Ο Κύριος ημών Ιησούς Χριστός | Ορθόδοξοι Πατέρες Our Lord Jesus Christ | Orthodox Fathers

»»»    Δύο λόγοι περί προσευχής του Αγ. Ιωάννου Χρυσοστόμου

Δύο λόγοι περί προσευχής του Αγ. Ιωάννου Χρυσοστόμου


ΠΕΡΙ ΠΡΟΣΕΥΧΗΣ. Λόγος αʹ.

Ἀμφοτέρων ἕνεκα προσήκει τοὺς τοῦ Θεοῦ θεράποντας μακαρίζειν καὶ θαυμάζειν·
ὅτι τὴν ἐλπίδα τῆς ἑαυτῶν σωτηρίας ἐν ταῖς ἁγίαις εἶχον εὐχαῖς, καὶ ὅτι γραφῇ φυλάξαντες τοὺς ὕμνους καὶ τὰς λατρείας, ἃς τῷ Θεῷ σὺν χαρᾷ καὶ φόβῳ προσέφερον, καὶ εἰς ἡμᾶς διέδωκαν τὸν ἑαυτῶν θησαυρὸν, ἵνα πρὸς τὸν οἰκεῖον ζῆλον πᾶν τὸ ἐπιγινόμενον ἐπισπάσασθαι δυνηθῶσιν.
∆ιαβαίνειν γὰρ προσήκει τὸν τῶν διδασκάλων ἐπὶ τοὺς ὁμιλοῦντας τρόπον, καὶ τοὺς τῶν προφητῶν ἀκροατὰς μιμητὰς προσήκει φαίνεσθαι τῆς ἐκείνων δικαιοσύνης, ἵνα πάντα τὸν χρόνον ταῖς προσευχαῖς καὶ τῇ τοῦ Θεοῦ λατρείᾳ καὶ μελέτῃ συζῶμεν, τοῦτο ζωὴν, τοῦτο ὑγίειαν καὶ πλοῦτον, τοῦτο πέρας ἀγαθῶν εἶναι νομίζοντες, τὸ προσεύχεσθαι τῷ Θεῷ μετὰ καθαρᾶς καὶ ἀδιαφθόρου ψυχῆς.
Ὥσπερ γὰρ τῷ σώματι φῶς ἥλιος, οὕτω τῇ ψυχῇ ἡ προσευχή.
Εἰ οὖν τυφλῷ ζημία τὸ μὴ ὁρᾷν τὸν ἥλιον, πόση ζημία Χριστιανῷ τὸ μὴ προσεύχεσθαι συνεχῶς καὶ διὰ τῆς εὐχῆς τὸ τοῦ Χριστοῦ φῶς εἰς τὴν ψυχὴν εἰσάγειν;
Καίτοι τίς οὐκ ἂν ἐκπλαγείη καὶ θαυμάσειε τὴν τοῦ Θεοῦ φιλανθρωπίαν, ἣν εἰς ἡμᾶς ἐπιδείκνυται, τοσαύτην τιμὴν ἀνθρώποις χαριζόμενος, ὡς καὶ προσευχῆς ἀξιῶσαι καὶ ὁμιλίας τῆς ἑαυτοῦ;
Θεῷ γὰρ ὡς ἀληθῶς λαλοῦμεν τῷ καιρῷ τῆς προσευχῆς, δι' ἧς καὶ τοῖς ἀγγέλοις συναπτόμεθα, καὶ τὴν πρὸς τὰ ἄλογα κοινωνίαν πολὺ φαινόμεθα διαφεύγοντες.
Ἀγγέλων γὰρ ἔργον ἡ προσευχὴ, ὑπεραίρουσα καὶ τὴν ἐκείνων ἀξίαν, εἴπερ κρεῖττόν ἐστι τῆς ἀγγέλων ἀξίας τὸ Θεῷ διαλέγεσθαι.
Καὶ ὅτι γε κρεῖττόν ἐστιν, αὐτοὶ διδάσκουσιν ἡμᾶς, σὺν πολλῷ μὲν φόβῳ τὰς εὐχὰς προσφέροντες, παρέχοντες δὲ ἡμῖν εἰδέναι καὶ μανθάνειν, ὅτι προσήκει τῷ Θεῷ προσιόντας σὺν χαρᾷ καὶ φόβῳ τοῦτο ποιεῖν·
φόβῳ μὲν, δεδοικότας μὴ τῆς προσευχῆς ἀνάξιοι φανῶμεν, χαρᾶς δὲ μεστοὺς γινομένους ἐπὶ τῷ μεγέθει τῆς τιμῆς, ὅτι τοσαύτης καὶ τοιαύτης προνοίας τὸ θνητὸν ἠξιώθη γένος, ὡς καὶ θείας ἀπολαύειν ὁμιλίας συνεχῶς, δι' ἧς καὶ θνητοὶ εἶναι καὶ πρόσκαιροι διαφεύγομεν, φύσει μὲν ὄντες θνητοὶ, τῇ δὲ πρὸς Θεὸν ὁμιλίᾳ πρὸς ἀθάνατον ζωὴν μεταβαίνοντες.
Ἀνάγκη γὰρ τὸν ὁμιλοῦντα Θεῷ καὶ κρείττονα γενέσθαι θανάτου καὶ πάσης διαφθορᾶς.
Καὶ ὥσπερ ἀνάγκη πᾶσα τῆς ἡλιακῆς ἀκτῖνος τὸν ἀπολαύοντα διαφεύγειν τὸ σκότος, οὕτως ἀνάγκη πᾶσα τὸν θείας ὁμιλίας ἀπολαύοντα μηκέτι εἶναι θνητόν.
Αὐτὸ γὰρ τὸ τῆς τιμῆς μέγεθος πρὸς ἀθανασίαν ἡμᾶς μεθίστησιν.
Εἰ γὰρ τοὺς βασιλεῖ διαλεγομένους, καὶ τῆς παρ' ἐκείνου τιμῆς ἀπολαύοντας, ἀμήχανον εἶναι πένητας, πολλῷ μᾶλλον ἀδύνατον τοὺς τῷ Θεῷ προσευχομένους καὶ ὁμιλοῦντας θνητὰς ἔχειν ψυχάς·
θάνατος γὰρ ψυχῆς ἀσέβεια καὶ βίος παράνομος.
Οὐκοῦν καὶ ζωὴ ψυχῆς ἡ τοῦ Θεοῦ λατρεία, καὶ βίος ὁ ταύτῃ πρέπων·
βίον δὲ ὅσιον καὶ τῇ τοῦ Θεοῦ λατρείᾳ πρέποντα προσευχὴ συνάγει, καὶ θησαυρίζει θαυμαστῶς ταῖς ἡμετέραις ψυχαῖς.
Εἴτε γὰρ παρθενίας τις ἐραστὴς, εἴτε τὴν ἐν γάμῳ σωφροσύνην τιμᾷν ἐσπουδακὼς, εἴτε κρατεῖν ὀργῆς καὶ πραότητι συζῇν, εἴτε φθόνου καθαρεύειν, εἴτε ἄλλο τι τῶν προσηκόντων ποιεῖν, προσευχῆς ἡγουμένης, καὶ προλεαινούσης τὴν τοιαύτην ὁδὸν τοῦ βίου, εὐχερῆ τε καὶ ῥᾴδιον ἕξει τὸν τῆς εὐσεβείας δρόμον.
Οὐ γὰρ ἔστιν, οὐκ ἔστι τοὺς αἰτοῦντας παρὰ τοῦ Θεοῦ σωφροσύνην, καὶ δικαιοσύνην, καὶ πραότητα, καὶ χρηστότητα, μὴ τυγχάνειν τῆς εὐχῆς.

Αἰτεῖτε γὰρ, φησὶ, καὶ δοθήσεται ὑμῖν·
ζητεῖτε, καὶ εὑρήσετε·
κρούετε, καὶ ἀνοιγήσεται ὑμῖν·
Πᾶς γὰρ ὁ αἰτῶν λαμβάνει, καὶ ὁ ζητῶν εὑρίσκει, καὶ τῷ κρούοντι ἀνοιγήσεται.
Καὶ ἀλλαχοῦ πάλιν·
Τίς ἐστι, φησὶν, ἐξ ὑμῶν, ὃν ἐὰν αἰτήσῃ ὁ υἱὸς αὐτοῦ ἄρτον, μὴ λίθον ἐπιδώσει αὐτῷ;
ἢ ἐὰν ἰχθὺν αἰτήσῃ, μὴ ὄφιν ἐπιδώσει αὐτῷ;
Εἰ οὖν ὑμεῖς, πονηροὶ ὄντες, οἴδατε δόματα ἀγαθὰ διδόναι τοῖς τέκνοις ὑμῶν, πόσῳ μᾶλλον ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος δώσει Πνεῦμα ἅγιον τοῖς αἰτοῦσιν αὐτόν;
Τοιούτοις μὲν λόγοις καὶ τοιαύταις ἐλπίσιν ἐπὶ προσευχὴν παρεκάλεσεν ἡμᾶς ὁ τῶν ὅλων Κύριος·
ἡμᾶς δὲ προσήκει τῷ Θεῷ πειθομένους ἀεὶ ζῇν ἐν ὕμνοις καὶ προσευχαῖς, ἀκριβέστερον τῆς τοῦ Θεοῦ λατρείας ἐχομένους, ἢ τῆς ἑαυτῶν ψυχῆς·
οὕτω γὰρ ἡμῖν ὑπάρξειε ζῇν ἀεὶ τὴν πρέπουσαν ἀνθρώποις ζωήν.
Ὅστις γὰρ οὐ προσεύχεται τῷ Θεῷ, οὐδὲ θείας ὁμιλίας ἀπολαύειν ἐπιθυμεῖ συνεχῶς, νεκρός ἐστι καὶ ἄψυχος, καὶ οὐ μετέχει τοῦ φρονεῖν.
Αὐτὸ γὰρ τοῦτο μέγιστον ἀφροσύνης σημεῖον, τὸ μὴ ἐπίστασθαι τὸ μέγεθος τῆς τιμῆς, μηδὲ ἐρᾷν προσευχῆς, μηδὲ θάνατον ἡγεῖσθαι ψυχῆς τὸ μὴ προσκυνεῖν τῷ Θεῷ.
Ὥσπερ γὰρ τὸ σῶμα τοῦτο τὸ ἡμέτερον, ψυχῆς μὴ παρούσης, νεκρόν ἐστι καὶ δυσῶδες·
οὕτω ψυχὴ, μὴ κινοῦσα ἑαυτὴν εἰς προσευχὴν, νεκρά ἐστι, καὶ ἀθλία, καὶ δυσώδης.
Ἀλλὰ μὴν ὅτι γε θανάτου παντὸς πικρότερον ἡγεῖσθαι προσήκει στερηθῆναι προσευχῆς, διδάσκει καλῶς ἡμᾶς ∆ανιὴλ, ὁ μέγας προφήτης, μᾶλλον δὲ ἑλόμενος ἀποθανεῖν, ἢ τρεῖς ἡμέρας μόνας στερηθῆναι προσευχῆς.
Οὐ γὰρ ἀσεβῆσαι τούτῳ προσέταξεν ὁ τῶν Περσῶν βασιλεὺς, ἀλλὰ τρεῖς ἡμέρας μόνον σκοπούμενος εὑρεῖν.
Ἄνευ γὰρ τῆς θείας ῥοπῆς οὐκ ἄν τι τῶν ἀγαθῶν εἰς τὰς ἡμετέρας ἔλθοι ψυχάς·
Θεοῦ δὲ ῥοπὴ συνεφάπτεται τῶν πόνων ἡμῖν, καὶ τούτους ἐπικουφίζει καλῶς, ἂν ἴδῃ προσευχὴν ἀγαπῶντας, καὶ συνεχῶς τοῦ Θεοῦ δεομένους, καὶ πάντα ἐκεῖθεν τὰ ἀγαθὰ καταβήσεσθαι προσδοκῶντας.
Ὅταν οὖν ἴδω τινὰ μὴ φιλοῦντα προσευχὴν, μηδὲ θερμὸν ἔρωτα ταύτης ἔχοντα καὶ σφοδρὸν, ἤδη μοι οὗτος δῆλός ἐστιν ὡς οὐδὲν γενναῖον ἐν τῇ ψυχῇ κέκτηται.
Ὅταν δὲ ἴδω τινὰ τῆς τοῦ Θεοῦ λατρείας ἀκορέστως ἐχόμενον, καὶ τὸ μὴ προσεύχεσθαι συνεχῶς ἐν ταῖς μεγίσταις ἀριθμοῦντα ζημίαις, τεκμαίρομαι τὸν τοιοῦτον πάσης ἀρετῆς ἀσκητὴν εἶναι βέβαιον, καὶ τοῦ Θεοῦ ναόν.

Εἰ γὰρ στολισμὸς ἀνδρὸς, καὶ βῆμα ποδὸς, καὶ γέλως ὀδόντων ἀναγγέλλει τὰ περὶ αὐτοῦ, κατὰ τὸν σοφὸν Σολομῶντα, πολλῷ μᾶλλον εὐχὴ καὶ ἡ λατρεία Θεοῦ σημεῖόν ἐστι δικαιοσύνης ἁπάσης, στολή τις οὖσα πνευματικὴ καὶ θεία, πολλὴν εὐμορφίαν καὶ κάλλος καταχέουσα ταῖς ἡμετέραις διανοίαις, τὸν ἑκάστου ῥυθμίζουσα βίον, οὐκ ἐῶσα φαῦλον οὐδὲν οὐδὲ ἄτοπον τῆς διανοίας κρατεῖν, αἰδεῖσθαι πείθουσα τὸν Θεὸν, καὶ τὴν παρ' αὐτοῦ τιμὴν, πᾶσαν τοῦ Πονηροῦ γοητείαν ἀποπέμπεσθαι παιδεύουσα, τοὺς αἰσχροὺς καὶ ἀτόπους ἐξελαύνουσα λογισμοὺς, ἐν ὑπεροψίᾳ τῆς ἡδονῆς καθιστῶσα τὴν ἑκάστου ψυχήν.
Αὕτη γὰρ ἡ ὑπερηφανία μόνη πρέπει τοῖς τὸν Χριστὸν σεβομένοις, τὸ μηδενὶ δουλεύειν αἰσχρῷ, ἀλλὰ τηρεῖν ἐν ἐλευθερίᾳ τὴν ψυχὴν καὶ βίῳ κεκαθαρμένῳ.
Ὅτι μὲν οὖν παντελῶς ἀμήχανον ἄνευ προσευχῆς ἀρετῇ συζῇν, καὶ μετὰ ταύτης πορεύεσθαι τὸν βίον, οἶμαι δῆλον ἅπασιν εἶναι.
Πῶς γὰρ ἄν τις ἀρετὴν ἀσκήσειε μὴ προσιὼν καὶ προσπίπτων συνεχῶς τῷ ταύτης χορηγῷ καὶ δοτῆρι;
πῶς δὲ ἄν τις ἐπιθυμήσειεν εἶναι σώφρων καὶ δίκαιος, μὴ ὁμιλῶν ἡδέως τῷ ταῦτά τε καὶ πλείω τούτων ἀπαιτοῦντι παρ' ἡμῶν;
Βούλομαι δὲ ἐπιδεῖξαι διὰ βραχέων, ὅτι κἂν ἁμαρτημάτων γέμοντας αἱ προσευχαὶ λάβωσιν ἡμᾶς, ταχέως ἀποκαθαίρουσι.
Καίτοι τί μεῖζον γένοιτ' ἂν προσευχῆς, ἢ θειότερον, ὅταν ἀλεξιφάρμακον φανῇ τι οὖσα τοῖς τὰς ψυχὰς νοσοῦσιν;
Οὐκοῦν πρῶτοι Νινευῗται φαίνονται διὰ προσευχῆς ἀναλυσάμενοι τὰς πολλὰς πρὸς Θεὸν ἁμαρτίας.
Ἅμα τε γὰρ ἔλαβεν αὐτοὺς ἡ προσευχὴ, καὶ δικαίους ἐποίησε, καὶ πόλιν εἰθισμένην ἀκολασίᾳ καὶ πονηρίᾳ καὶ παρανόμῳ βίῳ συζῇν, ἐπανώρθωσεν ὀξέως, παλαιᾶς συνηθείας μεῖζον ἰσχύσασα, τῶν οὐρανίων νόμων πλήρη πεποιηκυῖα τὴν πόλιν, συνεφελκομένη μεθ' ἑαυτῆς καὶ σωφροσύνην, καὶ φιλανθρωπίαν, καὶ πραότητα, καὶ πρόνοιαν πτωχῶν.
Οὐ γὰρ ἀνέχεται χωρὶς τούτων ἐνδιαιτᾶσθαι ψυχῇ·
ἀλλ' εἰς ἣν ἂν οἰκήσῃ διάνοιαν, πλήρη ποιεῖ δικαιοσύνης πάσης, παιδοτριβοῦσα πρὸς ἀρετὴν, καὶ κακίαν ἐξορίζουσα.
Καὶ δὴ καὶ τότε εἴ τις εἰσῆλθεν εἰς Νινευῆ τὴν πόλιν, καὶ πρότερον αὐτὴν ἀκριβῶς ἐπιστάμενος, οὐκ ἂν ἐπέγνω τὴν πόλιν·
οὕτως ἐξαίφνης ἀπὸ τοῦ φαυλοτέρου βίου πρὸς εὐσέβειαν μετεπήδησεν.
Ὥσπερ γὰρ γυναῖκα πτωχὴν, ῥάκια φοροῦσαν, μετὰ ταῦτά τις χρυσοῖς ἱματίοις κεκοσμημένην ἰδὼν, οὐκ ἂν ἐπιγνοίη τὸ γύναιον·
οὕτως ὁ τὴν πόλιν ἐκείνην εἰδὼς πτωχεύουσαν πρότερον, καὶ τῶν πνευματικῶν ἔρημον οὖσαν θησαυρῶν, ἠγνόησεν ἂν ἥτις εἴη ἡ πόλις, ἣν τοσοῦτον ἴσχυσεν εὐχὴ μεταβαλοῦσα καὶ τρόπον καὶ βίον πρὸς ἀρετὴν ἐπαναγαγεῖν.
Καὶ γυνὴ δέ τις ἐν ἀκολασίᾳ καὶ πορνείᾳ πάντα βεβιωκυῖα τὸν χρόνον, ἅμα τε προσέπεσε πρὸς τοὺς πόδας τοῦ Χριστοῦ, καὶ σωτηρίας ἔτυχεν.
Οὐ τοίνυν ἀποκαθαίρει μόνον ἁμαρτίας, ἀλλὰ καὶ κινδύνους ἀποκρούεται μεγάλους.
Ὅ γέ τοι βασιλεὺς ὁμοῦ τε καὶ προφήτης, ὁ θαυμάσιος ∆αυῒδ, τοὺς πολλοὺς καὶ χαλεποὺς πολέμους τῇ προσευχῇ διέφυγε, τοῦτο μόνον τὸ ὅπλον τῆς στρατιᾶς προβαλλόμενος, καὶ παρέχων τοῖς ἑαυτοῦ στρατιώταις καθ' ἡσυχίαν καὶ ἄδειαν ἀπολαύειν τῆς νίκης.

Οἱ μὲν οὖν ἄλλοι βασιλεῖς, ἐν τῇ τῶν στρατηγῶν ἐμπειρίᾳ καὶ τῇ τέχνῃ καὶ τοξόταις καὶ ὁπλίταις καὶ ἱππεῦσι τὴν ἐλπίδα τῆς σωτηρίας εἶχον·
ὁ δὲ μέγας ∆αυῒδ ταῖς ἁγίαις εὐχαῖς τὴν στρατιὰν ἐτείχιζεν, οὐ βλέπων εἰς ὀφρὺν στρατηγῶν καὶ ταξιάρχων καὶ ἱππάρχων, οὐδὲ χρήματα συλλέγων, οὐδὲ ὅπλα κατασκευάζων, ἀλλὰ τὴν θείαν πανοπλίαν ἐξ οὐρανοῦ καταφέρων.
Πανοπλία γὰρ ὡς ἀληθῶς οὐράνιος ἡ θεία προσευχὴ, καὶ μόνη δύναται φυλάττειν βεβαίως τοὺς δεδωκότας ἑαυτοὺς τῷ Θεῷ.
Τὴν μὲν γὰρ τῶν ὁπλιτῶν ἰσχύν τε καὶ ἐπιστήμην, καὶ τοξοτῶν ἐμπειρίαν, καὶ προδοσίαν, πολλάκις ὑποφαίνει μάταιον καὶ βλέμματα πολεμικὰ, καὶ ἀντιπάλων εὐψυχία, καὶ ἄλλα πολλὰ πρὸς τούτοις·
προσευχὴ δὲ ἄμαχον ὅπλον, καὶ ἀσφαλὲς φυλακτήριον, ὁμοίως μὲν στρατιώτην ἕνα, ὁμοίως δὲ πολλὰς ἀποκρουομένη μυριάδας·
ἐπεὶ καὶ ∆αυῒδ ὁ θαυμάσιος τὸν Γολιὰθ ἐκεῖνον, ὥσπερ δαίμονά τινα φοβερὸν ἐπερχόμενον, οὐχ ὅπλοις οὐδὲ ξίφεσιν, ἀλλ' εὐχαῖς κατήνεγκεν.
Οὕτως ἰσχυρὸν μὲν βασιλεῦσιν ἐν μάχαις ὅπλον ἡ προσευχὴ, ἰσχυρὸν δὲ καὶ ἡμῖν πρὸς δαίμονας.
Οὕτω καὶ ὁ βασιλεὺς Ἐζεκίας περιγίνεται τῷ πολέμῳ τῶν Περσῶν, στρατιὰν μὲν οὐχ ὁπλίσας, εὐχὰς δὲ μόνας ἀντιστήσας τῷ πλήθει τῶν ἀντιπάλων·
οὕτω καὶ θάνατον διέφυγε, μετὰ τῆς προσηκούσης εὐλαβείας τῷ Θεῷ προσπεσὼν, καὶ ἡ προσευχὴ μόνη δέδωκεν ἀναβιῶναι τῷ βασιλεῖ.
Καὶ μήν γε ὅτι ψυχὴν ἡμαρτηκυῖαν ἡ προσευχὴ ῥᾳδίως ἀποκαθαίρει, διδάσκει ἡμᾶς ὁ τελώνης, δεηθεὶς τοῦ Θεοῦ τυχεῖν ἀφέσεως, καὶ τυχών·
διδάσκει δὲ καὶ ὁ λεπρὸς, ἅμα τε προσπεσὼν τῷ Θεῷ, καὶ καθαρθεὶς εὐθέως.
Εἰ δὲ σῶμα διεφθαρμένον ὁ Θεὸς ὀξέως ἰάσατο, πολλῷ μᾶλλον ψυχὴν νενοσηκυῖαν θεραπεύσει φιλανθρώπως·
ὅσῳ γὰρ τιμιωτέρα τοῦ σώματος ἡ ψυχὴ, τοσούτῳ μᾶλλον εἰκὸς περὶ ταύτην πλείονα σπουδὴν ἐπιδείκνυσθαι τὸν Θεόν.
Καὶ μυρία ἄν τις ἔχοι λέγειν καὶ παλαιὰ καὶ καινὰ, εἰ πάντας ἐξαριθμεῖσθαι βούλοιτο τοὺς διὰ προσευχῆς σεσωσμένους.
Ἴσως δέ τις τῶν ῥᾳθυμοτέρων καὶ οὐκ ἐθελόντων ἐπιμελῶς προσεύχεσθαι καὶ σπουδαίως, ἐκεῖνα τὰ ῥήματα φήσειεν ἂν εἰρηκέναι τὸν Θεὸν, ὡς Οὐ πᾶς ὁ λέγων μοι, Κύριε, Κύριε, εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, ἀλλ' ὁ ποιῶν τὸ θέλημα τοῦ Πατρός μου, τοῦ ἐν οὐρανοῖς·
ἐγὼ δὲ εἰ μόνην ἐξαρκεῖν πρὸς τὴν ἡμετέραν σωτηρίαν τὴν προσευχὴν ἐνόμιζον, εἰκότως ἄν τις τούτοις ἐκέχρητο τοῖς λόγοις·
ἐπεὶ δὲ κεφάλαιον εἶναι ἀγαθῶν τὴν προσευχήν φημι, καὶ κρηπῖδα καὶ ῥίζαν τοῦ λυσιτελοῦντος βίου, μηδεὶς ἐπὶ προφάσει ῥᾳθυμίας ἐκείνοις κεχρήσθω τοῖς λόγοις.
Οὐδὲ γὰρ σωφροσύνη μόνη δύναται σώζειν ἄνευ τῶν ἄλλων ἀγαθῶν, οὐδὲ πρόνοια πτωχῶν, οὐδὲ χρηστότης, οὐδὲ ἄλλο τι τῶν σπουδαίων, ἀλλὰ δεῖ πάντα συνδραμεῖν εἰς τὰς ἡμετέρας ψυχάς·
προσευχὴ δὲ ὥσπερ ῥίζα καὶ κρηπὶς ὑπόκειται.
Καὶ ὥσπερ πλοῖον καὶ οἰκίαν τὰ κάτωθεν ἰσχυρὰ ποιεῖ καὶ συνέχει, οὕτω τὸν ἡμετέρον βίον αἱ προσευχαὶ συγκρατοῦσιν·
ἄνευ δὲ ταύτης οὐδὲν ἂν ἡμῖν ἀγαθὸν, οὐδὲ σωτήριον γένοιτο.
∆ιὰ τοῦτο ὁ Παῦλος ἔγκειται συνεχῶς ἡμῖν διακελευόμενος, καὶ λέγων·
Τῇ προσευχῆ προσκαρτερεῖτε, γρηγοροῦντες ἐν αὐτῇ, ἐν εὐχαριστίᾳ·
καὶ ἀλλαχοῦ, Ἀδιαλείπτως προσεύχεσθε, φησὶν, ἐν παντὶ εὐχαριστοῦντες·
τοῦτο γάρ ἐστι θέλημα Θεοῦ·
καὶ ἑτέρωθι πάλιν, Προσεύχεσθε ἐν παντὶ καιρῷ ἐν πνεύματι, εἰς αὐτὸ ἀγρυπνοῦντες, ἐν πάσῃ προσκαρτερήσει καὶ δεήσει.
Οὕτω πολλαῖς καὶ θείαις φωναῖς ἐπὶ προσευχὴν ἡμᾶς καλεῖ συνεχῶς ὁ τῶν ἀποστόλων ἡγεμών.
Προσήκει τοίνυν ὑπ' ἐκείνου παιδευομένους, μετὰ προσευχῆς πορεύεσθαι τὸν βίον, καὶ ταύτῃ συνεχῶς τὴν διάνοιαν ἄρδειν·
χρῄζομεν γὰρ οἱ πάντες ἄνθρωποι ταύτης οὐχ ἧττον, ἢ τὰ δένδρα τῶν ὑδάτων.
Οὔτε γὰρ ἐκεῖνα δύνανται ἐκφέρειν τοὺς καρποὺς, μὴ πίνοντα διὰ τῶν ῥιζῶν, οὔτε ἡμεῖς τοῖς πολυτιμήτοις καρποῖς τῆς εὐσεβείας δυνησόμεθα βρύειν, μὴ ταῖς προσευχαῖς ἀρδόμενοι.

∆ι' ὅπερ χρὴ καὶ τῆς κλίνης ἀπανισταμένους φθάνειν ἀεὶ τὸν ἥλιον τῇ τοῦ Θεοῦ λατρείᾳ, καὶ τραπέζης ἁπτομένους, καὶ καθεύδειν μέλλοντας·
μᾶλλον δὲ καὶ καθ' ἑκάστην ὥραν μίαν προσευχὴν τῷ Θεῷ προσφέροντας, ἴσον τῇ ἡμέρᾳ δρόμον τρέχοντας·
ἐν δέ γε τῇ τοῦ χειμῶνος ὥρᾳ, καὶ τῆς νυκτὸς τὸ πλεῖστον μέρος εἰς προσευχὰς ἀναλίσκοντας, καὶ τὰ γόνατα κάμπτοντας σὺν πολλῷ τῷ φόβῳ τῇ δεήσει προσέχοντας, μακαρίζοντας ἑαυτοὺς ἐπὶ τῇ τοῦ Θεοῦ λατρείᾳ.
Εἰπέ μοι πῶς ὄψει τὸν ἥλιον, μὴ προσκυνήσας τὸν πέμποντα τοῖς σοῖς ὀφθαλμοῖς γλυκύτατον φῶς;
πῶς ἀπολαύσεις τραπέζης, μὴ προσκυνήσας τὸν τοσούτων ἀγαθῶν δοτῆρα καὶ χορηγόν;
μετὰ ποίας ἐλπίδος ἐπὶ τὸν τῆς νυκτὸς ἥξεις καιρόν;
ποίοις προσδοκᾷς ὀνείρασιν ὁμιλῆσαι, μὴ τειχίσας σαυτὸν προσευχαῖς, ἀλλ' ἀφύλακτος ἐπὶ τὸν ὕπνον ἐλθών;
Εὐκαταφρόνητος καὶ εὐάλωτος τοῖς πονηροτάτοις δαίμοσιν ἔσῃ, οἳ περιέρχονται συνεχῶς καιροφυλακτοῦντες ἡμᾶς, τίνα λαβόντες γυμνὸν προσευχῆς ἀναρπάσαιεν ὀξέως.
Ἂν μὲν οὖν ἴδωσιν ἡμᾶς πεφραγμένους ταῖς προσευχαῖς, ἀποπηδῶσιν εὐθέως, ὥσπερ λῃσταὶ καὶ κακοῦργοι, πρὸς τῇ κεφαλῇ τοῦ στρατιώτου ξίφος ὁρῶντες κρεμάμενον.
Ἂν δ' ἄρα συμβῇ τινα γυμνὸν εἶναι προσευχῆς, οὗτος ἀνάρπαστος ὑπὸ τῶν δαιμόνων φέρεται, εἰς ἁμαρτίας ὠθούμενος καὶ συμφορὰς καὶ κακά.
Ταῦτα δεῖ πάντα φοβουμένους ἡμᾶς, προσευχαῖς καὶ ὕμνοις ἀεὶ τειχίζειν ἑαυτοὺς, ἵνα πάντας ὁ Θεὸς ἐλεήσας, ἀξίους ἀπεργάσηται τῆς τῶν οὐρανῶν βασιλείας, διὰ τοῦ μονογενοῦς αὐτοῦ Υἱοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.


ΠΕΡΙ ΠΡΟΣΕΥΧΗΣ Λόγος βʹ.

Ὅτι μὲν παντὸς ἀγαθοῦ κεφάλαιόν ἐστιν ἡ προσευχὴ, καὶ σωτηρίας καὶ ζωῆς αἰωνίου πρόξενος, ἀγνοεῖ τῶν ἁπάντων οὐδείς·
ἀναγκαῖον δὲ ὅμως τὰ κατὰ δύναμιν λέγειν περὶ τοῦ πράγματος, ἵνα τοὺς μὲν εἰωθότας ζῇν ἐν προσευχαῖς, καὶ τῇ λατρείᾳ τοῦ Θεοῦ προσέχειν ἐπιμελῶς, σπουδαιοτέρους ὁ λόγος ἀπεργάσηται·
οἱ δὲ ῥᾳθυμότερον βεβιωκότες, καὶ προσευχῆς ἔρημον τὴν ψυχὴν ἀφέντες, τήν τε τοῦ παρελθόντος χρόνου ζημίαν μάθωσιν, καὶ μὴ προσαποστερήσωσιν ἑαυτοὺς τῆς σωτηρίας τὸ λειπόμενον τοῦ βίου μέρος.
Εὐθὺς τοίνυν ἐκεῖνο μέγιστον περὶ προσευχῆς εἰπεῖν ἔχομεν, ὅτι πᾶς προσευχόμενος τῷ Θεῷ διαλέγεται·
ὅσον δέ ἐστιν ἄνθρωπον ὄντα τῷ Θεῷ λαλεῖν, ἀγνοεῖ μὲν οὐδείς·
παραστῆσαι δὲ λόγῳ τὴν τιμὴν οὐκ ἄν τις δυνηθείη.
Αὕτη γὰρ ἡ τιμὴ καὶ τὴν τῶν ἀγγέλων ὑπεραίρει μεγαλοπρέπειαν·
ὃ καλῶς ἐκεῖνοι ἐπιστάμενοι, πάντες φαίνονταί που παρὰ τοῖς προφήταις σὺν πολλῷ τῷ φόβῳ τοὺς ὕμνους καὶ τὰς λατρείας τῷ ∆εσπότῃ προσάγοντες, καλύπτοντες μὲν καὶ τὰ πρόσωπα καὶ τοὺς πόδας ὑπὸ πολλῆς εὐλαβείας, τῇ δὲ πτήσει καὶ τῷ μὴ δύνασθαι μένειν ἐν ἡσυχίᾳ τὸν πολὺν ἐνδεικνύμενοι φόβον·
παιδεύοντες, οἶμαι, καὶ ἡμᾶς ἐπιλανθάνεσθαι μὲν τῆς ἀνθρωπίνης φύσεως ἐν καιρῷ προσευχῆς, τῇ δὲ προθυμίᾳ καὶ τῷ φόβῳ συνεχομένους, μηδὲν τῶν παρόντων ὁρᾷν, ἀλλ' ἐν μέσῳ τῶν ἀγγέλων ἑστάναι νομίζειν, καὶ τὴν αὐτὴν ἐκείνοις λατρείαν ἐπιτελεῖν.

Τὰ μὲν γὰρ ἄλλα πάντα πολὺ κεχωρισμένα, τά τε ἐκείνων λέγω καὶ τὰ ἡμέτερα, καὶ φύσις, καὶ δίαιτα, καὶ σοφία, καὶ σύνεσις, καὶ πᾶν, ὅ τι ἂν εἴπῃ τις·
προσευχῆς δὲ κοινὸν ἔργον ἀγγέλων ὁμοῦ καὶ ἀνθρώπων·
καὶ οὐκ ἔστι μέσον οὐδὲν ἑκατέρας φύσεως, τά γε εἰς προσευχήν.
Αὕτη σε χωρίζει τῶν ἀλόγων, αὕτη συνάπτει τοῖς ἀγγέλοις·
ταχέως δέ τις εἰς τὴν ἐκείνων μεταστήσεται πολιτείαν, καὶ βίον, καὶ δίαιταν, καὶ τιμὴν, καὶ εὐγένειαν, καὶ σοφίαν, καὶ σύνεσιν, πάντα τὸν βίον ἐν προσευχαῖς καὶ τῇ τοῦ Θεοῦ λατρείᾳ σπουδάζων ἐσχολακέναι.
Τί γὰρ ἂν ὁσιώτερον γένοιτο τῶν ὁμιλούντων Θεῷ;
τί δὲ δικαιότερον;
τί δὲ κοσμιώτερον;
τί δὲ σοφώτερον;
Εἰ γὰρ οἱ σοφοῖς ἀνδράσι λαλοῦντες, ὑπὸ τῆς συνεχοῦς ὁμιλίας εἰς ὁμοιότητα τῆς ἐκείνων φρονήσεως καθίστανται ταχέως, τί προσήκει λέγειν περὶ τῶν λαλούντων Θεῷ καὶ προσευχομένων;
Ὅσης μὲν σοφίας, ὅσης δὲ ἀρετῆς, καὶ συνέσεως, καὶ καλοκαγαθίας, καὶ σωφροσύνης καὶ τρόπων ἐπιεικείας ἀναπίμπλησιν αὐτοὺς ἡ προσευχὴ καὶ ἡ δέησις!
Ὥστε οὐκ ἄν τις ἁμάρτοι, πάσης ἀρετῆς καὶ δικαιοσύνης ἀφορμὴν εἶναι τὴν προσευχὴν ἀποφαινόμενος, καὶ μηδὲν δύνασθαι τῶν συντελούντων εἰς εὐσέβειαν εἰσελθεῖν εἰς ψυχὴν προσευχῆς καὶ δεήσεως ἔρημον·
ἀλλ' ὥσπερ ἀτείχιστος πόλις ῥᾳδίως ἂν ὑπὸ τοῖς πολεμίοις γένοιτο, κατὰ πολλὴν τοῦ κωλύσοντος ἐρημίαν·
οὕτω δὴ καὶ ψυχὴν μὴ τετειχισμένην προσευχαῖς ῥᾳδίως ὁ διάβολος ὑφ' ἑαυτὸν ποιεῖται, καὶ πάσης ἁμαρτίας εὐχερῶς ἀναπίμπλησι.
Πρῶτον μὲν γὰρ ὅταν ἴδῃ ψυχὴν πεφραγμένην προσευχαῖς, οὐ τολμᾷ γενέσθαι πλησίον, δεδοικὼς τὴν ἰσχὺν καὶ τὴν δύναμιν, ἣν αἱ προσευχαὶ παρέχουσι, μᾶλλον τρέφουσαι τὴν ψυχὴν, ἢ τὰ σώματα σῖτος·
ἔπειτα οἱ προσευχόμενοι σπουδαίως, οὐχ ὑπομένουσιν οὐδὲν παθεῖν τῆς προσευχῆς ἀνάξιον, ἀλλ' αἰσχυνόμενοι τὸν Θεὸν, ᾧ διελέχθησαν ἄρτι, πᾶσαν ἀπωθοῦνται ταχέως τοῦ Πονηροῦ μηχανὴν, ἐνθυμούμενοι παρ' ἑαυτοῖς, ὅσον ἐστὶ κακὸν, ἄρτι τῷ Θεῷ λαλήσαντα, καὶ δεηθέντα περὶ σωφροσύνης καὶ ὁσιότητος, εὐθὺς ἐπὶ τὸν διάβολον μεταστῆναι, καὶ παραδέξασθαι τῇ ψυχῇ τὰς αἰσχρὰς ἡδονὰς, καὶ δοῦναι τῷ διαβόλῳ πάροδον ἐπὶ τὴν διάνοιαν, ἣν ἄρτι Θεὸς ἐπεσκέψατο, καὶ συγχωρῆσαι τοῖς δαίμοσιν ἐμβατεύειν εἰς ψυχὰς, ἐν αἷς ἡ τοῦ Πνεύματος χάρις πολλὴν ἐπεδείξατο φιλανθρωπίαν καὶ πρόνοιαν.
Καὶ ὅπως, ἄκουσον·
Ἀμήχανον ἀνθρώπῳ δυνηθῆναι θείαν ἐνεγκεῖν ὁμιλίαν ἄνευ τῆς ἐνεργείας τοῦ Πνεύματος, ἀλλὰ δεῖ ταύτης παρούσης καὶ συνεφαπτομένης τῶν ἁγίων ἀγώνων, οὕτως εἰσελθεῖν, καὶ κάμψαι γόνατα, καὶ δεηθῆναι, καὶ προσεύξασθαι.
Ἐπειδὴ γὰρ κρεῖττον ἢ κατὰ ἄνθρωπον λαλῆσαι Θεῷ, δεῖ τὴν χάριν τοῦ Πνεύματος ἐλθοῦσαν εἰς ἡμᾶς ἐπιῤῥῶσαι, καὶ θαῤῥῦναι, καὶ διδάξαι τῆς τιμῆς τὸ μέγεθος.
Ὅταν οὖν μάθῃς ὅτι καὶ Θεῷ λαλεῖς, καὶ Πνεύματος ἐνέργειαν ἐδέξω, διαλέγεσθαι μέλλων, οὐδεμίαν δώσεις τῷ διαβόλῳ πάροδον ἐπὶ τὴν ψυχὴν τὴν ἡγιασμένην ὑπὸ τοῦ Πνεύματος.
Ὥσπερ γὰρ οἱ βασιλεῖ διαλεχθέντες, καὶ λόγων ἡμέρων καὶ τιμῆς ἀπολαύσαντες, οὐκ ἀξιοῦσιν ἐλθεῖν εἰς ὁμιλίαν τῶν προσαιτῶν καὶ ἀπεῤῥιμμένων·
οὕτως ὁ Θεῷ λαλήσας καὶ προσευξάμενος, οὐκ ἂν ἀξιώσειε τοῦ πονηροῦ καὶ ἀσεβοῦς ὁμιλίαν παραδέξασθαι.
Καὶ γὰρ ὡς ἀληθῶς ὁ δουλεύων ἡδοναῖς, δαίμοσιν ὁμιλεῖ, καὶ τὴν ἐκείνων μανίαν ἐζήλωσεν·
ὥσπερ ὁ σωφρονῶν, καὶ δικαιοσύνην ἀσκῶν ἀγγέλοις συνδιαιτᾶται, καὶ τὴν ἐκείνων ζηλοῖ μεγαλοπρέπειαν.
∆οκεῖ δέ μοί τις ἂν εἰπὼν, ὅτι νεῦρα τῆς ψυχῆς εἰσιν αἱ προσευχαὶ, τἀληθὲς εἰπεῖν.
Ὥσπερ γὰρ, οἶμαι, τὸ σῶμα διὰ τῶν νεύρων συνέχεται, καὶ τρέχει, καὶ ἵσταται, καὶ ζῇ, καὶ πέπηγεν·
ἂν δὲ ταῦτά τις ἐκτέμῃ, πᾶσαν τὴν ἁρμονίαν διαλύει τοῦ σώματος·
οὕτως αἱ ψυχαὶ διὰ τῶν ἁγίων προσευχῶν ἁρμόζονται, καὶ συνεστήκασι, καὶ τὸν δρόμον τῆς εὐσεβείας τρέχουσιν εὐχερῶς.

Ἂν δὲ τῆς προσευχῆς ἀποστερήσῃς σαυτὸν, ταυτὸν ποιήσεις, ὥσπερ ἂν εἰ τὸν ἰχθὺν ἐκ τοῦ ὕδατος ἐξήγαγες·
ὥσπερ γὰρ ἐκείνῳ ζωὴ τὸ ὕδωρ, οὕτω σοὶ προσευχή.
∆ιὰ ταύτης ἔστιν, ὥσπερ δι' ὕδατος, ἀναπτῆναι, καὶ τοὺς οὐρανοὺς ὑπερβῆναι, καὶ τοῦ Θεοῦ γενέσθαι πλησίον.
Ἱκανὰ μὲν οὖν καὶ τὰ ῥηθέντα, δεῖξαι τὴν ἰσχὺν τῆς ἁγίας προσευχῆς·
βέλτιον δὲ ἴσως ἐπὶ τὰς θείας ἐλθόντα Γραφὰς, ἐκ τῶν ἀποφάσεων τοῦ Χριστοῦ μαθεῖν τὸν πλοῦτον, ὃν αἱ προσευχαὶ θησαυρίζουσι τοῖς βουλομένοις ἐν αὐταῖς πάντα τὸν βίον σχολάζειν.
Ἔλεγε δὲ, φησὶ, καὶ παραβολὴν αὐτοῖς, πρὸς τὸ δεῖν πάντοτε προσεύχεσθαι.
Κριτής τις ἦν ἔν τινι πόλει, τὸν Θεὸν μὴ φοβούμενος, καὶ ἄνθρωπον μὴ ἐντρεπόμενος.
Χήρα δὲ ἦν ἐν τῇ πόλει ἐκείνῃ, καὶ ἤρχετο πρὸς αὐτὸν λέγουσα·
Ἐκδίκησόν με ἀπὸ τοῦ ἀντιδίκου μου·
καὶ οὐκ ἤθελεν ἐπὶ χρόνον.
Μετὰ δὲ ταῦτα εἶπεν ἐν ἑαυτῷ·
Εἰ καὶ τὸν Θεὸν οὐ φοβοῦμαι, καὶ ἄνθρωπον οὐκ ἐντρέπομαι, διά γε τὸ παρέχειν μοι κόπον τὴν χήραν ταύτην, ἐκδικήσω αὐτὴν, ἵνα μὴ εἰς τέλος ἐρχομένη ὑπωπιάζῃ με.
Εἶπε δὲ ὁ Κύριος·
Ἀκούσατε τί ὁ κριτὴς τῆς ἀδικίας λέγει.
Ὁ δὲ Θεὸς οὐ μὴ ποιήσῃ τὴν ἐκδίκησιν τῶν ἐκλεκτῶν αὐτοῦ, τῶν βοώντων πρὸς αὐτὸν ἡμέρας καὶ νυκτὸς, καὶ μακροθυμεῖ ἐπ' αὐτοῖς;
Λέγω ὑμῖν, ὅτι ποιήσει τὴν ἐκδίκησιν αὐτῶν ἐν τάχει.
Μάθωμεν, ἀδελφοὶ, τὴν κεκρυμμένην σοφίαν ἐν τοῖς λόγοις τοῦ Πνεύματος, διερευνώμενοι κατὰ δύναμιν ἡμετέραν, οὐχ ὅση ἐστὶν, ἀλλὰ ὅσον ἡμῖν ἐφικτόν.
Οἱ μὲν ἐν τῇ θαλάττῃ ποιούμενοι τὸν βίον, ἐπ' αὐτὸν κατιόντες τὸν βυθὸν, τοὺς πολυτιμήτους λίθους τοῖς ἐν τῇ γῇ κομίζουσιν·
ἡμεῖς δὲ τὸ πέλαγος τῶν θείων Γραφῶν ἱστορήσαντες, εἰς αὐτὸν τὸν βυθὸν τῆς πνευματικῆς σοφίας, ὅσον οἷόν τε καταδράμωμεν, ἵνα κομίσωμεν ὑμῖν θησαυρὸν ἀγαθὸν κοσμοῦντα τὰς ψυχὰς βέλτιον, ἣ τὰς κεφαλὰς τῶν βασιλέων οἱ λιθοκόλλητοι στέφανοι.
Τὸ μὲν γὰρ ἐκείνων κάλλος τῷ βίῳ τούτῳ συναπαρτίζεται·
ὁ δὲ τοῖς λόγοις τοῦ Πνεύματος στεφανῶν τὴν ψυχὴν, καὶ νῦν μετὰ ἀσφαλείας πάσης διαπερᾷ τὸν χρόνον, καὶ μετὰ τὴν τοῦ βίου τελευτὴν, θαῤῥῶν προσέρχεται τῷ βήματι τοῦ Χριστοῦ, γέμων ἀρετῆς, καὶ καθαρεύων πάσης κακίας.
Τίνα οὖν ὑμῖν θησαυρὸν ἐκ τοῦ βυθοῦ τῶν Γραφῶν κομίζομεν, οὐκ αὐτοῦ τοῦ βάθους ἁπτόμενοι τῆς σοφίας, ἀλλὰ τοσοῦτον κατιόντες, ὅσον ἐγχωρεῖ;
Ἐπὶ τὴν προσευχὴν ἄγων τοὺς ἀνθρώπους ὁ Χριστὸς, καὶ τὴν ἀπὸ ταύτης ὠφέλειαν παραστῆσαι βουλόμενος ταῖς ἡμετέραις ψυχαῖς, κριτὴν εἰσάγει πονηρόν τινα καὶ σκαιὸν, πᾶσαν αἰδῶ τῶν ὀφθαλμῶν ἀποῤῥίψαντα, καὶ τὸν τοῦ Θεοῦ φόβον ἐκ τῆς ψυχῆς ἐξελάσαντα.
Καίτοι γε ἤρκει δικαίου καὶ ἐλεήμονος ὑποθέσθαι πρόσωπον, καὶ παρεξετάσαντα τὴν ἐκείνου δικαιοσύνην τῇ φιλανθρωπίᾳ τοῦ Θεοῦ, δεῖξαι τὴν ἰσχὺν τῆς δεήσεως.
Εἰ γὰρ ἄνθρωπος χρηστὸς καὶ πρᾶος ἡμέρως δέχεται τοὺς ἱκετηρίαν προσάγοντας, πόσῳ μᾶλλον ὁ Θεὸς, οὗ τὸ μέγεθος τῆς φιλανθρωπίας οὐ μόνον τὴν ἡμετέραν ὑπερβαίνει διάνοιαν, ἀλλὰ καὶ τοὺς ἀγγέλους αὐτούς;
Ἤρκει μὲν οὖν, ὅπερ ἔφην, δικαίου πρόσωπον ὑποθέσθαι κριτοῦ·
νῦν δὲ ὠμὸν καὶ ἀσεβῆ καὶ μισάνθρωπον εἰσάγει κριτὴν, ἐπὶ μὲν τῶν ἄλλων ἀνήμερον, ἐπὶ δὲ τῶν δεομένων χρηστὸν καὶ πρᾶον, ἵνα μάθῃς, ὅτι πᾶσα δέησις καὶ φύσιν πονηρὰν εἰς οἶκτον καὶ ἔλεον ἐπισπᾶται ῥᾳδίως.
Τίνος οὖν ἕνεκα τοῦτο πεποίηκεν ὁ Χριστός;
Ἵνα μηδεὶς ἀγνοῇ τῶν ἁπάντων τῆς προσευχῆς τὴν ἰσχύν.
∆ιὰ τοῦτο τῷ πονηροτάτῳ πάντων παραστήσας τὴν χήραν, καὶ δείξας αὐτὸν παρὰ φύσιν φιλάνθρωπον, ἀπὸ τοῦ πονηροῦ πρὸς τὸν ἑαυτοῦ Πατέρα μετέστησε τὸν λόγον, τὸν ἀγαθὸν, τὸν πρᾶον, τὸν ἥμερον, τὸν φιλάνθρωπον, ὑπερβαίνοντα ἀνομίας, συγχωροῦντα ἁμαρτίας πολλὰς, βλασφημούμενον καθ' ἑκάστην ἡμέραν, καὶ φέροντα, ἀνεχόμενον ὁρᾷν τιμὴν εἰς δαίμονας, ὕβριν εἰς αὐτὸν, εἰς τὸν Υἱὸν βλασφημίας;
ῥητὰ καὶ ἄῤῥητα μυρία δεινά·
εἶτα βλασφημούμενος μὲν οὕτω πράως ἀνέχεται, ἐὰν δὲ ἴδῃ μετὰ τοῦ προσήκοντος φόβου προσπίπτοντας ἡμᾶς, οὐκ ἐλεήσει ταχέως;
Ἀκούσατε, φησὶ, τί ὁ κριτὴς τῆς ἀδικίας λέγει·
Εἰ καὶ τὸν Θεὸν οὐ φοβοῦμαι, καὶ ἄνθρωπον οὐκ ἐντρέπομαι, διά γε τὸ παρέχειν μοι κόπους, ἐκδικήσω αὐτήν.
Τί λέγεις;
ὅπερ οὐκ ἴσχυσε φόβος, τοῦτο δέησις ἴσχυσε;
Καὶ ἀπειλὴ μὲν, καὶ τιμωρίας ἐλπὶς οὐ προσήγαγε τῷ δικαίῳ τὸν ἄνθρωπον·
μεθ' ἱκετηρίας δὲ φανεῖσα χήρα, τὸν ἄγριον ἡμέρωσε.
Τί οὖν εἰκάζειν προσήκει περὶ τοῦ φιλανθρώπου Θεοῦ, εἰ τὸν ὠμὸν οὕτω πρᾶον πεποίηκεν ἡ χήρα προσπίπτουσα;
πόσην χρηστότητα, πόσην φιλανθρωπίαν ἐφ' ἡμῶν ὁ Θεὸς ἐπιδείξεται, ὁ μόνον ἐλεεῖν ἐθέλων ἀεὶ, κολάζειν δὲ οὐδεπώποτε, ὁ καὶ τὰς τιμωρίας διὰ πολλὴν φιλανθρωπίαν ἀπειλήσας ἡμῖν, καὶ μεγάλας ἑτοιμάσας τιμὰς, ἵνα καὶ φόβος καὶ τιμῆς ἐλπὶς, ἡ μὲν ἐπεγείρῃ πρὸς ἀρετὴν, ὁ δὲ κωλύσῃ πονηρευμάτων!
Οὐ δύναμαι τοῦ κριτοῦ τῆς ἀδικίας ἀποστῆσαι τὴν διάνοιαν, θεωρῶν ἐν τῇ ἐκείνου παρὰ φύσιν πραότητι τὴν ἀμύθητον τοῦ Θεοῦ φιλανθρωπίαν.
Εἰ γὰρ ὁ μηδέποτε μηδὲν χρηστὸν ἐπιδείξασθαι βουληθεὶς, ἄφνω μεταθέμενος, τὴν δεομένην ἠλέησε, πόσην ἡμῖν ἐξ οὐρανοῦ κηδεμονίαν οἱ προσευχαὶ κομίσουσι;
Γνοίη δ' ἄν τις τὴν ἰσχὺν καὶ τὴν δύναμιν τῶν ἁγίων προσευχῶν, σκοπῶν καὶ θεωρῶν ὅσων ἀγαθῶν καθ' ἑκάστην ἡμέραν καὶ ὥραν ἀπολαύουσιν οἱ πάντοτε τῷ Θεῷ προσπίπτοντες.
Τίς γὰρ οὐκ οἶδεν, ὅτι καὶ τοῦ ἡλίου τὸ φῶς, καὶ τῶν ἀστέρων, καὶ τῆς σελήνης, καὶ ἀέρων εὐκρασίαν, καὶ τροφὰς παντοίας, καὶ πλοῦτον, καὶ βίον, καὶ μυρία ἀγαθὰ πᾶσιν ἀνθρώποις ὁμοίως ὁ Θεὸς χαρίζεται, καὶ δικαίοις καὶ ἀσεβέσι, διὰ τὴν πολλὴν αὐτοῦ φιλανθρωπίαν, ᾗ κέχρηται πρὸς ἡμᾶς;
Εἰ δὲ τοὺς μὴ δεομένους, μηδὲ αἰτοῦντας, οὕτως ἐλεεῖ καθ' ἡμέραν καὶ ἀναπαύει, πόσων εἰκὸς ἀγαθῶν ἀπολαύσεσθαι τοὺς ἐν εὐχαῖς καὶ δεήσεσι πάντα τὸν βίον ἐσχολακότας;
Φέρε δὴ καὶ ὅσοις τῶν δικαίων ὑπῆρξε διὰ προσευχῶν σῶσαι καὶ ἔθνη, καὶ πόλεις, καὶ τὴν οἰκουμένην ἅπασαν, εἴπωμεν πρὸς ὑμᾶς.
Ἐν δὲ μνήμῃ προσευχῆς Παῦλος πρῶτος ἄξιος μνήμης, Παῦλος ὁ τῆς τοῦ Θεοῦ λατρείας ἀκόρεστος, ὁ κοινὸς πατὴρ, καὶ πρόγονος τῶν δούλων τοῦ Χριστοῦ.
Ἐκεῖνος τοίνυν ὁ φύλαξ τῆς οἰκουμένης, διὰ προσευχῆς, καὶ τῆς συνεχοῦς δεήσεως πάντα τὰ ἔθνη διέσωσε, λέγων ἀεὶ πρὸς ἡμᾶς·
Τούτου χάριν κάμπτω τὰ γόνατά μου πρὸς τὸν Πατέρα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἐξ οὗ πᾶσα πατριὰ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς ὀνομάζεται·
ἵνα δῴη ὑμῖν κατὰ τὸν πλοῦτον τῆς χάριτος αὐτοῦ, δυνάμει κραταιωθῆναι διὰ τοῦ Πνεύματος αὐτοῦ, εἰς τὸν ἔσω ἄνθρωπον, κατοικῆσαι τὸν Χριστὸν διὰ πίστεως ἐν ταῖς καρδίαις ὑμῶν.
Ὁρᾷς, ὅσον ἰσχύει προσευχὴ καὶ δέησις;
Ναοὺς Χριστοῦ τοὺς ἀνθρώπους ἐργάζεται·
καὶ ὥσπερ χρυσὸς, καὶ λίθοι πολυτίμητοι, καὶ μάρμαρα ποιοῦσι τοὺς οἴκους τῶν βασιλέων·
οὕτω προσευχὴ ναοὺς τοῦ Χριστοῦ.
Κατοικῆσαι, φησὶ, τὸν Χριστὸν ἐν ταῖς καρδίαις ὑμῶν.
Τί μεῖζον ἂν γένοιτο προσευχῆς ἐγκώμιον, ἢ ὅτι ναοὺς ἀπεργάζεται Θεοῦ;
Ὃν οὐ χωροῦσιν οὐρανοὶ, οὗτος εἰς ψυχὴν εἰσέρχεται ζῶσαν ἐν προσευχαῖς.
Ὁ οὐρανός μοι θρόνος, φησὶν, ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου.
Ποῖον οἶκον οἰκοδομήσετέ μοι;
λέγει Κύριος·
ἢ τίς τόπος τῆς καταπαύσεώς μου;
Ἀλλ' ὅμως οἶκον ὁ Παῦλος οἰκοδομεῖ διὰ τῶν ἁγίων εὐχῶν.
Κάμπτω, φησὶ, τὰ γόνατά μου πρὸς τὸν Πατέρα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἵνα κατοικήσῃ ὁ Χριστὸς διὰ τῆς πίστεως ἐν ταῖς καρδίαις ὑμῶν.
Καὶ μὴν κἀκεῖθεν ἴδοι τις ἂν τὴν δύναμιν τῶν ἁγίων εὐχῶν, ὅτι Παῦλος ὁ διὰ πάσης τῆς οἰκουμένης ὥσπερ ὑπόπτερος τρέχων, καὶ δεσμωτήριον οἰκῶν, καὶ μάστιγας ὑπομένων, καὶ φορῶν ἅλυσιν, καὶ ζῶν ἐν αἵματι καὶ κινδύνοις, καὶ δαίμονας ἐλαύνων, καὶ νεκροὺς ἐγείρων, καὶ παύων ἀῤῥωστήματα, οὐδενὶ τούτων ἐθάῤῥησεν εἰς σωτηρίαν τῶν ἀνθρώπων, ἀλλὰ ταῖς προσευχαῖς ἐτείχισε τὴν γῆν, καὶ μετὰ τὰ σημεῖα καὶ τὴν τῶν νεκρῶν ἀνάστασιν, ἐπὶ τὰς προσευχὰς ἔτρεχεν, ὥσπερ τις ἀθλητὴς ἐπὶ παλαίστραν ἀπὸ στεφάνου.
Καὶ γὰρ καὶ τῆς ἀναστάσεως τῶν νεκρῶν καὶ τῶν ἄλλων ἁπάντων ἡ προσευχὴ χορηγός·
καὶ εἰκότως·
ἣν γὰρ ἐπὶ τῶν δένδρων ἰσχὺν ἔχει τὰ ὕδατα, ταύτην ἐπὶ τοῦ βίου τῶν ἁγίων αἱ προσευχαί.
Ἐν τῇ νυκτὶ ταύτῃ ἄρδων τὴν ψυχὴν ὁ Παῦλος, πάντα ὑπέμενεν εὐχερῶς τὰ δεινὰ, παρέχων τὰ νῶτα ταῖς πληγαῖς ὥσπερ ἀνδριάς.
Οὕτως ἐν Μακεδονίᾳ τὸ δεσμωτήριον ἔσεισεν·
οὕτω τὰ δεσμὰ διέῤῥηξεν ὥσπερ λέων ταῖς προσευχαῖς·
οὕτω τὸν τοῦ δεσμωτηρίου φύλακα τῆς πλάνης ἐξήρπασεν·
οὕτω τὴν τυραννίδα τῶν δαιμόνων κατέλυσε.
Καὶ μὴν κἀκεῖνά γε ἴσμεν, ἃ γράφει πρὸς πάντας ἀνθρώπους·
Τῇ προσευχῇ προσκαρτερεῖτε, γρηγοροῦντες ἐν αὐτῇ, ἐν εὐχαριστίᾳ, προσευχόμενοι ἅμα καὶ περὶ ἐμοῦ, ἵνα μοι δοθῇ λόγος ἐν ἀνοίξει τοῦ στόματός μου ἐν παῤῥησίᾳ, λαλῆσαι τὸ μυστήριον τοῦ Εὐαγγελίου.
Τί λέγεις;
τοσαύτην ἡμῖν παῤῥησίαν αἱ προσευχαὶ διδόασιν, ὡς ὑπὲρ Παύλου τολμᾷν τὸν Θεὸν ἱκετεύειν;
τίς τολμᾷ στρατιώτης ὑπὲρ τοῦ μεγάλου στρατηγοῦ τὸν βασιλέα παρακαλεῖν;
Καίτοι γε οὐδεὶς οὕτω στρατηγὸς τῷ βασιλεῖ φίλος, ὡς Παῦλος τῷ Θεῷ·
ἀλλ' ὅμως εἰς τοσαύτην ἄγουσιν ἡμᾶς αἱ προσευχαὶ τιμὴν, ὡς ὑπὲρ Παύλου τολμᾷν τὸν Θεὸν ἱκετεύειν.
Οὕτω καὶ Πέτρος ὁ μέγας, ὁ τοῦ οὐρανοῦ λαμπρότερος, τὸ δεσμωτήριον διέφυγε, μάλιστα μὲν διὰ τὴν οἰκείαν ἀρετὴν, καὶ τὴν κοινὴν τῶν ἀνθρώπων σωτηρίαν, ἔπειτα μέντοι καὶ ἡ προσευχὴ τῆς Ἐκκλησίας κεκλεισμένας τοῦ δεσμωτηρίου τὰς θύρας ταχέως ἀνέῳξεν.
Οὐ γὰρ εἰκῆ προσέγραψεν ὁ Λουκᾶς, ὅτι Προσευχὴ δὲ ἦν ἐκτενὴς ὅλης τῆς Ἐκκλησίας ὑπὲρ τοῦ Πέτρου, ἀλλ' ἵνα μάθωμεν ἡμεῖς, ὅσην ἰσχὺν ἐν οὐρανοῖς αἱ προσευχαὶ κέκτηνται, ὡς Παῦλον καὶ Πέτρον κινδύνων ἀπαλλάττειν, τοὺς στύλους τῆς Ἐκκλησίας, τοὺς κορυφαίους τῶν ἀποστόλων, τοὺς περιβοήτους ἐν οὐρανῷ, τὸ τεῖχος τῆς οἰκουμένης, τὸ κοινὸν φυλακτήριον πάσης γῆς καὶ θαλάττης.
Εἰπέ μοι, πῶς ὁ Μωσῆς τὸν Ἰσραὴλ ἐν πολέμοις διέσωσεν;
οὐ τὰ μὲν ὅπλα καὶ τὴν στρατιὰν τῷ μαθητῇ παρέδωκεν, αὐτὸς δὲ τὰς εὐχὰς ἀντέστησε τῷ πλήθει τῶν ἀντιπάλων;
διδάσκων ἡμᾶς, ὅτι καὶ ὅπλων, καὶ ἵππων, καὶ χρημάτων, καὶ στρατοπέδων πολλῷ μείζονα δύναμιν ἔχουσιν αἱ προσευχαὶ τῶν δικαίων.
∆ιὰ τοῦτο καὶ πᾶς ὁ στρατὸς, καὶ πολλαὶ μυριάδες, ἐν τῇ προσευχῇ τοῦ προφήτου τὴν ἐλπίδα τῆς σωτηρίας εἶχον·
προσευχομένου μὲν γὰρ τοῦ Μωσέως, ἐκράτουν Ἰουδαῖοι, πεπαυμένου δὲ τῆς προσευχῆς, ἔλαττον εἶχον τῶν ἀντιπάλων.
Οὕτω δὴ καὶ ἡμεῖς προσευχόμενοι μὲν, ῥᾳδίως τοῦ διαβόλου κρατήσομεν, ῥᾳθυμοῦντες δὲ, καθ' ἑαυτῶν ἀσκοῦμεν τὸν Πονηρόν.
Καὶ μὴν καὶ τὸν λαὸν ἀσεβήσαντα, διὰ προσευχῆς μόνης διέσωσε Μωσῆς, καὶ τῶν θείων ὄψεων καὶ μυρίων ἀγαθῶν διὰ ταύτης ἔτυχε μόνης.
Αὕτη γὰρ αὐτῷ καὶ τὸν βίον παραπλήσιον ἐποίησε τοῖς οἰκοῦσι τὸν οὐρανόν.
Προσευχὴ πυρὸς δύναμιν ἤλεγξε, καὶ λέοντας ἡμέρωσε·
τὸ μὲν ἐπὶ τοῦ ∆ανιὴλ, τὸ δὲ ἐπὶ τῶν τριῶν ἐργασαμένη παίδων.
∆ι' ὧν, οἶμαι, καὶ δῆλον πεποίηκεν ἅπασιν, ὅτι πάντας, ὅσους ἂν λάβῃ κινδυνεύοντας, ῥᾳδίως ἐξαρπάζει τῶν ἐπηρτημένων δεινῶν.
Προσευχὴ σωτηρίας ἀφορμὴ, ἀθανασίας πρόξενος ψυχῆς, τῆς Ἐκκλησίας τεῖχος ἀῤῥαγὲς, φυλακτήριον ἄσειστον, φοβερὸν μὲν τοῖς δαίμοσι, σωτήριον δὲ τοῖς εὐσεβέσιν ἡμῖν.
Αὕτη τὸν ἅγιον προφήτην τὸν Σαμουὴλ ἐγέννησεν·
ἐπειδὴ γὰρ ἡ φύσις ἠναντιοῦτο τῇ μητρὶ πρὸς γονὰς, ἡ προσευχὴ φανεῖσα ταχέως ἐπανώρθωσε τὸ τῆς φύσεως ἐλάττωμα.
Τοιοῦτος τῆς προσευχῆς ὁ καρπὸς, τοιοῦτον ἐφύτευσεν ἡ προσευχὴ προφήτην.
∆ι' ὃ περιβόητος ἐν οὐρανοῖς ὁ Σαμουὴλ ἐγένετο, κρείττων ἢ κατ' ἄνθρωπον ζηλωτὴς τῶν ἀγγέλων·
ἔδει γὰρ, οἶμαι, τοιοῦτον φανῆναι τῆς προσευχῆς τὸν ἄσταχυν, νικῶντα τοὺς ἄλλους τῇ καλοκαγαθίᾳ, καὶ ταῖς ἀρεταῖς τῶν τρόπων, καὶ τοσοῦτον τοὺς πρὸ αὐτοῦ νικᾷν ἁγίους, ὅσον ἐν τοῖς ληΐοις ὑπερέχουσιν οἱ τῶν ἀσταχύων εὖ πράττοντες.
Μετὰ ταύτης ὁ ∆αυῒδ τοσούτους καὶ τοιούτους πολέμους ἀπώσατο, οὐχ ὅπλα κινῶν, οὐδὲ δόρυ σείων, οὐδὲ ξίφος ἕλκων, ἀλλ' εὐχαῖς τειχιζόμενος·
μετὰ ταύτης Ἐζεκίας τὸ πλῆθος τῶν Περσῶν εἰς φυγὴν ὀξέως ἔτρεψε.
Καὶ οἱ μὲν μηχανήματα τῷ τείχει προσῆγον, ὁ δὲ ταῖς προσευχαῖς τὸ τεῖχος ἐτείχισε·
καὶ κατελύθη πόλεμος ἄνευ ὅπλων ἀπὸ τῆς προσευχῆς, σάλπιγγος μὲν οὐκ ἠχούσης, στρατιᾶς δὲ ἡσυχαζούσης, ὅπλων δὲ οὐ κινουμένων, γῆς δὲ οὐ φοινισσομένης, προσευχῆς δὲ ἀρκούσης εἰς φόβον τῶν ἀντιπάλων.
Προσευχὴ καὶ Νινευΐτας διέσωσε, καὶ τὴν ἐξ οὐρανοῦ φερομένην ὀργὴν ἀπεκρούσατο ταχέως, καὶ βίον διεφθαρμένον ἐπανώρθωσεν ὀξέως.
Τοσαύτην γὰρ ἰσχὺν καὶ δύναμιν ἔχει, ὥστε ἔζησαν μὲν οἱ Νινευῗται πάντα τὸν βίον αἰσχρῶς καὶ πονηρῶς, εἰσελθοῦσα δὲ εἰς τὴν πόλιν ἡ προσευχὴ ταχέως πάντα μετέβαλε, καὶ σωφροσύνην, καὶ δικαιοσύνην, καὶ φιλίαν, καὶ ὁμόνοιαν, καὶ πτωχῶν πρόνοιαν, καὶ πάντα τὰ ἀγαθὰ συνεισήγαγεν ἑαυτῇ.

Ὥσπερ γάρ τινος βασιλίδος εἰσιούσης εἰς πόλιν, πάντα τὸν πλοῦτον συνακολουθεῖν ἀνάγκη, οὕτω δὴ καὶ προσευχῆς εἰς ψυχὴν εἰσιούσης, πᾶσα ἀρετὴ συνεισέρχεται.
Ὅπερ γάρ ἐστιν ἐν οἰκίᾳ θεμέλιος, τοῦτο ἐν ψυχῇ προσευχή.
Καὶ δεῖ ταύτην πρώτην, ὥσπερ κρηπῖδα καὶ ῥίζαν τινὰ ἐν τῇ ψυχῇ πήξαντας πάντας ἐποικοδομεῖν σπουδαίως καὶ σωφροσύνην, καὶ πραότητα, καὶ δικαιοσύνην, καὶ πρόνοιαν πτωχῶν, καὶ πάντας τοὺς νόμους τοῦ Χριστοῦ, [ἵνα καὶ κατ' αὐτοὺς λοιπὸν ζήσαντες τύχωμεν τῶν ἐν οὐρανοῖς ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ,] δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ σὺν τῷ ἁγίῳ Πνεύματι δόξα καὶ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


Πανεπιστήμιο Αιγαίου, Τμήμα Πολιτισμικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού με αναφορά στην πηγή προέλευσής του.

Your rating: None Average: 3 (2 votes)


Η Θεία Λειτουργία

Όρος Λιβάνου Χορωδία Αραβικά Ελληνικά
- Θεία Λειτουργία - Ορθόδοξη Εκκλησία -

خدمة القداس الإلهي عربي

جوقة جبل لبنان للروم الأرثوذكس - الأب بندلايمون فرح - موسيقى بيزنطية

Πειραϊκὴ Ἐκκλησία

Ακούστε (((ο)))
Πειραϊκή Εκκλησία 912fm

You are missing some Flash content that should appear here! Perhaps your browser cannot display it, or maybe it did not initialize correctly.

Ὅλα ἀρχίζουν ἐδῶ

Κάθε λογισμὸς καὶ κάθε αἴσθηση ὁδηγοῦν σταδιακὰ τὴν ψυχὴ εἴτε πρὸς τὸν παράδεισο εἴτε πρὸς τὴν κόλαση.

Ἄν ὁ λογισμὸς εἶναι ἔλλογος, τότε συνδέει τὸν ἄνθρωπο μὲ τὸν Θεὸ Λόγο, μὲ τὸν ὕψιστο Λογισμό, μὲ τὴν Παναξία, πρᾶγμα ποὺ εἶναι ἤδη ὁ παράδεισος.

παράδεισος

Ἐάν πάλι εἶναι ἄλογος ὁ λογισμὸς ἤ καὶ παράλογος, τότε συνδέει ἀναπόφευκτα τὸν ἄνθρωπο μὲ τὸν Παράλογο, τὸν Ἀνόητο, μὲ τὸν διάβολο, πρᾶγμα ποὺ εἶναι ἤδη ἡ κόλαση.

Ὅσα ἰσχύουν γιὰ τὸν λογισμὸ, ἰσχύουν καὶ γιὰ τις αἰσθήσεις. Ὅλα ἀρχίζουν ἐδῶ, ἀπὸ τὴν γῆ: καὶ ὁ παράδεισος μὰ καὶ ἡ κόλαση τοῦ ἀνθρώπου.

Ἰουστῖνος Πόποβιτς

Ιωάννου Χρυσοστόμου

Ἐγὼ πατὴρ, ἐγὼ ἀδελφὸς, ἐγὼ νυμφίος, ἐγὼ οἰκία, ἐγὼ τροφὴ, ἐγὼ ἱμάτιον, ἐγὼ ῥίζα, ἐγὼ θεμέλιος, πᾶν ὅπερ ἂν θέλῃς ἐγώ· μηδενὸς ἐν χρείᾳ καταστῇς. Ἐγὼ καὶ δουλεύσω· ἦλθον γὰρ διακονῆσαι, οὐ διακονηθῆναι. Ἐγὼ καὶ φίλος, καὶ μέλος, καὶ κεφαλὴ, καὶ ἀδελφὸς, καὶ ἀδελφὴ, καὶ μήτηρ, πάντα ἐγώ· μόνον οἰκείως ἔχε πρὸς ἐμέ. Ἐγὼ πένης διὰ σέ· καὶ ἀλήτης διὰ σέ· ἐπὶ σταυροῦ διὰ σὲ, ἐπὶ τάφου διὰ σέ· ἄνω ὑπὲρ σοῦ ἐντυγχάνω τῷ Πατρὶ, κάτω ὑπὲρ σοῦ πρεσβευτὴς παραγέγονα παρὰ τοῦ Πατρός. Πάντα μοι σὺ, καὶ ἀδελφὸς, καὶ συγκληρονόμος, καὶ φίλος, καὶ μέλος. Τί πλέον θέλεις; τί τὸν φιλοῦντα ἀποστρέφῃ; τί τῷ κόσμῳ κάμνεις; τί εἰς πίθον ἀντλεῖς τετρημένον;  περισσότερα »»»

Η Ελλάδα και ο Υμνος της Ελευθερίας

Ελληνική σημαία - Ελλάς - Ελευθερία

You are missing some Flash content that should appear here! Perhaps your browser cannot display it, or maybe it did not initialize correctly.

Υπεραγία Παρθένος Θεοτόκος Μαρία

Κύριος διασκεδάζει βουλὰς ἐθνῶν, ἀθετεῖ δὲ λογισμοὺς λαῶν καὶ ἀθετεῖ βουλὰς ἀρχόντων· ἡ δὲ βουλὴ τοῦ Κυρίου εἰς τὸν αἰῶνα μένει, λογισμοὶ τῆς καρδίας αὐτοῦ εἰς γενεὰν καὶ γενεάν. (Ψαλ. 32, 10-11)

εἰ δέ τις τῶν ἰδίων καὶ μάλιστα τῶν οἰκείων οὐ προνοεῖ, τὴν πίστιν ἤρνηται καὶ ἔστιν ἀπίστου χείρων. (Τιμ.Α 5,8)

Ἅγιος Ἀντώνιος ὁ Μέγας

Οἱ ἄνθρωποι καταχρηστικά λέγονται λογικοί. Δεν εἶναι λογικοὶ ὅσοι ἔμαθαν ἀπλῶς τὰ λόγια καὶ τὰ βιβλία τῶν ἀρχαίων σοφῶν, ἀλλ' ὅσοι ἔχουν τὴ λογικὴ ψυχὴ καὶ μποροῦν νὰ διακρίνουν ποιὸ εἶναι τὸ καλὸ καἰ ποιὸ τὸ κακό καὶ ἀποφεύγουν τὰ πονηρὰ καὶ βλαβερὰ στὴν ψυχή, τὰ δὲ ἀγαθὰ καὶ ψυχωφελῆ, τὰ ἀποκτοῦν πρόθυμα μὲ τὴ μελέτη καὶ τὰ ἐφαρμόζουν μὲ πολλὴ εὐχαριστία πρὸς τὸν Θεό. Αὐτοὶ μόνοι πρέπει νὰ λέγονται ἀληθινὰ λογικοὶ ἄνθρωποι.

St Antony the Great

Ἐφ᾿ ὅσον ἐννοεῖς τὰ περὶ Θεοῦ, νὰ εἶσαι εὐσεβής, χωρὶς φθόνο, ἀγαθός, σώφρων, πράος, χαριστικὸς κατὰ δύναμιν, κοινωνικός, ἀφιλόνεικος καὶ τὰ ὅμοια. Διότι αὐτὸ εἶναι τὸ ἀπαραβίαστο ἀπόκτημα τῆς ψυχῆς, νὰ ἀρέσει στὸ Θεὸ μὲ τέτοιες πράξεις καὶ μὲ τὸ νὰ μὴν κρίνει κανέναν καὶ νὰ λέει γιὰ κανέναν, ὅτι ὁ δείνα εἶναι κακὸς καὶ ἁμάρτησε. Ἀλλὰ καλλίτερο εἶναι νὰ συζητᾶμε τὰ δικά μας κακά, καὶ νὰ ἐρευνᾶμε μέσα μας τὴ δική μας πολιτεία, ἐὰν εἶναι ἀρεστὴ στὸ Θεό. Διότι, τί μᾶς μέλει ἐμᾶς, ἐὰν ὁ ἄλλος εἶναι πονηρός;

περισσότερα