Ο Κύριος ημών Ιησούς Χριστός | Ορθόδοξοι Πατέρες Our Lord Jesus Christ | Orthodox Fathers

»»»    Καγώ μεν ποθώ, άνθρωπον δε ουκ έχω

Καγώ μεν ποθώ, άνθρωπον δε ουκ έχω


Τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν ΚΥΡΙΛΛΟΥ ἀρχιεπισκόπου Ἱεροσολύμων
ΟΜΙΛΙΑ ΕΙΣ ΤΟΝ ΠΑΡΑΛΥΤΙΚΟΝ τὸν ἐπὶ τὴν κολυμβήθραν.

Ὅπου ἂν φανῇ Ἰησοῦς, ἐκεῖ καὶ ἡ σωτηρία.
Κἄν τε γὰρ ἴδῃ τελώνην καθήμενον ἐπὶ τοῦ τελωνίου,
τοῦτον ἀπόστολον ποιεῖ καὶ εὐαγγελιστήν,
κἄν τε μετὰ νεκρῶν ταφῇ, νεκροὺς ἐγείρει.
Καὶ τυφλοῖς μὲν τὸ βλέπειν χαρίζεται, κωφοῖς δὲ τὸ ἀκούειν.
Καὶ τὰς κολυμβήθρας περιέρχεται, οὐ τὰς οἰκοδομὰς ζητῶν, ἀλλὰ τοὺς νοσοῦντας ἰατρεύων.

Ἐν γὰρ τοῖς Ἱεροσολύμοις ἦν προβατικὴ κολυμβήθρα πέντε στοὰς ἔχουσα, τέσσαρας μὲν περιτρεχούσας, μέσην δὲ τὴν πέμπτην, ἐν ᾗ κατέκειτο πλῆθος ἀσθενούντων.
Καὶ ἀπιστία ἦν πολλὴ τῶν Ἰουδαίων.
Ὁ δὲ τῶν ψυχῶν καὶ σωμάτων ἰατρὸς καὶ θεραπευτὴς μέτρῳ τὴν ἴασιν ἐχαρίζετο, τὸν πολυχρόνιον πρῶτον θεραπεύων, ἵνα τάχιον ἀπαλλαγῇ τῶν ἀλγηδόνων.
Οὐ γὰρ μία ἡμέρα ἦν αὐτῷ κατακεῖσθαι, ὡς οὐδὲ δευτέρα, οὐδὲ πρῶτος μὴν ἢ ἐνιαυτός, ἀλλ' ὀκτὼ καὶ τριάκοντα ἔτη.
Κατακείμενος πολυχρονίῳ νόσῳ γνώριμος ἦν τοῖς ὁρῶσιν, καὶ δεικνύων τοῦ θεραπεύοντος τὴν ἐνέργειαν.
Ἐγνωρίζετο γὰρ ὑπὸ πάντων διὰ τὸν χρόνον ὁ παραλυτικός.
Ὁ δὲ ἀρχιατρὸς ἐδείκνυ μὲν τὴν δύναμιν, ἠθετεῖτο δὲ ὑπὸ τῶν κακῶς ἐκδεχομένων.

Περιερχόμενος δὲ τὴν κολυμβήθραν ἴδεν, οὐκ ἐξ ἐρωτήσεως μαθών, ἀλλ' ἐκ θεϊκῆς ἐνεργείας τὸ λεῖπον ἀπεπλήρωσεν.
ἰδών, οὐκ ἐρωτῶν, ἐκ πόσου χρόνου κατάκειται, ἀλλ' ἰδὼν ἔγνω, ὁ καὶ πρὸ τοῦ ἰδεῖν εἰδώς.
Εἰ γὰρ ἐπὶ τῶν κατὰ καρδίαν οὐ χρείαν εἶχεν ἵνα τις αὐτὸν ἐρωτήσῃ περὶ τοῦ ἀνθρώπου (αὐτὸς γὰρ ᾔδει, τί ἦν ἐν τῷ ἀνθρώπῳ), πολὺ δὲ μᾶλλον περὶ τῶν νοσημάτων, ὧν ἔξωθεν ἡ ἐπαγωγή.

Εἶδεν τινὰ κατακείμενον καὶ πλείστῃ νόσῳ βεβαρημένον.
ἁμαρτιῶν γὰρ εἶχε πολὺ φορτίον καὶ νόσου πολυχρόνιον ἀλγηδόνα.
Πρὸς τοῦτον ἐρώτημά πως λέγει τὸ ποθούμενον·
θέλεις ὑγιὴς γενέσθαι;
Καὶ οὐκ εἶπεν τὶ ἄλλο, ἀλλὰ κατέλειπεν τῇ μεσότητι τῆς ἐρωτήσεως.
Διπλῆ γὰρ ἦν ἡ ἐρώτησις.
Ἐπειδὴ γὰρ οὐ μόνον ἐνόσει τὸ σῶμα, ἀλλὰ καὶ τὴν ψυχήν, (κατὰ τὸ ὕστερον ὑπ' αὐτοῦ εἰρημένον, ἴδε ὑγιὴς γέγονας, μηκέτι ἁμάρτανε, ἵνα μὴ χεῖρόν σοί τι γένηται,) ἠρώτα αὐτόν·
Θέλεις ὑγιὴς γενέσθαι;
ὢ μεγάλης ἰατροῦ δυνάμεως, ἐπὶ τῷ θέλειν τὴν βοήθειαν τιθεμένου.
ἐπειδὴ γὰρ ἐκ πίστεως ἡ σωτηρία, διὰ τοῦτο ἤκουσε τὸ θέλεις, ἵνα τὸ θέλειν ἐπαγάγῃ τὴν ἐνέργειαν.
Τοῦτο μόνου τοῦ Ἰησοῦ τὸ ῥῆμα.
Ἀρχιάτρων γὰρ οὐκ ἔστιν αἰσθητῶν.
Οἱ γὰρ τὰ αἰσθητὰ νοσήματα θεραπεύοντες οὐ δύνανται πᾶσιν λέγειν·
θέλεις ὑγιὴς γενέσθαι;
Ἰησοῦς δὲ καὶ τὸ θέλειν χαρίζεται, καὶ τὸ πιστεύειν λαμβάνει, καὶ τὴν δωρεὰν ἀμισθὶ χαρίζεται.

Περιῄει ποτὲ ὁ σωτὴρ κατὰ τὴν ὁδόν, καὶ τυφλοὶ δύο ἐκαθέζοντο, ἀβλεπτοῦντες μὲν τῷ σώματι, πεφωτισμένοι δὲ τὴν διάνοιαν.
Ὅνπερ γὰρ οὐκ ᾔδεισαν γραμματεῖς, τοῦτον ἐδείκνυον οἱ τυφλοὶ βοῶντες.
Οἱ μὲν γὰρ φαρισαῖοι τὸν νόμον μεμαθηκότες καὶ ἐκ παιδίου ἕως γήρως μεμελετηκότες καὶ ἐν ἀμαθίᾳ γεγηρακότες ἔλεγον, ὅτι τοῦτον οὐκ οἴδαμεν πόθεν ἐστίν.
Εἰς γὰρ τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον.
Οἱ δὲ τυφλοὶ ἐπεβόων λέγοντες, υἱὲ ∆αβίδ, ἐλέησον ἡμᾶς.
Καὶ ὅνπερ οὐκ ᾔδεισαν οἱ τὸν νόμον μεμαθηκότες, τοῦτον ᾔδεισαν οἱ τοὺς ὀφθαλμοὺς μὴ ὑπηρετήσαντας εἰς ἀνάγνωσιν ἔχοντες.
Τούτοις προσελθὼν ὁ σωτὴρ ἔλεγεν·
Πιστεύετε ὅτι δύναμαι τοῦτο ποιῆσαι;
Καὶ τὸ τί θέλετε ἵνα ποιήσω ὑμῖν;
Οὐκ εἶπεν, τί θέλετε ἵνα εἴπω ὑμῖν, ἀλλά, τί θέλετε ἵνα ποιήσω ὑμῖν.
Ποιητὴς γὰρ ἦν καὶ ζωοδότης, οὐ νῦν ἀρξάμενος ποιεῖν.
Ὁ πατὴρ γὰρ αὐτοῦ πάντοτε ἐργάζεται, καὶ αὐτὸς τῷ πατρὶ συνεργάζεται, καὶ ποιητὴς ἦν τῶν ὅλων νεύματι πατρός.
Αὐτὸς δὲ μόνος ἐκ μόνου ἀμεσιτεύτως γεννηθεὶς ἐρωτᾷ τοὺς τυφλούς, λέγων·
Τί θέλετε ἵνα ποιήσω ὑμῖν;
Οὐκ ἀγνοῶν τί θέλουσιν, (φανερὸν γὰρ ἦν τὸ πρᾶγμα,) ἀλλ' ἐκ τῶν λόγων αὐτῶν ἐπαγαγὼν τὴν δωρεάν, ἵνα ἐκ τῶν λόγων δικαιωθῶσιν αὐτῶν.
Οὐ γὰρ δήπου ὁ τὰς καρδίας εἰδὼς ἀγνοεῖ τὸ λεγόμενον, ἀλλ' ἐξεδέχετο τὸν λόγον, ἵνα ἡ ἐρώτησις ἐφελκύσῃ τὴν ἐνέργειαν.

Οὕτως καὶ τούτῳ παραστὰς καὶ αὐτομολήσας πρὸς τὸν κεκμηκότα ὁ ἰατρός (καὶ οὐδὲν θαυμαστὸν εἰ πρὸς τὸν παρὰ τὴν κολυμβήθραν κείμενον παρῆλθεν, εἴγε ηὐτομόλησεν ἐξ οὐρανοῦ πρὸς ἡμᾶς) ἠρώτα τοῦτον·
Θέλεις ὑγιὴς γενέσθαι;
Ἐκ τῆς ἐρωτήσεως ἐφέλκων αὐτὸν εἰς τὴν γνῶσιν καὶ διεγείρων αὐτὸν εἰς ἐρώτησιν.
Μεγάλης χάριτος δωρεά.
Ἄμισθος γὰρ ἦν.
Διὰ τοῦτο καὶ αὐτόμολον εἶχεν τὸν θεραπευτήν.
Ὁ δὲ πρὸς αὐτόν·
Ναί, κύριε.
Τὸ γὰρ πολυχρόνιόν μου τῶν νοσημάτων ποθητήν μοι ποιεῖ τὴν ὑγίειαν, κἀγὼ μὲν ποθῶ, ἄνθρωπον δὲ οὐκ ἔχω.
Μὴ ἀθυμήσῃς, ἄνθρωπε, ὅτι ἅνθρωπον οὐκ ἔχεις.
θεὸν ἔχεις παρεστῶτα, κατά τι μὲν ἄνθρωπον, κατά τι δὲ Θεόν·
ἀμφότερα γὰρ ὁμολογητέον.
Οὐ γὰρ ἡ τῆς ἀνθρωπότητος ὁμολογία μὴ συνομολογουμένης τῆς θεότητος ὠφέλιμος, μᾶλλον δὲ κατάρας πρόξενος.
Ἐπικατάρατος γὰρ ὃς τὴν ἐλπίδα ἔχει ἐπ' ἄνθρωπον.
Εἰ μὲν οὖν καὶ ἡμεῖς εἰς Ἰησοῦν ἐλπίζοντες εἰς ἄνθρωπον ἐλπίζομεν, οὐχὶ δὲ καὶ τὴν θεότητα συμπλέκοντες τῇ ἐλπίδι, κατάρας ἐσμὲν κληρονόμοι.
Νῦν δὲ καὶ θεὸν καὶ ἄνθρωπον ὁμολογοῦμεν, καὶ ἀμφότερα ἀληθῶς, [Θεὸν ἀληθῶς] ἐξ ἀληθινοῦ πατρὸς γεγεννημένον, καὶ ἄνθρωπον οὐ κατὰ φαντασίαν, ἀλλὰ κατὰ ἀλήθειαν γεγεννημένον προσκυνοῦντες ἀληθινὴν σωτηρίαν ἐκδεχόμεθα.

Θέλω μὲν ὑγιὴς γενέσθαι, ἄνθρωπον δὲ οὐκ ἔχω.
βλέπε, εἰ μή, ὅπου ἡ σωτηρία ὑστέρει, ἐκεῖ ἔδωκεν τὴν ἐνέργειαν.
Οἱ γὰρ πολλοὶ τῶν νοσούντων καὶ οἰκίας εἶχον, ἔτι δὲ καὶ γνωρίμους, εἰ καὶ ἄλλους τινάς.
Οὗτος δὲ ἀληθῶς ἐν πάσῃ πενίᾳ τεθλιμμένος καὶ τῆς ἔξωθεν βοηθείας μηδεμίαν ἔχων τὴν δύναμιν, μονώτατος καταλειφθείς, ἔσχεν βοηθὸν Υἱὸν τοῦ Θεοῦ τὸν μονογενῆ.
Θέλεις ὑγιὴς γενέσθαι;
ναί, κύριε, ἄνθρωπον δὲ οὐκ ἔχω, ἵνα, ὅταν ταραχθῇ τὸ ὕδωρ, βάλῃ με εἰς τὴν κολυμβήθραν.
ἔχεις τὴν πηγήν, ὅτι παρὰ σοὶ πηγὴ ζωῆς, πηγὴν πηγοποιόν.
ὃς δ' ἂν πίῃ ἐκ τοῦ ὕδατος τούτου, ποταμοὶ ῥεύσουσιν ἐκ τῆς κοιλίας αὐτοῦ, οὐχ ὕδατος κάτω ῥέοντος, ἀλλ' ὕδατος ἁλλομένου (τὸ γὰρ Ἰησοῦ οὐκ ἄνωθεν κάτω ἀναπηδᾶν ποιεῖ, ἀλλ' ἀπὸ τῶν γηίνων ἐπὶ τὰ οὐράνια), ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον.
Πηγὴ γὰρ ἀγαθῶν Ἰησοῦς.

Καὶ τί περιμένεις κολυμβήθραν;
ἔχεις τὸν ἐπὶ τῶν ὑδάτων περιπατοῦντα, τὸν τῶν ἀνέμων ἐπιτιμητήν, τὸν θαλάσσης ἡνίοχον, τὸν μὴ μόνον ἑαυτῷ κρηπῖδος δίκην ὑπεστρωμένην ἔχοντα τὴν θάλασσαν, ἀλλὰ καὶ Πέτρῳ τὴν ὁμότροπον τοῦ περιπάτου ἐνέργειαν χαρισάμενον.
ἡνίκα γὰρ νὺξ ἦν ἀφεγγής, παρῆν δὲ τὸ φῶς, οὐκ ἐγνωρίζετο (Ἰησοῦς γὰρ περιπατῶν ἐπὶ τῶν ὑδάτων ἄγνωστος ἦν ὅσον ἐκ προσώπου χαρακτῆρος φαινόμενος, ἡ δὲ τῆς φωνῆς ἰδιότης ἐμήνυσε τὸν παρόντα), ὡς φάντασμα δὲ νομίσαντες ἐφοβήθησαν.
ἔφη δὲ πρὸς αὐτοὺς Ἰησοῦς·
ἐγώ εἰμι, μὴ φοβεῖσθε.
Ὁ δὲ Πέτρος πρὸς αὐτὸν λέγει·
Εἰ σὺ εἶ ὃν ἐγὼ οἶδα, μᾶλλον δὲ ὃν ὁ πατήρ μοι ἐμήνυσεν, κέλευσόν μοι ἐλθεῖν πρὸς σὲ ἐπὶ τὰ ὕδατα.
Ὁ δὲ πρὸς αὐτὸν ἀφθονωτάτῃ μεταδόσει λέγει·
Ἐλθέ.

Παρῆν τοίνυν παρὰ τὰ ὕδατα τῆς κολυμβήθρας ὁ τῶν ὑδάτων ἡνίοχος καὶ ποιητής.
Πρὸς ὃν ὁ παράλυτος λέγει·
ἄνθρωπον οὐκ ἔχω, ἵνα, ὅταν ταραχθῇ τὸ ὕδωρ, βάλῃ με εἰς κολυμβήθραν.
λέγει αὐτῷ ὁ σωτήρ·
τί περιμένεις ταραχὴν ὑδάτων;
ἀταράχως θεραπεύθητι.
Τί δὲ κίνησιν φαινομένην ἐκδέχῃ;
Λόγῳ τὸ πρόσταγμα γίνεται ὀξύτερον νοήματος.
μόνον ἔνιδε τῇ τῆς πηγῆς ἐνεργείᾳ καὶ καθυπόπτευσον τὸν ἐν σαρκὶ φαινόμενον Θεόν, καὶ μὴ τὸν φαινόμενον σκόπει, ἀλλὰ τὸν διὰ τοῦ φαινομένου ἐργαζόμενον.
ἄνθρωπον οὐκ ἔχω, ἵνα ὅταν ταραχθῇ τὸ ὕδωρ βάλῃ με εἰς τὴν κολυμβήθραν.
Ὁ δὲ πρὸς αὐτόν·
τί περιμένεις τὰ μικρά;
Τί ζητεῖς ὑδάτων ἰατρείαν;
ἔγειραι, ἡ ἀνάστασίς σοι εἶπεν.
Πανταχοῦ γὰρ τοῖς πᾶσιν πάντα γίνεται ὁ σωτήρ, πεινῶσιν ἄρτος, διψῶσιν ὕδωρ, νεκροῖς ἀνάστασις, νοσοῦσιν ἰατρός, ἁμαρτωλοῖς ἀπολύτρωσις.

Ἔγειραι, ἆρόν σου τὸν κράββατον καὶ περιπάτει.
Ἀλλὰ πρῶτον ἔγειραι, πρῶτον ἀπόβαλε τὴν νόσον.
Εἶτα ἀνάλαβε τὸ τῆς πίστεως νεῦρον.
Ἴσχυσον πρῶτον κατὰ τοῦ φέροντός σε κραββάτου, καὶ ξυλίνῳ σκεύει τὰ πολυχρονίως σεβάσματα μαθὲ βαστάζειν.
Καὶ προσέταττεν τὸ ξύλινον φορεῖον βαστάζειν ἐκεῖνος ὁ σωτήρ, περὶ οὗ εἴρηται·
φορεῖον ἑαυτῷ ἐποίησεν ὁ βασιλεὺς ἀπὸ ξύλων τοῦ Λιβάνου.
στύλους αὐτοῦ ἐποίησεν ἀργύριον, ἀνάκλιτον αὐτοῦ πορφύραν, ἐντὸς αὐτοῦ λιθόστρωτον.
Τοῦ πάθους ἐστὶν τὰ σύμβολα ἐν τοῖς ᾄσμασιν ἀποκείμενα τοῖς νυμφικοῖς καὶ νηφαλίοις καὶ σωφρονικοῖς.
μὴ γάρ, πρὸς τὴν τῶν πολλῶν ὑπόληψιν ἐκλαβὼν τὰ ῥήματα καὶ ἀτενίσας μηδέν, ἐρωτικὰ νομίσῃς εἶναι καὶ ἐμπαθῆ τὰ ᾄσματα, ἀλλὰ νυμφικὰ τὰ ῥήματα σωφροσύνης πεπληρωμένα.
Καὶ εἰ μὴ νοεῖς τὰ ᾄσματα, ἐλθὲ ἐπὶ τὰς παροιμίας, καὶ ὁδῷ καὶ βαθμίσιν ἀνάβηθι ἐπ' ἐκεῖνα.
ἡ σοφία ᾠκοδόμησεν ἑαυτῇ οἶκον, (ὡς περὶ γυναικὸς ὁ λόγος,) καὶ ἀπέστειλεν τοὺς ἑαυτῆς δούλους.
Καὶ πάλιν ἀλλαχοῦ λέγει·
ἐράσθητι αὐτῆς καὶ τηρήσει σε.
Οὐ γυναικὸς ἔρως, ἀλλὰ σοφίας τῆς ἔρωτα ἐξοριζούσης.
Ὅπου γὰρ σοφίας κτῆσις, ἐκεῖ καὶ ἔρωτος ἐξορισμός.
Οὐ γὰρ κατὰ σοφίαν τὰ πάθη, ἀλλὰ σοφὰ τὰ νοήματα.
ἵπποι θηλυμανεῖς ἐγενήθησαν, ἄλογος ἡ ὁρμή.
Ἐὰν τοίνυν ἐν τοῖς ᾄσμασιν ἀκούσῃς ὡς περὶ νυμφίου καὶ νύμφης τὰ λεγόμενα, μὴ χαμαὶ πέσῃς, μηδὲ ἐμπαθῶς ἄκουε ταῦτα, ἐκ τῶν ἀπαθῶν τὰ πάθη μεταγύμναζε.

Τὰ τοίνυν θεῖα τῶν ᾀσμάτων μελέτα, σωφροσύνης πεπληρωμένα, τοῦ πάθους Χριστοῦ μηνυτικά.
Καὶ γὰρ τὰ περὶ τοῦ πάθους τοῦ σωτῆρος διηγούμενα καὶ τὸν τόπον λέγει·
εἰσῆλθεν εἰς κῆπον, διὰ τὸν ἐκεῖ ταφέντα.
Καὶ τῶν ἀρωμάτων ἐμνημόνευσεν·
ἔλαβεν μύρον μου πλῆρες·
ἐπληρώθη γὰρ ἡ οἰκονομία.
Καὶ μετὰ τὴν ἀνάστασιν ἔλεγεν·
ἔφαγον τὸν ἄρτον μου μετὰ μέλιτός μου.
ἔδωκαν γὰρ αὐτῷ ἀπὸ μελισσίου κηρίον.
Καὶ τὰ περὶ τοῦ οἴνου τοῦ ἐσμυρνισμένου ἔλεγεν πάλιν τὰ ᾄσματα·
ποτιῶ σε ἀπὸ τοῦ οἴνου τοῦ μυρεψικοῦ.
Καὶ τὰ περὶ τοῦ μύρου τοῦ ἐπιχυθέντος ἐπὶ τὴν κεφαλὴν αὐτοῦ ἀλλαχοῦ ἔλεγεν·
ἕως οὗ ὁ βασιλεὺς ἐν ἀνακλίσει αὐτοῦ, νάρδος μου ἔδωκεν ὀσμὴν αὐτοῦ.
ἀνακειμένου γὰρ αὐτοῦ ἐν τῇ οἰκίᾳ Σίμωνος τοῦ λεπροῦ συνέτριψεν εἰσελθοῦσα γυνὴ ἀλάβαστρον μύρου νάρδου πιστικῆς πολυτίμου καὶ ἐπέχεεν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ.
Οὕτω καὶ περὶ τοῦ σταυροῦ.
φορεῖον.
Τὸ ξύλον τοῦ σταυροῦ, τὸ βαστάζον.
στύλους αὐτοῦ ἐποίησεν ἀργύριον.
ἡ ἀρχὴ τοῦ σταυροῦ ἀργύριον ἦν, ἡ προδοσία.
ὥσπερ γὰρ οἶκος περικαλλὴς ἔχει χρύσεον ὄροφον ἄνωθεν ἐπικείμενον, τὸ δὲ πᾶν τῆς κατασκευῆς στύλοι μετεωρίζουσιν, οὕτω καὶ τοῦ σταυρωθῆναι Χριστὸν καὶ ἀναστῆναι ἀργύριον ἦν ἡ ἀρχή.
Εἰ μὴ γὰρ Ἰούδας προέδωκεν, οὐκ ἂν ἐσταυρώθη.
Διὰ τοῦτο, ὡς ὀνομαστοῦ πάθους τὴν ἀρχήν, στύλους αὐτοῦ ἐποίησεν ἀργύριον.

Ἐπίβασις αὐτοῦ πορφύρα.
Διὰ τοῦτο καὶ πορφύραν ἐνέδυσαν αὐτόν, παίζοντες μέν, προφητικῶς δὲ ἐργαζόμενοι·
βασιλεὺς γὰρ ἦν.
Εἰ καὶ τὰ μάλιστα κατὰ χλεύην ἔπραττον, ἀλλ' ἔπραττον τέως·
τὸ δὲ σύμβολον τῆς βασιλικῆς ἀξίας ἐγένετο.
Καὶ εἰ ἀκάνθινος στέφανος, ἀλλὰ στέφανος, καὶ ὑπὸ στρατιωτῶν δεδεμένος.
βασιλεῖς γὰρ ὑπὸ στρατιωτῶν ἀναγορεύονται.
Ἐπίβασις αὐτοῦ πορφύρα, ἐντὸς αὐτοῦ λιθόστρωτον.
Ἴσασιν οἱ τῆς ἐκκλησίας σπουδαῖοι λιθόστρωτον, τὸν λεγόμενον γαββαθᾶν, ἐν τοῖς Πιλάτου ὄντα.

Ταῦτα δέ μοι λέλεκται ἐν παρεκβάσει τῇ ἐπὶ τοῦ κραββάτου ἐπὶ τὸ φορεῖον ἐληλυθότι.
Εἶπε τοίνυν πρὸς αὐτόν·
ἔγειραι, ἆρον τὸν κράββατόν σου καὶ περιπάτει.
Πολυχρόνιον μὲν τὸ νόσημα, ὀξυτάτη δὲ ἡ ἔμπλαστρος.
Πολυετὴς μὲν ἡ πάρεσις, ὀξυτάτη δὲ ἡ νεύρωσις.
Ὁ γὰρ νεύρων ποιητής, ὁ ποικίλας παρέχων τὰς ἰατρείας τυφλοῖς, ὁ διὰ πηλοῦ ἐπιχρίσεως παραδόξως τὴν ἔμπλαστρον χαρισάμενος.
Τῷ γὰρ ὁρῶντι πηλὸς εἰ ἐπιχυθείη, ἐμποδίζει τὸ βλέπειν·
Ἰησοῦς δὲ διὰ πηλοῦ τοῖς μὴ βλέπουσιν τὸ βλέπειν ἐχαρίζετο.
Καὶ ἄλλοις πάλιν δι' ἄλλων ἡ δύναμις·
ᾧ μὲν γὰρ τὸ ἔγειραι ἆρον τὸν κράββατόν σου καὶ περιπάτει.
Ὅση νομίζεις ἔκπληξις ἔλαβεν τοὺς ὁρῶντας;
Ἀλλ' ἦν τὸ μὲν ὁρώμενον θαυμαστόν, ἡ δὲ ἀπιστία δεινή.
Καὶ νόσος μὲν πολυετὴς θεραπεύεται, ἀπιστία δὲ πολυχρόνιος οὐκ ἐθεραπεύθη.
Ἀλλ' ἐπέμενον οἱ Ἰουδαῖοι τοῖς παθήμασιν, τὸ δὲ θεραπεύεσθαι οὐκ ἤθελον.

Εἰ δὲ δέον ἐκπλαγῆναι τὸ συμβάν, δέον προσκυνῆσαι τῶν ψυχῶν καὶ σωμάτων ἰατρόν.
Οἱ δὲ ἐγόγγυζον.
γογγυστῶν γὰρ ἦσαν ἀπόγονοι, οἱ τὰ καλὰ διαστρέφοντες εἰς κακά, οἱ λέγοντες τὸ πικρὸν γλυκύ, καὶ τὸ γλυκὺ πικρόν.
Ἰησοῦς δὲ μετὰ πάσης οἰκονομίας εἰργάζετο ἐν σαββάτῳ, τὰ ὑπὲρ σάββατον ἐργαζόμενος, ἵνα ἡ ἐργασία πείσῃ.
Ἐπειδὴ γὰρ λόγος λόγῳ μάχεται, τὸ δὲ ἔργον ἄμαχον, ἐθεράπευεν ἐν σαββάτῳ, διδάσκων, ἵνα μὴ ὁ λόγος ἀντιλογικὸς γένηται, ἀλλ' ἡ ἐργασία πείσῃ τοὺς ὁρῶντας.

Ἔφασκον ἐκεῖνοι·
σάββατόν ἐστιν, οὐκ ἔξεστίν σοι ἆραι τὸν κράββατόν σου.
Νομοθέτης παρῆν, καὶ ἄλλος τὸ οὐκ ἔξεστίν σοι ἔλεγεν.
Κατάστησον κύριε νομοθέτην ἐπ' αὐτούς, περὶ τοῦ σωτῆρος εἴρηται.
Ὁ δὲ ἀρτίως καὶ τὴν ψυχὴν καὶ τὸ σῶμα ἰατρευθεὶς παρὰ τῆς σοφίας σοφὸν λαβὼν λόγον εὐθὺς ἀποκρίνεται, οὐ νομικῶς ἀποκριθῆναι ἔχον, ἀλλὰ συντόμως ποιούμενος τὴν ἀπόκρισιν.
Ἴστε μου, φησί, πάντες τὴν πολυχρόνιον νόσον καὶ τὸ πολυετὲς τῆς ἀνακλίσεως, τὸ ἀπερίστατον τῆς ταλαιπωρίας.
Οὐδεὶς ὑμῶν ποτε κηδεμονικὸν ἔδειξεν λαβών με καὶ πρῶτον ἐμβαλὼν εἰς τὴν κολυμβήθραν, ἵνα θεραπευθῶ.
Καίτοι τότε κηδεμονικὸν οὐκ ἐνδειξάμενοι πῶς νῦν τὸ νομοθετικὸν ἐλάβετε, οὐκ ἔξεστίν σοι ἆραι τὸν κράββατόν σου, λέγοντες;
Συντομωτάτην τοίνυν ποιοῦμαι πρὸς ὑμᾶς τὴν ἀπόκρισιν·
ὁ ποιήσας με ὑγιῆ ἐκεῖνός μοι εἶπεν.
Εἰ ἐμοῦ καταφρονεῖτε, πρὸς τὸ πρᾶγμα τὴν ἔκπληξιν λάβετε.
Οὐκ ἔμπλαστρον ἐπέθηκεν, οὐκ ἰατρικοῖς ἐχρήσατο μηχανήμασιν ἢ βοηθήμασιν.
λόγῳ εἶπεν, καὶ τὸ ἔργον ἐπηκολούθησεν.
Προσέταξε, καὶ τὸ πρόσταγμα ἐγὼ ἐπιτελῶ.
Εὐπειθὴς γέγονα τούτου τῷ προστάγματι τοῦ διὰ προσταγμάτων θεραπεύσαντος.
Εἰ μὲν γὰρ ὁ προστάξας πρὸς τὸ ἰαθῆναι ἀνίσχυρος ἦν τοῖς προστάγμασιν, οὐκ ἔδει τούτοις ὑπακούειν.
Ἐπειδὴ δὲ λόγοις προστέτακται ἐναργὲς πολυχρόνιον παῦσαι πάθημα, δικαιότατα ἀκούω τούτου, οὗ καὶ νόσος ἀκούσασα ἀπηλλάγη.
Ὁ ποιήσας με ὑγιῆ ἐκεῖνός μοι εἶπεν, ἆρον τὸν κράββατόν σου.

Οὐκ ᾔδει ὁ θεραπευθείς, τίς ἐστιν ὁ θεραπεύων.
Πολὺ τὸ ἀκενόδοξον τοῦ σωτῆρος ἡμῶν παρίσταται.
ἰατρεύσας γὰρ ἐξέκλινεν, ἵνα μὴ γνωρισθῇ ἐπὶ τῇ ἰατρείᾳ.
ἡμεῖς δὲ πᾶν τοὐναντίον ποιοῦμεν.
Εἰ συμβῇ ποτε ὀνείρατα θεάσασθαι, ἢ διὰ χειρῶν βοηθῆσαι, ἢ δαίμονα δι' ἐπικλήσεως ἀπελάσαι, τοσοῦτον ἀπέχομεν τοῦ κρύψαι τὸ κατόρθωμα, ὥστε καὶ μὴ ἐρωτώμενοι καυχώμεθα.
Ἰησοῦς δέ, τοῖς ἔργοις διδάσκων ἡμᾶς τὸ μὴ περὶ ἑαυτοῦ λέγειν, τὴν ἴασιν παρέχων ἐξέκλινεν ἅμα, ἵνα μὴ γνωρίζηται, εὐκαίρως ἀναχωρῶν καὶ εὐκαίρως παρών.
Ὅτε μὲν γὰρ ἐχρῆν κλεϊσθῆναι τὴν εὐφημίαν τοῦ κατορθώματος, τότε ἀναχωρεῖ.
Ὅτε δὲ τῶν ὄχλων ἀναχώρησις γέγονεν, ἵνα μετὰ τῆς σωματικῆς ἰατρείας ἐπαγάγῃ καὶ τὰ τῆς ψυχῆς τεθεραπευμένα, τότε παρὼν ἔλεγεν·
ἴδε ὑγιὴς γέγονας, μηκέτι ἁμάρτανε.

Ποικίλος δέ ἐστιν ἰατρός, ποτὲ μὲν πρῶτον ψυχὴν θεραπεύων, εἶτα σῶμα, ποτὲ δὲ ἀντιστρόφως.
μηκέτι ἁμάρτανε, ἵνα μὴ χεῖρόν σοί τι γένηται.
Διδάσκων δι' ἑνὸς πολλούς.
Οὐ γὰρ πρὸς ἐκεῖνον μὲν ὁ λόγος μόνον, ἀλλὰ γὰρ καὶ πρὸς πάντας ἡμᾶς.
Εἴ ποτε γὰρ παθήμασιν περιπέσωμεν ἢ λύπαις ἢ ἀνάγκαις, μηδεὶς θεῷ προσγραφέτω.
Ὁ γὰρ Θεὸς ἀπείραστός ἐστι κακῶν, πειράζει δὲ αὐτὸς οὐδένα.
Ἕκαστος δὲ ἡμῶν σειραῖς ἁμαρτιῶν σφιγγόμενος μαστιγοῦται.
Μηκέτι ἁμάρτανε ἵνα μὴ χεῖρόν σοί τι γένηται.
ἄκουε τοῦ ῥητοῦ πᾶς ἄνθρωπος, καὶ ὁ πρὸ τούτου πορνεύων ἀποτιθέσθω τὸ πάθος, καὶ ὁ πρὸ τούτου πλεονέκτης γενοῦ ἐλεήμων.
Ἀκουέτω ὁ ἅρπαξ, μηκέτι ἁμάρτανε.
Πολλὴ καὶ Θεοῦ ἡ ἀμνησικακία, δαψιλὴς ἡ χάρις.
Ἀλλὰ μὴ τὸ ὑπέρμετρον τῆς ἀνεξικακίας ἐφόδιον λάμβανε τῆς καταφρονήσεως, μηδ' ὅτι Θεὸς μακρόθυμος, διὰ τοῦτο ἁμάρτανε.
Ἀλλὰ θεραπεύθητι λοιπὸν τὰ σαρκικὰ πάθη, καὶ λέγε καὶ σὺ τὸ εὐκαίρως ἀναγνωσθέν.
Ὅτε γὰρ ἦμεν ἐν τῇ σαρκί, τὰ παθήματα τῶν ἁμαρτιῶν τὰ διὰ τοῦ νόμου ἐνηργεῖτο ἐν τοῖς μέλεσιν ἡμῶν ἐὰν δὲ λέγῃ ὁ ἀπόστολος, ὅτε ἦμεν ἐν τῇ σαρκί, οὐ ταύτην ἔλεγεν τὴν σάρκα, ἣν περιβεβλήμεθα, ἀλλὰ τὰς σαρκικὰς πράξεις.
Ἔτι γε σάρκα φορῶν ἔλεγεν, ὅτε ἦμεν ἐν τῇ σαρκί.
Ἀλλ' ὅνπερ τρόπον μέλλοντος ἐπάγεσθαι κατακλυσμοῦ ὁ Θεὸς ἔλεγεν, οὐ μὴ καταμείνῃ τὸ πνεῦμά μου ἐν τοῖς ἀνθρώποις τούτοις, διὰ τὸ εἶναι αὐτοὺς σάρκας, τοῦ πνεύματος εἰς σαρκικὴν προαίρεσιν μεταβαλλομένου, οὕτως καὶ ἐνταῦθα ὁ ἀπόστολος λέγει, ὅτε ἦμεν ἐν τῇ σαρκί.

Μηδεὶς τοίνυν ἔστω ἐν σαρκί, ἀλλ' ἐν σαρκὶ ὢν μὴ κατὰ σάρκα περιπατείτω.
Οὐ γὰρ βούλεται ἡμᾶς ὁ ἀπόστολος τελείως ἑαυτοὺς ἐξαγαγόντας ἐκ τοῦ κόσμου μὴ ἐργάζεσθαι φαῦλον, ἀλλ' ἐν σαρκὶ ὄντας ἡμᾶς καταδουλῶσαι τὴν σάρκα, καὶ μὴ ἄρχεσθαι ὑπ' αὐτῆς.
Μὴ δουλωθῶμεν, ἀλλ' ἄρξωμεν.
Τροφῇ χρησώμεθα συμμέτρῳ, μὴ τῇ γαστριμαργίᾳ καταφερόμενοι, ἀλλὰ χαλινοῦντες τὴν γαστέρα, ἵνα καὶ τῶν ὑπὸ γαστέρα ἄρξωμεν.
Ἀρχέσθω τὸ σῶμα ὑπὸ τῆς ψυχῆς, καὶ μὴ συρέσθω ἡ ψυχὴ ὑπὸ τῶν σαρκικῶν ἡδονῶν.
Μηκέτι ἁμάρτανε, ἵνα μή τί σοι χεῖρον γένηται.
Κηρύσσει μὲν ἅπασιν ὁ λόγος, γένοιτο δὲ πάντα τὰ ὦτα ἀκούειν.
Οὐ γὰρ πᾶσα ἀκοὴ σαρκὸς δεχομένη τὸν λόγον ἤδη δέχεται εἰς τὴν διάνοιαν.
Διὰ τοῦτο ὁ σωτὴρ ἔλεγεν·
Ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω, τοῖς ἔχουσιν ὦτα σαρκὸς διαλεγόμενος.

Ἀκουέτω τοίνυν ἅπας Ἰησοῦ καὶ μηκέτι ἁμαρτανέτω, ἀλλὰ τῷ ἁρματιῶν συγχωρητῇ προσδράμωμεν.
Καὶ εἰ νοσοῦμεν, προσφύγωμεν·
εἴτε ἀλγοῦμεν τὴν ψυχήν, τῷ ἰατρῷ τῆς γνώσεως ἐξακολουθήσωμεν·
εἴτε πεινῶμεν, τὸν ἄρτον δεξώμεθα·
εἴτε ἐνεκρώθημεν, τὴν ἀνάστασιν λάβωμεν.
Εἴτε ἐν ἀγνοίᾳ κατεγηράσαμεν, τὴν σοφίαν παρὰ τῆς σοφίας αἰτησώμεθα.
Ἀλλ' ἐξείλκυσεν ἡμᾶς λόγος εἰς μῆκος λόγου.
Καὶ ἴσως γεγόναμεν ἐμπόδιον πατρικῆς διδασκαλίας.
Καιρὸς δὲ καλεῖ καὶ μειζόνων ἐπακοῦσαι ῥημάτων, ἵνα ὠφεληθέντες ἐκ μειζόνων ἔργων θεῷ διὰ τῶν ἔργων τὴν δοξολογίαν ἀναπέμψωμεν, ᾧ ἡ δόξα καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

No votes yet


Η Θεία Λειτουργία

Η Θεία Λειτουργία στα Αραβικά -

خدمة القداس الإلهي عربي

Πειραϊκὴ Ἐκκλησία

Ακούστε (((ο)))
Πειραϊκή Εκκλησία 912fm

You are missing some Flash content that should appear here! Perhaps your browser cannot display it, or maybe it did not initialize correctly.

Ὅλα ἀρχίζουν ἐδῶ

Κάθε λογισμὸς καὶ κάθε αἴσθηση ὁδηγοῦν σταδιακὰ τὴν ψυχὴ εἴτε πρὸς τὸν παράδεισο εἴτε πρὸς τὴν κόλαση.

Ἄν ὁ λογισμὸς εἶναι ἔλλογος, τότε συνδέει τὸν ἄνθρωπο μὲ τὸν Θεὸ Λόγο, μὲ τὸν ὕψιστο Λογισμό, μὲ τὴν Παναξία, πρᾶγμα ποὺ εἶναι ἤδη ὁ παράδεισος.

παράδεισος

Ἐάν πάλι εἶναι ἄλογος ὁ λογισμὸς ἤ καὶ παράλογος, τότε συνδέει ἀναπόφευκτα τὸν ἄνθρωπο μὲ τὸν Παράλογο, τὸν Ἀνόητο, μὲ τὸν διάβολο, πρᾶγμα ποὺ εἶναι ἤδη ἡ κόλαση.

Ὅσα ἰσχύουν γιὰ τὸν λογισμὸ, ἰσχύουν καὶ γιὰ τις αἰσθήσεις. Ὅλα ἀρχίζουν ἐδῶ, ἀπὸ τὴν γῆ: καὶ ὁ παράδεισος μὰ καὶ ἡ κόλαση τοῦ ἀνθρώπου.

Ἰουστῖνος Πόποβιτς

Ιωάννου Χρυσοστόμου

Ἐγὼ πατὴρ, ἐγὼ ἀδελφὸς, ἐγὼ νυμφίος, ἐγὼ οἰκία, ἐγὼ τροφὴ, ἐγὼ ἱμάτιον, ἐγὼ ῥίζα, ἐγὼ θεμέλιος, πᾶν ὅπερ ἂν θέλῃς ἐγώ· μηδενὸς ἐν χρείᾳ καταστῇς. Ἐγὼ καὶ δουλεύσω· ἦλθον γὰρ διακονῆσαι, οὐ διακονηθῆναι. Ἐγὼ καὶ φίλος, καὶ μέλος, καὶ κεφαλὴ, καὶ ἀδελφὸς, καὶ ἀδελφὴ, καὶ μήτηρ, πάντα ἐγώ· μόνον οἰκείως ἔχε πρὸς ἐμέ. Ἐγὼ πένης διὰ σέ· καὶ ἀλήτης διὰ σέ· ἐπὶ σταυροῦ διὰ σὲ, ἐπὶ τάφου διὰ σέ· ἄνω ὑπὲρ σοῦ ἐντυγχάνω τῷ Πατρὶ, κάτω ὑπὲρ σοῦ πρεσβευτὴς παραγέγονα παρὰ τοῦ Πατρός. Πάντα μοι σὺ, καὶ ἀδελφὸς, καὶ συγκληρονόμος, καὶ φίλος, καὶ μέλος. Τί πλέον θέλεις; τί τὸν φιλοῦντα ἀποστρέφῃ; τί τῷ κόσμῳ κάμνεις; τί εἰς πίθον ἀντλεῖς τετρημένον;  περισσότερα »»»

Η Ελλάδα και ο Υμνος της Ελευθερίας

Ελληνική σημαία - Ελλάς - Ελευθερία

You are missing some Flash content that should appear here! Perhaps your browser cannot display it, or maybe it did not initialize correctly.

Υπεραγία Παρθένος Θεοτόκος Μαρία

Κύριος διασκεδάζει βουλὰς ἐθνῶν, ἀθετεῖ δὲ λογισμοὺς λαῶν καὶ ἀθετεῖ βουλὰς ἀρχόντων· ἡ δὲ βουλὴ τοῦ Κυρίου εἰς τὸν αἰῶνα μένει, λογισμοὶ τῆς καρδίας αὐτοῦ εἰς γενεὰν καὶ γενεάν. (Ψαλ. 32, 10-11)

εἰ δέ τις τῶν ἰδίων καὶ μάλιστα τῶν οἰκείων οὐ προνοεῖ, τὴν πίστιν ἤρνηται καὶ ἔστιν ἀπίστου χείρων. (Τιμ.Α 5,8)

Ἅγιος Ἀντώνιος ὁ Μέγας

Οἱ ἄνθρωποι καταχρηστικά λέγονται λογικοί. Δεν εἶναι λογικοὶ ὅσοι ἔμαθαν ἀπλῶς τὰ λόγια καὶ τὰ βιβλία τῶν ἀρχαίων σοφῶν, ἀλλ' ὅσοι ἔχουν τὴ λογικὴ ψυχὴ καὶ μποροῦν νὰ διακρίνουν ποιὸ εἶναι τὸ καλὸ καἰ ποιὸ τὸ κακό καὶ ἀποφεύγουν τὰ πονηρὰ καὶ βλαβερὰ στὴν ψυχή, τὰ δὲ ἀγαθὰ καὶ ψυχωφελῆ, τὰ ἀποκτοῦν πρόθυμα μὲ τὴ μελέτη καὶ τὰ ἐφαρμόζουν μὲ πολλὴ εὐχαριστία πρὸς τὸν Θεό. Αὐτοὶ μόνοι πρέπει νὰ λέγονται ἀληθινὰ λογικοὶ ἄνθρωποι.

St Antony the Great

Ἐφ᾿ ὅσον ἐννοεῖς τὰ περὶ Θεοῦ, νὰ εἶσαι εὐσεβής, χωρὶς φθόνο, ἀγαθός, σώφρων, πράος, χαριστικὸς κατὰ δύναμιν, κοινωνικός, ἀφιλόνεικος καὶ τὰ ὅμοια. Διότι αὐτὸ εἶναι τὸ ἀπαραβίαστο ἀπόκτημα τῆς ψυχῆς, νὰ ἀρέσει στὸ Θεὸ μὲ τέτοιες πράξεις καὶ μὲ τὸ νὰ μὴν κρίνει κανέναν καὶ νὰ λέει γιὰ κανέναν, ὅτι ὁ δείνα εἶναι κακὸς καὶ ἁμάρτησε. Ἀλλὰ καλλίτερο εἶναι νὰ συζητᾶμε τὰ δικά μας κακά, καὶ νὰ ἐρευνᾶμε μέσα μας τὴ δική μας πολιτεία, ἐὰν εἶναι ἀρεστὴ στὸ Θεό. Διότι, τί μᾶς μέλει ἐμᾶς, ἐὰν ὁ ἄλλος εἶναι πονηρός;

περισσότερα