθε,
σύνεσιν γὰρ ἕχετε δεξιὰν καὶ ἀριστεράν.
2. Εἰ μὲν παρόδιός ἐστιν ὁ ἐρχόμενος,
βοηθεῖτε αὐτῷ, ὅσον δύνασθε·
οὐ μενεῖ δὲ πρὸς ὑμᾶς εἰ μὴ δύο ἢ τρεῖς ἡμέρας,
ἐὰν ἀνάγκη.
3. Εἰ δὲ θέλει πρὸς ὑμᾶς καθῆσθαι, τεχνίτης ὤν, ἐργαζέσθω καὶ φαγέτω (Β' Θεσ. 3,10).
4. Εἰ δὲ οὐκ ἔχει τέχνην,
κατὰ τὴν σύνεσιν ὑμῶν προνοήσατε,
πῶς μὴ ἀργὸς μεθ’ ὑμῶν ζήσεται Χριστιανός.
5. Εἰ δ’ οὐ θέλει οὕτω ποιεῖν, χριστέμπορός ἐστι (Α' Τιμ. 6,5)·
προσέχετε ἀπὸ τῶν τοιούτων.

ΙΓ'

1. Πᾶς δὲ προφήτης ἀληθινὸς θέλων καθῆσθαι πρὸς ὑμᾶς ἄξιός ἐστι τῆς τροφῆς αὐτοῦ.
2. Ὡσαύτως διδάσκαλος ἀληθινός ἐστιν ἄξιος
καὶ αὐτὸς ὥσπερ ὁ ἐργάτης τῆς τροφῆς αὐτοῦ.
3. Πᾶσαν οὖν ἀπαρχὴν γεννημάτων ληνοῦ καὶ ἅλωνος, βοῶν τε καὶ προβάτων λαβὼν δώσεις
τοῖς προφήταις· (Ἔξ. 22,29Δευτ. 18, 3-4)
αὐτοὶ γάρ εἰσιν οἱ ἀρχιερεῖς ὑμῶν.
4. Ἐὰν δὲ μὴ ἔχητε προφήτην, δότε τοῖς πτωχοῖς.
5. Ἐὰν σιτίαν ποιῇς,
τὴν ἀπαρχὴν λαβὼν δὸς κατὰ τὴν ἐντολήν.
6. Ὡσαύτως κεράμιον οἴνου ἢ ἐλαίου ἀνοίξας,
τὴν ἀπαρχὴν λαβὼν δὸς τοῖς προφήταις·
7. ἀργυρίου δὲ καὶ ἱματισμοῦ καὶ παντὸς κτήματος λαβὼν τὴν ἀπαρχήν, ὡς ἂν σοι δόξῃ,
δὸς κατὰ τὴν ἐντολήν (Ἀρ. 15,20-21).

ΙΔ'

1. Καθ’ ἠμέραν δὲ Κυρίου συναχθέντες κλάσατε ἄρτον καὶ εὐχαριστήσατε, προεξομολογησάμενοι τὰ παραπτώματα ὑμῶν, ὅπως καθαρὰ ἡ θυσία ὑμῶν .
2. Πᾶς δὲ ἔχων τὴν ἀμφιβολίαν μετὰ τοῦ ἑταίρου αὐτοῦ μὴ συνελθέτω ὑμῖν,
ἕως οὗ διαλλαγῶσιν (Ματθ. 5,23-24),
ἵνα μὴ κοινωθῇ ἡ θυσία ὑμῶν.
3. Αὕτη γάρ ἐστιν ἡ ῥηθεῖσα ὑπὸ Κυρίου·
Ἐν παντὶ τόπῳ καὶ χρόνῳ προσφέρειν Mοι θυσίαν καθαράν.
Ὅτι Βασιλεὺς μέγας εἰμί, λέγει Κύριος,
καὶ τὸ ὄνομά Μου θαυμαστὸν ἐν τοῖς ἔθνεσι (Μαλ. 1,11).

ΙΕ'

1. Χειροτονήσατε οὖν ἑαυτοῖς ἐπισκόπους
καὶ διακόνους ἀξίους τοῦ Κυρίου,
ἄνδρας πραεῖς καὶ ἀφιλαργύρους (Α΄ Τιμ. 3,3.8)
καὶ ἀληθεῖς καὶ δεδοκιμασμένους·
ὑμῖν γὰρ λειτουργοῦσι καὶ αὐτοὶ τὴν λειτουργίαν
τῶν προφητῶν καὶ διδασκάλων.
2. Μὴ οὖν ὐπερίδητε αὐτούς·
αὐτοὶ γὰρ εἰσιν οἱ τετιμημένοι ὑμῶν
μετὰ τῶν προφητῶν καὶ διδασκάλων.
3. Ἐλέγχετε δὲ ἀλλήλους μὴ ἐν ὀργῇ,
ἀλλ’ ἐν εἰρήνῃ ὡς ἔχετε ἐν τῷ εὐαγγελίῳ· (Ματθ. 5,22-26. 18,15)
καὶ παντὶ ἀστοχοῦντι κατὰ τοῦ ἑτέρου μηδεὶς λαλείτω, μηδὲ παρ’ ὑμῶν ἀκουέτω,
ἕως οὗ μετανοήσῃ.
4. Τὰς δὲ εὐχὰς ὑμῶν καὶ τὰς ἐλεημοσύνας
καὶ πάσας τὰς πράξεις οὕτως ποιήσατε,
ὡς ἔχετε ἐν τῷ εὐαγγελίῳ τοῦ Κυρίου ἡμῶν.

ΙΣΤ'

1. Γρηγορεῖτε ὑπὲρ τῆς ζωῆς ὑμῶν·
οἱ λύχνοι ὑμῶν μὴ σβεσθήτωσαν,
καὶ αἱ ὀσφύες ὑμῶν μὴ ἐκλυέσθωσαν,
ἀλλὰ γίνεσθε ἕτοιμοι·
οὐ γὰρ οἴδατε τὴν ὥραν,
ἐν ὁ Κύριος ἡμῶν ἔρχεται (Ματθ. 24, 42-44. Λουκ. 12,35).
2. Πυκνῶς δὲ συναχθήσεσθε
ζητοῦντες τὰ ἀνήκοντα ταῖς ψυχαῖς ὑμῶν·
οὐ γὰρ ὠφελήσει ὑμᾶς
ὁ πᾶς χρόνος τῆς πίστεως ὑμῶν,
ἐὰν μὴ ἐν τῷ ἐσχάτῳ καιρῷ τελειωθῆτε.
3. Ἐν γὰρ ταῖς ἐσχάταις ἡμέραις
πληθυνθήσονται οἱ ψευδοπροφῆται καὶ οἱ φθορεῖς,
καὶ στραφήσονται τὰ πρόβατα εἰς λύκους, (Ματθ. 7,15)
καὶ ἡ ἀγάπη στραφήσεται εἰς μῖσος· (Ματθ. 24,12)
4. αὐξανούσης γὰρ τῆς ἀνομίας μισήσουσιν ἀλλήλους καὶ διώξουσι καὶ παραδώσουσι (Ματθ. 24, 8-9),
καὶ τότε φανήσεται ὁ κοσμοπλανὴς (Ἀποκ. 12,9) ὡς υἱὸς θεοῦ (Β΄ Θεσ. 2,4),
καὶ ποιήσει σημεῖα καὶ τέρατα (Ματθ. 24,24),
καὶ ἡ γῆ παραδοθήσεται εἰς χεῖρας αὐτοῦ,
καὶ ποιήσει ἀθέμιτα, ἃ οὐδέποτε γέγονεν ἐξ αἰῶνος.
5. Τότε ἥξει ἡ κτίσις τῶν ἀνθρώπων
εἰς τὴν πύρωσιν τῆς δοκιμασίας,
καὶ σκανδαλισθήσονται πολλοὶ καὶ ἀπολοῦνται,
οἱ δὲ ὑπομείναντες ἐν τῇ πίστει αὐτῶν σωθήσονται (Ματθ. 24,10-13) ὑπ’ αὐτοῦ τοῦ καταθέματος.
6. Καὶ τότε φανήσεται τὰ σημεῖα τῆς ἀληθείας·
πρῶτον σημεῖον ἐκπετάσεως ἐν οὐρανῷ,
εἶτα σημεῖον φωνῆς σάλπιγγος (Ματθ. 24,31),
καὶ τὸ τρίτον ἀνάστασις νεκρῶν.
7. Οὐ πάντων δέ, ἀλλ’ ὡς ἐρρέθη·
Ἥξει ὁ Κύριος καὶ πάντες οἱ ἅγιοι μετ’ Aὐτοῦ (Ζαχ. 14,5).
8. Τότε ὄψεται ὁ κόσμος τὸν Κύριον ἐρχόμενον ἐπάνω τῶν νεφελῶν τοῦ οὐρανοῦ (Ματθ. 24,30).

No votes yet


Η Θεία Λειτουργία

Η Θεία Λειτουργία στα Αραβικά -

خدمة القداس الإلهي عربي

Πειραϊκὴ Ἐκκλησία

Ακούστε (((ο)))
Πειραϊκή Εκκλησία 912fm

You are missing some Flash content that should appear here! Perhaps your browser cannot display it, or maybe it did not initialize correctly.

Ὅλα ἀρχίζουν ἐδῶ

Κάθε λογισμὸς καὶ κάθε αἴσθηση ὁδηγοῦν σταδιακὰ τὴν ψυχὴ εἴτε πρὸς τὸν παράδεισο εἴτε πρὸς τὴν κόλαση.

Ἄν ὁ λογισμὸς εἶναι ἔλλογος, τότε συνδέει τὸν ἄνθρωπο μὲ τὸν Θεὸ Λόγο, μὲ τὸν ὕψιστο Λογισμό, μὲ τὴν Παναξία, πρᾶγμα ποὺ εἶναι ἤδη ὁ παράδεισος.

παράδεισος

Ἐάν πάλι εἶναι ἄλογος ὁ λογισμὸς ἤ καὶ παράλογος, τότε συνδέει ἀναπόφευκτα τὸν ἄνθρωπο μὲ τὸν Παράλογο, τὸν Ἀνόητο, μὲ τὸν διάβολο, πρᾶγμα ποὺ εἶναι ἤδη ἡ κόλαση.

Ὅσα ἰσχύουν γιὰ τὸν λογισμὸ, ἰσχύουν καὶ γιὰ τις αἰσθήσεις. Ὅλα ἀρχίζουν ἐδῶ, ἀπὸ τὴν γῆ: καὶ ὁ παράδεισος μὰ καὶ ἡ κόλαση τοῦ ἀνθρώπου.

Ἰουστῖνος Πόποβιτς

Ιωάννου Χρυσοστόμου

Ἐγὼ πατὴρ, ἐγὼ ἀδελφὸς, ἐγὼ νυμφίος, ἐγὼ οἰκία, ἐγὼ τροφὴ, ἐγὼ ἱμάτιον, ἐγὼ ῥίζα, ἐγὼ θεμέλιος, πᾶν ὅπερ ἂν θέλῃς ἐγώ· μηδενὸς ἐν χρείᾳ καταστῇς. Ἐγὼ καὶ δουλεύσω· ἦλθον γὰρ διακονῆσαι, οὐ διακονηθῆναι. Ἐγὼ καὶ φίλος, καὶ μέλος, καὶ κεφαλὴ, καὶ ἀδελφὸς, καὶ ἀδελφὴ, καὶ μήτηρ, πάντα ἐγώ· μόνον οἰκείως ἔχε πρὸς ἐμέ. Ἐγὼ πένης διὰ σέ· καὶ ἀλήτης διὰ σέ· ἐπὶ σταυροῦ διὰ σὲ, ἐπὶ τάφου διὰ σέ· ἄνω ὑπὲρ σοῦ ἐντυγχάνω τῷ Πατρὶ, κάτω ὑπὲρ σοῦ πρεσβευτὴς παραγέγονα παρὰ τοῦ Πατρός. Πάντα μοι σὺ, καὶ ἀδελφὸς, καὶ συγκληρονόμος, καὶ φίλος, καὶ μέλος. Τί πλέον θέλεις; τί τὸν φιλοῦντα ἀποστρέφῃ; τί τῷ κόσμῳ κάμνεις; τί εἰς πίθον ἀντλεῖς τετρημένον;  περισσότερα »»»

Η Ελλάδα και ο Υμνος της Ελευθερίας

Ελληνική σημαία - Ελλάς - Ελευθερία

You are missing some Flash content that should appear here! Perhaps your browser cannot display it, or maybe it did not initialize correctly.

Υπεραγία Παρθένος Θεοτόκος Μαρία

Κύριος διασκεδάζει βουλὰς ἐθνῶν, ἀθετεῖ δὲ λογισμοὺς λαῶν καὶ ἀθετεῖ βουλὰς ἀρχόντων· ἡ δὲ βουλὴ τοῦ Κυρίου εἰς τὸν αἰῶνα μένει, λογισμοὶ τῆς καρδίας αὐτοῦ εἰς γενεὰν καὶ γενεάν. (Ψαλ. 32, 10-11)

εἰ δέ τις τῶν ἰδίων καὶ μάλιστα τῶν οἰκείων οὐ προνοεῖ, τὴν πίστιν ἤρνηται καὶ ἔστιν ἀπίστου χείρων. (Τιμ.Α 5,8)

Ἅγιος Ἀντώνιος ὁ Μέγας

Οἱ ἄνθρωποι καταχρηστικά λέγονται λογικοί. Δεν εἶναι λογικοὶ ὅσοι ἔμαθαν ἀπλῶς τὰ λόγια καὶ τὰ βιβλία τῶν ἀρχαίων σοφῶν, ἀλλ' ὅσοι ἔχουν τὴ λογικὴ ψυχὴ καὶ μποροῦν νὰ διακρίνουν ποιὸ εἶναι τὸ καλὸ καἰ ποιὸ τὸ κακό καὶ ἀποφεύγουν τὰ πονηρὰ καὶ βλαβερὰ στὴν ψυχή, τὰ δὲ ἀγαθὰ καὶ ψυχωφελῆ, τὰ ἀποκτοῦν πρόθυμα μὲ τὴ μελέτη καὶ τὰ ἐφαρμόζουν μὲ πολλὴ εὐχαριστία πρὸς τὸν Θεό. Αὐτοὶ μόνοι πρέπει νὰ λέγονται ἀληθινὰ λογικοὶ ἄνθρωποι.

St Antony the Great

Ἐφ᾿ ὅσον ἐννοεῖς τὰ περὶ Θεοῦ, νὰ εἶσαι εὐσεβής, χωρὶς φθόνο, ἀγαθός, σώφρων, πράος, χαριστικὸς κατὰ δύναμιν, κοινωνικός, ἀφιλόνεικος καὶ τὰ ὅμοια. Διότι αὐτὸ εἶναι τὸ ἀπαραβίαστο ἀπόκτημα τῆς ψυχῆς, νὰ ἀρέσει στὸ Θεὸ μὲ τέτοιες πράξεις καὶ μὲ τὸ νὰ μὴν κρίνει κανέναν καὶ νὰ λέει γιὰ κανέναν, ὅτι ὁ δείνα εἶναι κακὸς καὶ ἁμάρτησε. Ἀλλὰ καλλίτερο εἶναι νὰ συζητᾶμε τὰ δικά μας κακά, καὶ νὰ ἐρευνᾶμε μέσα μας τὴ δική μας πολιτεία, ἐὰν εἶναι ἀρεστὴ στὸ Θεό. Διότι, τί μᾶς μέλει ἐμᾶς, ἐὰν ὁ ἄλλος εἶναι πονηρός;

περισσότερα