Ο Κύριος ημών Ιησούς Χριστός | Ορθόδοξοι Πατέρες Our Lord Jesus Christ | Orthodox Fathers

»»»    Λόγος εἰς τὸ ἅγιον Σάββατον

Λόγος εἰς τὸ ἅγιον Σάββατον


Ἰωάννου ταπεινοῦ μοναχοῦ καὶ πρεσβυτέρου τοῦ ∆αμασκηνοῦ, λόγος εἰς τὸ ἅγιον Σάββατον.

αʹ. Τίς λαλήσει τὰς δυναστείας τοῦ Κυρίου, ἀκουστὰς ποιήσει πάσας τὰς αἰνέσεις αὐτοῦ;
Τίς τὸ ἄπλετον καὶ ἀχανὲς τῆς αὐτοῦ ἀγαθότητος διηγήσεται πέλαγος;
τίς τὴν ἀτέκμαρτον πρὸς τοὺς δούλους ἀγάπησιν;
τίς τὴν ὑπὲρ νοῦν συγκατάβασιν;
τίς τὴν περὶ ἡμᾶς εὐσπλαγχνίαν, καὶ τὴν ἐκ ταύτης ἄφραστον κηδεμονίαν;
Οὐκ ἔστιν οὐδεὶς, οὐδ' εἰ ταῖς γλώσσαις τῶν ἀγγέλων λαλοῖ καὶ ἀνθρώπων·
οὐδ' εἰ πᾶσαν ἐν ἑαυτῷ συνειληφὼς εἴη τὴν ἀνθρωπίνην σύνεσιν.
Εἰ γὰρ καὶ τὸ πνεῦμα πρόθυμον, ἀλλ' ἀσθενὴς ἡ γλῶσσα πρὸς τὸ λέγειν, καὶ ὁ νοῦς ἀμαυρὸς πρὸς κατανόησιν.
Μέγα γὰρ ὁμολογουμένως τὸ τῆς θείας οἰκονομίας μυστήριον, οὐ νοήσει, πίστει δὲ μόνῃ χωρούμενον, ἁγνείας ψυχικῆς ἐκ φόβου θείου καὶ πόθου συνισταμένης, δεόμενον.
Οὐ γὰρ ἔστιν ἄλλως ψυχῆς περιποιήσασθαι κάθαρσιν, ἢ φόβῳ θείῳ καὶ ἔρωτι.
Οὐδ' αὖ πάλιν θείαν ἔλλαμψιν δέξασθαι, μὴ τὸ τῆς ψυχῆς ὀπτικὸν κεκαθαρμένον γενέσθαι πρότερον.
Ἀπρόσιτον γὰρ τοῖς βεβήλοις τὸ Θεῖον·
μόνοι δὲ καθαροὶ τῇ καρδίᾳ τὸν Θεὸν ὄψονται, ᾖ φησι, Χριστὸς ἡ ὄντως ἀλήθεια.
Ἐπεὶ καὶ ἐν τῇ πάλαι γεγενημένῃ τῷ Μωϋσῇ ἐπὶ τοῦ βάτου θεοφανείᾳ, ἀποδύσασθαι πρότερον προστάσσεται τὸ ὑπόδημα, καὶ οὕτω τῷ φαινομένῳ προσιέναι συμβόλῳ.
Ἡ δὲ τῶν ὑποδημάτων ἄρσις, τῶν νεκρῶν καὶ χαμαιζήλων ἐννοιῶν δηλοῖ τὴν ἀπόθεσιν.
Καὶ αὖθις καπνιζομένου τοῦ ὄρους Σινᾶ ἐπὶ τῆς θείας νομοδοσίας, οὐ πάντες ἀνίεσαν, τοῖς δὲ ἀνιοῦσι τῇ καθάρσει ἐμετρεῖτο ἡ ἄνοδος.
Εἰ τοίνυν ἐπὶ τῶν συμβόλων ἁπάσης κηλίδος ῥύψις ἐνενομοθέτητο, πόσῳ δέον εἰλικρινεῖς καὶ θεοειδεῖς αὐτοὺς ἀπεργάσασθαι τοῖς ἀληθινοῖς καὶ πρωτοτύποις προσφοιτᾷν μέλλοντας;
καθαίρωμεν τοιγαροῦν ἑαυτοὺς, ὦ ἀδελφοὶ, παντὸς γηΐνου φρονήματος, καὶ τύρβης ἁπάσης, καὶ βιωτικῆς θολώσεως, ἵνα τηλαυγῶς τὰς φωτοειδεῖς μαρμαρυγὰς τοῦ θείου λόγου δεξώμεθα, καὶ τραφῶμεν τὰς ψυχὰς τῷ πνευματικῷ ἄρτῳ τῇ τῶν ἀγγέλων τροφῇ, καὶ ἐντὸς τῶν ἀδύτων γενόμενοι, γνῶμεν ἐναργῶς τὰ θεῖα πάθη τοῦ ἀπαθοῦς, καὶ παντὸς τοῦ κόσμου σωτήρια.

βʹ. Νῦν τὸ ἀπ' αἰῶνος κεκρυμμένον μυστήριον ἐκκαλύπτεται·
νῦν τὸ τῆς θείας οἰκονομίας κεφάλαιον ἐκπεραίνεται·
νῦν ἡ κορωνὶς τῆς τοῦ Θεοῦ Λόγου σαρκώσεως ἐπιτίθεται·
νῦν ἡ τῆς θείας ἀγάπης δημοσιεύεται ἄβυσσος.
Οὕτω γὰρ τὸν κόσμον ὁ Θεὸς Λόγος ἠγάπησεν, ὡς εὐδοκίᾳ τοῦ Πατρὸς καταβῆναι πρὸς σάρκωσιν, ὡς βάρος ὑλικῆς σαρκὸς ὁ ἄϋλος ἀμφιάσασθαι, ἵνα τῷ πεφυκότι πάσχειν τὰ πάθη δεξάμενος, καὶ πάθος τῷ θανάτῳ γενόμενος, τοὺς παθητοὺς ἡμᾶς ἐνδύσῃ ἀπάθειαν.
Ἐντεῦθεν πεῖνα, καὶ δίψα, καὶ ὕπνος, καὶ κάματος, λύπη τε, καὶ ἀγωνία, καὶ δειλία, ἤτοι τῆς ζωῆς οὐσιώδης ἔφεσις·
ἐντεῦθεν σταυρὸς, καὶ πάθος, καὶ θάνατος, ἐκ τῆς ἡμετέρας φύσεως.
Ταῦτα γὰρ αὐτῆς τὰ φυσικὰ πάθη, καὶ ἀδιάβλητα ταῦτα τῆς ἐμῆς κράσεως, ὧν τὴν πεῖραν οὐκ ἀπηνήνατο, ἵνα ἐν αὐτῷ κινηθέντα καὶ χειρωθέντα, καὶ ἡμῖν ὑποχείρια γένηται.

γʹ. Χριστὸς ἐν σταυρῷ·
συνέλθωμεν, καὶ κοινωνοὶ τῶν παθημάτων,
ἵνα καὶ τῆς δόξης αὐτοῦ γενώμεθα.
Χριστὸς ἐν νεκροῖς·
νεκρωθῶμεν τῇ ἁμαρτίᾳ.
ἵνα τῇ δικαιοσύνῃ ζήσωμεν.
Χριστὸς σπαργάνοις καὶ σινδόσι καθαραῖς ἐνειλίττεται·
λυθῶμεν τῶν τῆς ἁμαρτίας σειρῶν, καὶ τὴν θείαν αἴγλην ἀμφιασώμεθα.
Χριστὸς ἐν τάφῳ καινῷ·
ἑαυτοὺς ἐκκαθάρωμεν τῆς παλαιᾶς ζύμης, καὶ νέον γενώμεθα φύραμα, ἵνα Χριστοῦ χρηματίσωμεν καταγώγιον.
Χριστὸς ἐν ᾅδῃ·
πρὸς τὴν ὑψοποιὸν ταπείνωσιν συγκατέλθωμεν, ἵνα καὶ συναναστῶμεν, καὶ συνυψωθῶμεν, καὶ συνδοξασθῶμεν, τὸν Θεὸν ὁρῶντες ἀεὶ καὶ ὁρώμενοι.
Οἱ ἀπ' αἰῶνος, ἐλευθερώθητε·
οἱ πεπεδημένοι, ἐξέλθετε·
οἱ ἐν τῷ σκότει, ἀνακαλύφθητε·
ἀφέθητε, οἱ αἰχμάλωτοι·
καὶ τυφλοὶ, ἀναβλέψατε·
ἔγειραι, ὁ καθεύδων Ἀδὰμ, καὶ ἀνάστα ἐκ τῶν νεκρῶν·
ἐπεφάνη γὰρ Χριστὸς ἡ ἀνάτασις.
Ἀλλ', εἰ δοκεῖ, ἄνωθεν τοῦ λόγου τὴν ἀρχὴν ποιησώμεθα·
οὕτω γὰρ ἂν σαφέστερος ἅμα καὶ πιθανότερος, καὶ διὰ λείας εἴη τῆς τρίβου τὴν πορείαν ποιούμενος·
καί μου ἐπεύξασθε τὴν θείαν τοῦ ἁγίου Πνεύματος ἔλλαμψιν, ἧς ἄνευ οἱ σοφοὶ μὲν ἀνόητοι, καὶ μεθ' ἧς οἱ ἀγράμματοι τῶν λίαν σοφῶν σοφώτεροι γίγνονται.

δʹ. Πάντων μὲν αἴτιος ὁ Θεὸς, αὐτὸς δὲ οὐκ ἔκ τινος, διὸ καὶ ἀγέννητος·
λόγον ἔχων ἐνυπόστατον, συναΐδιον, ἐξ αὐτοῦ ἀῤῥεύστως καὶ ἀχρόνως γεννώμενον, οὐδέποτε τοῦ Πατρὸς χωριζόμενον·
τέλειον Θεὸν, τῷ γεγεννηκότι κατὰ πάντα ὅμοιον, πλὴν τῆς ἀγεννησίας, ἕν τε οὐσίᾳ καὶ δυνάμει, βουλήσει τε καὶ ἐνεργείᾳ, βασιλείᾳ τε καὶ κυριότητι·
οὐκ ἀναίτιον·
ἐκ τοῦ Πατρὸς γάρ·
οὐκ ἀπὸ χρόνου ἀρξάμενον·
οὐ γὰρ ἦν ποτε ὁ Πατὴρ, ὅτε οὐκ ἦν ὁ Υἱός·
Υἱοῦ γὰρ Πατὴρ ὁ Πατὴρ, καὶ οὐκ ἔσται ὁ Πατὴρ μὴ ὄντος Υἱοῦ, ἅμα τῷ Πατρὶ τὴν ὕπαρξιν ἔχοντος ἀδιαστάτως ἐξ αὐτοῦ γεννώμενον, καὶ ἐν αὐτῷ ἀνεκφοιτήτως μένοντα, σοφίαν ὄντα τοῦ γεγεννηκότος, καὶ ἐνυπόστατον δύναμιν, φύσει Θεὸν, τῷ Πατρὶ ὁμοούσιον, οὐκ ἄνευ Πνεύματος γνωριζόμενον·
καὶ Πνεῦμα γὰρ ἅγιον τοῦ Πατρὸς ἐκπορεύεται, ὁμοσθενὲς, ταυτοτελὲς, ταυτουργὸν, ταυτοδύναμον, συναΐδιον, ἐνυπόστατον, οὐχ ὑϊκῶς, ἀλλ' ἐκπορευτῶς προερχόμενον·
ἄλλος οὗτος τῆς ὑπάρξεως ὁ τρόπος, θεῖος καὶ ἄληπτος·
τῷ Πατρὶ καὶ τῷ Υἱῷ κατὰ πάντα ὅμοιον ἀγαθὸν, ἡγεμονικὸν, Κύριον, δημιουργὸν, φύσει Θεὸν τῷ Πατρὶ καὶ τῷ Υἱῷ ὁμοούσιον, συμβασιλεῦον, συνδοξαζόμενον, συμπροσκυνούμενον ὑπὸ πάσης τῆς κτίσεως.
Τοῦτ' ἡμῖν ἐστι τὸ λατρευόμενον.
Πατὴρ Υἱοῦ γεννήτωρ ἀγέννητος·
οὐ γὰρ ἔκ τινος·
Υἱὸς τοῦ Πατρὸς γέννημα, ὡς ἐξ αὐτοῦ γεγεννημένος·
Πνεῦμα ἅγιον τοῦ Θεοῦ καὶ Πατρὸς, ὡς ἐξ αὐτοῦ ἐκπορευόμενον, ὅπερ καὶ τοῦ Υἱοῦ λέγεται, ὡς δι' αὐτοῦ φανερούμενον, καὶ τῇ κτίσει μεταδιδόμενον, ἀλλ' οὐκ ἐξ αὐτοῦ ἔχον τὴν ὕπαρξιν.
Εἷς Θεὸς, ὅτι μία θεότης, μία δύναμις, μία οὐσία, μία βούλησις, μία ἐνέργεια, ἀμέριστος ἐν μεμερισμέναις μόναις ταῖς ὑποστάσεσιν, ἤτοι ταῖς τῆς ὑπάρξεως ἰδιότησι.
Μόνῳ γὰρ τῷ Πατρὶ τὸ ἀγέννητον, Μόνῳ τῷ Υἱῷ τὸ ἐκ τοῦ Πατρὸς ἀνάρχως ἀχρόνως καὶ ἀϊδίως γεγεννῆσθαι, καὶ τὸ ἐκπορεύεσθαι ἀχρόνως καὶ ἀϊδίως μόνῳ τῷ Πνεύματι.
Τριὰς μία, ἁπλῆ, ἀσύνθετος, οὐσία ἄπειρος, φῶς ἀκατάληπτον, δύναμις ἀπεριόριστος, πέλαγος ἀγαθότητος, εἷς Θεὸς ἐν τρισὶ τελείαις ταῖς ὑποστάσεσιν ἀμερίστως δοξολογούμενος.

εʹ. Αὐτὸς ἐκ μὴ ὄντων ἀγγέλους ἐποίησεν, οὐρανὸν, γῆν, καὶ πάντα τὰ ἐν αὐτοῖς·
πῦρ αἰθέριον, καὶ ὑδάτων ἄβυσσον·
ἀέρα πνοῆς ταμιεῖον, καὶ φωτὸς διειδέστατον ὄχημα, πόλον δεύτερον ἐν ὕδατι στερεούμενον, τῶν μεταρσίων τε καὶ ἀβυσσίων ὑδάτων μεταίχμιον, ὃ δὴ καὶ οὐρανὸν κέκληκε·
φαέθοντα ἥλιον, ἡμέρας καὶ νυκτὸς διπλοδρόμον ἐργάτην, πάντα φρυκτωροῦντα τοῖς ἀγλαοῖς ἀμαρύγμασι·
σελήνην τὴν νύκτα καταφωτίζουσαν, καὶ τῆς ἡλιακῆς αἴγλης συγκιρνῶσαν τὴν φλόγωσιν·
ἄστρα δὴ ταῦτα τοῦ στερεώματος ὡραΐσματα·
καὶ πάντα δὴ τὰ ἐπίγεια·
ἄνθη παντοδαπὰ καὶ πολύχρηστα, σπερματίζοντα χόρτον, ξύλα κάρπιμα, κόσμον τῇ γῇ ὡραιότατον·
ζώων παντοῖα φῦλα τοῖς ὕδασιν ἐννηχόμενα, κήτη μεγάλα τε καὶ ἐξαίσια·
ἑρπετῶν ποικίλα γένη, καὶ πετεινὰ πτερωτὰ, ἐξ ὑδάτων μὲν γέννησιν ἔχοντα, τῷ ἀέρι δὲ ἐνιπτάμενα, καὶ ἐν χθονὶ διαιτώμενα·
ζῶα πάλιν ἐκ γῆς, καὶ θηρία ἀτίθασσα, κτηνῶν τε χειροήθη συστήματα·
πάντα ὁμοῦ τῆς οἰκείας μεγαλουργίας ἔνδειγμα, καὶ τοῦ κατ' εἰκόνα θείαν πλασθησομένου ἑστίασιν.

ϛʹ. Ἔσχατον δὲ πάντων, ὥσπερ τινὰ βασιλέα, τὸ πολυθρύλλητον ζῶον τὸν ἄνθρωπον, οἰκείᾳ χειρὶ καὶ εἰκόνι τιμώμενον, ἐκ γῆς μὲν τὸ σῶμα διαρτίσας, τὴν δὲ ψυχὴν τῷ θείῳ δημιουργήσας καὶ ζωοποιῷ ἐμφυσήματι·
ὃ δή φημι τὸ Πνεῦμα τὸ ἅγιον, τὸ ζωοποιὸν καὶ δημιουργὸν, καὶ τελειοῦν, καὶ ἁγιάζον τὰ σύμπαντα·
οὐ πρότερον προϋπάρξασαν ἐμπεδήσας τῷ σώματι (ἄπαγε τῆς Ὠριγένους φληναφείας τὸ δυσηχές τε καὶ ἄτοπον), ἀλλ' ἐν τῇ συνθέτῳ διαπλάσει ἐκ τοῦ μὴ ὄντος αὐτὴν συστησάμενος.

ζʹ. Τοῦτον δὴ, τοῦτον τὸν ἄνθρωπον, ὃν κατ' οἰκείαν εἰκόνα νοερὸν ὁμοῦ καὶ λογικὸν κατεσκεύασε, πνεῦμα ζωῆς φέροντα, ἐν κοινωνίᾳ τῆς ἑαυτοῦ καθίστησι χάριτος, παραδείσου τε πολιοῦχον πεποίηκεν, ὃν κατ' ἀνατολὰς πεφυτούργηκεν.
Ἐδὲμ γὰρ τὴν τρυφὴν Ἑβραίων παῖδες κατονομάζουσι·
μακαρίαν αὐτῷ καὶ πανολβίαν βιοτὴν χαρισάμενος, μερίμνης ἁπάσης ἀπηλλαγμένην καὶ ἄνετον, ἐξ ἧς ἐδραπέτευεν ἅπασα ὀδύνη, λύπη, καὶ στεναγμός.
Οἷα γάρ τις ἄγγελος ἄλλος ἐπὶ γῆς διαιτώμενος, ὕμνει τὸν Θεὸν τὸν ποιήσαντα, θείων ἐννοιῶν ἐμφορούμενος, διὰ πάσης τῆς κτίσεως πρὸς τὸν γενεσιουργὸν ἀγόμενος, ἐφ' ᾧ καὶ πεπλαστούργητο.
Τοῦτο γάρ τις, οἶμαι, τὸ ξύλον εἶναι τῆς ζωῆς λέγων τὸ πᾶν καὶ πλῆρες, ἀδιαίρετον, μόνην τε τοῦ καλοῦ φέρον τὴν μέθεξιν, ἀναγωγῆς τρόπῳ οὐχ ἁμαρτήσεται.

ηʹ. Ἀλλ' οὐκ ἤνεγκεν ὁ τῆς κακίας εὑρετὴς, ὁ τοῦ ψεύδους πατὴρ, ὁ τοῦ φθόνου δημιουργὸς ὄφις διάβολος, ὁρᾷν ἐν εὐθηνίᾳ τῶν τοσούτων ἀγαθῶν τὸν ἄνθρωπον ἁβρυνόμενον.
Ἐπιτίθεται τοίνυν αὐτῷ, τὴν τῶν ἀγαθῶν προμηθούμενος στέρησιν.
Καὶ ὑποκρίνεται μὲν τὴν εὔνοιαν, ὑποσκελίζει δὲ δι' ἀπάτης τὸν ἄνθρωπον, καὶ καταφέρει πτῶμα, πτωμάτων ἁπάντων ἐλεεινότατον.
Καὶ σκοπεῖτε οἷον τὸ δέλεαρ.

θʹ. Τί τῶν ἁπάντων ἐστὶν ὑψηλότερον;
τί δὲ μόνον ἐστὶν ὑψηλότερον;
Θεὸς δηλαδὴ, ὁ πάντων ἐπέκεινα καὶ πάντων αἴτιος.
Τί τοίνυν τοῦ Θεοῦ χρηματίσαι ἐρασμιώτερον;
Οὐκ ἔστιν οὐδέν.
Τῇ ἐφέσει ταύτῃ φενακίσας τὸν ἄνθρωπον, πείθει τοῦ ξύλου τῆς γνώσεως ἀπογεύσασθαι, τὴν γυναικείαν πρότερον λεηλατήσας ἁπλότητα.
Πέφυκε γάρ πως ἡ κακία τῷ τοῦ καλοῦ προσχήματι ἐγκαλύπτεσθαι·
καὶ γὰρ τὰ οἰκεῖα αἴσχη τῇ ἀρετῇ ἐπιτρίβεται·
οὗ ξύλου τὴν λίχνον ἀπόγευσιν ὁ πάντα εἰδὼς συμφερόντως τῷ Ἀδὰμ ἀπεκήρυξε.
Φησὶ γάρ·
Ἀπὸ παντὸς ξύλου τοῦ ἐν τῷ παραδείσῳ βρώσει φάγῃ·
ἀπὸ δὲ τοῦ ξύλου τοῦ γινώσκειν καλὸν καὶ πονηρὸν, οὐ φάγεσθε ἀπ' αὐτοῦ, οὐδ' οὐ μὴ ἅψησθε αὐτοῦ·
ᾗ δ' ἂν ἡμέρᾳ φάγητε ἀπ' αὐτοῦ, θανάτῳ ἀποθανεῖσθε.
Εἰ δὲ καὶ ξύλον νοεῖν ἐθελήσειας πρὸς δοκιμὴν καὶ ἀπόπειραν ὑπακοῆς τε καὶ παρακοῆς πεφυτευμένον, κἀντεῦθεν ξύλον γνώσεως καλοῦ τε καὶ πονηροῦ κατωνομασμένον, ἢ καὶ γνωστικὴν παρέχον ἐνέργειαν τῆς οἰκείας τοῖς μεταλαμβάνουσι φύσεως, οὐχ ἁμαρτήσῃ τοῦ πρέποντος.

ιʹ. Ἀλυσιτελὴς δὲ ἡ τούτου γεῦσις πρὸ τελειώσεως.
Ἔγνω γὰρ ἑαυτὸν γυμνὸν ὄντα γευσάμενος, καὶ σκέπην ἐπραγματεύετο, καὶ περιεσπᾶτο, καὶ ἐτυρβάζετο πρὸς τὴν τοῦ οἰκείου σώματος ἐπιμέλειαν τῆς θείας ἀποφοιτήσας κατανοήσεως, ἐντεῦθεν γυμνοῦται τῆς χάριτος, καὶ τὴν φθορὰν περιβάλλεται, καὶ πρὸς γῆν ἀποστρέφεται, καὶ τοῦ θείου παραδείσου ἐξόριστος γίνεται, καὶ ἱδρῶτα, καὶ πόνον, καὶ θάνατον κατακρίνεται.
Οὐ τοῦ ξύλου τὸν θάνατον τίκτοντος·
θάνατον γὰρ ὁ Θεὸς οὐκ ἐποίησεν·
ἀλλὰ τῆς παρακοῆς ἐφελκομένης τὸν θάνατον.
Ἐντεῦθεν λαβοῦσα νομὴν ἡ ἁμαρτία, καταδουλοῦταί με τὸν τρισάθλιον, καὶ πᾶν εἶδος κακίας ἐν ἐμοὶ κατεργάζεται, καὶ δι' ἑαυτῆς ἁλίζουσα ἡδὺ σιτίον, τῷ θανάτῳ δίδωσι.

ιαʹ. Τί οὖν;
ὁ φύσει συμπαθὴς, ὁ τὸ εἶναι δοὺς, καὶ τὸ εὖ εἶναι ἡμῖν χαρισάμενος, παρεῖδε τὸ οἰκεῖον πλάσμα τὸ τιμιώτατον, τὸ προσφιλέστατον, οὕτω δεινῶς τυραννούμενον;
Οὐδαμῶς.
Ἀλλ' ἀποστολικῶς εἰπεῖν, πολυμερῶς καὶ πολυτρόπως πάλαι ὁ Θεὸς λαλήσας τοῖς πατράσιν ἐν τοῖς προφήταις, ἐπ' ἐσχάτων τῶν ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν τῷ μονογενεῖ καὶ ὁμοουσίῳ αὐτοῦ Υἱῷ, ὃν ἐξαπέστειλεν εἰς τὸν κόσμον, ἵνα τὸν πλανώμενον ἄνθρωπον πρὸς τὴν ἀρχαίαν ἐπανάγῃ μακαριότητα.
Καὶ, ὢ τῆς πολλῆς ἀγαθότητος!
τί γίνεται;
Τὰ ἄμικτα μίγνυται·
τὰ ὑπὲρ φύσιν ὑφίσταται·
ἃ ὁ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ὁρᾶται νῦν, καὶ ἀκούεται, καὶ λαλεῖται, καὶ πιστεύεται.
Τί τοῦτο;
Ὁ Υἱὸς τοῦ Θεοῦ καὶ Θεὸς, Υἱὸς ἀνθρώπου γίνεται, μεσίτης Θεοῦ καὶ ἀνθρώπων·
οὐκ ἀποβαλὼν τὸ εἶναι Θεός·
ἄτρεπτος·
οὐδὲ σχηματισάμενος τὸ γενέσθαι ἄνθρωπος.
Ἀψευδὴς γὰρ, καὶ δόλος ἅπας, καὶ ἀπάτη παντί που τῆς εὐθείας εὐδοκίας ἀλλοτρία·
ἀλλ' ἀληθῶς φύσει γέγονεν ἄνθρωπος, δίχα πάσης τροπῆς καὶ συγχύσεως, ἵν' ἀληθῶς τῇ φύσει τὴν σωτηρίαν χαρίζηται.

ιβʹ. Τέλειος τοίνυν ἐστὶ Θεός·
ἐν αὐτῷ γὰρ κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς·
τέλειος ἄνθρωπος, ἵν' ὅλον σώσῃ τὸν ἄνθρωπον·
τὸ γὰρ ἀπρόσληπτον, ἀθεράπευτον·
εἷς καὶ αὐτὸς ἐν δυσὶ τελείαις ταῖς φύσεσιν, ἄνευ τῆς οἱασοῦν συνδιαιρέσεως γνωριζόμενος·
καθ' ὑπόστασιν μὲν τῇ ἰδίᾳ σαρκὶ ταυτιζόμενος, φυσικῶς δὲ, τῷ μὲν Πατρὶ καὶ τῷ Πνεύματι οἷα Θεὸς ὁμοούσιος·
καὶ ἡμῖν ὡς ἄνθρωπος γεγονὼς συμφυὴς καὶ ὁμόφυλος, πᾶσαν ἐν αὐτῷ τὴν τοῦ πρώτου Ἀδὰμ φέρων οὐσίαν, ἐξ ὧν, καὶ ἐν οἷς καὶ ἅπερ ἐστὶν ἄνθρωπος, σῶμα θνητὸν, καὶ ψυχὴν νοερὰν καὶ ἀθάνατον, λογικὴν, αὐτεξούσιον, θελητικήν τε καὶ ἐνεργητικήν·
τὸ γὰρ ἐξ ἑνὸς τούτων ἁπάντων ἀμοιροῦν ζῶον, οὐκ ἄνθρωπος·
ἐξ ἁγίας Παρθένου, σάρκα ἐψυχωμένην ψυχῇ λογικῇ τε καὶ νοερᾷ ἑαυτῷ συστησάμενος, καὶ ταύτῃ καθ' ὑπόστασιν ἑνωθεὶς, καὶ κυηθεὶς Θεὸς σεσαρκωμένος, εἷς Υἱὸς, καὶ Χριστὸς, καὶ Κύριος, καὶ Θεοτόκον τὴν τεκοῦσαν ἀπεργασάμενος.

ιγʹ. Εἰ μὴ γὰρ εἷς καθ' ὑπόστασιν, πῶς ὁ Λόγος σὰρξ ἐγένετο;
τοῦτο δηλοῦντος τοῦ ἁγίου Πνεύματος οὐκ εἰς σάρκα τετράφθαι τὸν Λόγον, ἑνωθῆναι δὲ μᾶλλον ἐν σαρκὶ καθ' ὑπόστασιν.
Ἢ πῶς ὁ μονογενὴς Υἱὸς, ὁ ὢν ἐν τοῖς κόλποις τοῦ Πατρὸς, φασὶν, ἐξηγήσατο;
Ὁ φαινόμενος γὰρ ἄνθρωπος αὐτὸς ἐξηγήσατο·
ὃς εἰ μὴ καὶ Θεὸς εἴη, πῶς ἐν τοῖς κόλποις εἶναι τοῦ Πατρὸς πιστευθήσεται;
ἢ πῶς, Οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανὸν, εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς, ὁ Υἱὸς τοῦ ἀνθρώπου ὁ ὢν ἐν τῷ οὐρανῷ;
Οὔπω γὰρ σωματικῶς ἀνεληλύθει εἰς τὸν οὐρανὸν, ὅπου γε καὶ μετὰ τὴν ἀνάστασιν ἔφησεν·
Οὔπω γὰρ ἀναβέβηκα πρὸς τὸν Πατέρα μου.
Ἢ πῶς Ὁ καταβὰς αὐτός ἐστιν καὶ ὁ ἀναβάς;
Κατέβη μὲν γὰρ θεότητι, οὐ τοπικῶς, ἀλλὰ συγκαταβατικῶς·
ἀνέβη δὲ σωματικῶς, εἷς ὢν ὁ αὐτὸς Θεός τε καὶ ἄνθρωπος.
Ἢ πῶς ὁ λαλῶν καὶ φαινόμενος ἄνθρωπος φησίν·
Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν;
Οὐ γὰρ εὐμήχανον ψιλὸν ἄνθρωπον φάναι τὰς τοιαύτας φωνὰς, εἰ μὴ καὶ Θεὸς εἴη τῷ Πατρὶ ὁμοούσιος.

ιδʹ. Εἰ δὲ καὶ μὴ ἐν δυσὶ γνωρίζοιτο φύσεσι, πῶς θνητὸς ἅμα εἴη ὁ αὐτὸς καὶ ἀθάνατος, κτιστός τε καὶ ἄκτιστος, ὁρατὸς καὶ ἀόρατος, τέλειος Θεὸς καὶ τέλειος ἄνθρωπος;
Ταῦτα γὰρ οὐκ ἂν εἴη μιᾶς φύσεως ἰδιώματα.
Οὐ γὰρ ταυτὸν κατὰ φύσιν τὸ κτιστὸν τῷ ἀκτίστῳ, οὐδὲ τὸ θνητὸν τῷ ἀθανάτῳ, οὐδὲ τὸ ὁρατὸν τῷ ἀοράτῳ, οὐδὲ θεότης ἀνθρωπότητι.

ιεʹ. Πῶς δὲ καὶ συνθέτου μιᾶς φύσεως εἴη ὁ Χριστὸς, τοῦ Πατρὸς καὶ τοῦ Πνεύματος ἐν ἁπλῇ φύσει θεωρουμένων;
Ἔσται δὲ πῶς κατὰ τὴν αὐτὴν φύσιν τῷ Πατρὶ καὶ ἡμῖν ὁμοούσιος, εἰ μή που καὶ τὸν Πατέρα φήσοι τις ἡμῖν ὁμοούσιον;
Ὅπερ ἁπάσης τερατώδους ἐννοίας ἐστὶν ἀτοπώτερον.
Πῶς δὲ καὶ ὁ αὐτός φησιν·
Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Πατέρα;
καὶ πάλιν·
Τί ζητεῖτέ με ἀποκτεῖναι, ἄνθρωπον, ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα;
Ὁ γὰρ ἑωρακὼς αὐτὸν ἄνθρωπον μόνον, οὐ τὸν Θεὸν καὶ τὸν Πατέρα ἑώρακεν.

ιϛʹ. Εἰ δὲ καὶ μίαν αὐτοῦ φήσωμεν τὴν ἐνέργειαν, ποῦ θήσομεν τὴν σωματικὴν βάδισιν, τὴν τῶν ἄρτων κλάσιν, τὸν προφορικὸν λόγον, καὶ τὰ τοιαῦτα, ἃ μὴ θείας φύσεώς εἰσιν, ἀλλ' ἀνθρωπίνης ἐνεργείας;
Οὐ γὰρ σχήματι ταῦτα, ἀλλ' ἀληθείᾳ ἐγίγνετο φύσεως.

ιζʹ. Εἰ δὲ καὶ ἄμοιρον φυσικοῦ καὶ αὐτεξουσίου θελήματος κατὰ τὸ ἀνθρώπινον αὐτὸν ὑπολάβωμεν, ποῦ τὴν τῆς τροφῆς καὶ τῶν λοιπῶν φυσικὴν θήσομεν ἔφεσιν, ὕπνου φημὶ, καὶ πότου, καὶ τῶν τοιούτων;
Ταῦτα γὰρ φύσεως νόμῳ κινούμενα, τὴν μὲν ἄλογον ψυχὴν κατ' ἐξουσίαν ἄγει πρὸς τὴν ἐκπλήρωσιν·
ὅθεν καὶ τῇ ὀρέξει συμπαρομαρτεῖ καὶ ἡ πρὸς τὴν πρᾶξιν ὁρμή·
ἄγει γὰρ ἡ φύσις τὰ ἄλογα, διὸ καὶ ἀνεύθυνα, μηδενὶ ὑποκείμενα τρόπῳ κολάσεως·
οἷς δὲ λόγος πρόσεστιν, αὐτεξουσίως κινούμενα, ἄγει μᾶλλον τὴν φύσιν, κατ' ἐξουσίαν ἔχοντα ἕπεσθαί τε καὶ ἐπέχειν τὴν ὄρεξιν.
Θέλησις γάρ ἐστι φυσικὴ, λογική τε, καὶ αὐτεξούσιος ὄρεξις.
Ταῦτά τέ φημι, ἐπὶ τῶν φυλαττόντων τὸ κατὰ φύσιν, ὡς οἵ γε πρὸς τὸ παρὰ φύσιν ἐξ ἀπροσεξίας ἐληλακότες, ἄγονται μᾶλλον, ἤπερ ἄγουσιν, δεσποτείας οἷα νομὴν κτησαμένων τῶν παθῶν τὴν συνήθειαν.

ιηʹ. Ποίᾳ δὲ θελήσει φήσωμεν εἰς οἶκον ἐλθόντα, καὶ μηδένα γνῶναι θελήσαντα, μὴ δυνηθῆναι λαθεῖν;
Τὸ γὰρ θεῖον θέλημα παντί που δῆλον, ὡς παντοδύναμον, ἀσθενὲς δὲ δήπου καὶ ἀδρανὲς τὸ ἀνθρώπινον.
Πῶς δὲ δήπου καὶ τὸ οἰκεῖον παραιτούμενος θέλημα, τοῦ πατρικοῦ θελήματος ηὔχετο τὴν ἐκπλήρωσιν;
Ποίας φύσεως τὸ εὔχεσθαι ἴδιον;
Τῆς κτιστῆς δηλαδή.
Ταύτης οὖν καὶ τὸ παραιτούμενον θέλημα.
Οὕτως εἷς ἐστι Χριστὸς, Υἱός τε καὶ Κύριος ἐν δυσὶ τελείαις ταῖς φύσεσι, καὶ τοῖς αὐτῶν φυσικοῖς ἰδιώμασιν ἀδιαιρέτως ἅμα καὶ ἀσυγχύτως θέλων καὶ πράττων τὰ ἑκατέρας φύσεως μετὰ τῆς θατέρου κοινωνίας, κατὰ τὴν ἐν ἀλλήλαις τῶν φύσεων ἀσύγχυτον περιχώρησιν, ὁ εἷς τῆς ἁγίας Τριάδος, ὁ Υἱὸς τοῦ Θεοῦ, καὶ δι' ἡμᾶς Υἱὸς ἀνθρώπου γενόμενος.

ιθʹ. Ἐπειδὴ γὰρ δι' ἀνθρώπου ὁ θάνατος, ἔδει δι' ἀνθρώπου δωρηθῆναι τὴν ἀνάστασιν.
Ἐπειδὴ ψυχὴ νοερὰ αὐτεξουσίῳ θελήματι ἐνήργησε τὴν παράβασιν, ἔδει ψυχὴν νοερὰν φυσικῷ καὶ αὐτεξουσίῳ θελήματι τὴν ὑπακοὴν ἐνεργῆσαι τοῦ Κτίσαντος, καὶ τὴν σωτηρίαν ἐπανελθεῖν, δι' ὧν ὁ θάνατος τὴν ζωὴν ἐξωστράκισεν, ἵνα μὴ τυραννεῖσθαι νομίσῃ ὁ θάνατος τὸν ἄνθρωπον.

κʹ. Τί τοίνυν τὸ ἐντεῦθεν;
Θεότητος ἐλπίδι δελεάσας τὸν ἄνθρωπον, σαρκὸς προβλήματι δελεάζεται, καὶ ἀναμαρτήτου γευσάμενος ὁ θάνατος σώματος, ἐναυτίασε, καὶ πᾶσαν τὴν ἐν τοῖς ἐγκάτοις τροφὴν ὁ ἄθλιος ἐξήμεσε.
Πάντα γὰρ τὰ ἡμῶν ὑπὲρ ἡμῶν ὁ δημιουργήσας ἡμᾶς Θεὸς Λόγος ἀναδεξάμενος, καὶ τῶν ἡμετέρων παθῶν πειρασθεὶς καθ' ὁμοιότητα χωρὶς ἁμαρτίας, νόμον πληρώσας, καὶ μόνος ἐν ἀνθρώποις ἐκφανθεὶς ἀναμάρτητος, καὶ διὰ τοῦτο τῷ θανάτῳ οὐχ ὑπεύθυνος, καὶ τῆς θείας οὐσίας διὰ τῶν θαυμάτων δημοσιεύσας τὴν δύναμιν, τέλος ἑκουσίως ἐπὶ τὸ πάθος ὑπὲρ ἡμῶν ἔρχεται τὸ παντὸς τοῦ κόσμου σωτήριον, καὶ δίδωσιν ἑαυτὸν, ὑπὲρ ἡμῶν κατάρα γενόμενος, οὐκ ὢν αὐτὸς κατάρα, εὐλογία δὲ μᾶλλον καὶ ἁγιασμὸς, ἀλλὰ τὴν ἡμῶν κατάραν ἀναδεχόμενος, ὑπὲρ ἡμῶν σταυροῦται, καὶ θνήσκει, καὶ θάπτεται.
Ἐπικατάρατος δὲ πᾶς ὁ κρεμάμενος ἐπὶ ξύλου, φησὶν ἡ Γραφή.
Καί·
Γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ, τῷ Ἀδὰμ ἔφησεν ὁ Θεός.
Γίνεται τοίνυν ὑπὲρ ἡμῶν κατάρα, ἵνα τὴν εὐλογίαν ἡμεῖς ἀπολάβωμεν.
Ὅσοι γὰρ, φησὶν, ἔλαβον αὐτὸν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα γενέσθαι Θεοῦ, τοῖς πιστεύουσιν εἰς αὐτόν.

καʹ. Ὢ τοῦ θαύματος!
ὁ ποιμαίνων τὸν Ἰσραὴλ, ὡς Θεὸς προαιώνιος, ὑπὸ χειρὸς Ἰσραηλίτιδος εἰς θάνατον ὡς ἄνθρωπος παραδίδοται.
Ὁ ὁδηγῶν Ἰσραὴλ ὡσεὶ πρόβατον, ὡς ἀρνίον ἄκακον ἦκται τοῦ θύεσθαι, καὶ ξύλον ἐπάγει ζωῆς κατὰ τοῦ ξύλου τῆς γνώσεως, καὶ χολῆς γεύσει ὄξει συμμίκτῳ, τὴν ἐκ τῆς ἡδείας βρώσεως νόσον τῇ φύσει ἐνσκήψασαν ἐξωστράκισεν.
Ὁ καθήμενος ἐπὶ τῶν Χερουβὶμ ὡς Θεὸς, ὡς κριτὸς ἐπὶ σταυροῦ κρέμαται, αὐτὸς ὢν ἡ τῶν ἀνθρώπων ζωὴ, ἣν οἱ θεοκτόνοι ἐξηρτημένην τοῦ ξύλου θεασάμενοι, οὐκ ἐπίστευσαν.
Ἔμυσαν γὰρ τοὺς ὀφθαλμοὺς αὐτῶν, καὶ τοῖς ὠσὶ βαρέως ἤκουσαν.
Ὁ θείαις χερσὶ πλαστουργήσας τὸν ἄνθρωπον, ὅλην τὴν ἡμέραν τὰς ἀχράντους διεπέτασε χεῖρας πρὸς λαὸν ἀπειθοῦντα καὶ ἀντιλέγοντα, καὶ ταῖς πατρικαῖς παλάμαις τὴν ψυχὴν παρατίθεται.
Καὶ λόγχῃ πλευρὰ νύττεται τοῦ ἐκ πλευρᾶς τοῦ Ἀδὰμ τὴν Εὔαν δημιουργήσαντος, καὶ πηγάζει θεῖον αἷμα καὶ ὕδωρ, πόμα ἀθανασίας, καὶ ἀναπλάσεως βάπτισμα.
Ὅθεν ᾐσχύνθη ὁ ἥλιος, μὴ φέρων ὁρᾷν τὸν νοητὸν τῆς δικαιοσύνης παροινούμενον ἥλιον.
Γῆ ἐσείετο, δεσποτικῷ περιῤῥαινομένη αἵματι, τῶν εἰδωλικῶν λύθρων ἐκτινασσομένη τὸν σπῖλον, καὶ περιχαρῶς σκιρτῶσα τὴν κάθαρσιν.
Νεκροὶ τῶν μνημάτων ἀνίσταντο, τοῦ δι' ἡμᾶς νεκρουμένου τὴν ἔγερσιν προεμφαίνοντες.
Ἐσβέννυτο ἥλιος, καὶ πάλιν ἀνήπτετο τὴν τριήμερον τοῦ ∆εσπότου δημιουργῶν ἀπαρίθμησιν.
Τοῦ ναοῦ διῃρεῖτο τὸ καταπέτασμα, σαφῶς μηνύον τὴν τῶν ἀδύτων ἐπίβασιν, καὶ τῶν κεκρυμμένων τὴν ἔκφανσιν.
Λῃστὴς μὲν γὰρ ἤμελλε χωροβατεῖν τὸν παράδεισον, καὶ ὁ δίκην κακούργου ἀναιρούμενος ἄνθρωπος, Θεὸς ὑπὸ πάσης πιστεύεσθαι καὶ προσκυνεῖσθαι τῆς κτίσεως·
Θεὸς γάρ ἐστιν ἀληθῶς·
καὶ τὸ γεῶδες καὶ ἐκ χοὸς ἀπηρτισμένον σῶμα, οὐρανῶν ὑψηλότερον γίγνεσθαι, καὶ Θεῷ συγκαθέζεσθαι·
καὶ ἡ τῆς ἁγίας, καὶ μακαρίας, καὶ πολυυμνήτου Τριάδος φανεροῦσθαι ἐπίγνωσις.

κβʹ. Ὁ τῷ Ἀδὰμ ἐμφυσήσας πνεῦμα ζωῆς, καὶ ποιήσας αὐτὸν εἰς ψυχὴν ζῶσαν, νεκρὸς, ἄπνους ἐν τῷ μνημείῳ τίθεται.
Ὁ εἰς γῆν ἀποστρέφεσθαι κατακρίνας τὸν ἄνθρωπον, τοῖς ἐν γῇ ἐπιλελησμένοις συναρίθμιος γέγονε.
Χαλκαῖ πύλαι συντρίβονται, καὶ συνθλῶνται μοχλοὶ σιδηροῖ·
πύλαι μὲν αἰώνιοι ἤρθησαν, καὶ ἔφριξεν ᾅδου πυλωρὸς, καὶ ἀνεκαλύφθη τὰ τῆς οἰκουμένης θεμέλια.
Ὁ γὰρ ἁμαρτίας ἐλεύθερος ἐν νεκροῖς λελόγισται·
καὶ κειρίαις περίκειται ὁ Λαζάρου λύσας τὰ σπάργανα, ἵνα τὸν νεκρωθέντα τῇ ἁμαρτίᾳ ἄνθρωπον, καὶ ταῖς ταύτης περισφιγέντα σειραῖς, λύσῃ τῶν δεσμῶν, καὶ ἀφήσῃ ἄνετον.
Νῦν ὁ βασιλεὺς τῆς δόξης πρὸς τὸν τύραννον κατεφοίτησεν, ὁ δυνατὸς ἐν πολέμῳ, οὗ ἀπ' ἄκρου τοῦ οὐρανοῦ αἱ πρὸς ἡμᾶς ἔξοδοι, ὁ δραμὼν ὡς γίγας τὴν ἐν τῷ βίῳ ὁδόν.
Συμπλέκεται γὰρ τοῦτο τῇ ἀσθενείᾳ τῆς ἀνθρωπότητος, καὶ δεσμεῖ ὡς στρουθίον τὸν ἰσχυρὸν, φρούδων γεγενημένων τῶν δορυφορούντων τῇ αὐτοδυνάμῳ θεότητι, καὶ τῶν τούτου σκευῶν ποιεῖται τὴν ἁρπαγὴν, ἀνάγων καλῶς, ἃ κακῶς ἐκεῖνος κατήγαγε.
Νῦν ὁ λόγος πρὸς τὸν δράκοντα κάτεισι, τὸν Λευϊαθὰν, τὸν ἀποστάτην (δράκων δὲ ὁ Λευϊαθὰν ἑρμηνεύεται), τὸν νοῦν τὸν μέγαν τῶν Ἀσσυρίων, τῶν ἐναντίων λέγω δυνάμεων, τῇ καρδίᾳ τῆς γῆς ἐμφωλεύοντα·
καὶ τοῦτον ἕλκει τῷ τῆς θεότητος ἀγκίστρῳ, τῷ κεκρυμμένῳ σώματι οἷά τινι σκώληκι, καὶ οὓς κατέπιεν ἰσχύσας λίαν οἰκτρῶς, ἐμεῖν ἐκβιάζεται, ἐξαποστέλλων κενὸν τὸν ἐπὶ πλούτῳ κομπάζοντα.
Τὸ γεννηθὲν, καὶ δοθὲν ἡμῖν παιδίον ἐπὶ τρώγλην ἀσπίδων καταβεβηκὸς, ἄγχει, καὶ ἀποκτείνει καὶ ὄλλυσι τὸν σοβαρὸν καὶ μεγάλαυχον.
Νῦν οὐρανὸς ὁ ᾅδης γεγένηται, καὶ φωτὸς πληροῦνται τὰ καταχθόνια, καὶ τὸ σκότος τὸ πρὶν διῶκον ἐλαύνεται, καὶ τοῖς τυφλοῖς ἀνάβλεψις δίδοται.
Τοῖς γὰρ ἐν σκότει καὶ σκιᾷ θανάτου καθημένοις, ἀνατολὴ ἐξ ὕψους ἐπέφανε.
Ταῦτα προφῆται, καὶ πατριάρχαι, καὶ δίκαιοι σαφῶς προετύπουν καὶ προηγόρευον.

κγʹ. Ὁ δίκαιος δεσμεῖται, ὡς δύσχρηστος.
Βουλὴν γὰρ καθ' αὑτῶν ὀλεθροτόκον βεβούλευνται, οἱ τὸν τοῦ Κυρίου λαὸν καλαμώμενοι, καὶ τῶν ποδῶν αὐτῶν τὰς τρίβους ταράσσοντες.
Οὐαὶ τῇ ψυχῇ αὐτῶν!
πονηρὰ κατὰ τὰ ἔργα αὐτῶν συμβήσεται αὐτοῖς, ὁ Ἡσαΐας φησίν·
ἀλλ' ἡμῖν λυσίπονος ὄντως καὶ ἀκεσώδυνος ἡ πρᾶξις ἤδη γεγένηται.
Τὸν νῶτον εἰς μάστιγας δίδωμι, καὶ τὰς παρειὰς εἰς ῥαπίσματα, καὶ ἐμπτυσμάτων αἰσχύνης ἀνέχομαι, ὁ ἐν Ἡσαΐᾳ ἔφη φθεγγόμενος.
∆ιὸ τῶν ἐμῶν χειρῶν τὸ πλαστούργημα, οὐκ ἐντραπήσεται, οὐκ αἰσχυνθήσεται.
Οὐ γὰρ ἡρπάχθαι λελόγισμαι τὸ εἶναι ἴσα Θεῷ·
ἀλλὰ Θεὸς ὢν τῷ Πατρὶ ὁμοούσιος, ἐμαυτὸν καθῆκα πρὸς κένωσιν, καὶ ὑπὲρ ἀσεβῶν ταπεινοῦμαι πρὸς θάνατον, οὕτω τοῦ Πατρὸς εὐδοκήσαντος.
Ἃ θέλει γὰρ, βούλομαι, συνθελητὴς αὐτῷ πεφυκὼς, καὶ κοινωνὸς τῆς θεότητος.
Καὶ ὑψοῦμαι ὁ Ὕψιστος, καὶ ἐν ἐμοὶ δεδοξασμένης τῆς ἀνθρωπότητος (οὕτω γὰρ τὴν πατρικὴν ἀγάπην συνίστημι), ἵν' ἐν τῷ ἐμῷ δικαιούμενα αἵματι, καὶ ἐν τῷ ἐμῷ θανάτῳ τὴν πρὸς τὸν ἐμὸν Πατέρα καταλλαγὴν εὐμοιρήσαντα, ἐν τῇ ζωῇ ζῶσι, καὶ ὑπὸ τὰς ἐμὰς ἀναπαύσωνται πτέρυγας, τὰ ἐμοὶ φυλασσόμενα πρόβατα.

κδʹ. Συνῶμεν οἳ οὐ τεθεάμεθα, καὶ τῇ ἀκοῇ τῶν εὐαγγελιζομένων εἰρήνην πιστεύσωμεν.
Ἡμῖν γὰρ ὁ τοῦ Θεοῦ βραχίων, ἡ παντουργὸς αὐτοῦ δύναμις, ἐκκαλύπτεται.
∆οξασθησόμεθα γὰρ εἰ συνήσωμεν, καὶ σφόδρα δοξασθησόμεθα, ἐν εὐτελείᾳ τὴν δόξαν Κυρίου κατοπτριζόμενοι, καὶ ἐν τῷ ἀδοξοῦντι εἴδει κατανοοῦντες τὴν ὑπὲρ νοῦν ὡραιότητα.
Εἰ καὶ πέπονθε γὰρ ἐξ ἀσθενείας, ἀλλὰ ζῇ ἐκ δυνάμεως Θεοῦ.
Εἰ καθορᾶται ἐπὶ ξύλου κρεμάμενος, ἀκαλλής τε καὶ ἄδοξος παρὰ πάντας ἐκλείπων τοὺς υἱοὺς τῶν ἀνθρώπων, ἀλλ' αὐτός ἐστι τὸ τῆς δόξης ἀπαύγασμα, ὃ ὁρῶσα ᾐσχύνθη ἡ γῆ καὶ ἐπένθησεν.
Οὗτος τὰς ἁμαρτίας ἡμῶν ἐπὶ τὸ ξύλον ἀνήνεγκε, καὶ τὸν ἡμέτερον ἤλγησε μώλωπα, καὶ περὶ ἡμῶν ὀδυνᾶται, καὶ πληγὴν, καὶ πόνον, καὶ κάκωσιν ἤνεγκε, τῆς ἡμῶν εἰρήνης καταλλάγματα.
Ἐπεὶ γὰρ ὡς πρόβατα ἐπλανήθημεν, τὴν ὁδὸν Κυρίου ἐκκλίναντες, καὶ τὴν ἡμῶν ἐξανύοντες τρίβον, διὰ σπλάγχνα ἐλέους ταῖς ἁμαρτίαις ἡμῶν παραδέδοται·
οὐκ ἐρίζων, οὐδὲ κραυγάζων, ἡμῖν καταλιμπάνων ὑπογραμμὸν, καὶ ὡς πρόβατον ἄφωνον ὑπὲρ ἡμῶν εἰς θάνατον ἄγεται.
Ὄψεσθε, φησὶν ὁ Μωϋσῆς, τὴν ζωὴν ὑμῶν κρεμαμένην ἀπέναντι τῶν ὀφθαλμῶν ὑμῶν, καὶ οὐ μὴ πιστεύσητε τῇ ζωῇ ὑμῶν.
Ὁ Θεοπάτωρ ∆αβὶδ, μᾶλλον δὲ διὰ τοῦ ∆αβὶδ ὁ τοῦ ∆αβὶδ Κύριος, τὸ οἰκεῖον πάθος, καὶ τὴν ζωοτόκον ταφὴν προαναφωνῶν ἔλεγε·
∆ιεμερίσαντο τὰ ἱμάτια μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλλον κλῆρον.
Ὁ δερματίνους χιτῶνας ἀμφιάσας τοὺς τοῦ γένους πρωτοπάτορας, ἑκὼν γυμνοῦται πρὸς σταύρωσιν, ἵνα γυμνώσας ἡμᾶς τῆς θνητότητος τὴν τῆς ἀφθαρσίας περιβάλῃ εὐπρέπειαν.
Καὶ τὴν στολὴν κληρουχεῖ τοῖς στρατιώταις.
Μέλλει γὰρ ἐκ θνητῶν ἀνιστάμενος ἀποστέλλειν τοῖς ἔθνεσιν, οὓς αὐτὸς μαθητὰς ἐξελέξατο, καὶ αὐτὸς θείου βαπτίσματος τοῖς πιστοῖς γίνεσθαι περιβόλαιον·
Ὅσοι γὰρ, φησὶν, εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε.

κεʹ. Νῶε μὲν ἐν κιβωτῷ καθειργόμενος, καὶ ξύλῳ σώζων δευτέρου κόσμου τὰ σπέρματα, καὶ πάλιν ἀρχὴ τοῦ γένους γενόμενος, Χριστὸν ἑκουσίως ἐτύπου θαπτόμενον, τὸν κλύσαντα μὲν τὴν ἁμαρτίαν τῷ ἐκ πλευρᾶς αὐτοῦ ῥεύσαντι μεθ' ὕδατος αἵματι, τῷ δὲ τοῦ σταυροῦ ξύλῳ τὸ γένος ἡμῶν ἅπαν διασώσαντα, καὶ κοινοῦ βίου, καὶ νέας πολιτείας καθηγεμόνα γενόμενον.
Ἀβραὰμ ὁ μέγας πατριάρχης τὸν Ἰσαὰκ ἀνάγων πρὸς ὁλοκαύτωσιν, τὸν ἐξ ἐπαγγελίας, καὶ εἰς ὃν αἱ ἐπαγγελίαι, τὴν τοῦ δεσπότου σφαγὴν σαφῶς προκατήγγειλεν.
Αὐτὸς μὲν γὰρ ὁ Ἰσαὰκ ζῶν τῷ πατρὶ πρὸς Θεοῦ χαρίζεται·
ἀμνὸς δὲ τῶν κεράτων ἐν φυτῷ Σαβὲκ κατεχόμενος ἐγένετο σφάγιον·
καὶ γίνεται τοῦ διπλοῦν, τοῦ κριοῦ τε καὶ τοῦ Ἰσαὰκ μυστήριον, τύπος ἀληθὴς Χριστοῦ τοῦ Θεοῦ ἡμῶν.
∆ιπλοῦς γὰρ οὗτος καὶ σύνθετος, Θεός τε καὶ ἄνθρωπος ὢν ὁ αὐτὸς, καθὸ μὲν φύσει Υἱὸς Θεοῦ καὶ Θεὸς, ἐν ἀπαθείᾳ μεμένηκε·
καθὸ δὲ αὐτὸς ἄνθρωπος ὑπὲρ ἄνθρωπον γενόμενος, ὑπὲρ τοῦ κόσμου ἑαυτὸν ἱερεῖον ἄμωμον ἐν φυτῷ Σαβὲκ τῷ πατρὶ προσήγαγεν, ἤτοι ἐν ξύλῳ ἀφέσεως.
Σαβὲκ γὰρ ἄφεσις ἑρμηνεύεται.
Τί βούλεται τὰ τρία μέτρα τῆς σεμιδάλεως ἐγκρυφίας γενόμενος;
οὐ σαφῶς τὴν τριήμερον τοῦ ἄρτου τῆς ζωῆς ταφὴν ὑπαινίττεται;
Τί δὲ ὁ λάκκος τοῦ Ἰωσὴφ πρότερον, καὶ ἡ φρουρὰ ὕστερον;
οὐ τάφον, καὶ τὴν ἐπὶ τούτῳ φρουρὰν ἐμφαίνει τρανότατα;
Ἔθεντο γάρ με, φησὶν, ἐν λάκκῳ κατωτάτῳ, ἐν σκοτεινοῖς, καὶ ἐν σκῖᾳ θανάτου.
Τί δὲ Μωσῆς ὁ θεόπτης καὶ νομοθέτης;
οὐκ ἐν τῇ θίβῃ κρυπτόμενος, ἔκδοτος πρὸς θάνατον δίδοται, καὶ πρὸς τῆς βασιλίδος ἀναλαμβάνεται;
Οὕτω καὶ ὁ Χριστὸς ἐν τάφῳ καλύπτεται, νεκρούμενος μὲν σωματικῶς, πρὸς δὲ τῆς οἰκείας θεότητος τῆς βασιλευούσης πάσης τῆς κτίσεως πρὸς ζωὴν αὖθις ἀνάγεται.
Οὐκ αὐτὸς δὲ πάλιν Μωσῆς ῥάβδῳ παίει τὴν θάλασσαν, καὶ τῷ διπλῷ τῆς πληγῆς, τῷ ὀρθίῳ καὶ ἐγκαρσίῳ τοῦ σταυροῦ μηνύει τὸ πρόσχημα, καὶ πρὸς τὸν βυθὸν κάτεισι, τὴν πρὸς τὸν ᾅδην δεικνὺς τοῦ Σωτῆρος κατάβασιν, καὶ θανατοῖ Φαραὼ τὸν διώκοντα, καὶ σώζει τὸν Ἰσραήλ;
Ἐπεὶ καὶ ὁ Χριστὸς ἐθανάτωσε μὲν τὸν θάνατον, σώζει δὲ πάντας τοὺς εἰς αὐτὸν πιστεύοντας.
Ταῖς δὲ τῶν χειρῶν ἐκτάσεσι, τρέπων μὲν τὸν Ἀμαλὴκ, τροπαιοφόρον δὲ τὸν Ἰσραὴλ ἐργαζόμενος, τὸ αὐτὸ προεμφαίνει τοῦ Σωτῆρος μυστήριον.
Ἐξίστησί μου τὸν νοῦν καὶ τὸ τοῦ μάννα παράδοξον.
Ὥσπερ γὰρ τῇ ἑσπέρᾳ τοῦ Σαββάτου μόνον ἐκρύπτετο οὕτως Ἰησοῦς ὁ ἐμὸς Θεὸς, καὶ δι' ἐμὲ ἄνθρωπος, ὅλως γλυκασμὸς, καὶ ὅλως ἐπιθυμία, ἐν τῷ τέλει τῆς Παρασκευῆς τῷ τάφῳ καλύπτεται.
Ἰωνᾶν δὲ, οὐκ αὐτὸς ὁ Κύριος ἑαυτοῦ προηγόρευσε τύπον;
Ὥσπερ γὰρ, φησὶν, Ἰωνᾶς ἐποίησεν ἐν τῇ κοιλίᾳ τοῦ κήτους τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας, οὕτως δεῖ καὶ τὸν Υἱὸν τοῦ ἀνθρώπου ποιῆσαι ἐν τῇ καρδίᾳ τῆς γῆς τρεῖς ἡμέρας, καὶ τρεῖς νύκτας.

κϛʹ. Ἀλλ' ἐρεῖ τις·
Εἰ τῇ Παρασκευῇ τὸν ἑκούσιον ὑπομεμένηκε θάνατον, ἀνεβίω τε τῇ μιᾷ τῶν Σαββάτων, πῶς σωθήσεται τὸ τρεῖς νύκτας τῇ καρδία ἐνδιατρίψαι τῆς γῆς;
Ἀλλὰ γὰρ οὑτωσὶ πρὸς ἡμᾶς φησιν ὁ θεῖος Μωσῆς, ὡς Ὁ Θεὸς, τὸ μὲν φῶς ἐκάλεσεν ἡμέραν, τὸ δὲ σκότος ἐκάλεσε νύκτα.
Ἀναρτηθέντος τοίνυν τοῦ Κυρίου ἐν τῷ ἀχράντῳ σταυρῷ, σκότος ἐφ' ὅλην τὴν οἰκουμένην ἐγένετο, οὐ νέφους ἐπιπροσθοῦντος, καὶ τὴν ἡλιακὴν ἀκτῖνα καλύπτοντος, οὐ τοῦ σεληνιακοῦ τειχίζοντος σώματος, ὥσπερ τινὸς διαφράγματος, καὶ τὴν αἴγλην ὡς ἡμᾶς φθάνειν μὴ συγχωροῦντος·
οὕτω γὰρ τὰς ἡλιακὰς ἐκλείψεις οἱ περὶ ταῦτα δεινοὶ φάσκουσι γίγνεσθαι·
ἀλλὰ σκότους ἁπάσης κατασχεθείσης τῆς γῆς, τοῦ ψηλαφήτου τῆς Αἰγυπτίων πληγῆς λίαν ἀμαυροτέρου.
Αὕτη γὰρ ἡ πηγάζουσα τοῦ ἡλιακοῦ σώματος φωτιστικὴ ἐξέλιπε δύναμις.
Ἔδει γὰρ τὸν τοῦ ∆ημιουργοῦ σωματικὸν θάνατον πᾶσαν πενθῆσαι τὴν κτίσιν.
∆ιὸ καὶ ὁ προφήτης φησί·
∆ύσεται ὁ ἥλιος μεσημβρίας, καὶ συσκοτάσει ἐν ἡμέρᾳ τὸ φῶς.
Καὶ ἕτερος αὖθις·
Ἐν ἐκείνῃ τῇ ἡμέρα οὐκ ἔσται φῶς.
Καὶ οὐχ ἡμέρα, καὶ οὐ νὺξ, καὶ πρὸς ἑσπέραν ἔσται φῶς.
Ἐν τῷ σκότει τοίνυν τούτῳ, ἡ θεία καὶ παναγία τοῦ Κυρίου ψυχὴ τοῦ ἱεροῦ καὶ ζωοποιοῦ διαιρεθεῖσα σώματος, τῇ καρδίᾳ τῆς γῆς ἐπεδήμησεν, ὅπερ εἰς νύκτα λογίζεται.
Εἶτα μετὰ τὸ σκότος αὖθις ἡμέρα πρὸς τοῦ δημιουργοῦ σχεδιάζεται, πρὸς τὸ οἰκεῖον σχῆμα τοῦ ἡλίου πάλιν δρομήσαντος·
διὸ καὶ πρὸς ἑσπέραν φῶς ἔσεσθαι ὁ προφήτης προέφησεν·
εἶτα ἡ πρὸ τοῦ Σαββάτου νὺξ, καὶ τὸ Σάββατον, ἥτε πρὸ τῆς μιᾶς τῶν Σαββάτων, καὶ αὐτὴ ἡ τῆς ἁγίας Κυριακῆς λαμπρὰ καὶ φαεσφόρος ἡμέρα, ἐν ᾗ τὸ ἄκτιστον φῶς σωματικῶς ἐκ τοῦ τάφου πρόεισιν, ὡς νυμφίος ὡραῖος τῷ κάλλει τῆς ἀναστάσεως·
τὸ γὰρ τέλος τῶν Σαββάτων, ὅπερ ὀψὲ Σαββάτων φησὶν ὁ εὐαγγελιστὴς, ἀρχὴ τῆς μιᾶς τῶν Σαββάτων γίνεται·
ἔχεις τῶν τριῶν ἡμερῶν καὶ τοσούτων νυκτῶν σαφῆ τὴν ἀπαρίθμησιν.
Ἀλλ' ἐπανίωμεν αὖθις, ὅθεν ἐξέβημεν.

κζʹ. Εἰς χοῦν θανάτου κατάγεται ὁ ἐκ χοὸς πλαστουργήσας τὸν ἄνθρωπον, καὶ ἀπὸ τῆς γῆς ἡ ζωὴ αὐτοῦ αἴρεται.
Τῶν γηΐνων γὰρ ποιεῖται τὴν ἀπόθεσιν, οὐ σώματός φημι, τῶν δὲ τοῦ σώματος, ὕπνου καὶ κόπου, πείνης καὶ δίψης, τομῆς τε καὶ ῥεύσεως.
Ταῦτα γὰρ διὰ τῆς παρακοῆς εἰς τὸν βίον εἰσέφρησε τὸν ἡμέτερον.
Καὶ ἐν εἰρήνῃ ἡ ταφὴ αὐτοῦ γίνεται, ἣν διὰ σταυροῦ καὶ ταφῆς ἡμῖν ἐπρυτάνευσε, συνάψας τὰ διεστῶτα, καὶ τὸν ἀποστάτην ἄνθρωπον καθυποτάξας τῷ πλάσαντι.
∆ιὸ οἱ πονηροὶ ἀντὶ ταφῆς αὐτοῦ εἰς ὄλεθρον παραδέδονται·
Ἰουδαῖοι μὲν, μετὰ τὴν τοῦ ναοῦ καὶ τὴν τοῦ ἄστεος πόρθησιν, δορύκτητοι πρὸς τῶν ἐχθρῶν ἀπαγόμενοι, μηκέτι πρὸς τὰ οἰκεῖα πάλιν δρομήσοντες·
τῆς γὰρ θείας ἐπικουρίας ἀφίενται ἔρημοι μετὰ τήνδε τὴν τοῦ Κυρίου φωνὴν, Ὁ οἶκος ὑμῶν ἀφίεται ἔρημος·
δαίμονες δὲ τὴν τύραννον καὶ γαῦρον ἀφαιρεθέντες ἀρχὴν, ἣν ἦρξαν ἡμῶν κακοὶ κακῶς, τοῖς αἰσχίστοις χειρωσάμενοι πάθεσιν.
Αὐτὸς δὲ τῶν πονηρῶν τὰ σκῦλα τοὺς ἀπ' αἰῶνος θανόντας κεκληρονόμηκεν, ἀπαλλάξας τούτους ὅσοι τῷ ζυγῷ τῆς ἁμαρτίας κατείχοντο.
Ἐν γὰρ ἀνόμοις καταλεχθεὶς, τὴν εὐνομίαν ἐφύτευσεν·
τῶν δὲ ἀπειθούντων τὸ σπέρμα γέγονεν εἰς ἀπώλειαν, καὶ πένθος ἑορτῶν ἀπηλλάξατο, καὶ θρήνους ὕμνων ἀντήχησαν.
Ἡμῖν δὲ φῶς ἐκ σκότους ἀνέτειλε, καὶ ζωὴ προῆλθεν ἐκ μνήματος, καὶ ἐξ ᾅδου πηγάζει ἀνάστασις, καὶ χαρὰ, καὶ θυμηδία, καὶ ἀγαλλίασις.

κηʹ. Οὐκ ἄτοπον δὲ καὶ τῶν εὐαγγελικῶν ἁψαμένους ῥημάτων, τὸν ἐν αὐτοῖς πλοῦτον ἀρύσασθαι.
Φασὶν οἱ πνεύματι τὰ θεῖα φθεγξάμενοι, καὶ τὸν Χριστὸν λαλοῦντα ἐν ἑαυτοῖς ἔχοντες εὐαγγελισταί·
Ὀψίας γενομένης, ἦλθεν ἀνὴρ πλούσιος ἀπ' Ἀριμαθαίας τὸ ὄνομα Ἰωσὴφ, εὐσχήμων βουλευτὴς, ἀνὴρ ἀγαθὸς καὶ δίκαιος, ὃς καὶ αὐτὸς ἐμαθήτευσε τῷ Ἰησοῦ, καὶ ἦν προσδεχόμενος τὴν βασιλείαν τοῦ Θεοῦ.
Οὗτος οὐκ ἦν συγκατατεθειμένος τῇ πράξει αὐτῶν, διὰ δὲ τὸν φόβον τῶν Ἰουδαίων ἐκρύπτετο.
Οὗτος τολμήσας εἰσῆλθε πρὸς Πιλᾶτον, καὶ ᾐτήσατο τὸ σῶμα τοῦ Ἰησοῦ.
Ὢ μακαρίου καὶ ἀοιδίμου ἀνδρός!
Ἀληθῶςφησιν ὁ Κύριος·
Πᾶν δένδρον ἐκ καρπῶν οἰκείων ἐπιγινώσκεται.
Ἀγαθὸς τοίνυν ὑπάρχων καὶ δίκαιος, οὐκ ἦν συγκατατεθειμένος τῇ βουλῇ καὶ τῇ πράξει αὐτῶν.
Ὄντως οὗτος μακάριος ἀνὴρ, ὥς φησιν ὁ θεηγόρος ∆αβίδ.
Οὐ γὰρ ἐπορεύθη ἐν βουλῇ ἀσεβῶν, οὐδὲ ὁδῷ ἁμαρτωλῶν ἑστὼς ἐφρυάξατο καὶ ἐπὶ καθέδρᾳ λοιμῶν οὐ κεκάθικε κατὰ τοῦ Κυρίου, καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ, μετὰ λαῶν ἀνόμων βουλευσάμενος.
Οὐκ εἶπεν·
Ἆρον, ἆρον, σταύρωσον αὐτόν.
Οὐκ ἐφθέγξατο τὴν τῶν δειλαίων φωνὴν, τὴν τοῦ ἀθώου καὶ θείου αἵματος ποινὴν ἐφ' ἑαυτὸν καὶ τὴν οἰκείαν γονὴν ἐφελκόμενος·
ἀλλ' ἐν τῷ νόμῳ Κυρίου ἔχων τὸ θέλημα, καὶ ἐν τῷ νόμῳ αὐτοῦ κοιταζόμενος καὶ ἀνιστάμενος ἀεὶ μελετῶν, τοῖς θεοῤῥύτοις τοῦ Πνεύματος νάμασι τὴν οἰκείαν κατήρδευε διάνοιαν.
Τοῦ γὰρ καλοῦ διδασκάλου φοιτητὴς ἐγεγόνει, καὶ τοῖς αὐτοῦ κατηκολούθηκεν ἴχνεσιν.
Ὢ πλουσίου ἀνδρὸς, τὴν προαίρεσιν!
ὢ σοφοῦ ἐμπόρου, τῷ ἐπιγείῳ τὸν οὐράνιον διαρπάσαντος πλοῦτον, καὶ τὸν τῆς ζωῆς θησαυρὸν ἐν ἑαυτῷ κατακρύψαντος!
Ὁ δὲ Πιλάτος, φησὶν, ἐθαύμασεν εἰ ἤδη τέθνηκεν.
Ἐθαύμασε πῶς ἡ ζωὴ τέθνηκε, πῶς ὁ τῆς πνοῆς τῶν ἀνθρώπων ταμίας τὴν πνοὴν παραδέδωκεν.
Ναὶ, τέθνηκεν, ὦ Πιλάτε, ἀλλ' ἑκουσίως.
Ἐξουσίαν γὰρ ἔχει θεῖναι τὴν ψυχὴν ἑαυτοῦ, καὶ ἐξουσίαν ἔχει πάλιν λαβεῖν αὐτήν.
Ναὶ, τέθνηκεν, ἵνα σκυλεύσῃ τὸν θάνατον, ἵνα ζωώσῃ πέδαις σφόδρα κατεχόμενον, ἵνα πρωτότοκος ἐκ νεκρῶν γενόμενος, τοῖς νεκροῖς πηγάσῃ ἀνάστασιν, ἵνα καταποθῇ τὸ θνητὸν ὑπὸ τῆς ζωῆς.

κθʹ. ∆ωρεῖται τοίνυν τὸ σῶμα τῷ Ἰωσήφ.
Ὢ τόλμης ἀσχέτου καὶ παῤῥησίας, ἣν πίστις καὶ θεῖος πόθος ἐκύησε!
Θείων χαρισμάτων οἱ μαθηταὶ γενόμενοι μέτοχοι, φόβῳ συστελλόμενοι κρύπτονται, καὶ σὺ νεκρὸν ἐπιποθεῖς, τὸν διδάσκαλον θᾶττον ἐμιμήσω τὸν σὸν καθηγεμόνα καὶ Κύριον.
Προαιρέσει γὰρ τὴν σεαυτοῦ ψυχὴν θανάτῳ παραδέδωκας.
Οὐκ ἤνεγκας γυμνὸν ὁρᾷν τὸ τοῦ Κυρίου σῶμα τὸ ἅγιον, τὸ καθ' ὑπόστασιν ἑνωθὲν τῇ θεότητι.
Ἥψω τοῦ θείου ἄνθρακος, οὗ τῷ τύπῳ τὰ Σεραφὶμ οὐ ψαῦσαι δεδύνηνται.
Ὢ μακαρίων χειρῶν!
ὢ πανολβίων ὠλενῶν, αἷς κατασχὼν τὸ τοῦ Θεοῦ μου σῶμα, σινδόνι καθαρᾷ καὶ μύροις πολυτελέσιν ἐνείλησας!
Οὕτω γὰρ, φησὶν, ἔθος ἐστὶ τοῖς Ἰουδαίοις ἐνταφιάζειν.
Ἦν δὲ, φησὶν, ἐν τῷ τόπῳ, ὅπου ἐσταυρώθη, κῆπος, καὶ ἐν τῷ κήπῳ μνημεῖον καινὸν, ἐν ᾧ οὐδέπω οὐδεὶς ἐτέθη.
Ἐκεῖ οὖν διὰ τὴν Παρασκευὴν τῶν Ἰουδαίων ὅτι ἐγγὺς ἦν τὸ μνημεῖον, ἔθηκαν τὸν Ἰησοῦν·
ὃ ἐλατόμησεν ἐν τῇ πέτρᾳ·
καὶ προσκυλίσας λίθον μέγαν πρὸς τὴν θύραν, ἀναπῆλθε.
Παρασκευὴ μὲν οὖν λέγεται, οἷόν τις προετοιμασία πρὸς τὴν τοῦ Σαββάτου ἀνάπαυσιν.
Κατάπαυσιν γὰρ τῶν ἔργων εἶχε τὸ Σάββατον, μηδενὸς λατρευτοῦ τὸ παράπαν ἐφάπτεσθαι τοῦ Θεοῦ τοῖς Ἑβραίοις θεσπίσαντος·
ἀλλ' ἡμῖν Παρασκευὴ πρὸς τὴν τῆς ἁμαρτίας, καὶ τῶν ἐκ ταύτης δυσχερῶν, τὸ θεῖον πάθος γεγένηται.
Σινδόνι τοίνυν καθαρᾷ ἐνειλίσσεται ὁ μόνος καθαρὸς καὶ ἀκήρατος, ὁ περιβάλλων τὸν οὐρανὸν ἐν νεφέλαις, ὁ ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον ἐν τάφῳ τίθεται, ὁ θρόνον ἔχων τὸν οὐρανὸν, καὶ τὴν γῆν ὑποπόδιον, ὁ πληρῶν καὶ περιγράφων τὰ σύμπαντα, ὁ μόνος ὡς Θεὸς ἀπερίγραπτος, καὶ δρακὶ περιδεδραγμένος τῆς κτίσεως, ἐν τάφῳ σωματικῶς περιγράφεται.
Αὐτὸς ὡς Θεὸς ἐν οὐρανῷ σὺν Πατρὶ προσκυνούμενος καὶ τῷ Πνεύματι, καὶ αὐτὸς ὡς ἄνθρωπος σωματικῶς ἐν μνήματι κείμενος, καὶ ψυχικῶς ἐν τοῖς ᾅδου μυχοῖς αὐλιζόμενος, καὶ τῷ λῃστῇ εἰσιτητὸν ποιῶν τὸν παράδεισον, συμπαρομαρτούσης ἁπανταχῆ τῆς ἀπεριγράπτου Θεότητος.
Εἰ γὰρ καὶ διῃρέθη ἡ ἱερὰ ψυχὴ τοῦ ζωοποιοῦ καὶ ἀχράντου σώματος, ἀλλ' ἡ θεότης τοῦ Λόγου μετὰ τὴν ἐν γαστρὶ τῆς ἁγίας Παρθένου καὶ Θεοτόκου Μαρίας σύλληψιν, καθ' ὑπόστασιν γεγενημένης τῶν δύο φύσεων ἀδιασπάστου ἑνώσεως, ἀμφοτέρων μεμένηκεν ἀδιάσπαστος, τῆς τε ψυχῆς φημι, καὶ τοῦ σώματος·
καὶ οὕτω μία ὑπόστασις τοῦ Χριστοῦ καὶ ἐν αὐτῷ θανάτῳ διέμεινεν, ἐν τῇ τοῦ Θεοῦ Λόγου ὑποστάσει ὑφισταμένης τῆς τε ψυχῆς καὶ τοῦ σώματος, καὶ μετὰ θάνατον καὶ ταύτην κεκτημένων ὑπόστασιν.
∆ιὰ τοῦτο πᾶν γόνυ κάμψῃ ἐπουρανίων, καὶ ἐπιγείων, καὶ καταχθονίων, καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται, ὅτι Κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν τοῦ Πατρός.

λʹ. Τί δὲ ἐν τάφῳ καινῷ κατατίθεται, ἐν ᾧ οὐδέπω νεκρὸς κατετέθη;
Ἐμοὶ δοκεῖ, ὡς ἂν μή τινος τῶν πάλαι τεθειμένων ὑποπτεύηται ἡ ἔγερσις.
Ἕτοιμοι γὰρ εἰς κακουργίαν οἱ τῇ ἑαυτῶν σωτηρίᾳ βασκαίνοντες, καὶ πρὸς ἀπιστίαν ὀξύτατοι.
Ἵνα τοίνυν ἐκφανὴς καὶ ἀρίδηλος ἡ τοῦ Κυρίου δειχθείη ἀνάστασις, μόνος ἐν καινῷ καὶ κενῷ τῷ μνήματι θάπτεται, ἡ τῆς ζωῆς πνευματικὴ πέτρα, ἐξ ἧς ἀκολουθούσης ἔπινον οἱ ἀγνώμονες·
ὁ λίθος ὁ ἀκρογωνιαῖος καὶ ἀχειρότμητος, ἐν πέτρᾳ λελαξευμένῃ καλύπτεται.
Εὔθραυστοι γὰρ ψυχαὶ καὶ ἡδοναῖς εὐδιάχυτοι, τὸν θεῖον Λόγον οὐ φέρουσι δέξασθαι, στερεαὶ δὲ μᾶλλον, καὶ ἀῤῥενωπῶς πρὸς ἀρετὴν διακείμεναι.

λαʹ. Τῇ δ' ἐπαύριον, φησὶν, ἥτις ἦν μετὰ τὴν Παρασκευὴν, συνήχθησαν οἱ ἀρχιερεῖς, καὶ Φαρισαῖοι πρὸς Πιλάτον, λέγοντες.
Πάλιν συνήχθη τὸ τῆς παρανομίας συνέδριον.
Οἱ τοὺς προφήτας ἀποκτείνοντες, καὶ λιθοβολοῦντες τοὺς ἀπεσταλμένους πρὸς αὐτούς·
οἱ τὸν ἀμπελῶνα Κυρίου, τὸν Ἰσραηλίτην λέγω λαὸν, δεινῶς κατεσθίοντες, καὶ πρὸς τοὺς δούλους τὸν κληρονόμον Υἱὸν ἀπεχθῶς θανατώσαντες.
Ἠγνόησαν γὰρ, ὡς κληρονόμος ἔσται πάσης τῆς κτίσεως, οἷα ἄνθρωπος.
Εἰ γὰρ ἔγνωσαν, οὐκ ἂν τὸν Κύριον τῆς δόξης ἐσταύρωσαν.
Καὶ τί πρὸς Πιλάτον λέγουσι;
Κύριε, ἐμνήσθημεν, ὅτι ἐκεῖνος ὁ πλάνος εἶπεν ἔτι ζῶν·
Μετὰ τρεῖς ἡμέρας ἐγείρομαι.
Ὢ τῆς συνήθους τῶν εἰδωλολατρῶν παρανομίας!
Τὸν τῆς πλάνης ὑπόσπονδον, τὸν δοῦλον τῆς ἁμαρτίας κύριον καλοῦσιν οἱ πλάνοι, καὶ τῆς πλάνης συμμέτοχοι.
Τὸν δὲ Σωτῆρα τῶν ὅλων καὶ Κύριον, τὴν ὄντως ἀλήθειαν, τὴν τοῦ Πατρὸς σοφίαν καὶ δύναμιν, τὸ φῶς τὸ ἀληθινὸν τὸ φωτίζον πάντα ἄνθρωπον εἰς τὸν κόσμον ἐρχόμενον, πλάνον προσαγορεύουσι.
Τί, ἔτι ζῶν, φάσκετε πρότερον;
Οὐ ζῇ μετὰ θάνατον, ὁ τῆς ζωῆς τοῖς ζῶσι, καὶ τοῖς οὖσι τοῦ εἶναι αἴτιος;
Ἐν νεκροῖς μὲν ἦν, ἀλλὰ ζῶν, ὡς ἐλεύθερος.
Οὐκ ἠκούσατέ ποτε ἐν Ἰωνᾷ τῷ προφήτῃ τοῦ Κυρίου φήσαντος·
Ἔτι τρεῖς ἡμέραι, καὶ Νινευὴ καταστραφήσεται;
Καταστραφήσεται γὰρ ἡ πλάνη, τοῦ Κυρίου τρίτῃ ἡμέρᾳ ἐξανισταμένου τοῦ μνήματος, καὶ φυτευθήσεται δικαιοσύνη τε καὶ ἀλήθεια.
Κέλευσον οὖν, φασὶν, ἀσφαλισθῆναι τὸν τάφον ἕως τρίτης ἡμέρας.
Τί μάτην ταράττεσθε, δείλαιοι;
Τί φοβεῖσθε φόβον, οὗ φόβος οὐ πέφυκεν;
Οὐ συνέξει σφραγὶς τὸν ἀπερίγραπτον.
Εἰ τῷ Ἀββακοὺμ αἱ τοῦ βόθρου σφραγῖδες οὐκ ἐπέσχον τὴν εἴσοδον, οὐκ ἂν ἐκτρέψαιτο τὸν ∆ανιὴλ, προφήτην ὄντα Θεοῦ καὶ θεράποντα·
πῶς τὸν κοινὸν ∆εσπότην κατασχεῖν αἱ σφραγῖδες δυνήσονται;
Ἀλλ' ὄντως τυφλὸν ἡ κακία, καὶ θᾶττον τρέπεται.
Μήποτε ἐλθόντες οἱ μαθηταὶ αὐτοῦ κλέψωσιν αὐτὸν, καὶ εἴπωσι τῷ λαῷ, ὅτι ἠγέρθη ἀπὸ τῶν νεκρῶν·
καὶ ἔσται ἡ ἐσχάτη πλάνη χείρων τῆς πρώτης.
Τίς κλέπτει νεκρὸν, ὦ ἀνόητοι;
Τὴν μὲν ἐσθῆτα τυχὸν τῶν κατοιχομένων λωποδυτοῦσιν οἱ τοὺς τύμβους ὀρύττοντες·
νεκρὸν τίς κέκλοφε πώποτε;
εἰ γὰρ μὴ ἀνασταίη, καὶ ψεύσοιτο τῇ προῤῥήσει τὴν ἔγερσιν, πῶς αὐτοῦ μάτην οἱ μαθηταὶ περιέξονται;
Νεκρὸς γὰρ ἅπας ἀπὸ καρδίας βροτῶν ἐπιλέλησται, ἔφησεν ἡ Γραφή.
Εἰ δὲ πλάνοις, πῶς οὐ μᾶλλον ἐπιλησθήσεται;
Πῶς δὲ θανάτους καὶ θλίψεις παντοδαπὰς, καὶ φορυτὸν κακῶν ἑαυτοῖς ἐπισπάσονται, ὡσπεροῦν ἐπεσπάσαντο, πλάνου νεκροῦ ἐπεχόμενοι;
Ὄντως τὴν σκεπτομένην ὑμῖν πλάνην τοῖς ἀληθέσιν ἐπιφημίζετε.

λβʹ. Ἀλλ' ὁ Πιλάτος·
Ἔχετε κουστωδίαν·
ὑπάγετε, φησὶν, ἀσφαλίσασθε ὡς οἴδατε.
Οἱ δὲ πορευθέντες ἠσφαλίσαντο τὸν τάφον, σφραγίσαντες τὸν λίθον μετὰ τῆς κουστωδίας.
Φεύγει τὴν κοινωνίαν τῶν θεοκτόνων ὁ Πιλάτος, εἰδὼς ὡς οὐδεμίαν αἰτίαν εὗρεν ἐν αὐτῷ καὶ τὸ πᾶν τῆς παροινίας αὐτοῖς ἀποδίδωσιν.
Ὡς οἴδατε, φησὶν, ἀσφαλίσασθε.
Μή τις ὑμῖν ὑπολειπέσθω ἀντιλογία πρὸς τὴν ἀνάστασιν, ὑμῖν αὐτοῖς τὴν σφραγῖδα καὶ τὴν φρουρὰν ἐγκεχείρικα.
Μὴ τοίνυν ἀληθῶν τῶν τοῦ πλάνου, ὡς αὐτοί φατε, δεικνυμένων προῤῥήσεων τῇ ἐκβάσει τῆς ἀναστάσεως, σκήψεις δεινὰς, καὶ ψευδῆ τερατεύματα ἕξετε.
Νῦν ἐπὶ ξυροῦ ἵσταται ἀκμῆς.
Νῦν κρίσις ἐστὶ, καθὼς αὐτὸς ἔφησεν.
Εἰ γὰρ αὐτὸς ὑψωθῇ ἐκ γῆς ἀνιστάμενος, ὑμεῖς μὲν οἱ ἄρχοντες ἐκβληθήσεσθε, αὐτὸς δὲ πάντας ἑλκύσει πρὸς ἑαυτόν.
Ταῦτα Πιλάτου τὰ ῥήματα.
Ἀλλ' οἱ ἀναιδεῖς καὶ ἀγνώμονες Ἰουδαῖοι, ἐπὶ τὸν τάφον κυνηδὸν ἐξορμήσαντες, τὸν λίθον σφραγίζουσι.
Κεῖται τοίνυν ἐν τάφῳ νεκρὸς, φύλαξι καὶ σφραγῖδι φρουρούμενος, ὁ κτίσας τὴν ἄβυσσον καὶ σφραγισάμενος αὐτήν·
ὁ θέμενος τῇ θαλάσσῃ ψάμμον ὅριον, ὡς λέων ἀνεπαύσατο, ὡς σκύμνος λέοντος ἐκοιμήθη, ὡς βασιλεὺς ὑπνῶν φυλαττόμενος.
Τίς ἐγερεῖ αὐτόν;
Νῦν ἀναστήσομαι, λέγει Κύριος, νῦν ὑψωθήσομαι, νὺν δοξασθήσομαι·
νῦν ὄψεσθε, νῦν αἰσθήσεσθε.

λγʹ. Ἀλλ' αἱ γυναῖκες ἐκκαεῖ τοῦ ∆ιδασκάλου τῷ φίλτρῳ πυρούμεναι, ταῦτα πάντα ἀπερικαλύπτως θεώμεναι, καὶ προκινδυνεύειν τοῦ Κυρίου κατεπειγόμεναι, τῶν ἀποστόλων τὴν παῤῥησίαν ἐνίκησαν, παρευδοκιμεῖσθαι μὴ ἀνασχόμεναι.
Ἄρα ὅπου ἐπλεόνασεν ἡ ἁμαρτία, ὑπερεπερίσσευσεν ἡ χάρις.
Ἔδει γὰρ δὴ δι' ὧν διηκονήθη ὁ θάνατος, διὰ τούτων λειτουργηθῆναι καὶ τὴν ἀνάστασιν.
Τί δὲ δήποτε οἱ ἀπόστολοι κρύπτονται;
Ἔδει τοὺς τῆς θείας οἰκονομίας φυλάττεσθαι μάρτυρας πιστοτάτους, ἐσομένους τοῖς ἔθνεσι κήρυκας, ὡς αὐτόπτας καὶ ὑπηρέτας τῶν θείων μυστηρίων ὑπάρξαντας.
Τί δὲ καὶ ὁ Πέτρος ἐκπεσεῖν συγχωρεῖται πρὸς ἄρνησιν, ζηλωτὴς οὗτος καὶ τῶν ἀγαθῶν φύλαξ ὢν ἀκριβέστατος;
Ἔμελλε δὴ τοὺς τῆς Ἐκκλησίας ἐγχειρίζεσθαι οἴακας.
Ὡς οὖν συγγνώμων τοῖς ἐκ παραβάσεως παλινοστοῦσι γίγνοιτο, ἐξολισθῆσαι προνοητικῶς συγχωρεῖται τὴν ἄρνησιν, συμπαθὴς εἶναι τῷ οἰκείῳ παιδευόμενος ὀλισθήματι.
Ἀλλ' αἱ γυναῖκες μύρου δίκην τῆς θείας ἐμφορούμεναι χάριτος, καὶ Χριστὸν τὸ κενωθὲν μύρον εἰς ἡμῶν ἀνακαίνισιν τῷ πόθῳ ἑλκύσασαι, τὸν θεϊκῶς μὲν κενωθέντα καὶ χρίσαντα, χρισθέντα δὲ σωματικῶς·
τό τε γὰρ χρίσαν, καὶ τὸ χρισθὲν εἰς ἑνὸς προσώπου καὶ μιᾶς ὑποστάσεως συνῆλθον συμπλήρωσιν·
τοῦτον ἀεὶ τῷ φίλτρῳ διώκουσαι, καὶ εἰς ὀσμὴν μύρων αὐτοῦ ἀνενδότως τρέχουσαι, μύρα πάλιν ὠνοῦνται, καὶ πρὸς τὸν τάφον ἐπείγονται.
∆ιὸ καὶ πρῶται τυγχάνουσι τῆς θείας ἀναστάσεως, τοῦ δικαίου κριτοῦ τὴν χάριν ἐπιμετροῦντος τῇ προθυμίᾳ κατάλληλον.

λδʹ. Γενώμεθα τοίνυν καὶ ἡμεῖς ὅμοιοι σοφοῖς οἰκέταις προσδεχομένοις τοῦ οἰκοδεσπότου τὴν ἄφιξιν, οἳ τὸ τάλαντον λαβόντες, τοῦτο σθένει παντὶ πολυπλασιάσωμεν·
ὅπως ὡς ἀγαθοὶ δοῦλοι καὶ πιστοὶ οἰκονόμοι τῆς τοῦ Κυρίου χαρᾶς ἐπιτύχωμεν Τάλαντον δέ μοι εἶναι δοκεῖ ἅπαν παρὰ τῆς θείας ἀγαθότητος τοῖς ἀνθρώποις διδόμενον χάρισμα.
Ἔστι μὲν οὖν τῶν θείων δώρων οὐδεὶς ὅστις παντελῶς ἀμέτοχος, ἀλλ' ὁ μὲν πρὸς τήνδε τὴν ἀρετὴν εὔχρηστος, καὶ ὁ μὲν πρὸς πλείους, ἕτερος δὲ πρὸς ἐλάσσους·
ὁ μὲν πρὸς ὑψηλὰς καὶ ὑπεραναβεβηκυίας, ὁ δὲ πρὸς ταπεινὰς καὶ ὑφειμένας.
Ἑκάστῳ ὁ Θεὸς ἐμέρισε μέτρον πίστεως.
∆υνατοὶ μὲν οὖν δυνάτως ἐτασθήσονται, καὶ ᾧ παρέθεντο πολὺ, πολὺ ἀπαιτήσουσιν αὐτόν.
Ἕκαστος γὰρ ἀπαιτεῖται κατὰ τὸ μέτρον τῆς ἐγχειρισθείσης αὐτῷ πρὸς Θεοῦ δυνάμεως.
Καὶ ὁ διδοὺς οἶδεν ᾧ δίδωσι, καὶ πάντα γυμνὰ καὶ τετραχηλισμένα τοῖς ὀφθαλμοῖς αὐτοῦ.
Σπεύσωμεν τοίνυν ὅση δύναμις πολυπλασιάσαι τὸ τάλαντον.
Ὁ τὰ πέντε λαβὼν, πέντε ἕτερα προσαπονέμοι τῷ δεδωκότι·
καὶ δύο, ὁ τὰ δύο πεπιστευμένος.
Ὃς μὲν ὀρεγέτω χεῖρα πρακτικὴν τοῖς ἐλέου χρῄζουσι, καὶ τῆς πενίας τῷ φορτίῳ κάμνουσιν, ὅστις τούτου τὴν χάριν ἐδέξατο·
ὃς δὲ τρεφέτω λόγῳ τοὺς ἐν λιμῷ τηκομένους καὶ ξηρανθέντας τῆς ἀπιστίας τῷ καύσωνι.
Κτησώμεθα φίλους ἐκ τοῦ μαμωνᾶ τῆς ἀδικίας, καὶ τὰς τῶν πενήτων γαστέρας ἐμπλήσωμεν, ἵνα ὡς εὐπρόσιτοι ῥήτορες πρὸ τοῦ φρίκης γέμοντος βήματος ὑπὲρ ἡμῶν ῥητορεύσωσιν.
Ἀστέγους ξενίσωμεν·
γυμνοὺς ἀμφιάσωμεν·
νοσοῦντας ἐπισκεψώμεθα·
πρὸς τοὺς ἐν φρουρᾷ τὸν πόδα κινεῖν μὴ κατοκνήσωμεν·
τοῖς ἐν ἀνίαις καὶ λύπαις τὴν χεῖρα ἐκτείνωμεν.
Συναλγήσωμεν·
ἐκχέωμεν δάκρυον συμπαθές·
σβέσει γὰρ τὸ τῆς γεέννης ἀτελεύτητον πῦρ.
Εἰ ταῦτα διψώσῃ καρδίᾳ τελέσωμεν, ἐρεῖ καὶ ἡμῖν ὁ Κύριος·
∆εῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν.

λεʹ. Οἱ κεκλημένοι, ἔνδυμα γάμου λαμπρῶς στολισώμεθα, ὡς ἂν κοινωνοὶ τοῦ θείου γάμου γενώμεθα, ἐπιγνωσθῶμέν τε τῆς ἀνακλήσεως ἄξιοι, καὶ τοῦ μόσχου τοῦ σιτευτοῦ μεταλάβωμεν, καὶ τοῦ ἀμνοῦ τοῦ Πάσχα μετάσχωμεν, ἐμφορηθῶμέν τε τοῦ καινοῦ τῆς ἀμπέλου γεννήματος, νῦν μὲν σάρκα Θεοῦ ἐκ σίτου, καὶ αἷμα Θεοῦ ἐξ οἴνου, ἀληθῶς τῇ ἐπικλήσει καὶ ἀῤῥήτως μεταποιούμενον·
ἀψευδὴς γὰρ ὁ ἐπαγγειλάμενος·
καθαρᾷ τῇ συνειδήσει ἐσθίοντές τε καὶ πίνοντες, καὶ τούτοις ἑπταπλασίως, ὥσπερ τις χρυσὸς καθαιρόμενοι, καὶ τὸ κίβδηλον τῆς ἁμαρτίας ῥυπτόμενοι, καὶ ἀφθαρσίαν κληροδοτούμενοι, καὶ Θεῷ συναπτόμενοι, καὶ θεούμενοι, καὶ τῆς αὐτοῦ κατατρυφῶντες τῆς μεθέξεως, ὅταν φωνήσῃ τοῦ Κυρίου σάλπιγξ, καὶ οἱ νεκροὶ ἀναστήσωνται, ὅτε καθιεῖται κριτήριον, καὶ ἡμέρᾳ ᾗ ἔστησεν ὁ Θεὸς κρῖναι τὴν οἰκουμένην ἐν δικαιοσύνῃ·
ὅτε πάντα τὴν οἰκείαν ἀποκατάστασιν λήψονται, μηδεμιᾶς ἑτέρας ὑπολειπομένης ἀποκαταστάσεως·
ὅτε πῦρ μὲν τοὺς ὑπεναντίους κατέδεται ἀδαπάνητα, τοὺς δὲ δικαίους αἱ πρὸ αἰώνων ἡτοιμασμέναι μοναὶ ὑποδέξονται, καὶ ὁ Ἀβραὰμ κόλπος, ὁ ἐκ κόλπων, φημὶ, Ἀβραὰμ σεσαρκωμένος Θεὸς Λόγος καὶ Κύριος·
ὅτε τῶν μὲν ἀσεβῶν ἡ γῆ πεσεῖται, καὶ ζόφος αὐτοὺς ὑποδέξεται, καὶ πῦρ σκοτεινὸν ὅπερ ἑαυτοῖς ἐξέκαυσαν, καὶ σκώληξ κατατρύχων ἀκοίμητα, καὶ κλαυθμὸς τῷ τῶν ὀδόντων βρυγμῷ σύμμικτος·
τοὺς δὲ εὐθεῖς τῇ καρδίᾳ, καὶ πίστιν ἀμώμητον ἔχοντας, λαμπροὺς, λαμπρῶς λάμποντας ὡς ἥλιος, ἡ γῆ τῶν πραέων εἰσδέξεται·
ὅτε τῶν παρθένων, αἱ μὲν μωραὶ ἀφρονέστατα ταραχθήσονται, ἐν οὐ καιρῷ ζητοῦσαι τὰ τοῦ καιροῦ, καὶ τὰς σβεννυμένας λαμπάδας ξένῳ κοσμεῖν ἐλαίῳ σπουδάζουσαι, αἷς ὁ νυμφὼν μὲν ἀποκλεισθήσεται.
φωνὴ δὲ τοῦ ἀδεκάστου ἔνδοθεν ἠχήσει ἀπότομος·
Οὐκ οἶδα ὑμᾶς.
Ταυτὸν δὲ εἰπεῖν·
Οὐκ ἀγαπῶ ὑμᾶς·
οὐ γὰρ τοὺς ἐμοὺς ἀδελφοὺς ἠγαπήκατε·
οὐ τῆς ἀγάπης ἑαυτοῖς σύμβολα ἐπεδείξασθε·
οὐ σπλάγχνα οἰκτιρμῶν πρὸς αὐτοὺς ἐκινήσατε.
∆ιὸ ἡ κρίσις ἀνίλεως τῷ μὴ ποιήσαντι ἔλεος.
Ἐπ' οὐδενὶ γὰρ, ὡς ἐλέῳ, ὁ συμπαθὴς θεραπεύομαι·
Οὐδὲν ἁρπάζειν τὴν ἐμὴν καρδίαν οἶδεν, ἢ ἔλεος.
Ἔλεον γὰρ θέλω, καὶ οὐ θυσίαν.
Θύραν ἐλέου τοῖς χρῄζουσιν οὐκ ἠνοίξατε, οὐδ' ὑμῖν ἐκπετάσω τῶν ἐμῶν βασιλείων τὴν εἴσοδον.
Ταῦτα τὰ τῶν ἀφρόνων γεώργια.
Αἱ δὲ φρόνιμοι ἡτοιμάσθησαν, καὶ οὐκ ἐταράχθησαν.
Παντοδαπῶν γὰρ ἀρετῶν τὰς σφῶν λαμπάδας ἐμπλήσασαι, καὶ τῷ ἐλαίῳ τῆς εὐποιίας ταύτας ἀφθόνως ἀρδεύσασαι, τῷ τε φωτιστικῷ πυρὶ τῆς ὀρθοδόξου ἀνάψασαι πίστεως, φαιδραὶ φαιδρῶς τῷ νυμφίῳ μεσούσης τῆς νυκτὸς ὑπαντήσασαι, ἐν τῷ θείῳ νυμφῶνι χορεύουσι, καὶ τῆς αὐτόθι χαρμονῆς ἀπολαύουσι, τῷ ἀχράντῳ νοερῶς ἀεὶ συναπτόμεναι, καὶ καθαρῶς τῷ καθαρῷ προσομιλεῖν ἀξιούμεναι.

λϛʹ. Καὶ ὑμεῖς τοιγαροῦν, ὦ θεῖον καὶ ἱερὸν τοῦ μεγάλου ποιμένος, καὶ ἱερέως, καὶ θύματος ποίμνιον, λαὸς περιούσιος, βασίλειον ἱεράτευμα, οἱ τὸ κοινὸν ὄνομα ὡς Χριστοῦ δοῦλοι πλουτήσαντες, τῶν αὐτοῦ μεμνημένοι παθῶν τε, καὶ λόγων, καὶ πράξεων, τηρῶμεν αὐτοῦ τὰ ζωηφόρα ἐντάλματα.
Ἔφη γάρ·
Πιστεύετε εἰς τὸν Θεὸν, καὶ εἰς ἐμὲ πιστεύετε.
Καὶ ἄλλον·
Παράκλητον ὁ Πατὴρ πέμψει ὑμῖν, τὸ Πνεῦμα τῆς ἀληθείας, ὃ παρὰ τοῦ Πατρὸς ἐκπορεύεται.
Πιστεύοντες οὖν, ἐκθύμως αὐτὸν ἀγαπήσωμεν.
Ὁ γὰρ ἀγαπῶν με, φησὶν, ἀγαπηθήσεται ὑπὸ τοῦ Πατρός μου, καὶ ἀγαπήσω αὐτὸν, καὶ ἐμφανίσω αὐτῷ ἐμαυτόν.

λζʹ. Μισήσωμεν οὖν τοὺς ἐχθροὺς αὐτοῦ.
Πᾶς ὅστις οὐχ ὁμολογεῖ τὸν Χριστὸν Υἱὸν τοῦ Θεοῦ καὶ Κύριον, ἀντίχριστός ἐστιν.
Ἐάν τις εἴπῃ, ὅτι δοῦλός ἐστιν ὁ Χριστὸς, κλείσωμεν τὰς ἀκοὰς, εἰδότες ὅτι ψευστής ἐστι, καὶ ἀλήθεια ἐν αὐτῷ οὐκ ἔστιν.
Ἐνέγκωμεν τὸν ὀνειδισμὸν αὐτοῦ, ὥσπερ δόξης διάδημα.
Μακάριοι γὰρ, φησὶν, ἐστὲ, ὅταν ὀνειδίσωσιν ὑμᾶς, καὶ διώξωσι, καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ' ὑμῶν ἕνεκεν ἐμοῦ.
Χαίρετε, καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολύς ἐστιν ἐν τοῖς οὐρανοῖς.
Οὕτω γὰρ τῶν μωρῶν μὲν τὴν ἀφροσύνην ἐκκλινοῦμεν, τῶν δὲ φρονίμων τὴν σοφίαν ζηλώσομεν.

ληʹ. Γενώμεθα δὲ ἕτοιμοι καὶ πρὸς τὴν τοῦ Κυρίου ἐκ νεκρῶν ἀνάστασιν.
Μὴ τῇ γαστρὶ τὰ πρὸς τρυφὴν εὐτρεπίσωμεν.
Μὴ σώματι πολλὰ σωρεύσωμεν περιβόλαια, μὴ μύρων πολυτέλειαν ἄχρηστον, μὴ κώμας καὶ μέθας, καὶ τὰς τούτων συζύγους κοίτας καὶ ἀσελγείας·
μὴ φρονήσωμεν μέγα κατὰ τοῦ πένητος·
μὴ δόξης κενῆς ἐκκαύσωμεν ὄρεξιν, καὶ τῆς ἐπιθυμίας τοὺς σώφρονας χαλινοὺς ἀποπτύσωμεν·
μὴ θηλυμανεῖς ἵπποι γενώμεθα, τοῖς ἀλλοτρίοις σκεύεσιν ἀτάκτως ἐπιμαινόμενοι·
μὴ σπείρωμεν εἰς τὴν σάρκα τὰ τοῦ πυρὸς ἐκκαύματα·
μὴ κλαπῶμεν χρυσοῦ τε καὶ ἀργύρου, καὶ λίθων πολυτελῶν μιαρῷ δελεάσματι·
μὴ ἄλλων πεινώντων, ἡμῖν ἡ τράπεζα πλήθουσα διεγείρῃ τὸν τῆς γεέννης ἀτίθασσον σκώληκα.
Ἰδοὺ γὰρ ὁ Νύμφιος ἀνίσταται·
ἰδοὺ ὁ Βασιλεὺς τῶν βασιλευόντων ἐκ τάφου προέρχεται.
Ἑτοιμασθῶμεν, ἵνα μὴ τῆς χαρᾶς ἀμοιρήσωμεν.
Γενώμεθα δόκιμοι τραπεζῖται, τὸ κρεῖττον τοῦ χείρονος διακρίνοντες, καὶ τὸ μὲν πυρὶ θείου ζήλου καὶ ἔρωτος φλέξωμεν, τὸ δὲ τοῖς ἑαυτῶν ταμιείοις ἐναποθώμεθα.
Θυμὸν καὶ ἐπιθυμίαν κολάσωμεν·
γαστρὸς μαράνωμεν ὄρεξιν·
σωφροσύνην δι' ἐγκρατείας καὶ ταπεινῆς καρδίας περιζωσώμεθα·
τύφον δι' εὐτελείας καὶ θανάτου καταβάλωμεν μνήμης·
τοῖς πᾶσι τὰ πάντα γενώμεθα·
λοιδορίας γενναίως ἐνέγκωμεν·
ἀδικούμενοι τῇ ἐλπίδι χαίρωμεν.
Παράγει γὰρ τὸ σχῆμα τοῦ κόσμου τούτου, καὶ παροδεύει πᾶν τὸ νῦν καθορώμενον.

λθʹ. Ἐπὶ πᾶσι τοῦτο φρονείσθω ἐν ἡμῖν, ὃ καὶ ἐν Χριστῷ Ἰησοῦ, ὃς ἐχθροὺς ὄντας ἡμᾶς ἠγάπησε, καὶ ἀγαπήσας ἠλέησε, καὶ ἐλεήσας ἑαυτὸν ἐταπείνωσε, καὶ ταπεινώσας ἔσωσεν.
Ἐκ γὰρ ἀγάπης προέρχεται ἔλεος, καὶ ἐξ ἐλέους ταπείνωσις, ἐκ ταπεινώσεως δὲ σωτηρία καὶ ὕψωσις.
Ἂν οὕτω πολιτευσώμεθα, νῦν μὲν τῶν ἐπικειμένων λυπηρῶν ἐλευθερωσόμεθα.
Ἂν τὸν ζυγὸν τῶν παθῶν ἀποῤῥίψωμεν, καὶ τῶν τυράννων τὴν ζεύγλην ἀποσεισόμεθα, καὶ ὥσπερ ἐκ τῶν κρειττόνων ἦλθε τὰ λυπηρὰ, οὕτω καὶ ἐκ τῶν λυπηρῶν ἐπανελεύσεται τὰ χρηστότερα, καὶ τὴν ἀρχαίαν παῤῥησίαν ἀπολειψόμεθα, καὶ καθαρῶς ἑορτάσομεν Κυρίῳ τῷ Θεῷ ἑορτὴν ἐξόδιον, καὶ τῆς βλασφήμου φωνῆς τῆς ἐπαιρομένης κατὰ τοῦ κτίσαντος ἀπαλλαγησόμεθα, καὶ ἐν εἰρήνῃ ἔσται τὸ τῆς Ἐκκλησίας πολίτευμα·
ἔπειτα δὲ φαιδραῖς ταῖς λαμπάσι τῷ νικητῇ τοῦ θανάτου, τῷ ἀθανάτῳ νυμφίῳ λαμπρῶς ὑπαντήσομεν, καὶ ὁ νυμφὼν ἡμᾶς ὁ ἄχραντος ὑποδέξεται, καὶ ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτισόμεθα, καὶ τῆς αὐτοῦ κατατρυφήσομεν ὡραιότητος, μεθ' οὗ τῷ Πατρὶ σὺν ἁγίῳ Πνεύματι δόξα, τιμὴ, προσκύνησις καὶ μεγαλοπρέπεια, νῦν τε καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.


Πανεπιστήμιο Αιγαίου, Τμήμα Πολιτισμικής Τεχνολογίας και Επικοινωνίας, © 2006.
Επιτρέπεται η ελεύθερη χρήση του υλικού με αναφορά στην πηγή προέλευσής του.

No votes yet


Η Θεία Λειτουργία

The Arabic Divine Liturgy of St. John Chrysostomos

Πειραϊκὴ Ἐκκλησία

Ακούστε (((ο)))
Πειραϊκή Εκκλησία 912fm

You are missing some Flash content that should appear here! Perhaps your browser cannot display it, or maybe it did not initialize correctly.

Ὅλα ἀρχίζουν ἐδῶ

Κάθε λογισμὸς καὶ κάθε αἴσθηση ὁδηγοῦν σταδιακὰ τὴν ψυχὴ εἴτε πρὸς τὸν παράδεισο εἴτε πρὸς τὴν κόλαση.

Ἄν ὁ λογισμὸς εἶναι ἔλλογος, τότε συνδέει τὸν ἄνθρωπο μὲ τὸν Θεὸ Λόγο, μὲ τὸν ὕψιστο Λογισμό, μὲ τὴν Παναξία, πρᾶγμα ποὺ εἶναι ἤδη ὁ παράδεισος.

παράδεισος

Ἐάν πάλι εἶναι ἄλογος ὁ λογισμὸς ἤ καὶ παράλογος, τότε συνδέει ἀναπόφευκτα τὸν ἄνθρωπο μὲ τὸν Παράλογο, τὸν Ἀνόητο, μὲ τὸν διάβολο, πρᾶγμα ποὺ εἶναι ἤδη ἡ κόλαση.

Ὅσα ἰσχύουν γιὰ τὸν λογισμὸ, ἰσχύουν καὶ γιὰ τις αἰσθήσεις. Ὅλα ἀρχίζουν ἐδῶ, ἀπὸ τὴν γῆ: καὶ ὁ παράδεισος μὰ καὶ ἡ κόλαση τοῦ ἀνθρώπου.

Ἰουστῖνος Πόποβιτς

Ιωάννου Χρυσοστόμου

Ἐγὼ πατὴρ, ἐγὼ ἀδελφὸς, ἐγὼ νυμφίος, ἐγὼ οἰκία, ἐγὼ τροφὴ, ἐγὼ ἱμάτιον, ἐγὼ ῥίζα, ἐγὼ θεμέλιος, πᾶν ὅπερ ἂν θέλῃς ἐγώ· μηδενὸς ἐν χρείᾳ καταστῇς. Ἐγὼ καὶ δουλεύσω· ἦλθον γὰρ διακονῆσαι, οὐ διακονηθῆναι. Ἐγὼ καὶ φίλος, καὶ μέλος, καὶ κεφαλὴ, καὶ ἀδελφὸς, καὶ ἀδελφὴ, καὶ μήτηρ, πάντα ἐγώ· μόνον οἰκείως ἔχε πρὸς ἐμέ. Ἐγὼ πένης διὰ σέ· καὶ ἀλήτης διὰ σέ· ἐπὶ σταυροῦ διὰ σὲ, ἐπὶ τάφου διὰ σέ· ἄνω ὑπὲρ σοῦ ἐντυγχάνω τῷ Πατρὶ, κάτω ὑπὲρ σοῦ πρεσβευτὴς παραγέγονα παρὰ τοῦ Πατρός. Πάντα μοι σὺ, καὶ ἀδελφὸς, καὶ συγκληρονόμος, καὶ φίλος, καὶ μέλος. Τί πλέον θέλεις; τί τὸν φιλοῦντα ἀποστρέφῃ; τί τῷ κόσμῳ κάμνεις; τί εἰς πίθον ἀντλεῖς τετρημένον;  περισσότερα »»»

Η Ελλάδα και ο Υμνος της Ελευθερίας

Ελληνική σημαία - Ελλάς - Ελευθερία

You are missing some Flash content that should appear here! Perhaps your browser cannot display it, or maybe it did not initialize correctly.

Υπεραγία Παρθένος Θεοτόκος Μαρία

Κύριος διασκεδάζει βουλὰς ἐθνῶν, ἀθετεῖ δὲ λογισμοὺς λαῶν καὶ ἀθετεῖ βουλὰς ἀρχόντων· ἡ δὲ βουλὴ τοῦ Κυρίου εἰς τὸν αἰῶνα μένει, λογισμοὶ τῆς καρδίας αὐτοῦ εἰς γενεὰν καὶ γενεάν. (Ψαλ. 32, 10-11)

εἰ δέ τις τῶν ἰδίων καὶ μάλιστα τῶν οἰκείων οὐ προνοεῖ, τὴν πίστιν ἤρνηται καὶ ἔστιν ἀπίστου χείρων. (Τιμ.Α 5,8)

Ἅγιος Ἀντώνιος ὁ Μέγας

Οἱ ἄνθρωποι καταχρηστικά λέγονται λογικοί. Δεν εἶναι λογικοὶ ὅσοι ἔμαθαν ἀπλῶς τὰ λόγια καὶ τὰ βιβλία τῶν ἀρχαίων σοφῶν, ἀλλ' ὅσοι ἔχουν τὴ λογικὴ ψυχὴ καὶ μποροῦν νὰ διακρίνουν ποιὸ εἶναι τὸ καλὸ καἰ ποιὸ τὸ κακό καὶ ἀποφεύγουν τὰ πονηρὰ καὶ βλαβερὰ στὴν ψυχή, τὰ δὲ ἀγαθὰ καὶ ψυχωφελῆ, τὰ ἀποκτοῦν πρόθυμα μὲ τὴ μελέτη καὶ τὰ ἐφαρμόζουν μὲ πολλὴ εὐχαριστία πρὸς τὸν Θεό. Αὐτοὶ μόνοι πρέπει νὰ λέγονται ἀληθινὰ λογικοὶ ἄνθρωποι.

St Antony the Great

Ἐφ᾿ ὅσον ἐννοεῖς τὰ περὶ Θεοῦ, νὰ εἶσαι εὐσεβής, χωρὶς φθόνο, ἀγαθός, σώφρων, πράος, χαριστικὸς κατὰ δύναμιν, κοινωνικός, ἀφιλόνεικος καὶ τὰ ὅμοια. Διότι αὐτὸ εἶναι τὸ ἀπαραβίαστο ἀπόκτημα τῆς ψυχῆς, νὰ ἀρέσει στὸ Θεὸ μὲ τέτοιες πράξεις καὶ μὲ τὸ νὰ μὴν κρίνει κανέναν καὶ νὰ λέει γιὰ κανέναν, ὅτι ὁ δείνα εἶναι κακὸς καὶ ἁμάρτησε. Ἀλλὰ καλλίτερο εἶναι νὰ συζητᾶμε τὰ δικά μας κακά, καὶ νὰ ἐρευνᾶμε μέσα μας τὴ δική μας πολιτεία, ἐὰν εἶναι ἀρεστὴ στὸ Θεό. Διότι, τί μᾶς μέλει ἐμᾶς, ἐὰν ὁ ἄλλος εἶναι πονηρός;

περισσότερα