Ο Κύριος ημών Ιησούς Χριστός | Ορθόδοξοι Πατέρες Our Lord Jesus Christ | Orthodox Fathers

»»»    Ὀμιλία ὅτι οὔκ ἐστιν αἴτιος τῶν κακῶν ὁ Θεός - Ἁγίου Βασιλείου

Ὀμιλία ὅτι οὔκ ἐστιν αἴτιος τῶν κακῶν ὁ Θεός - Ἁγίου Βασιλείου


Πολλοὶ τῆς διδασκαλίας οἱ τρόποι, οἱ διὰ ἱεροψάλτου ∆αβὶδ παρὰ τοῦ ἐνεργοῦντος ἐν αὐτῷ Πνεύματος ὑποδειχθέντες ἡμῖν·
Ποτὲ μὲν γὰρ, τὰ οἰκεῖα πάθη διηγούμενος ἡμῖν ὁ προφήτης, καὶ ὅπως ἤνεγκε τὰ συμπίπτοντα γενναίως, διὰ τοῦ καθ' ἑαυτὸν ὑποδείγματος διδασκαλίαν ἡμῖν ἐναργεστάτην τῆς ὑπομονῆς καταλιμπάνει, ὡς ὅταν λέγῃ·
Κύριε, τί ἐπληθύνθησαν οἱ θλίβοντές με;
ποτὲ δὲ τὴν ἀγαθότητα συνίστησι τοῦ Θεοῦ, καὶ τὸ τάχος αὐτοῦ τῆς ἀντιλήψεως, ἣν παρέχεται τοῖς ἀληθινῶς ἐκζητοῦσιν αὐτὸν, λέγων·
Ἐν τῷ ἐπικαλεῖσθαί με εἰσήκουσέ μου ὁ Θεὸς τῆς δικαιοσύνης μου·
ἰσοδυναμοῦντα τῷ προφήτῃ φθεγγόμενος τῷ εἰπόντι·
Ἔτι λαλοῦντός σου, ἐρεῖ·
Ἰδοὺ πάρειμι·
Τουτέστιν·
Οὐκ ἔφθην ἐπικαλεσάμενος, καὶ προέλαβε τὸ τέλος τῆς ἐπικλήσεως ἡ ἀκοὴ τοῦ Θεοῦ·
Πάλιν ἱκετηρίας προσφέρων τῷ Θεῷ καὶ δεήσεις, ἐκδιδάσκει ἡμᾶς τίνα τρόπον προσῆκε τοὺς ἐν ἁμαρτίαις ὄντας ἐξιλεοῦσθαι τὸν Θεόν·
Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με·
Ἐν δὲ τῷ δωδεκάτῳ ψαλμῷ παράτασίν τινα πειρασμοῦ ἐνδειξάμενος ἐν τῷ λέγειν·
Ἕως πότε, Κύριε, ἐπιλήσῃ μου εἰς τέλος;
καὶ δι' ὅλου τοῦ ψαλμοῦ διδάξας ἡμᾶς μὴ ἐκκακεῖν ἐν ταῖς θλίψεσιν, ἀλλ' ἀναμένειν τὴν ἀγαθότητα τοῦ Θεοῦ, καὶ εἰδέναι, ὅτι οἰκονομίᾳ τινὶ παραδίδωσιν ἡμᾶς ταῖς θλίψεσι, κατὰ τὴν ἀναλογίαν τῆς ἐνυπαρχούσης ἑκάστῳ πίστεως τὸ μέτρον ἐπάγων τῶν βασανιστηρίων·
Ἐπεὶ οὖν εἴρηται τὸ, Ἕως πότε, Κύριε, ἐπιλήσῃ μου εἰς τέλος;
καὶ τὸ, Ἕως πότε ἀποστρέφεις τὸ πρόσωπόν σου ἀπ' ἐμοῦ;
εὐθὺς μεταβαίνει ἐπὶ τὸ τῶν ἀθέων κακόν·
οἳ, ὅταν μικρὸν αὐτοῖς τι τῶν κατὰ τὸν βίον προσκρούσῃ, μὴ φέροντες τὰς δυσκολωτέρας τῶν πραγμάτων περιστάσεις, εὐθὺς ἀμφίβολοι γίνονται ταῖς διανοίαις, εἰ ἔστι Θεὸς ἐπιμελούμενος τῶν τῇδε, εἰ ἐφορᾷ τὰ καθ' ἕκαστον, εἰ διανέμει ἑκάστῳ τὰ πρὸς ἀξίαν.

Εἶτα, ὅταν ἐπὶ πλεῖον ἴδωσιν ἑαυτοὺς παρατεινομένους ἐν τοῖς ἀβουλήτοις, βεβαιοῦσιν ἐν ἑαυτοῖς τὸ πονηρὸν δόγμα, καὶ ἀποφαίνονται ἐν ταῖς καρδίαις αὐτῶν, ὅτι Οὐκ ἔστι Θεός·
Εἶπεν ἄφρων ἐν καρδίᾳ αὐτοῦ·
Οὐκ ἔστι Θεός·
Καὶ τοῦτο ἐμβαλλόμενος εἰς τὸν ἑαυτοῦ νοῦν, ἀφειδῶς λοιπὸν διὰ πάσης ἁμαρτίας χωρεῖ·
Εἰ γὰρ οὐκ ἔστιν ὁ ἐπισκοπῶν, εἰ οὐκ ἔστιν ὁ ἀντιδιδοὺς ἑκάστῳ κατὰ τὴν ἀξίαν τῶν βεβιωμένων, τί κωλύει καταδυναστεύειν τὸν πένητα, ὀρφανοὺς φονεύειν, χήραν καὶ προσήλυτον ἀποκτείνειν, πάσης ἀνοσίας πράξεως κατατολμᾷν, ἀκαθάρτοις καὶ βδελυκτοῖς πάθεσι καὶ πάσαις κτηνώδεσιν ἐπιθυμίαις μολύνεσθαι;
∆ιὰ τοῦτο ὡς ἑπόμενον τῷ μὴ εἶναι Θεὸν, ἐπήγαγε τό·
∆ιεφθάρησαν, καὶ ἐβδελύχθησαν ἐν ἐπιτηδεύμασιν·
Ἀμήχανον γὰρ ἐκτραπῆναι τῆς δικαίας ὁδοῦ, μὴ λήθην Θεοῦ ταῖς ψυχαῖς νοσήσαντας·
Πόθεν τὰ ἔθνη παραδέδοται εἰς ἀδόκιμον νοῦν, καὶ ποιεῖ τὰ μὴ καθήκοντα;
Οὐκ ἐπειδὴ εἶπον·
Οὐκ ἔστι Θεός;

Πόθεν ἐμπεπτώκασιν εἰς τὰ πάθη τῆς ἀτιμίας, καὶ αἱ μὲν θήλειαι παρ' αὐτοῖς μετήλλαξαν τὴν φυσικὴν χρῆσιν εἰς τὴν παρὰ φύσιν, ἄῤῥενες δὲ ἐν ἄρσεσι τὴν ἀσχημοσύνην κατεργάζονται;
Οὐκ ἐπειδὴ ἤλλαξαν τὴν δόξαν τοῦ ἀφθάρτου Θεοῦ ἐν ὁμοιώματι κτηνῶν καὶ τετραπόδων καὶ ἑρπετῶν;
Ἄφρων οὖν, ὡς ἀληθῶς ἐστερημένος νοῦ καὶ φρονήσεως, ὁ λέγων, ὅτι Οὐκ ἔστι Θεός·
Παραπλήσιος δὲ τούτῳ, καὶ οὐδὲν κατὰ τὴν ἀφροσύνην ἀπολειπόμενος, καὶ ὁ λέγων τῶν κακῶν αἴτιον εἶναι τὸν Θεόν·
Ὁμότιμον γὰρ αὐτῶν εἶναι τίθεμαι τὴν ἁμαρτίαν, διότι ἑκάτεροι ὁμοίως ἀρνοῦνται τὸν ἀγαθόν·
ὁ μὲν οὐκ εἶναι τὸ παράπαν λέγων, ὁ δὲ οὐκ ἀγαθὸν αὐτὸν εἶναι διοριζόμενος·
Εἰ γὰρ κακῶν αἴτιος, οὐκ ἀγαθὸς δηλονότι·
ὥστε ἀμφοτέρωθέν ἐστιν ἄρνησις τοῦ Θεοῦ·
Πόθεν οὖν, φησὶν, αἱ νόσοι;
πόθεν αἱ τῶν θανάτων ἀωρίαι;
πόθεν αἱ πανωλεθρίαι τῶν πόλεων;
τὰ ναυάγια, οἱ πόλεμοι, οἱ λοιμοί;
Καὶ γὰρ κακὰ, φησὶ, ταῦτα, καὶ πάντα Θεοῦ ποιήματα·
Ὥστε τίνα ἔχομεν ἄλλον καὶ οὐχὶ τὸν Θεὸν τῶν γινομένων ἐπαιτιάσασθαι;
∆εῦρο δὴ οὖν, ἐπειδὴ εἰς τὸ πολυθρύλλητον ἐμπεπτώκαμεν ζήτημα, ἐπί τινα ὁμολογουμένην ἀρχὴν τὸν λόγον ἀναγαγόντες, φιλοπονώτερον διαλαβόντες τὸ πρόβλημα, τρανὴν καὶ ἀσύγχυτον τὴν περὶ αὐτοῦ ἐξήγησιν πειραθῶμεν ποιήσασθαι·
Ἓν μὲν δὴ τοῦτο ἔχειν δεῖ προειλημμένον ἐν ταῖς διανοίαις ἡμῶν, ὅτι, ποίημα ὄντες τοῦ ἀγαθοῦ Θεοῦ, καὶ ὑπ' αὐτοῦ συγκροτούμενοι, μικρά τε καὶ μείζω περὶ ἡμᾶς οἰκονομοῦντος, οὔτε πάθοιμεν ἄν τι, μὴ βουλομένου Θεοῦ, οὔτε μὴν ὧν πάσχομεν βλαβερόν τί ἐστιν, ἢ τοιοῦτον, ὥστε ἐνεῖναι βέλτιόν τι κἀν ἐπινοίᾳ λαβεῖν.

Ἐκ Θεοῦ μὲν γὰρ οἱ θάνατοι·
οὐ μὴν πονηρὸν πάντως ὁ θάνατος, πλὴν εἰ μή τις λέγοι τὸν τοῦ ἁμαρτωλοῦ·
διότι τῶν ἐν ᾅδου κολάσεων ἀρχὴ τυγχάνει ἡ ἀπαλλαγὴ τῶν ἐντεῦθεν·
Πάλιν δὲ τὰ ἐν ᾅδου κακὰ οὐ Θεὸν ἔχει τὸν αἴτιον, ἀλλ' ἡμᾶς αὐτούς·
Ἀρχὴ γὰρ καὶ ῥίζα τῆς ἁμαρτίας τὸ ἐφ' ἡμῖν καὶ τὸ αὐτεξούσιον·
Οἷς γὰρ ἐξῆν ἀπεχομένοις τοῦ κακοῦ μηδὲν δεινὸν ἔχειν, οὗτοι δι' ἡδονῆς εἰς τὴν ἁμαρτίαν δελεασθέντες, τίνα ἂν εἴποιμεν εὐπρεπῆ λόγον, τὸ μὴ οὐχὶ αὐτοὶ ἑαυτοῖς αἴτιοι τῶν ἀλγεινῶν γεγενῆσθαι;
Κακὸν τοίνυν τὸ μὲν ὡς πρὸς τὴν ἡμετέραν αἴσθησιν, τὸ δὲ ὡς πρὸς τὴν ἑαυτοῦ φύσιν·
Τὸ μὲν οὖν φύσει κακὸν ἐξ ἡμῶν ἤρτηται, ἀδικία, ἀσέλγεια, ἀφροσύνη, δειλία, φθόνοι, φόνοι, φαρμακεῖαι, ῥᾳδιουργίαι, καὶ ὅσα τούτοις συγγενῆ παθήματα, τὴν κατ' εἰκόνα τοῦ κτίσαντος γεγενημένην ψυχὴν καταῤῥυπαίνοντα, ἐπισκοτεῖν αὐτῆς τῷ κάλλει πέφυκε·
Πάλιν κακὸν λέγομεν τὸ ἡμῖν ἐπίπονον καὶ ὀδυνηρὸν πρὸς τὴν αἴσθησιν, νόσον σώματος, καὶ πληγὰς σώματος, καὶ τῶν ἀναγκαίων τὴν ἔνδειαν, καὶ ἀδοξίας, καὶ χρημάτων ζημίας, καὶ οἰκείων ἀποβολάς·
ὧν ἕκαστον ἡμῖν ὑπὸ τοῦ φρονίμου καὶ ἀγαθοῦ ∆εσπότου πρὸς τὸ συμφέρον ἐπάγεται·
Πλοῦτον μὲν γὰρ ἀφαιρεῖται τῶν κακῶς κεχρημένων, τὸ πρὸς ἀδικίαν αὐτῶν ὄργανον διαφθείρων·
νόσον δὲ ἐπάγει, οἷς λυσιτελέστερον τὸ πεπεδῆσθαι τοῖς μέλεσιν, ἢ ἀκωλύτους ἔχειν τὰς πρὸς τὸ ἁμαρτάνειν ὁρμάς·
θάνατοι δὲ ἐπάγονται, τῶν ὅρων τῆς ζωῆς πληρωθέντων, οὓς ἐξ ἀρχῆς περὶ ἕκαστον ἔπηξεν ἡ δικαία τοῦ Θεοῦ κρίσις, πόῤῥωθεν τὸ περὶ ἕκαστον ἡμῶν συμφέρον προβλεπομένου·
λιμοὶ δὲ καὶ αὐχμοὶ, καὶ ἐπομβρίαι, κοιναί τινές εἰσι πληγαὶ πόλεων καὶ ἐθνῶν, τοῦ κακοῦ τὴν ἀμετρίαν κολάζουσαι.

Ὡς οὖν εὐεργέτης ὁ ἰατρὸς, κἂν πόνους, κἂν ἀλγηδόνας ἐμποιῇ τῷ σώματι (τῇ νόσῳ γὰρ μάχεται, οὐχὶ τῷ κάμνοντι)·
οὕτως ἀγαθὸς ὁ Θεὸς, ὁ τὴν σωτηρίαν τῷ παντὶ διὰ τῶν μερικῶν κολάσεων διοικούμενος·
Σὺ δὲ τῷ ἰατρῷ μὲν οὐδὲν ἐγκαλεῖς, τὰ μὲν τέμνοντι, τὰ δὲ καίοντι, τὰ δὲ παντελῶς ἐξαιροῦντι τοῦ σώματος·
ἀλλὰ καὶ χρήματά που ὑποτελεῖς, καὶ σωτῆρα προσαγορεύεις, ὅτι ἐν ὀλίγῳ μέρει τὴν νόσον ἵστησι, πρὶν εἰς ὅλον τὸ σῶμα τὸ πάθος διαχυθῆναι·
Ὅταν δὲ ἴδῃς πόλιν ἐπικατασεισθεῖσαν τοῖς ἐνοικοῦσιν, ἢ πλοῖον αὔτανδρον κατὰ θαλάσσης διαλυθὲν, κατὰ τοῦ ἀληθινοῦ ἰατροῦ καὶ σωτῆρος γλῶσσαν κινεῖν βλάσφημον οὐκ ὀκνεῖς·
Καίτοι γε ἐχρῆν συνιέναι, ὅτι, μέ τρια μὲν καμνόντων καὶ ἰάσιμα τῶν ἀνθρώπων, αἱ ἐξ ἐπιμελείας ὠφέλειαι παραλαμβάνονται·
ὅταν δὲ κρεῖττον ἀποδειχθῇ τῆς θεραπείας τὸ πάθος, ἀναγκαία γίνεται τοῦ ἀχρειωθέντος ἡ ἀλλοτρίωσις, ὡς μὴ διὰ συνεχείας τὴν νόσον βαδίζουσαν ἐπὶ τὰ καίρια προελθεῖν.

Ὥσπερ οὖν τῆς τομῆς ἢ τοῦ καυτῆρος οὐχ ὁ ἰατρὸς αἴτιος, ἀλλ' ἡ νόσος·
οὕτω καὶ οἱ τῶν πόλεων ἀφανισμοὶ, ἐκ τῆς ἀμετρίας τῶν ἁμαρτανομένων τὴν ἀρχὴν ἔχοντες, τὸν Θεὸν ἁπάσης μέμψεως ἀπολύουσιν·
Ἀλλ' εἴπερ ἀναίτιος τῶν κακῶν ὁ Θεὸς, φησὶ, πῶς εἴρηται τὸ, Ἐγὼ ὁ κατασκευάσας φῶς, καὶ ποιήσας σκότος, ποιῶν εἰρήνην καὶ κτίζων κακά;
Καὶ πάλιν·
Κατέβη, φησὶ, κακὰ παρὰ Κυρίου ἐπὶ πύλας Ἱερουσαλήμ·
καί·
Οὐκ ἔστι κακία ἐν πόλει, ἣν Κύριος οὐκ ἐποίησε·
Καὶ ἐν τῇ μεγάλῃ ᾠδῇ τοῦ Μωϋσέως·
Ἴδετε, ἴδετε, ὅτι ἐγώ εἰμι, καὶ οὐκ ἔστι Θεὸς πλὴν ἐμοῦ·
ἐγὼ ἀποκτενῶ, καὶ ζῇν ποιήσω·
πατάξω, κἀγὼ ἰάσομαι·
Ἀλλ' οὐδὲν τούτων τῷ συνιέντι τὸν νοῦν τῆς Γραφῆς κατηγορίαν ἔχει Θεοῦ, ὡς κακῶν αἰτίου καὶ ποιητοῦ·
ὁ γὰρ εἰπὼν, ὅτι Ἐγὼ ὁ κατασκευάζων φῶς, καὶ ποιῶν σκότος, τῆς κτίσεως δημιουργὸν ἑαυτὸν διὰ τούτων παρίστησιν, οὐχὶ κακοῦ τινος ποιητήν·
Ἵνα τοίνυν μὴ νομίσῃς ἄλλον μὲν εἶναι τοῦ φωτὸς αἴτιον, ἄλλον δὲ τοῦ σκότους, ἑαυτὸν εἶπε τῶν δοκούντων ἐναντίως ἔχειν κατὰ τὴν κτίσιν ποιητὴν καὶ τεχνίτην, ἵνα μὴ ζητήσῃς ἄλλον πυρὸς δημιουργὸν, καὶ ἄλλον ὕδατος, μηδὲ ἄλλον ἀέρος, καὶ ἄλλον γῆς·
ἐπειδὴ δοκεῖ πως ἀντικεῖσθαι ἀλλήλοις κατὰ τὴν τῶν ποιοτήτων ἐναντίωσιν·
Ὅπερ ἤδη τινὲς παθόντες εἰς πολυθεΐαν ἐτράπησαν·
Ποιεῖ δὲ εἰρήνην, καὶ κτίζει κακά·
Μάλιστα μὲν εἰρήνην ποιεῖ ἐν σοὶ, ὅταν διὰ τῆς καλῆς διδασκαλίας κατειρηνεύσῃ τὸν νοῦν σου, καὶ διαλλάξῃ τὰ πάθη τὰ πρὸς τὴν ψυχὴν στασιάζοντα·
κτίζει δὲ κακά·
τουτέστι, μετακοσμεῖ αὐτὰ καὶ εἰς βελτίωσιν ἄγει·
ὥστε, ἀποθέμενα τὸ εἶναι κακὰ, τὴν τοῦ καλοῦ φύσιν μεταλαβεῖν.

Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ, ὁ Θεός·
Οὐχὶ νῦν δημιούργησον, ἀλλὰ τὴν ἐκ τῆς κακίας παλαιωθεῖσαν ἀνακαίνισον·
Καὶ, Ἵνα τοὺς δύο κτίσῃ εἰς ἕνα καινὸν ἄνθρωπον·
Τὸ, κτίσῃ, οὐχ ἵνα ἐκ τοῦ μὴ ὄντος παραγάγῃ, ἀλλ' ἵνα τοὺς ὄντας μετακοσμήσῃ·
Καὶ, Εἴ τις ἐν Χριστῷ καινὴ κτίσις·
Καὶ πάλιν ὁ Μωϋσῆς·
Οὐκ αὐτὸς οὗτος ὅ σου πατὴρ ἐκτήσατό σε, καὶ ἐποίησέ σε, καὶ ἔκτισέ σε;
Σαφῶς γὰρ ἐνταῦθα μετὰ τὴν ποίησιν ἡ κτίσις ταχθεῖσα διδάσκει ἡμᾶς, ὅτι ἐπὶ τῆς βελτιώσεως τέτακται, ὡς τὰ πολλὰ, τὸ τῆς κτίσεως ὄνομα·
Ὥστε Ποιῶν εἰρήνην, οὕτω ποιεῖ τὴν εἰρήνην, ἐκ τοῦ τὰ κακὰ κτίζειν·
τουτέστι, μεταποιεῖν, καὶ εἰς βελτίωσιν ἄγειν·
Ἔπειτα μέντοι, κἂν εἰρήνην νοήσῃς τὴν ἐκ τῶν πολέμων ἄδειαν, καὶ κακὸν εἴπῃς τὰ ἀκολουθοῦντα τοῖς πολεμοῦσιν ἐπί πονα, ἐκστρατείας ὑπερορίους, πόνους, ἀγρυπνίας, ἀγωνίας, ἱδρῶτας, τραύματα, σφαγὰς, πόλεων ἁλώσεις, ἀνδραποδισμοὺς, ἀπαγωγὰς, τὰ ἐλεεινὰ τῶν ἁλόντων θεάματα, καὶ ἁπλῶς ὅσα λυπηρὰ τοῖς πολέμοις ἀκολουθεῖ, λέγομεν κρίσει Θεοῦ δικαίᾳ γενέσθαι, τοῖς ἀξίοις κολάσεως διὰ τῶν πολέμων τὰς τιμωρίας ἐπάγοντος·
Ἢ σὺ ἐβούλου μὴ καταπρησθῆναι τὰ Σόδομα μετὰ τὰς ἀνοσιουργίας ἐκείνας;
ἢ μὴ καταστραφῆναι τὴν Ἱερουσαλὴμ, μηδὲ ἐρημωθῆναι τὸν ναὸν, μετὰ τὴν φρικτὴν κατὰ τοῦ Κυρίου τῶν Ἰουδαίων ἀπόνοιαν;
Γενέσθαι δὲ ταῦτα πῶς ἄλλως δίκαιον ἦν, καὶ οὐχὶ διὰ τῶν Ῥωμαϊκῶν χειρῶν, αἷς παρέδωκαν τὸν Κύριον ἡμῶν οἱ ἐχθροὶ τῆς ζωῆς ἑαυτῶν Ἰουδαῖοι;
Ὥστε ἔστι ποτὲ καὶ δικαίως τὰ ἐκ τοῦ πολέμου κακὰ τοῖς ἀξίοις ἐπενεχθῆναι·
Καὶ τὸ, Ἐγὼ ἀποκτενῶ, καὶ ζῇν ποιήσω, δέχου μὲν, εἰ βούλει, κατὰ τὸ πρόχειρον τῆς ἐννοίας·
Οἰκοδομεῖ γὰρ ὁ φόβος τοὺς ἁπλουστέρους, Πατάξω, κἀγὼ ἰάσομαι·
Καὶ τοῦτο χρήσιμον αὐτόθεν νοούμενον·
τῆς μὲν πληγῆς ἐμποιούσης τὸν φόβον, τῆς δὲ ἰάσεως εἰς τὴν ἀγάπην προτρεπομένης.

Ἔξεστί γε μήν σοι καὶ ὑψηλότερον διανοηθῆναι περὶ τῶν εἰρημένων·
Ἐγὼ ἀποκτενῶ, τῇ ἁμαρτίᾳ·
καὶ ζῇν ποιήσω, τῇ δικαιοσύνῃ·
Ὅσον γὰρ ὁ ἔξω ἡμῶν ἄνθρωπος διαφθείρεται, τοσοῦτον ὁ ἔσω ἀνακαινοῦται·
Οὐκ ἄλλον οὖν ἀποκτείνει, καὶ ἄλλον ζωοποιεῖ·
ἀλλὰ τὸν αὐτὸν, δι' ὧν ἀποκτείνει, ζωοποιεῖ·
καὶ δι' ὧν πατάσσει, ἰᾶται, κατὰ τὴν Παροιμίαν τὴν λέγουσαν, ὅτι Σὺ μὲν πατάξεις αὐτὸν ῥάβδῳ, τὴν δὲ ψυχὴν αὐτοῦ ἐκ θανάτου ῥύσῃ·
Οὐκοῦν πατάσσεται μὲν σὰρξ, ἵνα ἰαθῇ ψυχή·
θανατοῦται δὲ ἁμαρτία, ἵνα ζήσῃ δικαιοσύνη·
Τὸ δὲ, Κατέβη κακὰ παρὰ Κυρίου ἐπὶ πύλας Ἱερουσαλὴμ, αὐτόθεν ἔχει τὴν ἐξήγησιν·
Ποῖα κακά;
Ψόφος ἁρμάτων καὶ ἱππευόντων·
Ὅταν δὲ ἀκούσῃς, Οὐκ ἔστι κακία ἐν πόλει, ἣν Κύριος οὐκ ἐποίησε·
νόει τῆς κακίας τὸ ὄνομα·
ὅτι τὴν προσαγομένην κάκωσιν τοῖς ἁμαρτάνουσιν ἐπὶ διορθώσει τῶν πλημμελημάτων ὁ λόγος αἰνίσσεται·
Ἐκάκωσα γάρ σε, φησὶ, καὶ ἐλιμαγχόνησα, ἵνα εὖ σε ποιήσω·
πρὶν εἰς ἄμετρον ἐκχυθῆναι τὴν ἀδικίαν ἱστῶν, ὥσπερ ῥεῦμα ἕρκει τινὶ κρατερῷ καὶ διαφράγματι κατεχόμενον·
∆ιὰ ταῦτα νόσοι πόλεων καὶ ἐθνῶν, ἀέρων αὐχμοὶ καὶ ἀφορίαι γῆς, καὶ αἱ κατὰ τὸν βίον ἑκάστῳ τραχύτεραι περιπτώσεις, τῆς κακίας τὴν αὔξησιν περικόπτουσαι·
Ὥστε τὰ τοιαῦτα κακὰ παρὰ Θεοῦ γίνεται, τῶν ἀληθινῶν κακῶν τὴν γένεσιν ἐξαιροῦντα·
Αἵ τε γὰρ κατὰ τὸ σῶμα κακώσεις, καὶ τὰ ἐκτὸς ἐπίπονα, πρὸς ἐποχὴν τῆς ἁμαρτίας ἐπινενόηνται·
Ἀναιρεῖ τοίνυν τὸ κακὸν ὁ Θεός·
οὐχὶ δὲ τὸ κακὸν ἐκ τοῦ Θεοῦ·
ἐπεὶ καὶ ὁ ἰατρὸς ἐξαιρεῖ τὴν νόσον, ἀλλ' οὐχὶ νόσον ἐμβάλλει τῷ σώματι·
Πόλεων δὲ ἀφανισμοὶ, σεισμοί τε καὶ ἐπικλύσεις, καὶ στρατοπέδων ἀπώλειαι, καὶ ναυάγια, καὶ πᾶσαι πολυάνθρωποι φθοραὶ, εἴτε ἐκ γῆς, εἴτε ἐκ θαλάσσης, εἴτε ἐξ ἀέρος, ἢ πυρὸς, ἢ ἐξ ὁποιασοῦν αἰτίας ἐπιγινόμεναι, εἰς τὸν τῶν ὑπολειπομένων σωφρονισμὸν γίνονται, τὴν πάνδημον πονηρίαν δημοσίαις μάστιξι τοῦ Θεοῦ σωφρονίζοντος·
Τὸ μὲν οὖν κυρίως κακὸν ἡ ἁμαρτία, ὅπερ μάλιστά ἐστι τῆς τοῦ κακοῦ προσηγορίας ἄξιον, ἐκ τῆς ἡμετέρας προαιρέσεως ἤρτηται, ἐφ' ἡμῖν ὅντος ἢ ἀπέχεσθαι τῆς πονηρίας, ἢ μοχθηροῖς εἶναι·
τῶν δὲ λοιπῶν τὰ μὲν ὡς ἀγωνίσματα εἰς ἐπίδειξιν ἀνδρείας προβάλλεται, ὡς τῷ Ἰὼβ ἡ τῶν παίδων στέρησις, ὁ τοῦ πλούτου παντὸς ἐν μιᾷ καιροῦ ῥοπῇ ἀφανισμὸς, ἡ διὰ τοῦ ἕλκους πληγή·
τὰ δὲ ὡς θεραπεία τῶν ἡμαρτημένων, ὡς τῷ ∆αβὶδ ἡ περὶ τὸν οἶκον αἰσχύνη, παρανόμου ἐπιθυμίας δίκας ἀποτιννύντι.

Καὶ πάλιν κατενοήσαμεν ἄλλο τι εἶδος τῶν φοβερῶν παρὰ τῆς δικαίας τοῦ Θεοῦ κρίσεως ἐπαγόμενον, ἐπὶ τῷ σωφρονεστέρους ποιῆσαι τοὺς πρὸς ἁμαρτίαν εὐολισθήτους·
ὡς ὁ ∆αθὰν καὶ Ἀβειρὼν ὑπὸ τῆς γῆς κατεπόθησαν, βαράθρων αὐτοῖς καὶ χασμάτων ὑποῤῥαγέντων·
Ἐνταῦθα γὰρ οὐκ αὐτοί τι τῷ τοιούτῳ τρόπῳ τῆς κολάσεως βελτίους γεγόνασι (πῶς γὰρ οἱ καταβάντες εἰς ᾅδου;),
ἀλλὰ τοὺς λοιποὺς σωφρονεστέρους τῷ ὑποδείγματι πεποιήκασιν·
Οὕτω καὶ Φαραὼ κατεποντίσθη πανστρατιᾷ·
Οὕτως ἐξετρίβησαν οἱ προενοικοῦντες τὴν Παλαιστίνην·
Ὥστε, κἂν λέγῃ ποτὲ ὁ Ἀπόστολος, Σκεύη ὀργῆς κατηρτισμένα εἰς ἀπώλειαν, μὴ κατασκευήν τινα πονηρὰν οἰηθῶμεν εἶναι τοῦ Φαραώ (οὕτω γὰρ ἐπὶ τὸν κατασκευάσαντα δικαιότερον ἡ αἰτία μετενεχθήσεται)·
ἀλλ' ὅταν ἀκούσῃς σκεύη, νόει, ὅτι πρός τι χρήσιμον ἕκαστος ἡμῶν πεποίηται·
Καὶ ὥσπερ ἐν τῇ μεγάλῃ οἰκίᾳ τὸ μέν τοι χρυσοῦν ἐστι σκεῦος, τὸ δὲ ἀργυροῦν, τὸ δὲ ὀστράκινον, τὸ δὲ ξύλινον (τῆς προαιρέσεως ἑκάστου τὴν πρὸς τὰς ὕλας ὁμοιότητα παρεχομένης·
καὶ χρυσοῦν μὲν ἔστι σκεῦος ὁ καθαρὸς τὸν τρόπον καὶ ἄδολος·
ἀργυροῦν δὲ, ὁ ὑποδεέστερος ἐκείνου κατὰ τὴν ἀξίαν·
ὀστράκινον δὲ, ὁ τὰ γήινα φρονῶν καὶ πρὸς συντριβὴν ἐπιτή δειος·
καὶ ξύλινον, ὁ εὐκόλως διὰ τῆς ἁμαρτίας καταῤῥυπούμενος καὶ ὕλη γινόμενος τῷ αἰωνίῳ πυρί)·
οὕτω καὶ ὀργῆς σκεῦος, ὁ πᾶσαν τὴν τοῦ διαβόλου ἐνέργειαν, ὥσπερ ἀγγεῖον, χωρήσας, καὶ διὰ τὴν ἐγγενομένην αὐτῷ ἐκ τῆς φθορᾶς δυσωδίαν οὐκέτι ἀχθῆναι πρὸς χρῆσιν δυνάμενος, ἀλλ' ἀφανισμοῦ μόνου καὶ ἀπωλείας ἄξιος·
∆ιόπερ, ἐπειδὴ ἔδει συντριβῆναι αὐτὸν, ὁ φρόνιμος καὶ σοφὸς τῶν ψυχῶν οἰκονόμος διῳκήσατο αὐτὸν περιφανῆ γενέσθαι καὶ πᾶσιν ἐξάκουστον, ἵνα ἄλλοις γοῦν ὠφέλιμος διὰ τοῦ πάθους γένηται, ἐπειδὴ αὐτὸς ὑπὸ τῆς ἄγαν κακίας ἀνίατος ἦν·
Ἐσκλήρυνε δὲ αὐτὸν, τῇ μακρο θυμίᾳ καὶ τῇ τῆς τιμωρίας ἀναβολῇ ἐπιτείνων αὐτοῦ τὴν κακίαν, ἵνα, εἰς τὸν ἔσχατον ὅρον αὐξηθείσης αὐτοῦ τῆς πονηρίας, τὸ δίκαιον ἐπ' αὐτῷ τῆς θείας κρίσεως διαφανῇ·
∆ιὰ τοῦτο ἀπὸ μικροτέρων πλη γῶν ἀεὶ προστιθεὶς καὶ ἐπιτείνων τὰς μάστιγας, οὐκ ἐμάλαξεν αὐτοῦ τὸ ἀνυπότακτον, ἀλλ' εὕρισκεν αὐτὸν καὶ τῆς ἀνοχῆς τοῦ Θεοῦ καταφρονοῦντα, καὶ τοῖς ἐπαγομένοις αὐτῷ δεινοῖς ὑπὸ τῆς συνηθείας ἐμμελετήσαντα.

Καὶ οὐδὲ οὕτως αὐτὸν παρέδωκε τῷ θανάτῳ, ἕως αὐτὸς ἑαυτὸν ἐποίησεν ὑποβρύχριον, ἐν τῇ ὑπερηφανίᾳ τῆς καρδίας αὐτοῦ τῆς τῶν δικαίων πορείας κατατολμήσας, καὶ νομίσας ὥσπερ τῷ λαῷ τοῦ Θεοῦ, οὕτω καὶ αὐτῷ βάσιμον ἔσεσθαι τὴν Ἐρυθρὰν θάλασσαν·
Ταῦτα δὴ οὖν εἰδὼς παρὰ Θεοῦ, καὶ διῃρημένα ἔχων παρὰ σεαυτῷ τοῦ κακοῦ τὰ εἴδη, καὶ εἰδὼς τί μὲν τὸ ὄντως κακὸν, ὅτι ἡ ἁμαρτία, ἧς τὸ τέλος ἀπώλεια·
τί δὲ τὸ δοκοῦν μὲν κακὸν διὰ τὸ τῆς αἰσθήσεως ἀλγεινὸν, ἀγαθοῦ δὲ δύναμιν ἔχον, ὡς αἱ κακώσεις αἱ πρὸς ἐποχὴν τῆς ἁμαρτίας ἐπαγόμεναι, ὧν οἱ καρποὶ σωτηρία ψυχῶν αἰώνιος·
παῦσαι δυσαρεστούμενος ταῖς θείαις οἰκονομίαις·
ὅλως δὲ μήτε Θεὸν αἴτιον ἡγοῦ τῆς ὑπάρξεως τοῦ κακοῦ, μήτε ἰδίαν ὑπόστασιν τοῦ κακοῦ εἶναι φαντάζου·
Οὐ γάρ ἐστιν ὑφεστὼς, ὥσπερ τι ζῶον, ἡ πονηρία·
οὔτε οὐσίαν αὐτῆς ἐνυπόστατον παραστῆσαι ἔχομεν·
Στέρησις γὰρ ἀγαθοῦ ἐστι τὸ κακόν·
Ὀφθαλμὸς ἐκτίσθη·
τυφλότης δὲ τῇ ἀπωλείᾳ τῶν ὀφθαλμῶν ἐπεγένετο·
Ὥστε, εἰ μὴ ἦν φθαρτῆς φύσεως ὁ ὀφθαλμὸς,
οὐκ ἂν ἕσχεν ἡ τυφλότης παρείσδυσιν·
Οὕτω καὶ τὸ κακὸν οὐκ ἐν ἰδίᾳ ὑπάρξει ἐστὶν,
ἀλλὰ τοῖς τῆς ψυχῆς πηρώμασιν ἐπιγίνεται·
Οὔτε γὰρ ἀγέννητόν ἐστιν, ὡς ὁ τῶν ἀσεβῶν λόγος, ὁμότιμον ποιούντων τῇ ἀγαθῇ φύσει τὴν πονηρὰν, εἴπερ ἀμφότερα ἄναρχα καὶ γενέσεώς ἐστιν ἀνώτερα·
οὔτε μὴν γεννητόν.

Εἰ γὰρ πάντα ἐκ τοῦ Θεοῦ, πῶς τὸ κακὸν ἐκ τοῦ ἀγαθοῦ;
Οὐδὲ γὰρ τὸ αἰσχρὸν ἀπὸ τοῦ καλοῦ,
οὔτε ἡ κακία ἀπὸ τῆς ἀρετῆς·
Ἀνάγνωθι τὴν κοσμοποιίαν, καὶ εὑρήσεις, ὅτι ἐκεῖ Πάντα καλὰ, καὶ καλὰ λίαν·
Οὐ τοίνυν τὸ κακὸν τοῖς καλοῖς συνεκτίσθη·
Ἀλλ' οὐδὲ ἡ νοητὴ κτίσις, γενομένη παρὰ τοῦ ∆ημιουργοῦ, ἀναμεμιγμένη τῇ πονηρίᾳ εἰς τὸ εἶναι παρήχθη·
Εἰ γὰρ τὰ σωματικὰ οὐκ ἔσχεν ἐν ἑαυτοῖς τὸ κακὸν συγκτιζόμενον, πῶς ἂν τὰ νοητὰ, τοσοῦτον καθαρότητι καὶ ἁγιασμῷ διαφέροντα, κοινὴν ἂν ἔσχε πρὸς τὸ κακὸν τὴν ὑπόστασιν;
Ἀλλὰ μὴν ἔστι τὸ κακὸν, καὶ ἡ ἐνέργεια δείκνυσι πολὺ κατὰ τοῦ βίου παντὸς κεχυμένον·
Πόθεν οὖν αὐτῷ τὸ εἶναι, εἰ μήτε ἄναρχόν ἐστι, φησὶ, μήτε πεποίηται;
Ἀντερωτάσθωσαν οἱ τὰ τοιαῦτα ἐπιζητοῦντες·
Πόθεν νόσοι;
πόθεν αἱ πηρώσεις τοῦ σώματος;
Οὔτε γὰρ ἀγέννητος ἡ νόσος, οὔτε μὴν δημιούργημα τοῦ Θεοῦ·
Ἀλλ' ἐκτίσθη μὲν τὰ ζῶα μετὰ τῆς πρε πούσης αὐτοῖς κατασκευῆς κατὰ φύσιν, καὶ παρήχθη πρὸς τὴν ζωὴν ἀπηρτισμένα τοῖς μέλεσιν, ἐνόσησε δὲ τοῦ κατὰ φύσιν παρατραπέντα·
Ἐξίσταται γὰρ τῆς ὑγιείας ἢ διὰ πονηρὰν δίαιταν ἢ δι' ἡσδηποτοῦν νοσοποιοῦ αἰτίας·
Οὐκοῦν σῶμα μὲν ἔκτισεν ὁ Θεὸς, οὐχὶ νόσον·
καὶ ψυχὴν τοίνυν ἐποίησεν ὁ Θεὸς, οὐχὶ δὲ ἁμαρτίαν·
ἐκακώθη δὲ ἡ ψυχὴ, παρατραπεῖσα τοῦ κατὰ φύσιν.

Τί δὲ ἦν αὐτῇ τὸ προηγούμενον ἀγαθόν;
Ἡ προσεδρεία τοῦ Θεοῦ, καὶ ἡ διὰ τῆς ἀγάπης συνάφεια·
ἧς ἐκπεσοῦσα, τοῖς ποικίλοις καὶ πολυτρόποις ἀῤῥωστήμασιν ἐκακώθη·
∆ιὰ τί δὲ ὅλως δεκτικὴ τοῦ κακοῦ;
∆ιὰ τὴν αὐτεξούσιον ὁρμὴν, μάλιστα πρέπουσαν λογικῇ φύσει·
Λελυμένη γὰρ πάσης ἀνάγκης, καὶ αὐθαίρετον ζωὴν λαβοῦσα παρὰ τοῦ κτίσαντος, διὰ τὸ κατ' εἰκόνα γεγενῆσθαι Θεοῦ, νοεῖ μὲν τὸ ἀγαθὸν, καὶ οἶδεν αὐτοῦ τὴν ἀπόλαυσιν, καὶ ἔχει ἐξουσίαν καὶ δύναμιν, ἐπιμένουσα τῇ τοῦ καλοῦ θεωρίᾳ καὶ τῇ ἀπολαύσει τῶν νοητῶν, διαφυλάσσειν αὑτῆς τὴν κατὰ φύσιν ζωήν·
ἔχει δὲ ἐξουσίαν καὶ ἀπονεῦσαί ποτε τοῦ καλοῦ·
Τοῦτο δὲ συμβαίνει αὐτῇ, ὅταν, κόρον λαβοῦσα τῆς μακαρίας τέρψεως, καὶ οἷον νυσταγμῷ τινι βαρυνθεῖσα καὶ ἀποῤῥυεῖσα τῶν ἄνωθεν, τῇ σαρκὶ διὰ τὰς αἰσχρὰς τῶν ἡδονῶν ἀπολαύσεις ἀναμιχθῇ·
Ἦν ποτε ὁ Ἀδὰμ ἄνω, οὐ τόπῳ, ἀλλὰ τῇ προαιρέσει, ὅτε, ἄρτι ψυχωθεὶς καὶ ἀναβλέψας πρὸς οὐρανὸν, περιχαρὴς τοῖς ὁρωμένοις γενόμενος, ὑπεραγαπῶν τὸν εὐεργέτην, ζωῆς μὲν αἰωνίου ἀπόλαυσιν χαρισάμενον, τρυφαῖς δὲ παραδείσου ἐναναπαύσαντα, ἀρχὴν δὲ δόντα κατὰ τὴν τῶν ἀγγέλων, καὶ ἀρχαγγέλοις αὐτὸν ποιήσαντα ὁμοδίαιτον, καὶ φωνῆς θείας ἀκροατήν·
ἐπὶ πᾶσι τούτοις ὑπερασπιζόμενος παρὰ Θεοῦ, καὶ ἀπολαύων τῶν αὐτοῦ ἀγαθῶν, ταχὺ πάντων ἀναπλησθεὶς, καὶ οἷον ἐξυβρίσας τῷ κόρῳ, τὸ τοῖς σαρκίνοις ὀφθαλμοῖς φανὲν τερπνὸν τοῦ νοητοῦ προετίμησε κάλλους, καὶ τὴν πλησμονὴν τῆς γαστρὸς τῶν πνευματικῶν ἀπολαύσεων τιμιωτέραν ἔθετο·
Ἔξω μὲν εὐθὺς ἦν τοῦ παραδείσου, ἔξω δὲ τῆς μακαρίας ἐκείνης διαγωγῆς, οὐκ ἐξ ἀνάγκης κακὸς, ἀλλ' ἐξ ἀβουλίας, γενόμενος·
∆ιὰ τοῦτο καὶ ἥμαρτε μὲν διὰ μοχθηρὰν προαίρεσιν, ἀπέθανε δὲ διὰ τὴν ἁμαρτίαν·
Τὰ γὰρ ὀψώνια τῆς ἁμαρτίας θάνατος·
Ὅσον γὰρ ἀφίστατο τῆς ζωῆς, τοσοῦτον προσήγγιζε τῷ θανάτῳ.

Ζωὴ γὰρ ὁ Θεός·
στέρησις δὲ τῆς ζωῆς θάνατος·
Ὥστε ἑαυτῷ τὸν θάνατον ὁ Ἀδὰμ διὰ τῆς ἀναχωρήσεως τοῦ Θεοῦ κατεσκεύασε, κατὰ τὸ γεγραμμένον, ὅτι Ἰδοὺ οἱ μακρύνοντες ἑαυτοὺς ἀπὸ σοῦ, ἀπολοῦνται·
Οὕτως οὐχὶ Θεὸς ἔκτισε θάνατον, ἀλλ' ἡμεῖς ἑαυτοῖς ἐκ πονηρᾶς γνώμης ἐπεσπασάμεθα·
Οὐ μὴν οὐδὲ ἐκώλυσε τὴν διάλυσιν διὰ τὰς προειρημένας αἰτίας, ἵνα μὴ ἀθάνατον ἡμῖν τὴν ἀῤῥωστίαν διατηρήσῃ·
Ὥσπερ ἂν εἴ τις σκεῦος πήλινον διαῤῥυὲν μὴ καταδέχοιτο παραδοῦναι πυρὶ, ἕως ἂν τὸ ἐνυπάρχον αὐτῷ πάθος διὰ τῆς ἀναπλάσεως ἐξιάσαιτο·
Ἀλλὰ διὰ τί οὐκ ἐν τῇ κατασκευῇ τὸ ἀναμάρτητον ἔσχομεν, φησὶν, ὥστε μηδὲ βουλομένοις ἡμῖν ὑπάρχειν τὸ ἁμαρτάνειν;
Ὅτι καὶ σὺ τοὺς οἰκέτας, οὐχ ὅταν δεσμίους ἔχῃς, εὔνους ὑπολαμβάνεις, ἀλλ' ὅταν ἑκουσίως ἴδῃς ἀποπληροῦντάς σοι τὰ καθήκοντα·
Καὶ Θεῷ τοίνυν οὐ τὸ ἠναγκασμένον φίλον, ἀλλὰ τὸ ἐξ ἀρετῆς κατορθούμενον.

Ἀρετὴ δὲ ἐκ προαιρέσεως, καὶ οὐκ ἐξ ἀνάγκης γίνεται Προαίρεσις δὲ τῶν ἐφ' ἡμῖν ἤρτηται·
Τὸ δὲ ἐφ' ἡμῖν ἐστι τὸ αὐτεξούσιον·
Ὁ τοίνυν μεμφόμενος τὸν ποιητὴν ὡς μὴ φυσικῶς κατασκευάσαντα ἡμᾶς ἀναμαρτήτους, οὐδὲν ἕτερον ἢ τὴν ἄλογον φύσιν τῆς λογικῆς προτιμᾷ, καὶ τὴν ἀκίνητον καὶ ἀνόρμητον τῆς προαιρετικῆς καὶ ἐμπράκτου·
Ταῦτα εἰ καὶ παρεκβατικῶς, ἀλλ' ἀναγκαίως εἴρηται, ἵνα μὴ, εἰς βυθὸν διαλογισμῶν ἐμπεσὼν, πρὸς τῇ στερήσει τῶν περισπουδάστων, ἔτι καὶ Θεοῦ στέρησιν ὑπομείνῃς·
Παυσώμεθα οὖν ἐπανορθούμενοι τὸν σοφόν·
Παυσώμεθα τὸ βέλτιον τῶν παρ' αὐτοῦ γινομένων ἐπιζητοῦντες·
Εἰ γὰρ καὶ τῶν κατὰ μέρος οἰκονομουμένων διαφεύγουσιν ἡμᾶς οἱ λόγοι, ἀλλ' ἕν γε ἐκεῖνο δόγμα ταῖς ψυχαῖς ἡμῶν ἐνυπαρχέτω, τὸ, μηδὲν κακὸν παρὰ τοῦ ἀγαθοῦ γίνεσθαι·
Ἐπεισέρχεται δὲ τούτῳ, κατὰ τὸ ἀκόλουθον τῆς ἐννοίας, καὶ τὸ περὶ τοῦ διαβόλου ζήτημα·
Πόθεν ὁ διάβολος, εἰ μὴ παρὰ Θεοῦ τὰ κακά;
Τί οὖν φαμεν;
Ὅτι ὁ αὐτὸς ἡμῖν ἀρκέσει καὶ περὶ τοῦ ζητήματος τούτου λόγος, ὁ καὶ περὶ τῆς ἐν ἀνθρώποις πονηρίας ἀποδοθείς·
Πόθεν γὰρ πονηρὸς ὁ ἄνθρωπος;
Ἐκ τῆς οἰκείας αὐτοῦ προαιρέσεως·
Πόθεν κακὸς ὁ διάβολος;
Ἐκ τῆς αὐτῆς αἰτίας, αὐθαίρετον ἔχων καὶ αὐτὸς τὴν ζωὴν, καὶ ἐπ' αὐτῷ κειμένην τὴν ἐξουσίαν, ἢ παραμένειν τῷ Θεῷ, ἢ ἀλλοτριωθῆναι τοῦ ἀγαθοῦ·
Γαβριὴλ ἄγγελος, καὶ παρέστηκε τῷ Θεῷ διηνεκῶς·
Ὁ Σατανᾶς ἄγγελος, καὶ ἐξέπεσε τῆς οἰκείας τάξεως παντελῶς·
Κἀκεῖνον ἡ προαίρεσις διεφύλαξεν ἐν τοῖς ἄνω, καὶ τοῦτον κατέῤῥιψε τῆς γνώμης τὸ αὐτεξούσιον·
Ἐδύνατο γὰρ κἀκεῖνος ἀποστατῆσαι, καὶ οὗτος μὴ ἐκπεσεῖν·
Ἀλλὰ τὸν μὲν διεσώσατο τῆς ἀγάπης τοῦ Θεοῦ τὸ ἀκόρεστον·
τὸν δὲ ἀπόβλητον ἔδειξεν ἡ ἐκ Θεοῦ ἀναχώρησις·
Τοῦτό ἐστι τὸ κακὸν, ἡ τοῦ Θεοῦ ἀλλοτρίωσις·
Μικρὰ περιστροφὴ ὀφθαλμοῦ ἢ μετὰ ἡλίου ἡμᾶς εἶναι ποιεῖ, ἢ μετὰ τῆς σκιᾶς τοῦ σώματος ἡμῶν·
Κἀκεῖ μὲν ἀναβλέψαντι ἕτοιμον τὸ φωτισθῆναι, ἀπονεύσαντι δὲ πρὸς τὴν σκιὰν ἀναγκαία ἡ σκότωσις·
Οὕτω πονηρὸς ὁ διάβολος, ἐκ προαιρέσεως ἔχων τὴν πονηρίαν, οὐ φύσις ἀντικειμένη τῷ ἀγαθῷ·
Πόθεν οὖν αὐτῷ ὁ πρὸς ἡμᾶς πόλεμος;

Ὅτι, δοχεῖον ὢν πάσης κακίας, ἐδέξατο καὶ τοῦ φθόνου τὴν νόσον, καὶ ἐβάσκηνεν ἡμῖν τῆς τιμῆς·
Οὐ γὰρ ἤνεγκεν ἡμῶν τὴν ἄλυπον ζωὴν τὴν ἐν τῷ παραδείσῳ·
δόλοις δὲ καὶ μηχαναῖς ἐξαπατήσας τὸν ἄνθρωπον, καὶ τὴν ἐπιθυμίαν αὐτοῦ, ἣν ἔσχε πρὸς τὸ ὁμοιωθῆναι τῷ Θεῷ, ταύτῃ πρὸς τὴν ἀπάτην ἀποχρησάμενος, ἔδειξε τὸ ξύλον, καὶ ἐπηγγείλατο διὰ τῆς βρώσεως αὐτοῦ ὅμοιον τῷ Θεῷ καταστήσειν·
Ἐὰν γὰρ φάγητε, φησὶν, ἔσεσθε ὡς θεοὶ, γινώσκοντες καλὸν καὶ πονηρόν·
Οὐκ ἐχθρὸς τοίνυν ἡμῖν κατεσκευάσθη, ἀλλ' ἐκ ζηλοτυπίας ἡμῖν εἰς ἔχθραν ἀντικατέστη·
Ὁρῶν γὰρ ἑαυτὸν ἐκ τῶν ἀγγέλων καταῤῥιφέντα, οὐκ ἔφερε βλέπειν τὸν γήϊνον ἐπὶ τὴν ἀξίαν τῶν ἀγγέλων διὰ προκοπῆς ἀνυψούμενον·
Ἐπειδὴ οὖν γέγονεν ἐχθρὸς, ἐφύλαξεν ἡμῖν ὁ Θεὸς τὴν πρὸς αὐτὸν ἐναντίωσιν, δι' ὧν τῷ ὑπηρετησαμένῳ αὐτῷ θηρίῳ διελέγετο, πρὸς αὐτὸν ἀναφέρων τὴν ἀπειλήν·
ὅτι Ἔχθραν θήσω ἀναμέσον σοῦ καὶ ἀναμέσον τοῦ σπέρματος αὐτῆς·
Τῷ ὄντι γὰρ βλαβεραὶ αἱ πρὸς τὴν κακίαν καταλλαγαί·
ἐπειδὴ νόμος οὗτος φιλίας δι' ὁμοιότητος πέφυκε τοῖς συναπτομένοις ἐγγίνεσθαι·
Ὅθεν ὀρθῶς ἔχει τὸ, Φθείρουσιν ἤθη χρηστὰ ὁμιλίαι κακαί·
Ὡς γὰρ ἐν τοῖς νοσοποιοῖς χωρίοις ὁ κατὰ μέρος ἀναπνεόμενος ἀὴρ λανθάνουσαν νόσον τοῖς ἐνδιαιτωμένοις ἐναποτίθεται·
οὕτως ἡ πρὸς τὰ φαῦλα συνήθεια μεγάλα κακὰ ταῖς ψυχαῖς ἐναφίησι, κἂν τὴν παραυτίκα αἴσθησιν τὸ βλαβερὸν διαφεύγῃ·
∆ιὰ τοῦτο ἀδιάλλακτος ἡ πρὸς τὸν ὄφιν ἔχθρα·
Εἰ δὲ τὸ ὄργανον τοσούτου μίσους ἄξιον, πόσον ἐχθραίνειν ἡμᾶς τῷ ἐνεργήσαντι προσῆκεν;
Ἀλλὰ καὶ διὰ τί ἦν τὸ ξύλον, φησὶν, ἐν τῷ παραδείσῳ, δι' οὗ τῷ διαβόλῳ ἔμελλε προχωρήσειν ἡ καθ' ἡμῶν ἐπιχείρησις;
Εἰ γὰρ μὴ εἶχε τῆς ἀπάτης τὸ δέλεαρ, πῶς ἂν ἡμᾶς διὰ τῆς παρακοῆς εἰς τὸν θάνατον ὑπηγάγετο;
Ὅτι ἔδει εἶναι ἐντολὴν τὴν δοκιμάζουσαν ἡμῶν τὸ ὑπήκοον.

∆ιὰ τοῦτο ἦν φυτὸν ὡραίων καρπῶν εὔφορον, ἵνα ἐν τῇ ἀποχῇ τοῦ ἡδέος, τὸ τῆς ἐγκρατείας καλὸν ἐπιδειξάμενοι, τῶν τῆς ὑπομονῆς στεφάνων δικαίως ἀξιωθῶμεν·
Ἐπηκολούθησε δὲ τῇ βρώσει οὐ παρακοὴ μόνον τῆς ἐντολῆς, ἀλλὰ καὶ ἡ ἐπίγνωσις τῆς γυμνότητος·
Ἔφαγον γὰρ, φησὶ, καὶ διηνοίχθησαν αὐτῶν οἱ ὀφθαλμοὶ, καὶ ἔγνωσαν, ὅτι γυμνοί εἰσιν·
Ἔδει δὲ μὴ γινώσκειν τὴν γύμνωσιν, ἵνα μὴ ὁ νοῦς τοῦ ἀνθρώπου περιεσπᾶτο πρὸς τὴν τοῦ λείποντος ἀναπλήρωσιν, ἀμφιέσματα ἑαυτῷ καὶ τῆς γυμνότητος παραμυθίαν ἐπινοῶν, καὶ ὅλως τῇ τῆς σαρκὸς ἐπιμελείᾳ τῆς πρὸς Θεὸν ἐνατενίσεως ἀφελκόμενος·
∆ιὰ τί δὲ οὐκ εὐθὺς αὐτῷ συγκατεσκευάσθη καὶ τὰ ἐνδύματα;
Ὅτι οὔτε φυσικὰ ἔπρεπεν εἶναι ταῦτα, οὔτε ἐκ τέχνης·
Τὰ μὲν γὰρ φυσικὰ ἴδια τῶν ἀλόγων ἐστίν·
οἷον πτερὰ, καὶ τρίχες, καὶ δερμάτων παχύτητες, στέγειν μὲν χειμῶνας, φέρειν δὲ καύσωνας δυναμένων·
Ἐν οἷς οὐδὲν τὸ ἕτερον τοῦ ἑτέρου διενήνοχεν, ὁμοτίμου πᾶσι τῆς φύσεως ὑπαρχούσης·
ἀνθρώπῳ δὲ ἔπρεπε, κατὰ τὴν ἀναλογίαν τῆς πρὸς Θεὸν ἀγάπης, παρηλλαγμένας τῶν ἀγαθῶν τὰς ἀντιδόσεις ὑπάρχειν·
Αἱ δὲ ἐκ τέχνης ἐπιτηδεύσεις ἀσχολίας ἂν ἐγένοντο πρόξενοι·
ὃ μάλιστα φευκτὸν ἦν ὡς βλαβερὸν τῷ ἀνθρώπῳ·
∆ιὸ καὶ ὁ Κύριος, εἰς τὴν ἐν τῷ παραδείσῳ ζωὴν ἡμᾶς ἀνακαλούμενος, ἐκβάλλει τὴν μέριμναν τῶν ψυχῶν, λέγων·
Μὴ μεριμνᾶτε τῇ ψυχῇ ὑμῶν, τί φάγητε·
μηδὲ τῷ σώματι ὑμῶν, τί ἐνδύσησθε·
Οὔτε οὖν ἐκ φύσεως ἔπρεπεν αὐτῷ ἔχειν τὰ σκεπάσματα, οὔτε ἐκ τέχνης·
ἀλλ' ἕτερα ἦν ηὐτρεπισμένα, ἐπιδειξαμένῳ τὴν ἀρετὴν, τὰ ἐκ τῆς τοῦ Θεοῦ χάριτος ἐπανθεῖν τῷ ἀνθρώπῳ, καὶ περιαστράπτειν μέλλοντα φωτειναῖς τισι περιβολαῖς, ὁποῖαι αἱ τῶν ἀγγέλων, ὑπὲρ τὴν τῶν ἀνθέων ποικιλίαν, ὑπὲρ τὴν τῶν ἀστέρων φαιδρότητα καὶ στιλβότητα·
∆ιὰ τοῦτο οὖν οὐκ εὐθὺς αὐτῷ τὰ ἐνδύματα, ἐπειδὴ ἆθλα ἦν ἀρετῆς ἀποκείμενα τῷ ἀνθρώπῳ, εἰς ἃ φθάσαι ὑπὸ τῆς ἐπηρείας τοῦ διαβόλου οὐκ ἐπετράπη·
Ἀγωνιστὴς τοίνυν ἕστηκεν ἡμῖν ὁ διάβολος διὰ τὸ ἐξ ἐπηρείας πάλαι γενόμενον ἡμῖν πτῶμα, τοῦ Κυρίου οἰκονομήσαντος ἡμῖν τὴν πρὸς αὐτὸν πάλην, ὥστε διὰ τῆς ὑπακοῆς ἀναπαλαῖσαι ἡμᾶς, καὶ καταστεφανωθῆναι τοῦ ἀντιδίκου·
Εἴθε μὲν γὰρ μὴ ἐγεγόνει διάβολος, ἀλλ' ἔμεινεν ἐν τῇ τάξει, ἐν ᾗ ἐξ ἀρχῆς ἐτάχθη παρὰ τοῦ ταξιάρχου!
ἐπειδὴ δὲ γέγονεν ἀποστάτης, ἐχθρὸς μὲν Θεοῦ, ἐχθρὸς δὲ ἀνθρώπων τῶν κατ' εἰκόνα Θεοῦ γεγενημένων (διὰ τοῦτο γάρ ἐστι μισάνθρωπος, διότι καὶ θεομάχος·
καὶ μισεῖ μὲν ἡμᾶς ὡς κτήματα τοῦ ∆εσπότου, μισεῖ δὲ ὡς ὁμοιώματα τοῦ Θεοῦ)·
συνεχρήσατο οὖν αὐτοῦ τῇ πονηρίᾳ εἰς γυμνάσιον τῶν ἡμετέρων ψυχῶν ὁ σοφῶς καὶ προνοητικῶς οἰκονομῶν τὰ ἀνθρώπινα, ὥσπερ ἰατρὸς τῷ τῆς ἐχίδνης ἰῷ εἰς σωτηρίων φαρμάκων κατασκευὴν ἀποχρώμενος·
Τίς οὖν ἦν ὁ διάβολος;
καὶ τίς ἡ τάξις;
καὶ τί τὸ ἀξίωμα;
καὶ πόθεν ὅλως Σατανᾶς προσηγόρευται;
Σατανᾶς μὲν οὖν, διὰ τὸ ἀντικεῖσθαι τῷ ἀγαθῷ·
οὕτω γὰρ σημαίνει ἡ φωνὴ τῶν Ἑβραίων, ὡς ἐν ταῖς Βασιλείαις μεμαθήκαμεν·
Ἐξήγειρε γὰρ, φησὶ, Κύριος τῷ Σολομῶντι Σατᾶν, Ἄδερ τὸν βασιλέα τῶν Σύρων·
διάβολος δὲ, ἐπειδὴ ὁ αὐτὸς καὶ συνεργὸς τῆς ἁμαρτίας ἡμῶν καὶ κατήγορος γίνεται·
χαίρων μὲν ἡμῶν ἀπωλείᾳ, παραδειγματίζων δὲ ἡμᾶς ἐπὶ τοῖς πεπραγμένοις·
Φύσις δὲ αὐτοῦ ἀσώματος, κατὰ τὸν Ἀπόστολον, τὸν εἰπόντα·
Οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰ πνευματικὰ τῆς πονηρίας.

Ἀξίωμα δὲ ἀρχικόν·
Πρὸς γὰρ τὰς ἀρχὰς, φησὶ, καὶ τὰς ἐξουσίας, καὶ τοὺς κοσμοκράτορας τοῦ σκότους τούτου·
Τόπος δὲ τῆς ἀρχῆς ὁ ἐναέριος, ὥς φησιν ὁ αὐτός·
Κατὰ τὸν ἄρχοντα τῆς ἐξουσίας τοῦ ἀέρος, τοῦ πνεύματος τοῦ νῦν ἐνεργοῦντος ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας·
∆ιὰ τοῦτο καὶ κόσμου ἄρχων λέγεται, ἐπειδὴ περίγειος αὐτοῦ ἐστιν ἡ ἀρχή·
Καὶ οὕτως φησὶν ὁ Κύριος·
Νῦν κρίσις ἐστὶ τοῦ κόσμου τούτου, νῦν ὁ ἄρχων τοῦ κόσμου τούτου ἐκβληθήσεται ἔξω·
Καὶ πάλιν·
Ἔρχεται ὁ ἄρχων τοῦ κόσμου τούτου, καὶ ἐν ἐμοὶ εὑρήσει οὐδέν·
Ἐπειδὴ δὲ εἴρηται περὶ τῆς στρατιᾶς τοῦ διαβόλου, ὅτι Πνευματικά ἐστι τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις, εἰδέναι χρὴ, ὅτι οὐρανὸν συνήθως ἡ Γραφὴ τὸν ἀέρα λέγει, ὡς τὸ, Τὰ πετεινὰ τοῦ οὐρανοῦ·
καὶ τὸ, Ἀναβαίνουσιν ἕως τῶν οὐρανῶν·
τουτέστιν, ἐπὶ πολὺ τοῦ ἀέρος ὑψοῦνται·
∆ιὰ τοῦτο καὶ ὁ Κύριος Εἶδε τὸν Σατανᾶν ὡς ἀστραπὴν ἐκ τοῦ οὐρανοῦ πεσόντα·
τουτέστι, τῆς οἰκείας ἀρχῆς ἐκπεσόντα, καὶ κάτω γενόμενον, ἵνα πατῆται ὑπὸ τῶν εἰς Χριστὸν ἠλπικότων.

Ἔδωκε γὰρ δύναμιν τοῖς ἑαυτοῦ μαθηταῖς τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ·
Ἐπεὶ οὖν ἐξεβλήθη ἡ πονηρὰ αὐτοῦ τυραννὶς, καὶ ἐκαθάρθη ὁ περίγειος τόπος διὰ τοῦ σωτηρίου πάθους, τοῦ εἰρηνεύσαντος τὰ ἐπὶ τῆς γῆς καὶ τὰ ἐν τοῖς οὐρανοῖς, κηρύσσεται ἡμῖν λοιπὸν ἡ βασιλεία τῶν οὐρανῶν·
Ἰωάννου μὲν λέγοντος·
Ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν·
τοῦ Κυρίου δὲ πανταχοῦ τὸ Εὐαγγέλιον τῆς βασιλείας κηρύσσοντος·
καὶ ἔτι πρότερον τῶν ἀγγέλων βοώντων·
∆όξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη·
καὶ τῶν ἀγαλλιωμένων ἐπὶ τῇ εἰς Ἱερουσαλὴμ εἰσόδῳ τοῦ Κυρίου ἡμῶν, καὶ κραζόντων·
Εἰρήνη ἐν οὐρανοῖς, καὶ δόξα ἐν ὑψίστοις·
Καὶ ὅλως, μυρίαι εἰσὶ τῶν ἐπινικίων αἱ φωναὶ, τὴν εἰς τέλος καθαίρεσιν τοῦ ἐχθροῦ παριστῶσαι, ὡς οὐδεμιᾶς πάλης, οὐδὲ ἀγῶνος ἐν τοῖς ἄνω ὑπολειπομένου ἡμῖν, οὐδέ τινος ἀνθισταμένου καὶ παρατρέποντος ἡμᾶς τῆς μακαρίας ζωῆς, ἀλλ', ἄλυπον ἡμῶν τὴν διαδοχὴν ἐχόντων πρὸς τὸ ἑξῆς, καὶ ἀπολαυόντων ἡμῶν τοῦ ξύλου τῆς ζωῆς εἰς τὸ διηνεκὲς, οὗ μετασχεῖν ἐξ ἀρχῆς διὰ τὴν τοῦ ὄφεως ἐπιβουλὴν ἐκωλύθημεν·
Ἔταξε γὰρ ὁ Θεὸς τὴν φλογίνην ῥομφαίαν φυλάσσειν τὴν ὁδὸν τοῦ ξύλου ζωῆς·
ἣν παρελθόντες ἀκωλύτως, εἴσω γενοίμεθα τῆς ἀπολαύσεως τῶν καλῶν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας·
Ἀμήν.


Πανεπιστήμιο Αιγαίου, Τμήμα Πολιτισμικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού με αναφορά στην πηγή προέλευσής του.

No votes yet


Η Θεία Λειτουργία

Η Θεία Λειτουργία στα Αραβικά -

خدمة القداس الإلهي عربي

Πειραϊκὴ Ἐκκλησία

Ακούστε (((ο)))
Πειραϊκή Εκκλησία 912fm

You are missing some Flash content that should appear here! Perhaps your browser cannot display it, or maybe it did not initialize correctly.

Ὅλα ἀρχίζουν ἐδῶ

Κάθε λογισμὸς καὶ κάθε αἴσθηση ὁδηγοῦν σταδιακὰ τὴν ψυχὴ εἴτε πρὸς τὸν παράδεισο εἴτε πρὸς τὴν κόλαση.

Ἄν ὁ λογισμὸς εἶναι ἔλλογος, τότε συνδέει τὸν ἄνθρωπο μὲ τὸν Θεὸ Λόγο, μὲ τὸν ὕψιστο Λογισμό, μὲ τὴν Παναξία, πρᾶγμα ποὺ εἶναι ἤδη ὁ παράδεισος.

παράδεισος

Ἐάν πάλι εἶναι ἄλογος ὁ λογισμὸς ἤ καὶ παράλογος, τότε συνδέει ἀναπόφευκτα τὸν ἄνθρωπο μὲ τὸν Παράλογο, τὸν Ἀνόητο, μὲ τὸν διάβολο, πρᾶγμα ποὺ εἶναι ἤδη ἡ κόλαση.

Ὅσα ἰσχύουν γιὰ τὸν λογισμὸ, ἰσχύουν καὶ γιὰ τις αἰσθήσεις. Ὅλα ἀρχίζουν ἐδῶ, ἀπὸ τὴν γῆ: καὶ ὁ παράδεισος μὰ καὶ ἡ κόλαση τοῦ ἀνθρώπου.

Ἰουστῖνος Πόποβιτς

Ιωάννου Χρυσοστόμου

Ἐγὼ πατὴρ, ἐγὼ ἀδελφὸς, ἐγὼ νυμφίος, ἐγὼ οἰκία, ἐγὼ τροφὴ, ἐγὼ ἱμάτιον, ἐγὼ ῥίζα, ἐγὼ θεμέλιος, πᾶν ὅπερ ἂν θέλῃς ἐγώ· μηδενὸς ἐν χρείᾳ καταστῇς. Ἐγὼ καὶ δουλεύσω· ἦλθον γὰρ διακονῆσαι, οὐ διακονηθῆναι. Ἐγὼ καὶ φίλος, καὶ μέλος, καὶ κεφαλὴ, καὶ ἀδελφὸς, καὶ ἀδελφὴ, καὶ μήτηρ, πάντα ἐγώ· μόνον οἰκείως ἔχε πρὸς ἐμέ. Ἐγὼ πένης διὰ σέ· καὶ ἀλήτης διὰ σέ· ἐπὶ σταυροῦ διὰ σὲ, ἐπὶ τάφου διὰ σέ· ἄνω ὑπὲρ σοῦ ἐντυγχάνω τῷ Πατρὶ, κάτω ὑπὲρ σοῦ πρεσβευτὴς παραγέγονα παρὰ τοῦ Πατρός. Πάντα μοι σὺ, καὶ ἀδελφὸς, καὶ συγκληρονόμος, καὶ φίλος, καὶ μέλος. Τί πλέον θέλεις; τί τὸν φιλοῦντα ἀποστρέφῃ; τί τῷ κόσμῳ κάμνεις; τί εἰς πίθον ἀντλεῖς τετρημένον;  περισσότερα »»»

Η Ελλάδα και ο Υμνος της Ελευθερίας

Ελληνική σημαία - Ελλάς - Ελευθερία

You are missing some Flash content that should appear here! Perhaps your browser cannot display it, or maybe it did not initialize correctly.

Υπεραγία Παρθένος Θεοτόκος Μαρία

Κύριος διασκεδάζει βουλὰς ἐθνῶν, ἀθετεῖ δὲ λογισμοὺς λαῶν καὶ ἀθετεῖ βουλὰς ἀρχόντων· ἡ δὲ βουλὴ τοῦ Κυρίου εἰς τὸν αἰῶνα μένει, λογισμοὶ τῆς καρδίας αὐτοῦ εἰς γενεὰν καὶ γενεάν. (Ψαλ. 32, 10-11)

εἰ δέ τις τῶν ἰδίων καὶ μάλιστα τῶν οἰκείων οὐ προνοεῖ, τὴν πίστιν ἤρνηται καὶ ἔστιν ἀπίστου χείρων. (Τιμ.Α 5,8)

Ἅγιος Ἀντώνιος ὁ Μέγας

Οἱ ἄνθρωποι καταχρηστικά λέγονται λογικοί. Δεν εἶναι λογικοὶ ὅσοι ἔμαθαν ἀπλῶς τὰ λόγια καὶ τὰ βιβλία τῶν ἀρχαίων σοφῶν, ἀλλ' ὅσοι ἔχουν τὴ λογικὴ ψυχὴ καὶ μποροῦν νὰ διακρίνουν ποιὸ εἶναι τὸ καλὸ καἰ ποιὸ τὸ κακό καὶ ἀποφεύγουν τὰ πονηρὰ καὶ βλαβερὰ στὴν ψυχή, τὰ δὲ ἀγαθὰ καὶ ψυχωφελῆ, τὰ ἀποκτοῦν πρόθυμα μὲ τὴ μελέτη καὶ τὰ ἐφαρμόζουν μὲ πολλὴ εὐχαριστία πρὸς τὸν Θεό. Αὐτοὶ μόνοι πρέπει νὰ λέγονται ἀληθινὰ λογικοὶ ἄνθρωποι.

St Antony the Great

Ἐφ᾿ ὅσον ἐννοεῖς τὰ περὶ Θεοῦ, νὰ εἶσαι εὐσεβής, χωρὶς φθόνο, ἀγαθός, σώφρων, πράος, χαριστικὸς κατὰ δύναμιν, κοινωνικός, ἀφιλόνεικος καὶ τὰ ὅμοια. Διότι αὐτὸ εἶναι τὸ ἀπαραβίαστο ἀπόκτημα τῆς ψυχῆς, νὰ ἀρέσει στὸ Θεὸ μὲ τέτοιες πράξεις καὶ μὲ τὸ νὰ μὴν κρίνει κανέναν καὶ νὰ λέει γιὰ κανέναν, ὅτι ὁ δείνα εἶναι κακὸς καὶ ἁμάρτησε. Ἀλλὰ καλλίτερο εἶναι νὰ συζητᾶμε τὰ δικά μας κακά, καὶ νὰ ἐρευνᾶμε μέσα μας τὴ δική μας πολιτεία, ἐὰν εἶναι ἀρεστὴ στὸ Θεό. Διότι, τί μᾶς μέλει ἐμᾶς, ἐὰν ὁ ἄλλος εἶναι πονηρός;

περισσότερα