Ο Κύριος ημών Ιησούς Χριστός | Ορθόδοξοι Πατέρες Our Lord Jesus Christ | Orthodox Fathers

»»»    Λόγος διακριτικὸς, καὶ εἰς τὰς ἐντολὰς τοῦ Θεοῦ τοῖς ἀποταξαμένοις καὶ σωθῆναι θελουμένοις

Λόγος διακριτικὸς, καὶ εἰς τὰς ἐντολὰς τοῦ Θεοῦ τοῖς ἀποταξαμένοις καὶ σωθῆναι θελουμένοις


Ἀγαπητοὶ, φροντίσωμεν τῆς σωτηρίας ἡμῶν, ὅτι ὁ καιρὸς συνεσταλμένος ἐστὶ λοιπόν·
καὶ οὐ δύναταί τις φροντίσαι τῆς ἑαυτοῦ ψυχῆς, ἕως οὗ φροντίζει τὰ τοῦ σώματος.
Ὥσπερ γὰρ οὐ δύναταί τις προσέχειν ἐν ἑνὶ ὀφθαλμῷ εἰς τὸν οὐρανὸν, καὶ ἐν ἑνὶ ἐπὶ τὴν γῆν·
οὕτως οὐ δύναται ἄνθρωπος φροντίσαι τὰ τοῦ Θεοῦ καὶ τὰ τοῦ σώματος.
Ὥσπερ οὐ δύναται πηγὴ ἐκ τῆς αὐτῆς ὀπῆς ἐξενεγκεῖν ὕδωρ γλυκὺ καὶ πικρὸν, οὕτως οὐ δύναται ἄνθρωπος καὶ Θεῷ ἀρέσκειν, καὶ σαρκὸς ἐπιθυμίας ἐπιτελεῖν.
Ὥσπερ οὐ δύναται ἄκανθα καρπὸν ἐλαίου προβάλλεσθαι, οὕτως οὐ δύναται ἄνθρωπος καὶ τὰ οὐράνια ζητεῖν, καὶ τὰ ἐπίγεια ποθεῖν, καθώς φησιν ὁ Κύριος·
Οὐ δύνασθε καὶ Θεῷ ἀρέσκειν, καὶ σαρκὸς ἐπιθυμίας ἐπιτελεῖν.
Ὅθεν καὶ ὁ ἀπόστολος Παῦλος ἀκούσας ταῦτα, καὶ ἐκκόψας αὐτοῦ πάντα τὰ τῆς σαρκὸς φρονήματα, φησί·
«∆ι' ὃν πάντα ζημιοῦμαι, ἵνα Χριστὸν κερδήσω,»
καὶ αὐτῷ συμβασιλεύσω.
«Ἔχοντες δὲ διατροφὰς καὶ σκεπάσματα, τούτοις ἀρκεσθησώμεθα.
Οἱ γὰρ βουλόμενοι πλουτεῖν ἐμπίπτουσιν εἰς πειρασμὸν, καὶ παγίδα διαβόλου, καὶ ἐπιθυμίας ἀτόπους.»
Σὺ δὲ, ὦ ἀδελφὲ, μὴ προσέχῃς τι τοῦ κόσμου τούτου, ἵνα δυνηθῇς σωθῆναι, ἀλλὰ ἄσκησον δικαιοσύνην, καὶ ἀλήθειαν, καὶ ἀγάπην, καὶ φόβον Κυρίου, καὶ πραότητα, ὑπακοὴν, καὶ ἐγκράτειαν, καὶ ἀμνησικακίαν.
Μίσησον λόγους κοσμικοὺς, ἵνα καρδία σου ὄψηται τὸν καλόν.
Ἀγάπησον τὸ συνεχῶς προσεύχεσθαι, ἵνα φωτισθῇ σου ἡ καρδία.
∆ιάδος ὑστερουμένοις ὀφθαλμῷ πλουσίῳ, ἵνα μὴ καταισχυνθῇς ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ·
μίσησον τὴν ἐπιθυμίαν ἐν τοῖς βρώμασιν, ἵνα μὴ ὁ Ἀμαλὴκ τῶν παθῶν κυκλώσῃ σε.
Γοργεύου ἐν ταῖς προσευχαῖς, ἵνα μὴ καταφάγῃ σε τὸ θηρίον.
Φεῦγε τὸν οἶνον, ἵνα μὴ στερηθῇς τῆς εὐφροσύνης τοῦ Θεοῦ.
Ἀγάπησον τοὺς πιστοὺς, ἵνα διὰ αὐτῶν ἐλεήσῃς.
Πόθησον τοὺς ἁγίους, ἵνα ὁ ζῆλος αὐτῶν ἑλκύσῃ σε πρὸς ἀρετήν.
Μνημόνευε τῆς ἐξόδου τῆς ψυχῆς σου, καὶ οὐχ ἁμαρτήσεις πολλὰ πρὸς Θεόν·
ἀναμιμνήσκου ἀεὶ τὴν τῶν οὐρανῶν βασιλείαν, ἵνα ἡ ἐπιθυμία αὐτῆς ἑλκύσῃ σε πρὸς αὐτήν·
διαλογίζου τὴν γέενναν τοῦ πυρὸς, καὶ τῶν βασάνων τῶν δεινῶν, ἵνα μισήσῃς τὰ ἔργα τὰ πονηρά.
Ἑτοίμαζε οὖν σεαυτῷ καθ' ἡμέραν ὑπαντῆσαι Χριστῷ·
μέλλει γὰρ ἀοράτως ἔρχεσθαι.
Καθ' ἑκάστην ἡμέραν ἀνάκρινε σεαυτὸν ἐκ τῶν ἐντολῶν τοῦ Χριστοῦ, τί ὑστέρησας, καὶ ἀνοικοδόμει αὐτό.
Ἴδωσιν οἱ ἀδελφοί σου τὰ ἔργα σου, καὶ ὁ ζῆλος ὁ κατὰ Θεὸν καταφάγεται αὐτούς.
Ἐρεύνησον σεαυτὸν καθ' ἑκάστην ἡμέραν, ποῖον πάθος ἐνέκρωσας, καὶ δὸς δόξαν τῷ Θεῷ·
αὐτοῦ γάρ ἐστι τὸ ἔλεος.
Μὴ λογίζου ἑαυτὸν ὡς κατορθώσαντα τὸ ἀγαθὸν ἐνώπιον τοῦ Θεοῦ·
φησὶ γάρ·
«Ὅταν πάντα ποιήσητε, τότε λέγετε, ὅτι Ἀχρεῖοι δοῦλοί ἐσμεν.»
Μὴ ὑψηλοφρονήσῃς, ὅτι ἀπ' ἄρτι καλὸς εἶ·
οὐ γὰρ δύνῃ πιστεῦσαι ἑαυτὸν τοῖς ἐχθροῖς σου.
Μὴ θαῤῥήσῃς ἑαυτοῦ τῷ σώματι.
Ὁ φοβούμενος τοὺς δαίμονας δῆλον ἑαυτὸν ποιεῖ, ὅτι οὐκ ἔστι φόβος Θεοῦ ἐν αὐτῷ.
Ὁ γὰρ φοβούμενος τὸν Θεὸν ἐξ ὅλης αὐτοῦ τῆς καρδίας ἑδραῖός ἐστιν ἐπ' αὐτοῖς.
Τὸ μὴ μετρῆσαι ἑαυτὸν, ἀλλ' ἑαυτὸν ἔχειν ἄγνωστον, φανεροῖ τῷ ἀνθρώπῳ, ὅτι οὐ ζητεῖ ποιῆσαι τὸ ἑαυτοῦ θέλημα, ἀλλὰ τὸ τοῦ Θεοῦ.
Ὁ λέγων τὸν λόγον αὐτοῦ ἐπὶ πολλῶν, δῆλον ἑαυτὸν ποιεῖ, ὅτι οὐκ ἔστι φόβος Θεοῦ ἐν αὐτῷ.
Ὁ βουλόμενος σωθῆναι σχολάσει τῷ Θεῷ, καὶ καταπατήσει τὰ πάθη.
Τὸ φροντίσαι ἐν γνώσει ἐκδιώκει τὰ πάθη·
γέγραπται γάρ·
«Φροντὶς ἐπελεύσεται ἐπ' ἄνδρα σοφόν.»
Ὥσπερ ἡ ἀκηδία βοήθειά ἐστι τῶν παθῶν, οὕτω καὶ ἡ μακροθυμία δύναμίς ἐστι τῶν ἀρετῶν.
Τὸ μὴ κρίνειν ἄνθρωπον τεῖχός ἐστιν ἀντίτητον·
τὸ δὲ ψέξαι ἢ καταλαλῆσαι ἀπώλειαν τῇ ψυχῇ κατεργάζεται.
Τὸ κρατῆσαι τῆς γλώττης δηλοποιεῖται, ὅτι πρακτικός ἐστι μὲν ταῖς ἀρεταῖς·
ἡ δὲ ἀπαιδευσία τῆς γλώσσης σημαίνει, ὅτι οὐ κέκτηται ἀρετὴν ἔνδοθεν.
Ἡ ἐν γνώσει ἐλεημοσύνη τίκτει τὸ προορᾷν, καὶ ὁδηγεῖ εἰς τὴν ἀγάπην·
ἡ δὲ ἀνελεημοσύνη τίκτει τὴν ἀπανθρωπίαν.
Μήτηρ ἀρετῶν ἐστιν ἡ συμπάθεια·
πλήρωμα δὲ κακῶν ἡ ἀνυποταξία.
Ἡ ἀγαθότης τίκτει τὴν ἁγνείαν·
ἡ δὲ ὀξυχολία τίκτει τὰ πάθη.
Ἡ σκληροκαρδία τίκτει τὴν ὀργήν·
ἡ δὲ ἀκηδία τίκτει τὴν ἔνδειαν.
Κόρος ὕπνου ταραχὴ παθῶν·
σωτηρία δὲ ψυχῆς ἀγρυπνία ἔμμετρος.
Ὕπνος ἐν κόρῳ πλῆθος φαντασιῶν·
ἄνθος δὲ τοῦ νοῦ, ἀγρυπνία ἐν προσευχῇ.
Πολὺς ὕπνος παχύνει καρδίαν, ἀγρυπνία δὲ λεπτύνει αὐτήν·
ἀγρυπνίαν δὲ λέγω τὴν κατὰ Θεὸν γινομένην ἐν ψαλμοῖς, καὶ ὕμνοις, καὶ ᾠδαῖς πνευματικαῖς.
Ἀγαθὸς γὰρ ὕπνος ἐν σιωπῇ τῶν ἀγρυπνούντων ἐν ματαιολογίᾳ.
Τὸ πένθος ἐκδιώκει τὰ πάθη, τὸ δὲ γέλως χωρίζει ἀπὸ Θεοῦ.
Τὸ μὴ πλῆξαι ἄνθρωπον τίκτει ταπείνωσις·
ἡ δὲ δόξα τῶν ἀνθρώπων τίκτει τὴν ὑπερηφανίαν.
Ἡ ἀοργησία τίκτει τὴν πραότητα·
ἡ δὲ μνησικακία τίκτει τὴν ἀπώλειαν.
Τὸ ἀγαπᾷν τὸν πλατυσμὸν ἐκδιώκει τὰς ἀρετάς·
ἡ δὲ στενοχωρία ταπεινοῖ τὰ πάθη.
Ἡ ἐπιθυμία τῶν ἐδεσμάτων διάγει εἰς τὰ πάθη·
ἡ δὲ ἐγκράτεια ἐκδιώκει αὐτά.
Κό σμησις σώματος, ψυχῆς καταστροφή·
τῆξις δὲ σώματος, ἀνακαινισμὸς ψυχῆς.
Περιφρόνησις σώματος, σωτηρία ψυχῆς·
ἐπιμέλεια δὲ σώματος, παγὶς τῇ ψυχῇ.
Τῆξις δὲ σώματος φωτισμὸς ψυχῆς.
Τὸ προσέχειν τὸν νοῦν ἄνω πάντοτε, τίκτει τὴν ἀγάπην τὴν πρὸς Θεόν·
ἡ δὲ μέριμνα τοῦ βίου ἐκδιώκει τὰς ἀρετάς.
Τὸ φυλά ξαι τὸ στόμα, διεγείρει τὴν διάνοιαν πρὸς τὸν Θεόν·
ἡ δὲ πολυλογία τίκτει τὴν ἀκηδίαν καὶ τὴν μανίαν.
Τὸ ποιῆσαι τὸ θέλημα τοῦ πλησίον, σημαίνει ὁ νοῦς βλέπειν τὰς ἀρετάς·
τὸ δὲ ποιῆσαι τὸ ἴδιον θέλημα, σημαίνει τὴν ἄγνοιαν.
Ἡ μελέτη ἐν φόβῳ, φυλάσσει τὴν ψυχὴν ἀπὸ παντὸς κακοῦ·
τὸ δὲ λαλεῖν τοὺς κοσμικοὺς λόγους σκοτίζει τὴν ψυχήν.
Τὸ ἀγαπᾷν τὴν ὕλην τοῦ κόσμου, χωρίζει ἀπὸ τοῦ Θεοῦ τὸν νοῦν·
ἡ δὲ ἀκτημοσύνη παῤῥησίᾳ βλέπει τῷ Θεῷ.
Τὸ μὴ ἐξάξαι τοὺς λογισμοὺς δηλοποιεῖται, ὅτι ἐκζητεῖ τὴν δόξαν τοῦ κόσμου τούτου τὴν αἰσχρὰν καὶ ματαίαν·
τὸ δὲ γνωρίσαι αὐτὰ πνευματικοῖς πατράσιν, ἐκδιώκει αὐτά.
Ὥσπερ ὁ ἰὸς βιβρώσκεται ὁ μοναχὸς ὑπὸ τὴν δόξαν τῶν ἀνθρώπων, ἐὰν ἡ καρδία αὐτοῦ συμπεισθῇ αὐτῷ.
Ὥσπερ σκώληξ, ἤτοι σμίλαξ, συμπλακεὶς τῇ ἀμπέλῳ, ἀφανίζει τὸν καρπὸν αὐτῆς·
οὕτως ἀφανίζει κενοδοξία τὸν καρπὸν τοῦ μοναχοῦ, ἐὰν ἡ καρδία αὐτοῦ συμπεισθῇ αὐτῇ.
Πρὸ πάντων τῶν ἀρετῶν ἐστιν ἡ ταπεινοφροσύνη·
πρὸ δὲ πάντων τῶν παθῶν ἐστιν ἡ γαστριμαργία.
Τέλος ἀρετῶν, ἀγάπη·
πλήρωμα δὲ κακῶν, τὸ ἑαυτὸν λογίσασθαι εἶναι δίκαιον.
Ὥσπερ σκώληξ κατεσθίων ξύλον ἀφανίζει αὐτὸ, οὕτως ἀφανίζει μνησικακία τὴν ψυχὴν τοῦ μοναχοῦ.
Τὸ παραῤῥίψαι ἑαυτὸν ἐνώπιον τοῦ Θεοῦ, τίκτει τὸ ὑποφέρειν ὕβριν ἀταράχως·
τὸ δὲ μὴ ἐξουθενεῖν ἑαυτὸν, τίκτει τὴν ὑπερηφανίαν.
Μὴ ἔσο πεποιθὼς ἐπὶ τῇ σῇ δυνάμει, καὶ ἡ βοήθεια τοῦ Θεοῦ παροικήσει σοι.
Μὴ ἔχε ἔχθραν μετά τινος, ἐπεὶ ἀπρόσδεκτός ἐστιν ἡ προσευχή σου.
Ἀλήθειαν ἀγάπα·
τῆς γὰρ ψευδόμενος ἀθετεῖ τὸν καλόν.
Φύλαξον τοὺς ὀφθαλμούς σου, καὶ ἡ καρδία σου οὐ μὴ ἴδῃ πονηρόν.
Ὁ γὰρ βλέπων γυναῖκα ἐν ἡδονῇ, μοιχείαν ἐπιτελεῖ.
Φύλασσε τὴν ἀκοήν σου, ἵνα μὴ ἐπισυνάξῃς σεαυτῷ πάντα πονηρὸν σπόρον.
Φεύξου ἀπὸ καταλαλιᾶς τοῦ πονηροτάτου δαίμονος, καὶ εἰρήνευε μετὰ πάντων, ἵνα παῤῥησιάσῃ εὐχόμενος.
Μὴ ἐπιποθῇς ἀκοῦσαι βλάβην λύπης παντὸς ἀνθρώπου, ἵνα μὴ ἀνταποδώσεις αὐτὸν ἐν τῇ καρδίᾳ σου.
Ἐργάζου ἐν τῷ ἐργοχείρῳ σου, ἵνα εὕρῃ πτωχὸς σὸν ἄρτον·
ἡ γὰρ ἀργία θάνατός ἐστι τῇ ψυχῇ.
Τὸ συνεχῶς προσεύχεσθαι λυτροῦται τὴν ψυχὴν ἀπὸ παντὸς κακοῦ.
Τὸ δὲ καταμικραμελῆσαι, οἰκητήριον τῶν δαιμόνων ἀποκαθίσταται.
Καθήμενος ἐν τῷ κελλίῳ σου τῶν ποτε τούτων φρόντιζε συνεχῶς·
τῆς εὐχῆς, καὶ τῆς μελετῆς, καὶ τοῦ ἐργοχείρου.
Καθ' ἑκάστην ἡμέραν μνημόνευε, ποῦ εἶς, καὶ τί ἐργάζῃ, καὶ ὅταν μεταστῇς, ποῦ ἔχεις ἀπελθεῖν, καὶ πρόσεχε σεαυτῷ.
Ἐὰν ὁ λογισμός σου ὕζει σε, ὅτι ἔχει τις κατὰ σοῦ, μὴ καταφρονήσῃς αὐτῷ, ἀλλὰ βάλε αὐτῷ μετάνοιαν.
Βλέπε μὴ καταφρονήσῃς ἑκάστῃ ὥρᾳ τὰς λειτουργίας σου ἐπιτελεῖν·
αὐτὰ γὰρ φέρουσι τὸν φωτισμὸν ἐν τῇ ψυχῇ.
Εἰ ἀγαθὰ ἐποίησας, μὴ κατακαυχῶ·
εἰ δὲ πολλὰ ἐποίησας κακὰ, μὴ ἀμέτρως λυπηθῇς, ἀλλὰ στῆθι, μηκέτι αὐτὰ πράξεις, καὶ σωθήσῃ.
Ἐὰν ὀχλήσῃ πορνείας λογισμὸς, εὐχὴν ἀδιάλειπτον θῦσον τῷ Θεῷ, καὶ ἀναπαύσει σοι.
Ἐὰν ὁ ζῆλος καὶ ὁ φθόνος πολεμῇ τὴν καρδίαν σου, μνήσθησο, ὅτι μέλη Χριστοῦ ἐσμεν πάντες, καὶ ὅτι ἡ τιμὴ, καὶ τὸ ὄνειδος τοῦ πλησίον πάντων ἡμῶν ἐστι, καὶ φεύξεται ἀπὸ σοῦ.
Ταῦτα δὲ πάντα συνάγουσα ἡ διάκρισις καὶ ἀναλογιζομένη, τὰς μὲν ἀρετὰς περιπύσεται, τὰ δὲ πονηρὰ ἐκποδὼν ποιεῖται.
Ἀδύνατον δὲ ἐλθεῖν σοι τὴν διάκρισιν, ἐὰν μὴ πρῶτον τὰς ἀρετὰς αὐτῆς ἐπιτελέσῃς, πρὸ πάντων δὲ τὴν ἡσυχίαν.
Ἡ ἡσυχία τίκτει τὴν ἄσκησιν·
ἡ ἄσκησις τίκτει τὴν κατάνυξιν καὶ τὸν κλαυθμόν·
ὁ κλαυθμὸς τίκτει τὸν φόβον·
ὁ φόβος τίκτει τὴν ταπείνωσιν ἡ ταπείνωσις τίκτει τὸ προορᾷν·
τὸ προορᾷν τίκτει τὴν ἀγάπην·
ἡ ἀγάπη τίκτει τῇ ψυχῇ τὸ μετὰ ἀγγέλων ὁμιλεῖν.
Τότε γινώσκει ὁ ἄνθρωπος λοιπὸν, ὅτι μακράν ἐστιν ἀπὸ Θεοῦ.
Ὁ θέλων οὖν, ἀδελφοὶ, ἐλθεῖν ἐπὶ πάσας τὰς ἐντίμους ἀρετὰς ταύτας, ἀμέριμνός τε δεῖ εἶναι ἀπὸ παντὸς πράγματος, καὶ μισῆσαι τὸν κόσμον τοῦτον·
καὶ λοιπὸν τότε ἀξιοῦται κτήσασθαι τὰς ἀρετὰς ταύτας παρὰ Κυρίου.
Τοῦτο δὲ μάθε, ἀδελφὲ, ὅτι πᾶς ἄνθρωπος ἐσθίων καὶ πίνων ἀμέτρως, ἢ ἐμπεριφερόμενος τῷ κόσμῳ τούτῳ, οὐ μὴ ἀξιωθῇ ἐλθεῖν εἰς τὰ μέτρα ταῦτα·
εἰ γὰρ κτήματα καὶ ἀμπελῶνα ἔχεις, ἢ οἰκήματα, ἤ τι τοῦ αἰῶνος τούτου, ἵνα τί καὶ γυναῖκα οὐκ ἔγημας;
τί ἑαυτὸν φρεναπατῶν ἀγνοῶν, ὅτι τὸν ἐν ἀκάνθαις σπειρόμενον οὐ τελειοφορεῖ;
Καὶ ὁ μὴ σχολάσας, Θεὸν γνῶναι οὐ δύναται.
Καὶ τοῦτο δὲ παρακαλῶ πάντα ἄνθρωπον βουλόμενον δοῦναι μετάνοιαν τῷ Θεῷ, φυλάξαι αὑτὸν ἀπὸ πολυοινίας·
πολλὰ γὰρ αὐτοῦ τὰ πτώματα.
Μὴ προσέχῃς οὖν εἰς πάλην, ἕως οὗ ᾖς ἐν τῷ σώματι, μηδὲ πιστεύσῃς ἑαυτῷ.
Στῶμεν οὖν, ἀδελφοὶ, στῶμεν ἐν φόβῳ Κυρίου, καὶ μὴ ἐκκακήσωμεν ἐν τῇ πάλῃ.
«Οὐ γάρ ἐστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχὰς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τοῦ αἰῶνος τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις.»
Περιβαλλώμεθα τὰ ὅπλα τῶν ἀρετῶν, ὡς ὁπλῖται·
διότι ὁ κόπος καὶ ὁ μόχθος, καὶ ἡ στενοχωρία, καὶ ἡ στενοτεία, καὶ ἡ εὐδία τῶν ἐπιθυμιῶν οὐ μόνον φυλάττουσιν ἡμᾶς ἀπὸ τῶν βελῶν τοῦ ἐχθροῦ, ἀλλὰ καὶ βασιλείας οὐρανῶν κληρονόμους ἀποκαθίστησιν.
Ἀγωνιζώμεθα οὖν, ἀδελφοὶ, ἐν τῷ καιρῷ τούτῳ τὸ βραχὺ, ἅπερ τύχωμεν βασιλείας οὐρανῶν.
Ὁ γὰρ διδάσκαλος ἡμῶν Ἰησοῦς Χριστὸς οὕτως εἴρηκεν·
«Ἀγωνίζεσθε ἕως ἐλθεῖν διὰ τῆς στενῆς πύλης, καὶ τεθλιμμένης ὁδοῦ.
Γρηγορεῖτε οὖν ἐν πάσῃ ὥρᾳ, ὅτι οὐκ οἴδατε ποίᾳ ὥρᾳ ὁ Κύριος ἔρχεται·
μήποτε εἰσέλθῃ ἄφνω, καὶ εὑρήσῃ ὑμᾶς καθεύδοντας.
Βλέπετε μή ποτε βαρυνθῶσιν ὑμῶν αἱ καρδίαι ἐν κραιπάλῃ καὶ μέθῃ, καὶ μερίμναις βιωτικαῖς, καὶ ἐπελεύσεται ὑμῖν ἄφνω ἡ ὥρα.
Ἰδοὺ ἀποστέλλω ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων.
Μὴ κτήσητε χρυσὸν, μήτε ἄργυρον, μήτε δύο χιτῶνας·
μηδὲ δειμάσητε ἀπὸ ἀποκτεινόντων τὸ σῶμα.
Εἶδον γὰρ τὸν Σατανᾶν ὡς ἀστραπὴν ἐκ τοῦ οὐρανοῦ πεσόντα.
Ἰδοὺ δέδωκα ὑμῖν τὴν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ, καὶ οὐ μὴ ἀδικήσωσιν ὑμᾶς.
Καὶ οὐκ αὐτοῖς ἀποστόλοις μόνον τοῦτο δέδωκεν ὁ Κύριος, ἀλλὰ καὶ πᾶσι τοῖς βουλομένοις σωθῆναι καὶ ἀκολουθῆσαι τοῖς προστάγμασιν αὐτοῦ.
Καὶ βλέπε, ὁ ἀντιλέγων, τὰς μυριάδας τῶν ἁγίων.
Ἔδωκε γὰρ ἡμῖν τὴν ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι.
«Μὴ φοβοῦ, τὸ μικρὸν ποίμνιον, ὅτι ηὐδόκησεν ὁ Πατὴρ ὑμῶν δοῦναι ὑμῖν τὴν βασιλείαν τῶν οὐρανῶν.
Πωλήσατε τὰ ὑπάρχοντα ὑμῶν, καὶ δότε ἐλεημοσύνην, καὶ ἕξετε βαλάντια μὴ παλαιούμενα, θησαυρὸν ἀνέκλειπτον ἐν τοῖς οὐρανοῖς.»
Ποιησάντων δὲ τῶν ἁγίων μαθητῶν αὐτοῦ καὶ ταύτην τὴν ἐντολὴν, εἴρηκε πρὸς αὐτούς·
«Εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν, εἰρήνην τὴν ἐμὴν ἀφίημι ὑμῖν.»
«Ὁ» γὰρ «ἀγαπῶν με τὰς ἐντολάς μου τηρήσει·
κἀγὼ καὶ ὁ Πατὴρ ἐλευσόμεθα, καὶ μονὴν παρ' αὐτῷ ποιησόμεθα.»
Ὑποδεικνύων δὲ ἡμᾶς γενναίως ὑποφέρειν τοὺς πειρασμοὺς καὶ τὰ παλαίσματα, εἴρηκεν·
Ἐν τῷ κόσμῳ θλίψιν ἕξετε.
Ἀλλὰ «θαρσεῖτε·
ἐγὼ νενίκηκα τὸν κόσμον.
Ὑμεῖς δέ ἐστε οἱ δι' ἐμὲ μεμενηκότες ἐν τοῖς πειρασμοῖς μου, κἀγὼ διατίθημι ὑμῖν, καθὼς διέθετό μοι ὁ Πατήρ μου βασιλείαν, ἵνα ἐσθίητέ τε καὶ πίνητε ἐπὶ τῆς τραπέζης μου.»
Ταῦτα δὲ οὐ πᾶσι λέγει, ἀλλὰ τοῖς ὑπομένουσι τοῖς πειρασμοῖς, καὶ ταῖς θλίψεσιν ἐν μακροθυμίᾳ.
Ἀπερχόμενος ἐπὶ τὸ ἅγιον πάθος τοῦ σταυροῦ ὁ Κύριος, οὕτως ἔφη·
Ὁ θέλων ἐσθίειν καὶ πίνειν ἐπὶ τῆς τραπέζης μου, συμπορεύσαι μετ' ἐμοῦ ἐπὶ τὸν σταυρόν·
τουτέστι νεκρωθήτω καὶ αὐτὸς τῷ κόσμῳ, ὡς ἐγὼ, διὰ τῆς τῶν ἐντολῶν μου πράξεως.
Ἀκούσας δὲ ὁ ἀπόστολος Παῦλος, καὶ ἐκκόψας αὐτοῦ πάντα τῆς σαρκὸς φρονήματα, ἐτόλμα λέγειν·
«Χριστῷ συσταυροῦμαι.
Ζῶ δὲ οὐκέτι ἐγὼ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός.»
Καὶ γὰρ ἐφ' ὅσον σαρκικὰ περιπατῶμεν, νεκροί ἐσμεν ταῖς ἁμαρτίαις.
Φησὶ γάρ·
«Οἱ τοῦ Χριστοῦ τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις.»
Καὶ εἰ συναποθάνομεν, καὶ συζήσομεν.
Εἰ ὑπομένομεν, καὶ συμβασιλεύσομεν αὐτῷ·
εἰ ἀρνούμεθα, κἀκεῖνος ἀρνήσεται ἡμᾶς.
Τίς οὖν ἐστιν ὁ ἀρνούμενος ἢ ὁ κατὰ τὰς ἐπιθυμίας τῆς σαρκὸς περιπατῶν;
Οὗτος γάρ ἐστιν ὁ ἐνυβρίζων τῷ βαπτίσματι.
Καὶ τίς ἐστιν ὁ μὴ ἐνυβρίσας ἐξ ἡμῶν τὸ βάπτισμα διὰ τὰ τοῦ πονηροῦ ποικίλα μηχανήματα;
Ἀλλὰ διὰ τὴν πολλὴν ἀγάπην αὐτοῦ, ἣν ἠγάπησεν ἡμᾶς ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, ἔδωκεν ἡμῖν τὴν μετάνοιαν ἕως ἐσχάτης ἀναπνοῆς.
Εἰ μὴ γὰρ ἦν μετάνοια, οὐκ ἂν ἐσώθη πᾶσα σὰρξ, ὥς φησιν ὁ Κύριος·
«Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, οὐ χαίρει ὁ Θεὸς ἐπὶ ἐνενήκοντα ἐννέα δικαίοις, ὡς ἐφ' ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι.»
Σπουδάσωμεν, ἀδελφοὶ, μετανοῆσαι, ἕως ἐσμὲν ἐν τῷ σώματι, κλαύσωμεν, καὶ πλύνωμεν τὰ τῆς καρδίας κρυπτὰ τραύματα.
Μέλλει γὰρ φανεροῦσθαι τὰ ἐν ἡμῖν πεπραγμένα δεινὰ ἐπὶ τοῦ φοβεροῦ βήματος ἐκείνου.
Ἤγγικε γὰρ ὁ Κύριος, καὶ ἔρχεται ἐπὶ θρόνου δόξης ἁγίου αὐτοῦ, καὶ συναχθήσονται ἔμπροσθεν αὐτοῦ πάντα τὰ ἔθνη.
Καὶ ἕκαστος φανεροῦται ἐκ τῆς ἰδίας λαμπάδος·
ὅστις δὲ οὐ κέκτηται ἔλαιον, σβεσθήσεται αὐτοῦ ἡ λάμπας·
κἀκεῖνος πορευθῇ ἐν τῷ ἐξωτέρῳ σκότει.
Σπουδάσωμεν οὖν, ἀδελφοὶ, καὶ πλήσωμεν τὰ ἀγγεῖα ἡμῶν ἐλαίου, ἵνα μὴ ῥιφῶμεν ἐν τῷ σκότει καὶ αἰωνίῳ πυρί.
Τὸ γὰρ ἀγγεῖόν ἐστιν ἡ μετάνοια·
τὸ δὲ ἔλαιον τῶν ἀρετῶν ἡ πρᾶξις·
ἡ δὲ φωτεινὴ λαμπὰς ὑπάρχει ἡ ἁγία ψυχή.
Ἀγωνιζώμεθα οὖν, ἀδελφοὶ, ὅτι ἤγγικεν ἡ ἡμέρα.
Μακάριος ἄνθρωπος ὁ ἔχων τὴν μέριμναν ταύτην καθ' ἑκάστην ἡμέραν καὶ ὥραν.
Ὁ γὰρ καρπὸς ὄψιμος γεγονὼς καιρός ἐστι τοῦ θερισμοῦ.
Μακάριός ἐστιν ἐκεῖνος ὁ σώσας τὸν καρπὸν αὐτοῦ·
συνάξουσιν αὐτὸν οἱ ἄγγελοι εἰς τὴν αἰώνιον ἀποθήκην.
Οὐαὶ δὲ τοῖς ὁμοίοις μου, τουτέστι τοῖς ζιζανίοις, ὅτι τὸ πῦρ αὐτοὺς κληρονομήσει.
Φύγωμεν οὖν, ὦ ἀδελφοὶ, τὸν κόσμον, καὶ πάντα τὰ ἐν αὐτῷ, ὅπερ κληρονομήσωμεν τὰ ἀγαθὰ ἐκεῖνα, «ἃ ὁ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν.»
Τὸ λοιπὸν, ὦ ἀδελφοὶ, ἐν τούτοις στῆτε, ταῦτα μελετᾶτε, καὶ μὴ ἀμελήσητε, ὅπερ ἀξιώσῃ ὑμᾶς Κύριος τηρῆσαι τὴν ἐντολὴν ταύτην ἡμέρας καὶ νυκτὸς, καὶ σώσῃ εἰς τὴν βασιλείαν αὐτοῦ τὴν ἐπουράνιον.
Ὅστις ἀναγινώσκει τὰς ἐντολὰς ταύτας, ἢ ἀκούει, καὶ μὴ ποιεῖ αὐτὰς, πεπλήρωται ἐν αὐτῷ ὁ σπόρος ὁ πεσὼν εἰς τὴν πέτραν, καὶ διὰ τὸ μὴ ἔχειν γῆν, παραχρῆμα ἐξηράνθη.
Ὁ δὲ ἀναγινώσκων καὶ ποιῶν ἐστιν ὁ σπόρος ὁ πεσὼν εἰς τὴν γῆν τὴν ἀγαθὴν, καὶ ἐκαρποφόρησεν ἓν λʹ, καὶ ἓν ξʹ, καὶ ἓν ρʹ, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα. Ἀμήν.


Πανεπιστήμιο Αιγαίου, Τμήμα Πολιτισμικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού με αναφορά στην πηγή προέλευσής του.

No votes yet


Η Θεία Λειτουργία

Όρος Λιβάνου Χορωδία Αραβικά Ελληνικά
- Θεία Λειτουργία - Ορθόδοξη Εκκλησία -

خدمة القداس الإلهي عربي

جوقة جبل لبنان للروم الأرثوذكس - الأب بندلايمون فرح - موسيقى بيزنطية

Πειραϊκὴ Ἐκκλησία

Ακούστε (((ο)))
Πειραϊκή Εκκλησία 912fm

You are missing some Flash content that should appear here! Perhaps your browser cannot display it, or maybe it did not initialize correctly.

Ὅλα ἀρχίζουν ἐδῶ

Κάθε λογισμὸς καὶ κάθε αἴσθηση ὁδηγοῦν σταδιακὰ τὴν ψυχὴ εἴτε πρὸς τὸν παράδεισο εἴτε πρὸς τὴν κόλαση.

Ἄν ὁ λογισμὸς εἶναι ἔλλογος, τότε συνδέει τὸν ἄνθρωπο μὲ τὸν Θεὸ Λόγο, μὲ τὸν ὕψιστο Λογισμό, μὲ τὴν Παναξία, πρᾶγμα ποὺ εἶναι ἤδη ὁ παράδεισος.

παράδεισος

Ἐάν πάλι εἶναι ἄλογος ὁ λογισμὸς ἤ καὶ παράλογος, τότε συνδέει ἀναπόφευκτα τὸν ἄνθρωπο μὲ τὸν Παράλογο, τὸν Ἀνόητο, μὲ τὸν διάβολο, πρᾶγμα ποὺ εἶναι ἤδη ἡ κόλαση.

Ὅσα ἰσχύουν γιὰ τὸν λογισμὸ, ἰσχύουν καὶ γιὰ τις αἰσθήσεις. Ὅλα ἀρχίζουν ἐδῶ, ἀπὸ τὴν γῆ: καὶ ὁ παράδεισος μὰ καὶ ἡ κόλαση τοῦ ἀνθρώπου.

Ἰουστῖνος Πόποβιτς

Ιωάννου Χρυσοστόμου

Ἐγὼ πατὴρ, ἐγὼ ἀδελφὸς, ἐγὼ νυμφίος, ἐγὼ οἰκία, ἐγὼ τροφὴ, ἐγὼ ἱμάτιον, ἐγὼ ῥίζα, ἐγὼ θεμέλιος, πᾶν ὅπερ ἂν θέλῃς ἐγώ· μηδενὸς ἐν χρείᾳ καταστῇς. Ἐγὼ καὶ δουλεύσω· ἦλθον γὰρ διακονῆσαι, οὐ διακονηθῆναι. Ἐγὼ καὶ φίλος, καὶ μέλος, καὶ κεφαλὴ, καὶ ἀδελφὸς, καὶ ἀδελφὴ, καὶ μήτηρ, πάντα ἐγώ· μόνον οἰκείως ἔχε πρὸς ἐμέ. Ἐγὼ πένης διὰ σέ· καὶ ἀλήτης διὰ σέ· ἐπὶ σταυροῦ διὰ σὲ, ἐπὶ τάφου διὰ σέ· ἄνω ὑπὲρ σοῦ ἐντυγχάνω τῷ Πατρὶ, κάτω ὑπὲρ σοῦ πρεσβευτὴς παραγέγονα παρὰ τοῦ Πατρός. Πάντα μοι σὺ, καὶ ἀδελφὸς, καὶ συγκληρονόμος, καὶ φίλος, καὶ μέλος. Τί πλέον θέλεις; τί τὸν φιλοῦντα ἀποστρέφῃ; τί τῷ κόσμῳ κάμνεις; τί εἰς πίθον ἀντλεῖς τετρημένον;  περισσότερα »»»

Η Ελλάδα και ο Υμνος της Ελευθερίας

Ελληνική σημαία - Ελλάς - Ελευθερία

You are missing some Flash content that should appear here! Perhaps your browser cannot display it, or maybe it did not initialize correctly.

Υπεραγία Παρθένος Θεοτόκος Μαρία

Κύριος διασκεδάζει βουλὰς ἐθνῶν, ἀθετεῖ δὲ λογισμοὺς λαῶν καὶ ἀθετεῖ βουλὰς ἀρχόντων· ἡ δὲ βουλὴ τοῦ Κυρίου εἰς τὸν αἰῶνα μένει, λογισμοὶ τῆς καρδίας αὐτοῦ εἰς γενεὰν καὶ γενεάν. (Ψαλ. 32, 10-11)

εἰ δέ τις τῶν ἰδίων καὶ μάλιστα τῶν οἰκείων οὐ προνοεῖ, τὴν πίστιν ἤρνηται καὶ ἔστιν ἀπίστου χείρων. (Τιμ.Α 5,8)

Ἅγιος Ἀντώνιος ὁ Μέγας

Οἱ ἄνθρωποι καταχρηστικά λέγονται λογικοί. Δεν εἶναι λογικοὶ ὅσοι ἔμαθαν ἀπλῶς τὰ λόγια καὶ τὰ βιβλία τῶν ἀρχαίων σοφῶν, ἀλλ' ὅσοι ἔχουν τὴ λογικὴ ψυχὴ καὶ μποροῦν νὰ διακρίνουν ποιὸ εἶναι τὸ καλὸ καἰ ποιὸ τὸ κακό καὶ ἀποφεύγουν τὰ πονηρὰ καὶ βλαβερὰ στὴν ψυχή, τὰ δὲ ἀγαθὰ καὶ ψυχωφελῆ, τὰ ἀποκτοῦν πρόθυμα μὲ τὴ μελέτη καὶ τὰ ἐφαρμόζουν μὲ πολλὴ εὐχαριστία πρὸς τὸν Θεό. Αὐτοὶ μόνοι πρέπει νὰ λέγονται ἀληθινὰ λογικοὶ ἄνθρωποι.

St Antony the Great

Ἐφ᾿ ὅσον ἐννοεῖς τὰ περὶ Θεοῦ, νὰ εἶσαι εὐσεβής, χωρὶς φθόνο, ἀγαθός, σώφρων, πράος, χαριστικὸς κατὰ δύναμιν, κοινωνικός, ἀφιλόνεικος καὶ τὰ ὅμοια. Διότι αὐτὸ εἶναι τὸ ἀπαραβίαστο ἀπόκτημα τῆς ψυχῆς, νὰ ἀρέσει στὸ Θεὸ μὲ τέτοιες πράξεις καὶ μὲ τὸ νὰ μὴν κρίνει κανέναν καὶ νὰ λέει γιὰ κανέναν, ὅτι ὁ δείνα εἶναι κακὸς καὶ ἁμάρτησε. Ἀλλὰ καλλίτερο εἶναι νὰ συζητᾶμε τὰ δικά μας κακά, καὶ νὰ ἐρευνᾶμε μέσα μας τὴ δική μας πολιτεία, ἐὰν εἶναι ἀρεστὴ στὸ Θεό. Διότι, τί μᾶς μέλει ἐμᾶς, ἐὰν ὁ ἄλλος εἶναι πονηρός;

περισσότερα