Ο Κύριος ημών Ιησούς Χριστός | Ορθόδοξοι Πατέρες Our Lord Jesus Christ | Orthodox Fathers

»»»    Εἰς τὸν Εὐαγγελισμὸν τῆς ὑπεραγίας ∆εσποίνης ἡμῶν Θεοτόκου.

Εἰς τὸν Εὐαγγελισμὸν τῆς ὑπεραγίας ∆εσποίνης ἡμῶν Θεοτόκου.



Νῦν ἡ τῆς βασιλίδος βασιλικὴ καὶ ὑπέρξενος ἑορτή τε καὶ πανήγυρις ὑπὲρ τὰς χρυσαυγεῖς ἀκτῖνας τοῦ ἡλίου ἐξέλαμψε.
Νῦν ἡ καθολικὴ καὶ ἀποστολικὴ Ἐκκλησία ὡραΐζεται λίαν ἀγαλλομένη.
Νῦν οἱ φιλοθεάμονες καὶ πανηγυρισταὶ ἑορτὴν ἑορτῶν ἑορτάζοντες, πανδημεῖ ἐπαθροίζονται.
Νῦν εὐφραινέσθωσαν τὰ οὐράνια, τὰ ἐπίγεια, τὰ καταχθόνια, καὶ πάντα τὰ ἐν αὑτοῖς ποιήματα.
Νῦν εὐφημείσθω ἡ πανεύφημος, ὡς εὔφημος πανευφήμοις εὐφημίαις.
Νῦν μεγαλυνέσθω ἡ θεομεγάλυντος, καὶ θεοπρότακτος, καὶ θεοχρημάτιστος Παρθένος.
Νῦν ἐπαινείσθω ἡ πολυώνυμος ὄντως καὶ πολυόμματος, καὶ πάσης ὁμοῦ τῆς κτίσεως ὑπερτάτη.
Νῦν μακαριζέσθω ἡ θεόμιλος, καὶ θεοχώρητος, καὶ κοσμοσέβαστος τοῦ Θεοῦ κιβωτός.
Σήμερον γὰρ ὡς ἀληθῶς πανταχοῦ τῆς οἰκουμένης χαρὰ καὶ ἀγαλλίασις γίνεται.
Σήμερον βοάτωσαν φιλεόρτων αἱ σύγκλητοι.
Σήμερον βοάτωσαν πάντες λαοὶ τῇ ἐκ ∆αβὶδ βασιλίδι, ∆εδοξασμένα, λέγοντες μετὰ ∆αβίδ, ἐλαλήθη περὶ σοῦ, ἡ πόλις τοῦ Θεοῦ, τοῦ Βασιλέως τοῦ μεγάλου.
Σήμερον ὑπανοιγέσθω ἡ τῶν προφητῶν θεόγραφος βίβλος, καὶ λεγέσθω περὶ τῆς ἀείπαιδος αὐτῆς, καὶ Ἀειπαρθένου Μαρίας.
Σήμερον ἀγαλλιάσθωσαν διὰ τὴν ἔμψυχον πόλιν αἱ πόλεις πάσης τῆς Ἰουδαίας.
Σήμερον Γαβριὴλ, ὁ τῆς νῦν πανεόρτου πανηγύρεως χορίαρχος, βοάτω ἄνωθεν τῇ βασιλίδι, καὶ λεγέτω·
Χαῖρε, κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ.
Σήμερον βοήσωμεν καὶ ἡμεῖς οἱ πηλινόγλωσσοι, καὶ εἴπωμεν τῇ μεγαλοδοξοτάτῃ, καὶ φωτοφόρῳ μητρὶ τοῦ Θεοῦ ἡμῶν καὶ Σωτῆρος Ἰησοῦ Χριστοῦ ῥητά τινα χαροποιὰ χαρμονικῶς ἀνευφημοῦντες, καὶ λέγοντες·
Χαῖρε, κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ·
εὐλογημένη σὺ ἐν γυναιξὶ, καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου.
Χαῖρε, κεχαριτωμένη, ἡ ἐκ πασῶν ἐκλεχθεῖσα γενεῶν, καὶ φυλῶν, καὶ γλωσσῶν, καὶ ἐθνῶν, καὶ λαῶν.
Χαῖρε, κεχαρισμένη, ἡ πρὸ αἰώνων προορισθεῖσα τῇ ποιητῇ καὶ βασιλεῖ τῶν αἰώνων.
Χαίροις, τὸ τῆς Παλαιᾶς καὶ Καινῆς ∆ιαθήκης συμπέρασμα.
Χαίροις, τὸ τῶν θεοφόρων Πατέρων καὶ πατριαρχῶν πολύανθον ἄνθος.
Χαίροις, τὸ τῶν ἀπ' αἰῶνος ἁγίων προφητῶν προκατάγγελτον ὄνομα.
Χαίροις, ἡ ἀπόγονος τοῦ κοσμοπάτορος καὶ θεοπλάστου Ἀδάμ.
Χαίροις, ἡ τῆς κοσμήτορος καὶ πρώτης ἐν γυναιξὶν Εὔας θύγατερ.
Χαίροις, ἡ ἀντίτυπος τῆς τοῦ Νῶε ἔμψυχος θήκη.
Χαίροις, ἡ ἐκ μηροῦ τοῦ ἐθνοπάτορος Ἀβραὰμ κατ' ἐπαγγελίαν Θεοῦ ἀψευδῶς φυεῖσα.
Χαίροις, ἡ οὐρανόφθαστος κλίμαξ, ἣν εἶδε πάλαι ὁ μέγας ἐν πατριάρχαις Ἰακώβ.
Χαίροις, ἡ φλογοφόρος βάτος, ἣν εἶδέ ποτε ὁ παμβόητος ἐν ὄρει Σινᾷ Μωϋσῆς.
Χαίροις, ἡ ἁγιόβλαστος ῥάβδος Ἀαρὼν, τοῦ ὄντως ἐν ἱερεῦσι περιβλέπτου.
Χαίροις, ἡ πορφυροποίκιλτος νέα σκηνὴ, ἣν ὁ ποικιλτὴς ἐκαινούργησε Βεσελεήλ.
Χαίροις, τὸ χρυσοῦν διάλιθον καὶ χρυσοΰφαντον λόγιον.
Χαίροις, τὸ ὑπὸ τῶν δύο Σεραφὶμ κατασκιαζόμενον ἱλαστήριον.
Χαίροις, τὸ ἱερατικὸν τῆς ἀρχιερατικῆς στολῆς Ἐφούδ.
Χαίροις, τὸ χρυσοῦν τῶν θυμιαμάτων ......
ᾔνεσαν ἐν φωνῇ μεγάλῃ πάντες ἄγγελοί μου.
Χαίροις, εἰς ἣν δι' ἡμᾶς σαρκὶ σκηνώσας ᾤκησεν ὁ λέγων ἐν Ἡσαΐᾳ·
Ἐγὼ Θεὸς πρῶτος, καὶ ἐγὼ μετὰ ταῦτα.
Χαίροις, ὦ Θεοῦ θεοφόρον κειμήλιον, ἡ σαρκὶ χωρήσασα τὸν μηδαμῶς χωρούμενον.
Χαίροις, ὁ Θεοῦ θεοφόρον κειμήλιον, καὶ παντὸς ἀκούσματος ἀνώτατον ἄκουσμα.
Χαῖρε, διὰ τοῦτο χαῖρε, ὅτι τέτοκας παιδίον, περὶ οὗ αἰνίττεται Ἰακὼβ λέγων·
Σκύμνος λέοντος Ἰούδα, ἐκ βλαστοῦ, υἱέ μου, ἀνέβης.
Χαῖρε, ὅτι τέτοκας παιδίον, περὶ οὗ φησιν ὁ πατρόθεος ∆αβίδ·
Ὅτι ζήσεται, καὶ δοθήσεται αὐτῷ ἀπὸ τοῦ χρυσίου τῆς Ἀραβίας.
Χαῖρε, ὅτι τέτοκας παιδίον, ὅπερ παρίστανται χιλίαι χιλιάδες ἀγγέλων, κατὰ τὸν ∆ανιήλ.
Χαῖρε, ὅτι τέτοκας παιδίον, ὅπερ ὑμνολογεῖ, καὶ δοξολογεῖ καὶ εὐλογεῖ τῶν ἐπουρανίων καὶ ἐπιγείων ἡ σύμπασα κτίσις.
Χαῖρε, ὅτι τέτοκας παιδίον, ὅπερ θεολογεῖ τὰ πολυόμματα Χερουβὶμ, καὶ κυριολογεῖ τὰ ἑξαπτέρυγα Σεραφίμ.
Χαῖρε, ὅτι τέτοκας παιδίον ἐν τῇ πολυωνύμῳ πόλει τοῦ ∆αβίδ.
Χαῖρε, ὅτι τέτοκας παιδίον προαιώνιον καὶ πρόσφατον, ἐκ πηγῶν Ἰσραὴλ καταγόμενον.
Χαῖρε, ὅτι γεγέννηκας βρέφος, τὸν τῶν βρεφῶν τεχνουργὸν, καὶ συνοχέα τῶν ὄλων.
Χαῖρε, ὅτι γεγέννηκας βρέφος, τὸν τοῦ Πατρὸς ὁμοδύναμον καὶ ὁμόδοξον.
Χαῖρε, ὅτι γεγέννηκας βρέφος, καθὰ διαγορεύει Λουκᾶς ὁ θαυμάσιος, ἐν τῷ τεσσαρακοστῷ πρώτῳ ἔτει τῆς βασιλείας Αὐγούστου Καίσαρος.
Χαῖρε, ὅτι γεγέννηκας βρέφος, οὗτινος ἕνεκα ἄγγελοι παμπληθεῖς τὰ ἐπίγεια κατέλαβον.
Χαῖρε, ὅτι γεγέννηκας βρέφος, οὗτινος ἕνεκα ποιμένες νυκτοφύλακες ἀγραυλοῦντες ἐθαύμαζον.
Χαῖρε, ὅτι γεγέννηκας βρέφος, οὗτινος ἕνεκεν ὑπέμελπον ἄγγελοι λέγοντες·
∆όξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.
Χαῖρε, ὅτι γεγέννηκας βρέφος, οὗ ἕνεκα θορυβεῖται καὶ φωνοκτυπεῖται.
Χαῖρε, ὅτι γεγέννηκας βρέφος, οὗ ἕνεκα Ἡρώδης θυμομαχῶν ταράττεται.
Χαῖρε, ὅτι γεγέννηκας βρέφος, οὗ ἕνεκα ἡ συγγενής σου Ἐλισάβετ ὑπερόριος γίνεται.
Χαῖρε, ὅτι γεγέννηκας βρέφος, οὗτινος ἕνεκα Ζαχαρίας ὁ παμμέγιστος ἱερεὺς μεταξὺ τοῦ ναοῦ κτείνεται.
Χαῖρε, ὅτι γεγέννηκας βρέφος, οὗ ἕνεκα ἡ Βηθλεὲμ στρατιωτικῶς ἐρευνᾶται.
Χαῖρε, ὅτι γεγέννηκας βρέφος, οὗ ἕνεκα ξιφηφόροι στέλλονται δήμιοι.
Χαῖρε, ὅτι γεγέννηκας βρέφος, οὗτινος ἕνεκα νεογενῆ καὶ μιμηλόφωνα βρέφη, μεληδὸν ἀναλίσκονται.
Χαῖρε, ὅτι γεγέννηκας βρέφος, οὗ ἕνεκα Ῥαχὴλ ποταμηδὸν δακρύουσα, βαρύγχητον ἐκπέμπει μέλος.
Χαῖρε, ὅτι γεγέννηκας βρέφος, τὸ ὀκταήμερον περιτεμνόμενον κατὰ τὸν Μωϋσέως νόμον. Χαῖρε, ὅτι γεγέννηκας βρέφος, τὸ τὸν νόμον ἐν πλαξὶ λαξεῦσαν, καὶ ὑπὸ νόμον γενόμενον, καὶ νόμον ἐκπληροῦν.
Χαῖρε, ὅτι γεγέννηκας βρέφος, ὅπερ ἐν τῇ συμπληρώσει τῶν τεσσαράκοντα ἡμερῶν ἐν τῷ Σολομωντείῳ προσήνεγκας ναῷ.
Χαῖρε, ὅτι γεγέννηκας βρέφος, νηπιοφανὲς, ὅπερ ὁ πολιοφανὴς ἱερεὺς Συμεὼν ἰδὼν, ἀπολύεσθαι ἔσπευδε.
Χαῖρε, ὅτι γεγέννηκας βρέφος, τὸ ὑπὸ τῆς προφήτιδος καὶ χήρας Ἄννης, ἐναντίον παντὸς λαοῦ κυριολογηθέν.
Χαῖρε, κεχαριτωμένη, χαῖρε δι' ἧς ἡμῖν ἐπέφαινεν ὁ πρὸ πάντων βουνῶν γεννηθεὶς, Θεὸς, φημὶ, ὁ παντεξούσιος.
Χαῖρε, δι' ἧς ἡμῖν ὁ ὑπερκόσμιος ἐπέφανεν, ὁ κόσμον ἄκοσμον κοσμήσας, καὶ κτίσιν ἄκτιστον κτίσας.
Χαῖρε, δι' ἧς ἡμῖν ἐπέφανεν, ὁ πρὸ τοῦ ὄρη γενηθῆναι, καὶ πλασθῆναι τὴν γῆν καὶ τὴν οἰκουμένην, ἐκ Πατρὸς ἀγεννήτου γεννηθείς.
Χαῖρε, δι' ἧς ἡμῖν ἐπέφανεν, ὁ τὸν οὐρανὸν ὡσεὶ δέῤῥιν ἐκτείνας, καὶ τὴν ξηρὰν ἐπὶ τῶν ἀβυσσίων ἑδράσας ὑδάτων.
Χαῖρε, δι' ἧς ἡμῖν ἐπέφανεν, ὁ ψάμμῳ χαλινώσας τὴν μεγαλομέγεθον τε καὶ κοσμοχώρητον, καὶ θαυμαστοθέατον θάλασσαν.
Χαῖρε, δι' ἧς ἡμῖν ἐπέφανεν ὁ χερσὶν ἀχράντοις καὶ ἀχειροπλάστοις χειροπλαστήσας τὸν πρῶτον ἐν ἀνθρώποις ἄνθρωπον Ἀδάμ.
Χαῖρε, δι' ἧς ἡμῖν ἐπέφανεν ὁ λέγων πρὸς Ἀβραὰμ, ἣ μὴν εὐλογῶν εὐλογήσω σε, καὶ πληθύνων πληθυνῶ σε.
Χαῖρε, δι' ἧς ἡμῖν ἐπέφανεν ὁ πάλαι διὰ Μωσέως Αἰγυπτιακῆς δουλείας ῥυσάμενος λαὸν Ἰσραηλίτην, καὶ Φαραωνίτην θαλασσοκτονήσας ἄνακτα.
Χαῖρε, δι' ἧς ἡμῖν ἐπέφανεν, ὁ κατὰ γενεὰν ὀπτανόμενος ἔν τε Πατράσι καὶ προφήταις, καὶ πᾶσι τοῖς κατὰ πρόθεσιν κλητοῖς οὖσι.
Χαῖρε, δι' ἧς ἡμῖν ἐπέφανεν, ὁ διὰ σπλάγχνα ἐλέους διὰ τὸν ἄνθρωπον ἄνθρωπος γενόμενος.
Χαῖρε, δι' ἧς ἡμῖν ἐπέφανεν, ὁ μόνος ἐν ἁγίοις ἅγιος, καὶ μόνος ἐν δεδοξασμένοις ἔνδοξος, καὶ μόνος ὕψιστος ἐπὶ πᾶσαν τὴν γῆν.
Χαῖρε, δι' ἧς ἡμῖν ἐπέφανεν, ὁ μόνος ἀπαθὴς, καὶ μόνος συμπαθὴς, καὶ μόνος ἀψευδὴς, καὶ μόνος ἐκ μόνου μονογενὴς Θεοῦ Υἱὸς καὶ Θεός.
Χαίροις, ὦ Κυρία Θεοτόκε, δι' ἧς ἡμῖν γεννᾶται ὁ αὐτογενέθλιος, καὶ φύεται ὁ αὐτοφυὴς, καὶ αὔξεται ὁ τέλειος.
Χαίροις, ὦ Κυρία Θεοτόκε, δι' ἧς ἡμῖν σωματοῦται ὁ ἀσώματος, καὶ ἄρχεται ὁ ἄναρχος, καὶ χωρεῖται ὁ ἀχώρητος.
Χαίροις, ὦ Κυρία Θεοτόκε, δι' ἧς ζωοῦται ὁ αὐτόζωος, καὶ ποσοῦται ὁ ἄποσος, καὶ σαρκοῦται ὁ ἄσαρκος.
Χαίροις, ὦ Κυρία Θεοτόκε, δι' ἧς ὁ ἄκτιστος κτίζεται, καὶ πτωχεύει ὁ πλούσιος, καὶ νηπιάζει ὁ ὕψιστος.
Χαίροις, ὦ Κυρία Θεοτόκε, δι' ἧς ψηλαφᾶται ὁ ἀψηλάφητος, καὶ κρατεῖται ὁ ἀνέπαφος, καὶ βαστάζεται ὁ βαστάζων τὰ πάντα.
Χαίροις, ὦ Κυρία Θεοτόκε, δι' ἧς γαλακτοτροφεῖται ὁ τοῦ παντὸς κηδεμὼν, καὶ τροφεὺς, καὶ πρύτανις Θεός.
Χαίροις, ὦ Κυρία Θεοτόκε, δι' ἧς ὁ Υἱὸς τοῦ Θεοῦ καὶ Λόγος, Υἱὸς ἀνθρώπου σωματικῶς κατ' εὐδοκίαν ἄφραστον πέφηνε.
Χαίροις, ὦ Κυρία Θεοτόκε, δι' ἧς ὁ ἀμήτωρ ἀπάτωρ γίνεται, καὶ ὁ νέος ἐπισυνάγεται Μελχισεδέκ.
Χαίροις, ὦ Κυρία Θεοτόκε, δι' ἧς διῆλθεν ὁ ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων.
Χαίροις, μόνη Μήτηρ Θεοῦ, ἡ ἀπ' ἄκρων τοῦ οὐρανοῦ ἕως ἄκρων αὐτοῦ, μητρικῶς τε καὶ ∆αυϊτικῶς τὸ κατάντημα τῆς προστασίας ἔχουσα.
Χαίροις, μόνη Μήτηρ Θεοῦ, ἡ τῶν ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων μεγαλοπρεπής τε καὶ μεγαλόφωτος εὔκλεια.
Χαίροις, μόνη Μήτηρ Θεοῦ, ἡ πάσης ἀκτῖνος φωτεινοτέρα, καὶ πάσης καθαρότητος καθαρωτέρα.
Χαίροις, μόνη Μήτηρ Θεοῦ, ἡ παντὸς σεβάσματος σεβασμιωτέρα, καὶ παντὸς ἀκούσματος ὑπερκείμενον ἄκουσμα.
Χαίροις, μόνη μήτηρ Θεοῦ, ἡ παντὸς γλυκάσματος γλυκυτέρα, καὶ παντὸς εὐγενοῦς εὐγενεστέρα, καὶ παντὸς πλούτου ῥέοντος πλουσιωτέρα.
Χαίροις, μόνη Μήτηρ Θεοῦ, τὸ μόνον ὄντως ἀληθῶς Χριστιανικῆς κτίσεως παγκάλλινον καὶ πασιπόθητον ὄνομα.
Χαίροις, μόνη Μήτηρ Θεοῦ, ἡ προσκυνητὴ εἰς τοὺς αἰῶνας, καὶ δοξαστὴ εἰς τοὺς αἰῶνας, καὶ ἐπαινετὴ εἰς ἀπεράντους αἰῶνας.
Χαίροις, μόνη Μήτηρ Θεοῦ, ἡ εἰς πάσας γενεὰς γενεῶν ὑπὸ ἀγγέλων τε καὶ ἀνθρώπων ὁμοφώνως ἐν φόβῳ μεγαλυνομένη.
Χαίροις, μόνη ἐν βασιλίσσαις βασιλίσσα, ἡ βασιλέων μὲν θυγάτηρ, παμβασιλέως δὲ Χριστοῦ Μήτηρ, φιλοσεβῶν δὲ βασιλέων κράτος.
Χαίροις, μόνη ἐν βασιλίσσαις βασίλισσα, ἐν ἱματισμῷ διαχρύσῳ περιβεβλημένη, πεποικιλμένη, καθὼς ὁ μέγας ψαλμῳδὸς ∆αβὶδ ἀνακέκραγε.
Χαίροις, μόνη ἐν γυναιξὶν εὐλογημένη, ἡ τῆς προμήτορος Εὔας τὸ σφάλμα ἀνορθώσασα.
Χαίροις, μόνη ἐν γυναιξὶν εὐλογημένη, ἡ τὸ ταπεινότατον γένος τῶν χαμαὶ κειμένων γυναικῶν ἀνυψώσασα.
Χαίροις, μόνη ἐν γυναιξὶν εὐλογημένη, λελαμπρυσμένη τε καὶ τεθαυμασμένη, ὅτι μόνη Χριστὸν τὸν θεάνθρωπον ἀνάνδρως συνέλαβες, καὶ ἀπόνως ἐκύησας.
Χαίροις, μόνη ὄντως ἐν γυναιξὶν εὐλογημένη καὶ δεδοξασμένη, ἡ τὸν ἕνα τῆς τρισσοφαοῦς καὶ ὑπεραγίας Τριάδος ἀφλέκτως συνειληφυῖα, γεγέννηκας.
Χαῖρε, μόνη ἐν γυναιξὶν εὐλογημένη, ὅτι μόνη ἀστενοχωρήτως ἐχώρησας, ὅνπερ κόσμος χωρῆσαι οὐ δύναται.
Χαίροις, μόνη νύμφη ἀνύμφευτε, ἡ ἐν τῇ νυμφικῇ Ἀσμάτων βίβλῳ προαναφερομένη. Χαίροις, μόνη ἐν παρθένοις Παρθένος, ἡ καὶ πρὸ τοῦ τόκου, καὶ ἐν τόκῳ, καὶ μετὰ τόκον, παρθένος διαμείνασα.
Χαίροις, μόνη ἐν πύλαις πύλη κεκλεισμένη, καὶ μόνη πόλις ἐν πόλεσι πεπυργωμένη.
Χαῖρε, ὄντως κεχαριτωμένη, χαῖρε, ὅτιπερ ἁγιωτέρα σὺ τῶν Ἀγγέλων, καὶ τιμιωτέρα τῶν Ἀρχαγγέλων.
Χαῖρε, κεχαριτωμένη, ὅτι θαυμασιωτέρα σὺ τῶν Θρόνων, καὶ κυριωτέρα σὺ τῶν Κυριοτήτων, καὶ δυνατωτέρα σὺ τῶν ∆υνάμεων.
Χαῖρε, κεχαριτωμένη, ὅτι ὑπερτέρα σὺ τῶν Ἀρχῶν, καὶ ἀνωτέρα σὺ τῶν Ἐξουσιῶν.
Χαῖρε, κεχαριτωμένη, ὅτι καλλιωτέρα σὺ τῶν Χερουβὶμ, καὶ σεβασμιωτέρα τῶν Σεραφίμ.
Χαῖρε, κεχαριτωμένη, ὅτιπερ ὑψηλοτέρα σὺ τῶν οὐρανῶν, καὶ καθαρωτέρα σὺ ὑπὲρ τὸν φαίνοντα ἥλιον Χαῖρε, κεχαριτωμένη, ὅτιπερ εὐγενεστέρα σὺ πάντων τῶν ὑφ' ἡλίου ἀνατολῶν, καὶ βασιλικωτέρα σὺ ὑπὲρ πάσας τὰς βασιλείας τῆς βροτείας οὐσίας.
Χαῖρε, κεχαριτωμένη, ὅτιπερ ἀγαθωτέρα σὺ ὑπὲρ ἐκείνην ὄντως τὴν ἀγαθὴν καὶ πολλὴν γῆν, τὴν ῥέουσαν μέλι καὶ γάλα.
Χαῖρε, κεχαριτωμένη, ὅτι ὑπὲρ χίονα ἐλευκάνθης, καὶ ὑπὲρ μέλι ἐγλυκάνθης.
Χαῖρε, κεχαριτωμένη, ὅτι ὑπὲρ τὰ κρῖνα εὐωδιάσθης, καὶ ὑπὲρ τὰ ῥόδα ἠρυθρώθης, καὶ ὑπὲρ τὸ πολυποίκιλτον ἔαρ ἐξήνθησας.
Χαῖρε, κεχαριτωμένη, ὅτι ὑπὲρ τὴν Ἱερουσαλὴμ ὡραιώθης, καὶ ὑπὲρ τὸν Σολομώντειον ἐμεγαλύνθης ναόν.
Χαῖρε οὖν, χαῖρε, καὶ πάλιν ἐρῶ, χαῖρε, κεχαριτωμένη, ὅτι πλήρης ὁ οὐρανὸς καὶ ἡ γῆ τῆς σῆς μεγαλειότητος.
Χαῖρε, δι' ἧς ἡμεῖς οἱ ταπεινοὶ, Χριστοῦ δευτέραν καὶ φωτοσωτήριον γέννησιν, εὐσεβοπρεπῶς προσκυνοῦμεν.
Χαῖρε, δι' ἧς ἡμεῖς τὴν κοσμοποιὸν καὶ ζωαρχικὸν, καὶ εἰς ἀεὶ βασιλεύουσαν ἐπέγνωμεν Τριάδα.
Χαῖρε, δι' ἧς ἡμεῖς Χριστιανικὸς λαὸς, τοῦ σοῦ Υἱοῦ καὶ Θεοῦ ὠνομάσμεθα.
Χαῖρε, δι' ἧς ἡμεῖς εἰς μίαν ἁγίαν, καθολικὴν καὶ ἀποστολικὴν Ἐκκλησίαν ἐπολιτογραφήθημεν.
Χαῖρε, δι' ἧς ἡμεῖς τὴν ψυχοσωτήριον καὶ φωτόμορφον κατέχομεν πίστιν.
Χαῖρε, δι' ἧς ἡμεῖς τὸν πολυπροσκύνητον καὶ ἰαματοποιὸν προσκυνοῦμεν σταυρόν.
Χαῖρε, δι' ἧς ἡμεῖς τὸ ἁγιοποιὸν καὶ τριφεγγὲς βαπτιζόμεθα βάπτισμα.
Χαῖρε, δι' ἧς καθαρᾶς ἡμεῖς καὶ φρικτῆς σαρκὸς ἐν τῇ φρικτοτελεῖ τραπέζῃ προσεγγίζειν τολμῶντες μετέχομεν.
Χαῖρε; δι' ἧς ἡμεῖς ἀληθινοῦ καὶ ἀθανάτου ἄρτου γευόμεθα.
Χαῖρε, δι' ἧς ἡμεῖς ἐκ τῶν τοῦ ᾅδου πυλῶν εἰς οὐρανοὺς ἀνεβιβάσθημεν.
Χαῖρε, δι' ἧς ἡμεῖς ἐλυτρώθημεν ἀρᾶς, ἀνεκλαλήτου δὲ χαρᾶς ἠξιώθημεν.
Χαῖρε, δι' ἧς ἡμεῖς τὰς χριστομόρφους καὶ σεπτοπροσκυνήτους προσκυνοῦμεν εἰκονογραφίας.
Χαῖρε, δι' ἧς ἡμεῖς τὰ τῶν Ἑλλήνων χρυσότευκτά τε καὶ δαιμονιόμορφα συμπατοῦμεν ξόανα. Χαῖρε, δι' ἧς ἡμεῖς τὸν ἀρχαῖόν τε καὶ μεγάλαυχον ἀντάρτην ἀντιπραττόμεθα.
Χαῖρε, δι' ἧς εἰρηνοποιεῖται ἡ τῶν Ῥωμαίων βασιλεία.
Χαῖρε, δι' ἦς βασιλεῦσι τὸ βασιλεύειν δίδοται, καὶ στρατηγοῖς τὸ στρατηγεῖν ἐγχειρίζεται.
Χαῖρε, δι' ἧς πολλάκις ἐπινίκια ἐν παρατάξει ἀλλογενῶν καὶ ἀλλογλώσσων ἐθνῶν διανύονται.
Χαῖρε, δι' ἧς ἑτερόφυλοι ὥσπερ φύλλα πίπτουσι, καὶ ἄνομοι ὡς ἄνεμοι μηδενὸς διώκοντος διώκονται.
Χαῖρε, δι' ἧς οἱ ὁπλομάχοι καὶ θυρεοφόροι θραύονται, πλήττονται δὲ πρὸ συμπλοκῆς σιδηροφόροι.
Χαῖρε, δι' ἧς ἀντιτοξεύονται ἀμφοτεροδέξιοι τοξόται, καὶ μωλωπίζονται ἔθνη τὰ πολέμους θέλοντα.
Χαῖρε, δι' ἧς ξιφοκτονεῖται ὁ βαρβαρογενής τε καὶ φιλομάκελλος κύων Ἰσμαήλ.
Χαῖρε, δι' ἧς δραπετεύουσιν ἐκ μέσου τῶν ὁπλοφόρων πιστοὶ τῶν ἐν χειροπέδαις σιδηραῖς ἐλεεινῶς κατεχομένων αἰχμαλώτων.
Χαῖρε, δι' ἧς ὁ σύμπας κόσμος σκέπεται, καὶ εἰς ἀεὶ διαφυλάττεται.
Χαῖρε, δι' ἧς ἡμῖν ἅπαν ὡμηρεύθη ἀγαθὸν, ἔν τε τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ.
Χαῖρε, δι' ἧς ἡμῖν εὐλογία τοῖς πῖστοις ἐπήγασεν, ἐπειδήπερ λαός σου ἡμεῖς, εἰ καὶ σειραῖς ἁμαρτημάτων συμπεπλέγμεθα.
Χαῖρε, δι' ἧς εὐλογεῖται τῶν ἀσθενῶν ὁμοῦ ἀῤῥένων ἡ χορτώδης οὐσία, ἀλλὰ καὶ ἡ τῶν ἀσθενογενῶν γυναικῶν πάμπλανός τε καὶ πανσάλευτος φύσις.
Χαῖρε, δι' ἧς οἱ ἀσεβεῖς εὐσεβεῖς γενόμενοι εὐσεβῶς εὐσεβοῦσι, καὶ προσκυνοῦσι τὸν πανσεβάσμιον τόκον σου.
Χαῖρε, δι' ἧς οἱ φιλόχρυσοι φιλόχριστοι γίνονται, καὶ οἱ φιλάργυροι φιλάνθρωποι, καὶ φιλόπτοχοι οἱ φιλόπλουτοι.
Χαῖρε οὖν, χαῖρε, κεχαριτωμένη, ὅτι πολλοὶ πολλῶν χρημάτων διὰ σὲ κατεφρόνησαν, ὅπως σε τὴν μόνην ἀγαθὴν κερδήσωσι.
Χαῖρε, ὅτι πολλοὶ πολλάκις τῶν εὐσεβῶν βασιλέων πηλὸν ἡγήσαντο διὰ σὲ τὸν χρυσὸν, καὶ σποδὸν τὸν ἄργυρον.
Χαῖρε, ὅτι πολλοὶ τῶν φιλοχρίστων βασιλίδων λιθολαμπεῖς διὰ σὲ στεφάνους, καὶ χρυσονήμους ἁλουργίδας, ἀράχνης εὐτελέστερα ἐλογίσαντο, Χαῖρε, ὅτι πολλοὶ τῶν εὐγενῶν Ἰνδικοὺς διὰ σὲ καὶ χρυσταλλίζοντας λίθους περιεφρόνησαν.
Χαῖρε, ὅτι πολλαὶ, ἵνα εἴπω, καὶ τῶν εὐγενίδων γυναικῶν εἰς οὐδὲν ἡγήσαντο διὰ σὲ ἀξιάγαστα τὰ βύσσινά τε καὶ κόκκινα, καὶ περιπόρφυρα, καὶ ὁλοσήρικα.
Χαῖρε, ὅτι πολλαὶ καὶ τῶν μοιχαλίδων γυναικῶν λιθοκόλλητα ἐνώτια, καὶ περιδέξια ψέλλια φύλλων ἀδρανέστερα ἐλογίσαντο.
Χαῖρε, ὅτι πολλοὶ πλειστάκις τῶν ἐνδόξων τε καὶ περιφανῶν, οὐ μὴν δὲ καὶ πλουσίων, σκύβαλα ἡγήσαντο διὰ σὲ τὰς χρυσοῦ καὶ ἀργύρου χιλιάδας.
Χαῖρε, ὅτι πολλαὶ καὶ τῶν νεογενῶν νεανίδων λευκοειδεῖς καὶ χρυσολαμπεῖς στολὰς ἀπώσαντο.
Χαῖρε, ὅτι πολλαὶ διὰ σὲ, ἵν' εἴπω, τῶν χρυσοφορουσῶν γυναικῶν, μελανοφορεῖν καὶ τριχινοφορεῖν διὰ παντὸς ᾑρετίσαντο.
Χαῖρε, κεχαριτωμένη, ὅτι καταφυγὴ ἐγενήθης ἡμῖν, καὶ μεσιτολογεῖς ὑπὲρ ἡμῶν τῶν πηλογενῶν πρὸς τὸν Υἱόν σου, καὶ Θεόν σου, καὶ Θεὸν ἡμῶν.
Χαῖρε, κεχαριτωμένη, χαῖρε, ἡ πάντων ὁμοῦ τῶν περάτων τῆς γῆς κοινὴ σωτηρία, καὶ πάντων τῶν Χριστιανῶν Χριστιανικὴ προστασία.
Χαῖρε, ἡ μόνη τῶν ἀβοηθήτων παραστατικὴ βοήθεια, καὶ μόνη τῶν ἀδυνάτων μεγαλοδύναμος δύναμις.
Χαῖρε, κεχαριτωμένη, χαῖρε, ἡ μόνη τῶν ταπεινῶν ἀνύψωσις, καὶ μόνη τῶν πενήτων ἀντίληψις, καὶ μόνη μήτηρ τῶν ὀρφανῶν, καὶ πτωχῶν, καὶ χηρῶν.
Χαῖρε, κεχαριτωμένη, χαῖρε, ἡ μόνη τῶν καταπονουμένων παραμυθία, καὶ μόνη τῶν ἀσκεπῶν σκέπη.
Χαῖρε, κεχαριτωμένη, χαῖρε, ἡ μόνη τῶν αἰχμαλώτων λύτρωσις, καὶ μόνη τῶν ἐξορίστων καὶ ἐξορισμένων ἀνάκλησις.
Χαῖρε, κεχαριτωμένη, χαῖρε, ἡ μόνη τῶν νοσούντων ἐπίσκεψις, καὶ μόνη τῶν ἀσθενούντων ἴασις, καὶ μόνη τῶν δαιμονώντων ὑγίωσις.
Χαῖρε, κεχαριτωμένη, χαῖρε, ἡ μόνη τῶν πλεόντων κυβέρνησις, καὶ μόνη τῶν νυκτοπορούντων συνοδοιπόρος καὶ συνδιαγωγός.
Χαῖρε, ὅτι πάντων ἡμῶν οἱ ὀφθαλμοὶ εἰς σὲ τὴν μόνην καθαρὰν ἐλπίζουσι, καὶ πρὸς σὲ διὰ παντὸς ἀτενίζουσι.
Χαῖρε, κεχαριτωμένη, χαῖρε, ἡ ἀεὶ προϊσταμένη ἡμῶν τῶν ταπεινῶν, καὶ λυτρουμένη ἡμᾶς ἐκ πάσης δικαίας ὀργῆς τε καὶ ἀπειλῆς.
Χαῖρε, κεχαριτωμένη, χαῖρε, ἡ ἀεὶ διαφυλάττουσα καὶ περισκέπουσα τὸ πτωχογενὲς ἡμῶν φῦλον ἐν πειρασμοῖς, ἐν κινδύνοις, καὶ ἐν διαφόροις συμφόραις.
Χαῖρε, κεχαριτωμένη, χαῖρε, ὅτι οὐδεὶς ὡς σὺ πλὴν Θεοῦ τηλικοῦτον κεκληρονόμηκεν ὄνομα, ἢ τοιαύτης πώποτε τέτυχε δόξης.
Χαῖρε, ἡ ὄντως ὑπερευλογημένη, χαῖρε, δι' ἣν ἡμεῖς σήμερον ὑπερκοσμίως τὴν ὑπερκόσμιον ταύτην πανηγυρίζομεν ἡμέραν. Χαῖρε, ἡ ὄντως ὑπερευλογημένη, χαῖρε, δι' ἣν ἡμεῖς σήμερον, ἑορτὴν ἑορτῶν, καὶ πανήγυριν πανηγύρεων πανδημεὶ ἑορτάζομεν.
Χαῖρε, ὄντως ὑπερευλογημένη, χαῖρε, δι' ἣν ἡμεῖς σήμερον ἀγεληδὸν ἐπαθροιζόμεθα ἐν τοῖς σοῖς ἁγιοβάτοις ναοῖς, καὶ μεγαλοφώνως σε γεραίρομεν.
Χαῖρε, ὄντως ὑπερευλογημένη, χαῖρε, δι' ἣν ἡμεῖς σήμερον δίκην μελισσῶν ἐπισυναγόμενοι πληθύνομεν τὴν ὑμνολογίαν, ὡς σὺ τὴν προστασίαν.
Χαῖρε, κεχαριτωμένη, χαῖρε, δι' ἣν ἡμεῖς σήμερον φωτοφοροῦντες λαμπρῶς ἐν Ἐκκλησίᾳ σε μεγαλύνομεν.
Χαῖρε, ὄντως ὑπερευλογημένη, χαῖρε, δι' ἣν ἡμεῖς σήμερον τὰ τοῦ ∆αβὶδ σὺν τῷ ∆αβὶδ, καὶ τὰ τοῦ ἀγγέλου σὺν τῷ ἀγγέλῳ ἀνεκινήσαμεν λόγια.
Χαῖρε, ὄντως ὑπερευλογημένη, χαῖρε, δι' ἣν ἡμεῖς σήμερον οἱ αἰχμάλωτοι ἐπαινέται ταύτην ἐξυφάναμεν τὴν τετραπλῆν τῶν χαροποιῶν προῤῥήσεων πεντακοντάδα·
ἀλλὰ παράτεινον τὸ ἔλεός σου, πανάγαθε ∆έσποινα, τοῖς γινώσκουσί σε, καὶ ἴδε ἐπὶ τοὺς δούλους σου καὶ ἐπὶ τὰ ἔργα σου, καὶ κατεύθυνον πάντας εἰς ὁδὸν εἰρήνης, ὅτι πάντων οἱ ὀφθαλμοὶ εἰς σὲ ἐλπίζουσι, καὶ σοῦ τῇ μεσιτείᾳ τὴν καταλλαγὴν τὴν πρὸς τὸν Υἱόν σου καὶ Θεὸν, καὶ Θεὸν ἡμῶν ἐσχήκαμεν·
ᾧ δόξα, ᾧ κράτος, ᾧ σθένος σὺν τῷ ἀνάρχῳ αὐτοῦ Πατρὶ, καὶ τῷ ὁμοφυεῖ καὶ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς ἀπεράντους αἰῶνας τῶν αἰώνων.
Ἀμήν.


Πανεπιστήμιο Αιγαίου, Τμήμα Πολιτισμικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού με αναφορά στην πηγή προέλευσής του.

No votes yet


Η Θεία Λειτουργία

Όρος Λιβάνου Χορωδία Αραβικά Ελληνικά
- Θεία Λειτουργία - Ορθόδοξη Εκκλησία -

خدمة القداس الإلهي عربي

جوقة جبل لبنان للروم الأرثوذكس - الأب بندلايمون فرح - موسيقى بيزنطية

Πειραϊκὴ Ἐκκλησία

Ακούστε (((ο)))
Πειραϊκή Εκκλησία 912fm

You are missing some Flash content that should appear here! Perhaps your browser cannot display it, or maybe it did not initialize correctly.

Ὅλα ἀρχίζουν ἐδῶ

Κάθε λογισμὸς καὶ κάθε αἴσθηση ὁδηγοῦν σταδιακὰ τὴν ψυχὴ εἴτε πρὸς τὸν παράδεισο εἴτε πρὸς τὴν κόλαση.

Ἄν ὁ λογισμὸς εἶναι ἔλλογος, τότε συνδέει τὸν ἄνθρωπο μὲ τὸν Θεὸ Λόγο, μὲ τὸν ὕψιστο Λογισμό, μὲ τὴν Παναξία, πρᾶγμα ποὺ εἶναι ἤδη ὁ παράδεισος.

παράδεισος

Ἐάν πάλι εἶναι ἄλογος ὁ λογισμὸς ἤ καὶ παράλογος, τότε συνδέει ἀναπόφευκτα τὸν ἄνθρωπο μὲ τὸν Παράλογο, τὸν Ἀνόητο, μὲ τὸν διάβολο, πρᾶγμα ποὺ εἶναι ἤδη ἡ κόλαση.

Ὅσα ἰσχύουν γιὰ τὸν λογισμὸ, ἰσχύουν καὶ γιὰ τις αἰσθήσεις. Ὅλα ἀρχίζουν ἐδῶ, ἀπὸ τὴν γῆ: καὶ ὁ παράδεισος μὰ καὶ ἡ κόλαση τοῦ ἀνθρώπου.

Ἰουστῖνος Πόποβιτς

Ιωάννου Χρυσοστόμου

Ἐγὼ πατὴρ, ἐγὼ ἀδελφὸς, ἐγὼ νυμφίος, ἐγὼ οἰκία, ἐγὼ τροφὴ, ἐγὼ ἱμάτιον, ἐγὼ ῥίζα, ἐγὼ θεμέλιος, πᾶν ὅπερ ἂν θέλῃς ἐγώ· μηδενὸς ἐν χρείᾳ καταστῇς. Ἐγὼ καὶ δουλεύσω· ἦλθον γὰρ διακονῆσαι, οὐ διακονηθῆναι. Ἐγὼ καὶ φίλος, καὶ μέλος, καὶ κεφαλὴ, καὶ ἀδελφὸς, καὶ ἀδελφὴ, καὶ μήτηρ, πάντα ἐγώ· μόνον οἰκείως ἔχε πρὸς ἐμέ. Ἐγὼ πένης διὰ σέ· καὶ ἀλήτης διὰ σέ· ἐπὶ σταυροῦ διὰ σὲ, ἐπὶ τάφου διὰ σέ· ἄνω ὑπὲρ σοῦ ἐντυγχάνω τῷ Πατρὶ, κάτω ὑπὲρ σοῦ πρεσβευτὴς παραγέγονα παρὰ τοῦ Πατρός. Πάντα μοι σὺ, καὶ ἀδελφὸς, καὶ συγκληρονόμος, καὶ φίλος, καὶ μέλος. Τί πλέον θέλεις; τί τὸν φιλοῦντα ἀποστρέφῃ; τί τῷ κόσμῳ κάμνεις; τί εἰς πίθον ἀντλεῖς τετρημένον;  περισσότερα »»»

Η Ελλάδα και ο Υμνος της Ελευθερίας

Ελληνική σημαία - Ελλάς - Ελευθερία

You are missing some Flash content that should appear here! Perhaps your browser cannot display it, or maybe it did not initialize correctly.

Υπεραγία Παρθένος Θεοτόκος Μαρία

Κύριος διασκεδάζει βουλὰς ἐθνῶν, ἀθετεῖ δὲ λογισμοὺς λαῶν καὶ ἀθετεῖ βουλὰς ἀρχόντων· ἡ δὲ βουλὴ τοῦ Κυρίου εἰς τὸν αἰῶνα μένει, λογισμοὶ τῆς καρδίας αὐτοῦ εἰς γενεὰν καὶ γενεάν. (Ψαλ. 32, 10-11)

εἰ δέ τις τῶν ἰδίων καὶ μάλιστα τῶν οἰκείων οὐ προνοεῖ, τὴν πίστιν ἤρνηται καὶ ἔστιν ἀπίστου χείρων. (Τιμ.Α 5,8)

Ἅγιος Ἀντώνιος ὁ Μέγας

Οἱ ἄνθρωποι καταχρηστικά λέγονται λογικοί. Δεν εἶναι λογικοὶ ὅσοι ἔμαθαν ἀπλῶς τὰ λόγια καὶ τὰ βιβλία τῶν ἀρχαίων σοφῶν, ἀλλ' ὅσοι ἔχουν τὴ λογικὴ ψυχὴ καὶ μποροῦν νὰ διακρίνουν ποιὸ εἶναι τὸ καλὸ καἰ ποιὸ τὸ κακό καὶ ἀποφεύγουν τὰ πονηρὰ καὶ βλαβερὰ στὴν ψυχή, τὰ δὲ ἀγαθὰ καὶ ψυχωφελῆ, τὰ ἀποκτοῦν πρόθυμα μὲ τὴ μελέτη καὶ τὰ ἐφαρμόζουν μὲ πολλὴ εὐχαριστία πρὸς τὸν Θεό. Αὐτοὶ μόνοι πρέπει νὰ λέγονται ἀληθινὰ λογικοὶ ἄνθρωποι.

St Antony the Great

Ἐφ᾿ ὅσον ἐννοεῖς τὰ περὶ Θεοῦ, νὰ εἶσαι εὐσεβής, χωρὶς φθόνο, ἀγαθός, σώφρων, πράος, χαριστικὸς κατὰ δύναμιν, κοινωνικός, ἀφιλόνεικος καὶ τὰ ὅμοια. Διότι αὐτὸ εἶναι τὸ ἀπαραβίαστο ἀπόκτημα τῆς ψυχῆς, νὰ ἀρέσει στὸ Θεὸ μὲ τέτοιες πράξεις καὶ μὲ τὸ νὰ μὴν κρίνει κανέναν καὶ νὰ λέει γιὰ κανέναν, ὅτι ὁ δείνα εἶναι κακὸς καὶ ἁμάρτησε. Ἀλλὰ καλλίτερο εἶναι νὰ συζητᾶμε τὰ δικά μας κακά, καὶ νὰ ἐρευνᾶμε μέσα μας τὴ δική μας πολιτεία, ἐὰν εἶναι ἀρεστὴ στὸ Θεό. Διότι, τί μᾶς μέλει ἐμᾶς, ἐὰν ὁ ἄλλος εἶναι πονηρός;

περισσότερα