Ο Κύριος ημών Ιησούς Χριστός | Ορθόδοξοι Πατέρες Our Lord Jesus Christ | Orthodox Fathers

»»»    Εγκώμια ψαλλόμενα εις την Κοίμησιν της Υπεραγίας Θεοτόκου

Εγκώμια ψαλλόμενα εις την Κοίμησιν της Υπεραγίας Θεοτόκου


Εγκώμια ψαλλόμενα εις την Κοίμησιν της Υπεραγίας Θεοτόκου

Στάσις πρώτη

Ἡ Ἁγνὴ ἐν τάφῳ, κατετέθης βαβαί,
ἡ Θεὸν ἐν τῇ γαστρί σου
χωρήσασα καὶ κυήσασα ἀφράστως ἐπὶ γῆς.

Ἀπορεῖ καὶ φύσις, καὶ πληθὺς νοερά,
τὸ ἐν σοί, Παρθενομῆτορ,μυστήριον,
τῆς ἐνδόξου καὶ ἀρρήτου σου ταφῇς.

Βασιλὶς καὶ πόλου, καὶ τῆς γῆς ἀληθῶς,
εἰ καὶ τάφῳ σμικροτάτω συγκέκλεισαι,
ἐγνωρίσθης πάσῃ κτίσει Μαριάμ.

Γέφυρα ὑψοῦται, ἡ μετάγουσα πρίν,
ἐκ θανάτου πρὸς ζωὴν τὴν ἀκήρατον,
τοὺς θανόντας παραβάσει τοῦ Ἀδάμ.

Δάκρυσι καὶ θρήνοις, γοεροῖς ἐπὶ σοί,
πᾶσαι αἱ σαὶ φίλαι ἐκόπτοντο,
τὴν μετάστασιν μὴ φέρουσαι τὴν σήν.

Ἔχαιρον χορείαι, Οὐρανίων Νοῶν,
ἀπὸ γῆς σὲ φερομένην δεχόμεναι,
εἰς οὐράνια σκηνώματα ἁγνή.

Ζῶσα ἐν ὑψίστοις, ἀληθῶς Μαριάμ,
ὑπὲρ πάντων πρεσβευτὴς ἡμῶν γέγονας,
ἀξιῶσαι εὐφροσύνης ἀληθῶς.

Ἡ λαμπὰς ἡ θεία, τοῦ ἀρρήτου φωτός,
φρικτωρούσα οὐρανόθεν τοὺς δούλους σου,
μὴ ἐλλείπης Ἀγαθὴ τοὺς ἐπὶ γῆς.

Θρόνος τοῦ ὑψίστου γενομένη ἁγνή,
ἀπὸ γῆς πρὸς οὐρανὸν μεταβέβηκας,
μεταστᾶσα εἰς αἰώνιον ζωήν.

Ἱερέων πέλεις, καύχημα εὐλαβῶν,
Ἐκκλησίας τὸ ἀκράδαντον στήριγμα,
καὶ Ὁσίων Ἀσκητῶν ἡ ἀρωγός.

Κλῖμαξ ἡ ἁγία, ἢν προεῖδε σαφῶς,
Ἰακὼβ δι’ ἧς κατέβη ὁ Ὕψιστος,
ἀνυψοῦται ἀπὸ γῆς πρὸς οὐρανόν.

Λόγος τοῦ Ὑψίστου, ὁ ἀρρήτως τεχθεὶς
ὑπὸ σοῦ, Θεοκυήτωρ,
μετέστησεν ἐκ τῆς γῆς πρὸς τὴν ἀθάνατον ζωήν.

Μαριὰμ πῶς θνῄσκεις, πῶς τῷ τάφῳ οἰκεῖς,
τῆς ζωῆς τὸν χορηγὸν ἡ γεννήσασα,
τοὺς νεκροὺς ἐξαναστήσαντα φθορᾶς;

Νύμφην τοῦ Ὑψίστου, καὶ Μητέρα σαφῶς,
Ἰησοῦ τοῦ Θείου Λόγου γινώσκομεν,
κἄν ἐν τάφῳ σὲ ὁρῶμεν ὡς φθαρτήν.

Ξένον τόκον εἶδον, ἀληθῶς οἱ πιστοί,
καὶ τὸν νοῦν εἰς οὐρανὸν νῦν μετέθεσαν,
ξενωθέντες τῆς ζωῆς τῆς κοσμικῆς.

Οὐρανὸς ὡς ἄλλος, ἀνεδείχθη Ἁγνή,
δεξαμένη τὸ σὸν σκῆνος τὸ ἄχραντον,
ἡ ἁγία καὶ σεπτὴ Γεθσημανῆ.

Πύλη σωτηρίας, ἐγεννήθης ἡμῖν,
ἀρχηγὸς τῆς νοητῆς ἀναπλάσεως,
κἄν ὑπείκεις τῇ τῆς φύσεως φθορά.

Ῥάβδος, ἡ τὸ ἄνθος, τὸ εὐῶδες Χριστόν,
ἐξανθήσασα τῷ τάφῳ νῦν τέθαπται,
ἵνα φύσῃ σωτηρίας τὸν καρπόν.

Σὺ γὰρ μόνη πέλεις, ἐν θνητοῖς ἀληθῶς,
ἀναστάσεως τὸν τύπον ἐκλάμπουσα,
Σὺ καὶ μόνη τῶν πταιόντων ἱλασμός.

Τάφος μὲν καλύπτει, τὸ σὸν σκῆνος, Ἁγνή,
τὴν δὲ θείαν σου ψυχὴν χειριζόμενος,
ὁ Υἱός σου ἀγκαλίζεται λαμπρῶς.

Ὕμνοις οὐρανίοις, ἐμελώδουν Σεμνή,
τὴν τριήμερον ταφήν σου οἱ ἄγγελοι,
καὶ τὴν δόξαν ἐμεγάλυνον τὴν σήν.

Φέγγος οὐρανόθεν, δεξαμένη Ἁγνή,
ἐχαρίτωσας ἡμᾶς τοὺς τιμῶντας σε,
καὶ γεραίροντας τὴν Κοίμησην τὴν σήν.

Χώραν ἀχωρήτου, τοῦ Θεοῦ Μαριάμ,
χρηματίσασαν καὶ ἅγιον τέμενος,
νῦν καλύπτει σὲ ἀγρὸς Γεθσημανῆς.

Ψάλλοντες τὸν τόκον, σοῦ τὸν θεῖον Ἁγνή,
ἀνυμνοῦμεν οἱ πιστοὶ καὶ γεραίρομεν,
Σὲ τὸν ἔμψυχον ναὸν τόν τοῦ Θεοῦ.

Ὤ θαυμάτων ξένων, ὢ πραγμάτων καινῶν,
ἡ πνοή μου τὸν δοτῆρα κυήσασα,
ἄπνους κεῖται καὶ κηδεύεται νεκρά.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.

Ἀνυμνοῦμεν Λόγε, σὲ τὸν πάντων Θεόν,
σὺν Πατρὶ καὶ τῷ Ἁγίῳ σου Πνεύματι,
καὶ δοξάζομεν οἱ πάντες εὐσεβῶς.

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Μακαρίζομέν σε, Θεοτόκε Ἁγνή,
καὶ τιμῶμεν τὴν ἁγίαν σου Κοίμησιν,
καὶ τὴν ὕψωσιν ἐκ γῆς, πρὸς οὐρανόν.

Ἡ Ἁγνὴ ἐν τάφῳ, κατετέθης βαβαί,
ἡ Θεὸν ἐν τῇ γαστρί σου χωρήσασα
καὶ κυήσασα ἀφράστως ἐπὶ γῆς.

Μικρὰ συνάπτῃ.
«Ὅτι ηὐλόγηταί Σου τὸ ὄνομα κα
δεδόξασταί Σου ἡ βασιλεία τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ …»

Εγκώμια Υπεραγίας Θεοτόκου

Στάσις δευτέρα

Ἄξιόν ἐστι, μεγαλύνειν σὲ τὴν Θεοδόχον,
τὴν τῶν ἀρετῶν ταμεῖον ὑπάρξασα,
καὶ χαρίτων ἁπασῶν τῶν τοῦ Θεοῦ.

Βάτον ἐν Σινᾷ, ἀκατάφλεκτον εἶδε σε πάλαι,
Μωυσῆς γαστρί σου τὸ θεῖον πῦρ,
ὡς χωρήσασα ἀφλέκτως Μαριάμ.

Γόνιμος ὡς γῆ, ἀεὶ δείκνυται Παρθενομῆτορ,
πᾶσι τοῖς θερίζειν ἐθέλουσι,
σωτηρίαν ἡ σεμνὴ Γεθσημανῆ.

Δῆλον οὖν ἡμῖν, ὢ Παρθένε μὴ ἰσχύειν δίχα,
σοῦ τῆς μεσιτρίας ὀρθοβατεῖν,
τοῖς πανσέπτοις ἴχνεσι τοῦ Χριστοῦ.

Ἔνθα οἱ χοροί, Ἀποστόλων τε καὶ τῶν Ἀγγέλων,
ἵσταντο κυκλοῦντες ἐν ᾄσμασι,
παριστάμεθα Παρθένε καὶ ἡμεῖς.

Ζώωσον Ἁγνή, τοὺς εἰς σὲ πιστῶς καταφυγόντας,
διὰ τῆς ὑπὲρ αὐτῶν μεσιτίας σου,
πρὸς τὸν ἄναρχον Υἱὸν καὶ Παντουργόν.

Ἤρω Μαριάμ, κατὰ φύσεως βροτείας νίκην,
τὸν Χριστὸν ἀσπόρως κυήσασα,
ἀλλὰ θνῄσκεις νόμῳ φύσεως βροτῶν.

Θαῦμα ἀληθῶς, πῶς ἡ ἄναδρος θηλάζει βρέφος,
πῶς καὶ νεκροφόρος καθίστασαι,
ἡ Μητρόθεος ἐκτὸς διαφθορᾶς.

Ἴθυνον ἡμᾶς, πρὸς λιμένας σωτηρίους, Κόρη,
τοὺς χειμαζομένους ἐν κλύδωνι,
ψυχοφθόρων παραπτώσεων δεινῷ.

Κλῖμαξ πρὸς Θεόν, ὁ σὸς τάφος Παναγία,
πέλει ἄγουσα τοὺς πίστει ὑμνούντας σε,
καὶ τιμῶντας σου τὴν Κοίμησιν σεπτῶς.

Λόγος τοῦ Πατρός, ἐπεσκήνωσεν ἐν σοὶ Παρθένε,
καὶ πρὸς οὐρανὸν σὺ μετήγαγες,
τοὺς τὴν κύησιν δοξάζοντας τὴν σήν.

Μέτοχοι ζωῆς, τῆς ἀφθάρτου τε καὶ ἀϊδίου,
τῷ σῷ τόκῳ πάντες γεγόναμεν,
δι’ ὃ ᾄδομεν τὸ χαῖρε σοι σεμνή.

Νόμοι ἐπὶ σοί, οἱ τῆς φύσεως Ἁγνὴ Παρθένε,
σφόδρα παραδόξως καινίζονται,
ὡς κυήσασα Θεὸν Ἐμμανουήλ.

Ξένον ἀληθῶς, τὸ μυστήριον τῆς σῆς κυοφορίας,
Ἄχραντε ἀσπόρως γεννήσασα,
καὶ θηλάσασα τὸν Κτίστην τοῦ παντός.

Ὅλον τὸν Ἀδάμ, προσλαμβάνει ἐκ γαστρός σου,
θέλων ἐκτεμεὶν ῥιζόθεν παρακοήν,
ὁ Υἱός σου τὴν φυείσαν ἐν ἡμῖν.

Πύλη νοητή, τῆς ἐν γῇ φανερωθείσης Κόρῃ,
ἐκ τοῦ ὕψους θείας ἀνατολῆς,
ἀνεδείχθης Θεονύμφευτε πιστοῖς.

Ῥήτορες δεινοί, οὐδὲ Ἄγγελοι Παρθενομῆτορ,
σθένουσιν ἀξίως ὑμνήσαι σε,
τὴν ὑπέρτιμον Μητέρα τοῦ Θεοῦ.

Σῶμα καὶ ψυχήν, ὑπερένδοξε Ἁγνὴ Παρθένε,
ἄσπιλα Θεῷ διετήρησας,
δι’ ὃ κάλλους σου ἠράσθη ὁ Χριστός.

Τόμος σὺ καινός, ἐν ὢ γέγραπτε ὁ θεῖος λόγος,
βίβλῳ τῆς ζωῆς τοὺς ὑμνούντας σε,
ἐγγραφῆναι καθικέτευε Ἁγνή.

Ὕμνους καὶ ᾠδάς, ἐξοδίους ὥσπερ μύρα Κόρη,
ἐπικήδεια σοι προσφέροντες,
ἐξαιτούμεθα πταισμάτων ἱλασμόν.

Φόβῳ καὶ χαρᾷ, καὶ ἡμεῖς ὥσπερ ἐκεῖνοι τότε,
πάρεσμεν τῷ τάφῳ σου Ἄχραντε,
ἐκπληττόμενοι τὴν κοίμησιν τὴν σήν.

Χαῖρε Μαριάμ, δι’ ἧς ἔλαμψε χαρὰ τῷ κόσμῳ,
καὶ ἀρᾷ ἡ καθ’ ἡμῶν ἐξωστράκισται,
τὸν Σωτῆρα κυησάσης ἐπὶ γῆς.

Ψάλλοντες τὸν σὸν, τόκον ἄσπιλε Παρθενομῆτορ,
ἀνυμνολογοῦμεν γεραίροντες,
σὲ τὸν ἔμψυχον ναὸν τόν τοῦ Θεοῦ.

Ὥσπερ οἱ νεκροὶ διὰ σοῦ ζωοποιούνται Κόρη,
οὕτω καὶ ἡμᾶς ζωοποίησον,
νεκρωθέντας πλημμελήμασι πολλοῖς.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.

Δόξα τῷ Πατρί σὺν Υἱῷ τε καὶ τῷ Παναγίῳ Πνεύματι
προσάγομεν εὐσεβῶς,
τῇ Τριάδι τῇ Ἁγίᾳ καὶ σεπτή.

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ἄσμασι πιστοί, ὀρθοδόξοις τε καὶ εὐπροσδέκτοις,
πάντες ἀνυμνήσωμεν σήμερον,
τὴν Μητέρα τοῦ Θεοῦ δουλοπρεπῶς.

Ἄξιόν ἐστι, μεγαλύνειν σε τὴν Θεοδόχον,
τὴν τῶν ἀρετῶν ταμεῖον ὑπάρξασα,
καὶ χαρίτων ἁπασῶν τῶν τοῦ Θεοῦ.

Μικρὰ συνάπτῃ.
«Ὅτι ἅγιος εἰ ὁ Θεὸς ἡμῶν, ὁ ἐπὶ Θρόνου δόξῃς τῶν Χερουβεὶμ ἐπαναπαυόμενος καὶ σοὶ τὴν
δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, …»

Εγκώμια είς την Κοίμηση της Παναγίας Θεοτόκου

Στάσις τρίτη

Αἱ γενεαὶ πᾶσαι, ὕμνον τῇ ταφῇ σου, προσάγουσι Παρθένε.

Βλέψας οὐρανόθεν, Θεὸς τῶν ὅλων Κτίστης, ἐν τῇ γάστρί σου ᾔκει.

Γνῶσιν ἐξαιτοῦμεν, τῆς σῆς κυοφορίας, προξένου σωτηρίας.

Δυσώπει τὸν Υἱόν σου, οἰκτείραι ἡμᾶς πάντας, ἐν τῇ μελλούσῃ κρίσει.

Ἐν οὐρανῷ ἐστάναι, νομίζομεν Παρθένε, ἑστῶτες τῷ Ναῷ σου.

Ζῶσι καὶ τεθνεῶσι, τοῖς ἐπὶ σὲ θαρροῦσιν, ἀντίληψιν σὺ δίδως.

Ἡ γῆ πανηγυρίζει, ὁ οὐρανὸς χορεύει, σοῦ ἄνω αἰρομένης.

Θανοῦσα ἀθανάτους, μετέβης πρὸς σκηνώσεις, ἐχθρὸν ἡ θανατοῦσα.

Ἵνα τὸ κάλλος βλέπεις, τοῦ σοῦ Υἱοῦ Παρθένε, πρὸς οὐρανοὺς μετέστης.

Καὶ ὄντως, ὢ Παρθένε, αἱ γενεαὶ πᾶσαι, μακαρίζουσί σε.

Λύτρωσιν παράσχου, Παρθένε Θεοτόκε, τοῖς σὲ ὑμνολογούσι.

Μόνη σύ προστάτις, πενήτων ὀρφανῶν τε, καὶ τῶν χήρων ὑπάρχεις.

Νέκρωσιν ὑπέστης, κυήσασα Παρθένε, τὸν νεκρωτὴν τοῦ Ἅδου.

Ξένον τόκον εἶδον, οἱ σὲ ὑμνολογοῦντες, ὡς μόνην Θεοτόκον.

Ὁ τάφος σου κηρύττει, Παρθένε τὴν ταφήν σου, καὶ τὴν μετάστασίν σου.

Πάντες οἱ λαοὶ σε, Δέσποιναν Παρθένε, καλοῦσι προσκυνοῦντες.

Ῥητόρων πολυφθόγγων, σοφίαν ἐτροπώσω, τῇ σῇ κυοφορία.

Σκιρτώσιν αἱ καρδίαι, τῶν εὐσεβούντων πάντων, ἐπὶ τῇ σῇ κηδεύσει.

Τὶς ἐξειπεῖν ἰσχύει, Παρθενομῆτορ μόνη, τὰς θείας ἀρετάς σου.

Ὕψωσον Παρθένε, τῇ σῇ κυοφορία, τὸ κέρας Ὀρθοδόξων.

Φυλαὶ λοιπαὶ καὶ γλῶσσαι, τὸν τάφον σου κυκλοῦσι, σὲ ἀνυμνολογοῦντες.

Χριστιανῶν σε σκέπην, μάλιστα καὶ Μητέρα, κηρύττομεν οἱ πάντες.

Ψαύοντες σὴν κλίνην, σὲ ἀνυμνολογοῦμεν, Παρθενομῆτορ Κόρη.

Ὤ Μῆτερ καὶ Παρθένε, ἀπάλλαξον γεένης, τοὺς σὲ ὑμνολογούντας.

Ἔρραναν τὸν τάφον, μύροις τὸ Σὸν Σκῆνος, κηδεύσαντες Παρθένε.

Ἔρραναν τὸν τάφον, οἱ κηδεύσαντές σε, ἄνθεσι καὶ μύροις.

Ἔρραναν τὸν τάφον, μύροις Θεοτόκε, οἱ κηδεύσαντές σε.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.

Ὤ Τριὰς Ἁγία, Πατὴρ Υἱὸς καὶ Πνεῦμα, τοὺς λατρευτάς σου σῶσον.

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ὤ Παναγία Μῆτερ, σκέπε καὶ φρούρει πάντας, τοὺς ἐπὶ σὲ θαρροῦντας.

Αἱ γενεαὶ πᾶσαι, ὕμνον τῇ ταφῇ σου, προσάγουσι Παρθένε.

Εγκώμια στην Κοίμηση της Υπεραγίας Θεοτόκου Παρθένου

Εύλογητάρια

Εὐλογητή εἶ Δέσποινα, σκέπε, φρούρει τοὺς σὲ ὑμνολογούντας.

Τῶν Ἀγγέλων ὁ δῆμος, κατεπλάγη ὁρῶν σε,
ἐν νεκροῖς λογισθεῖσαν, τὴν Σωτῆρα τῶν βροτῶν, Μαριάμ τετοκυῖαν,
τὸν σὺν ἑαυτῷ τὸν Ἀδάμ ἐγείραντα, καὶ ἐξ’ Ἄδου πάντας ἐλευθερώσαντα.

Εὐλογητή εἶ Πάναγνε, τήρει πάντας ἡμᾶς ἀκατακρίτους.

Τὶ θρηνεῖτε συμπαθῶς, ὠ γύναια, ἐπ’ ἐμοὶ θνήσκειν μελλούσῃ,
ἡ Παρθένος τερπομένη ἔλεγε, πρὸς τὰς γείτονας θρηνολογούσας.
παύσασθε ὑμεῖς τοῦ θρήνου καὶ ἤσθητε, καὶ θανοῦσα γὰρ ὑμῶν οὐκ ἀφίσταμαι.

Εὐλογητή εἶ Ἄχραντε, σῶζε πάντας ἡμᾶς ἀναμαρτήτους.

Λίαν ταχύ, πρὸς σὲ Κόρη ἔδραμον, οἱ Ἁπόστολοι θρηνολογοῦντες·
μεταστῆναι πρός τὰ ἄνω μέλλουσαν καὶ είπον,
θρήνου νῦν καιρός, τὸ πάθος πῶς οἴσομεν, ὀρφανίας τῆς σῆς, ὤ Παναμώμητε;

Εὐλογητή εἶ Πάνσεμνε, δίδου πᾶσιν ἡμῖν τὴν σωτηρίαν.

Μυροφόρων Παρθένε, τάξιν ἀναλαβόντες,
πρὸς τὸ μνῆμα σου ὕμνους ἐξοδίους προσκομίζομεν, ἀνυμνοῦντες σε Κόρη,
τὴν μετὰ νεκρῶν λογισθεῖσαν ὡς ἄνθρωπον, ὡς Θεοῦ δὲ μεταστᾶσαν γεννήτριαν.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.

Προσκυνοῦμεν Πατέρα καὶ τὸν τούτου Υἱόν τε,
καὶ τὸ Ἅγιον Πνεῦμα, τὴν Ἁγίαν Τριάδα, ἐν μιᾷ τῇ οὐσίᾳ,
σὺν τοῖς Σεραφείμ, κράζοντες τὸ Ἅγιος, Ἅγιος, Ἅγιος εἰ Κύριε.

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ζωοδότην τεκοῦσα, ἁμαρτίας Παρθένε, τὸν Ἀδάμ ἐλυτρώσω,
χαρμονὴν δὲ τῇ Εὔᾳ, ἀντὶ λύπης παρέσχες, ρεύσαντα ζωῆς
ἴθυνε πρὸς ταύτην δέ, ὁ ἐκ σοῦ σαρκωθεὶς Θεὸς καὶ ἄνθρωπος.

Ἀλληλούια, Ἀλληλούια, Ἀλληλούια. Δόξα σοι ὁ Θεός. (τρίς)


 

Your rating: None Average: 4.8 (5 votes)


Η Θεία Λειτουργία

Η Θεία Λειτουργία στα Αραβικά -

خدمة القداس الإلهي عربي

Πειραϊκὴ Ἐκκλησία

Ακούστε (((ο)))
Πειραϊκή Εκκλησία 912fm

You are missing some Flash content that should appear here! Perhaps your browser cannot display it, or maybe it did not initialize correctly.

Ὅλα ἀρχίζουν ἐδῶ

Κάθε λογισμὸς καὶ κάθε αἴσθηση ὁδηγοῦν σταδιακὰ τὴν ψυχὴ εἴτε πρὸς τὸν παράδεισο εἴτε πρὸς τὴν κόλαση.

Ἄν ὁ λογισμὸς εἶναι ἔλλογος, τότε συνδέει τὸν ἄνθρωπο μὲ τὸν Θεὸ Λόγο, μὲ τὸν ὕψιστο Λογισμό, μὲ τὴν Παναξία, πρᾶγμα ποὺ εἶναι ἤδη ὁ παράδεισος.

παράδεισος

Ἐάν πάλι εἶναι ἄλογος ὁ λογισμὸς ἤ καὶ παράλογος, τότε συνδέει ἀναπόφευκτα τὸν ἄνθρωπο μὲ τὸν Παράλογο, τὸν Ἀνόητο, μὲ τὸν διάβολο, πρᾶγμα ποὺ εἶναι ἤδη ἡ κόλαση.

Ὅσα ἰσχύουν γιὰ τὸν λογισμὸ, ἰσχύουν καὶ γιὰ τις αἰσθήσεις. Ὅλα ἀρχίζουν ἐδῶ, ἀπὸ τὴν γῆ: καὶ ὁ παράδεισος μὰ καὶ ἡ κόλαση τοῦ ἀνθρώπου.

Ἰουστῖνος Πόποβιτς

Ιωάννου Χρυσοστόμου

Ἐγὼ πατὴρ, ἐγὼ ἀδελφὸς, ἐγὼ νυμφίος, ἐγὼ οἰκία, ἐγὼ τροφὴ, ἐγὼ ἱμάτιον, ἐγὼ ῥίζα, ἐγὼ θεμέλιος, πᾶν ὅπερ ἂν θέλῃς ἐγώ· μηδενὸς ἐν χρείᾳ καταστῇς. Ἐγὼ καὶ δουλεύσω· ἦλθον γὰρ διακονῆσαι, οὐ διακονηθῆναι. Ἐγὼ καὶ φίλος, καὶ μέλος, καὶ κεφαλὴ, καὶ ἀδελφὸς, καὶ ἀδελφὴ, καὶ μήτηρ, πάντα ἐγώ· μόνον οἰκείως ἔχε πρὸς ἐμέ. Ἐγὼ πένης διὰ σέ· καὶ ἀλήτης διὰ σέ· ἐπὶ σταυροῦ διὰ σὲ, ἐπὶ τάφου διὰ σέ· ἄνω ὑπὲρ σοῦ ἐντυγχάνω τῷ Πατρὶ, κάτω ὑπὲρ σοῦ πρεσβευτὴς παραγέγονα παρὰ τοῦ Πατρός. Πάντα μοι σὺ, καὶ ἀδελφὸς, καὶ συγκληρονόμος, καὶ φίλος, καὶ μέλος. Τί πλέον θέλεις; τί τὸν φιλοῦντα ἀποστρέφῃ; τί τῷ κόσμῳ κάμνεις; τί εἰς πίθον ἀντλεῖς τετρημένον;  περισσότερα »»»

Η Ελλάδα και ο Υμνος της Ελευθερίας

Ελληνική σημαία - Ελλάς - Ελευθερία

You are missing some Flash content that should appear here! Perhaps your browser cannot display it, or maybe it did not initialize correctly.

Υπεραγία Παρθένος Θεοτόκος Μαρία

Κύριος διασκεδάζει βουλὰς ἐθνῶν, ἀθετεῖ δὲ λογισμοὺς λαῶν καὶ ἀθετεῖ βουλὰς ἀρχόντων· ἡ δὲ βουλὴ τοῦ Κυρίου εἰς τὸν αἰῶνα μένει, λογισμοὶ τῆς καρδίας αὐτοῦ εἰς γενεὰν καὶ γενεάν. (Ψαλ. 32, 10-11)

εἰ δέ τις τῶν ἰδίων καὶ μάλιστα τῶν οἰκείων οὐ προνοεῖ, τὴν πίστιν ἤρνηται καὶ ἔστιν ἀπίστου χείρων. (Τιμ.Α 5,8)

Ἅγιος Ἀντώνιος ὁ Μέγας

Οἱ ἄνθρωποι καταχρηστικά λέγονται λογικοί. Δεν εἶναι λογικοὶ ὅσοι ἔμαθαν ἀπλῶς τὰ λόγια καὶ τὰ βιβλία τῶν ἀρχαίων σοφῶν, ἀλλ' ὅσοι ἔχουν τὴ λογικὴ ψυχὴ καὶ μποροῦν νὰ διακρίνουν ποιὸ εἶναι τὸ καλὸ καἰ ποιὸ τὸ κακό καὶ ἀποφεύγουν τὰ πονηρὰ καὶ βλαβερὰ στὴν ψυχή, τὰ δὲ ἀγαθὰ καὶ ψυχωφελῆ, τὰ ἀποκτοῦν πρόθυμα μὲ τὴ μελέτη καὶ τὰ ἐφαρμόζουν μὲ πολλὴ εὐχαριστία πρὸς τὸν Θεό. Αὐτοὶ μόνοι πρέπει νὰ λέγονται ἀληθινὰ λογικοὶ ἄνθρωποι.

St Antony the Great

Ἐφ᾿ ὅσον ἐννοεῖς τὰ περὶ Θεοῦ, νὰ εἶσαι εὐσεβής, χωρὶς φθόνο, ἀγαθός, σώφρων, πράος, χαριστικὸς κατὰ δύναμιν, κοινωνικός, ἀφιλόνεικος καὶ τὰ ὅμοια. Διότι αὐτὸ εἶναι τὸ ἀπαραβίαστο ἀπόκτημα τῆς ψυχῆς, νὰ ἀρέσει στὸ Θεὸ μὲ τέτοιες πράξεις καὶ μὲ τὸ νὰ μὴν κρίνει κανέναν καὶ νὰ λέει γιὰ κανέναν, ὅτι ὁ δείνα εἶναι κακὸς καὶ ἁμάρτησε. Ἀλλὰ καλλίτερο εἶναι νὰ συζητᾶμε τὰ δικά μας κακά, καὶ νὰ ἐρευνᾶμε μέσα μας τὴ δική μας πολιτεία, ἐὰν εἶναι ἀρεστὴ στὸ Θεό. Διότι, τί μᾶς μέλει ἐμᾶς, ἐὰν ὁ ἄλλος εἶναι πονηρός;

περισσότερα