Ο Κύριος ημών Ιησούς Χριστός | Ορθόδοξοι Πατέρες Our Lord Jesus Christ | Orthodox Fathers

»»»    Περὶ εἱμαρμένης τε καὶ προνοίας

Περὶ εἱμαρμένης τε καὶ προνοίας


Πολλῆς γέμει ταραχῆς ἡμῶν ἡ ζωὴ,
καὶ θορύβων μεστὸς ὁ παρὼν βίος ἐστίν·
ἀλλ' οὐ τοῦτό ἐστι τὸ χαλεπὸν, ἀγαπητοὶ,
ἀλλ' ὅτι τοὺς θορύβους τούτους καὶ τὰς ταραχὰς,
ἢ πρὸς τὸ πραότερον μεταθεῖναι δυνάμενοι,
ἢ μένοντες φέρειν ἀλύπως,
οὐδέτερον τούτων μεμελετήκαμεν,
ἀλλ' ἀποδυσπετοῦντες τὸν ἅπαντα διατελοῦμεν χρόνον·

καὶ ὁ μὲν πενίαν,
ὁ δὲ νόσον ὀδύρεται,
ἄλλος φροντίδων ὄγκον,
καὶ προστασίαν οἰκίας,
ἕτερος παιδοτροφίαν,
ἄλλος ἀπαιδίαν.

Καὶ θέα τῆς ἀνοίας τὴν ὑπερβολήν·
οὐ γὰρ ἐπὶ τοῖς αὐτοῖς πράγμασιν,
ἀλλ' ἐπὶ τοῖς ἐναντίοις ἴσως πάντες θρηνοῦμεν.

Καίτοι γε εἰ τῶν πραγμάτων ἡ φύσις ἡμῖν
αἰτία τῶν ὀδυρμῶν ἦν,
οὐκ ἐχρῆν ἐπὶ τοῖς ἐναντίοις ἴσως ὀδύρεσθαι·
ἀλλ' εἰ πενία κακὸν καὶ ἀφόρητον,
τὸν ἐν πλούτῳ ζῶντα οὐδέποτε ἐχρῆν ἀλύειν·
καὶ εἰ ἀπαιδία κακὸν,
τὸν πολυπαιδίας ἀπολαύοντα εὐθυμεῖν ἐχρῆν.

Πάλιν εἰ τὸ τὰ κοινὰ τῆς πόλεως πράγματα διοικεῖν,
καὶ τιμῶν ἀπολαύειν,
καὶ πολλοὺς ἔχειν τοὺς ὑποκειμένους ζηλωτὸν,
ἐχρῆν τὸν ἀπράγμονα βίον καὶ γαληνὸν φευκτὸν εἶναι,
καὶ παρὰ πάντων ἀνθρώπων μισεῖσθαι.

Νῦν δὲ ὅταν ἴδῃς,
ὅτι πλούσιοι καὶ πένητες ἴσως ὀδύρονται,
πολλάκις δὲ ὁ πλουτῶν ὑπὲρ πένητα τοῦτο πάλιν ποιεῖ,
καὶ ὁ ἀρχῆς ἀπολαύων,
καὶ ὁ ἀρχόμενος,
καὶ ὁ πολλῶν παίδων πατὴρ,
καὶ ὁ μηδένα ὅλως ἐσχηκὼς,
μὴ τὰ πράγματα τῆς ἀταξίας αἰτιώμεθα,
ἀλλὰ τοὺς οὐ δυναμένους αὐτοῖς εἰς δέον χρήσασθαι,
καὶ πάσης ἀθυμίας ἀπαλλάττειν ἑαυτούς.

Ἡ γὰρ ταραχὴ καὶ ὁ θόρυβος οὐχὶ τούτων ἐστὶ περιπέτεια,
ἀλλ' ἡμεῖς καὶ ἡ ἡμετέρα διάνοια·
ὡς ἐὰν αὐτὴ καλῶς ἡμῖν ᾖ κατεσκευασμένη,
κἂν μυρίοι πανταχόθεν ἐγείρωνται χειμῶνες,
ἐν γαλήνῃ καὶ λιμένι καθευδούμεθα διαπαντός·
ὥσπερ οὖν οὐκ εὖ ἐχούσης αὐτῆς,
κἂν ἐξ οὐρίων ἡμῖν ἅπαντα φέρηται,
τῶν ἐν ναυαγίοις ὄντων οὐδὲν ἄμεινον διακεισόμεθα.

Τοῦτο γοῦν ἐστι καὶ ἐπὶ τῶν σωμάτων ἰδεῖν.

Ὁ μὲν γὰρ ἰσχυρὸν τὸ ἑαυτοῦ κατεσκευακὼς σῶμα,
κἂν μυρίαις ἀέρων ἀνωμαλίαις μάχηται,
οὐ μόνον οὐδὲν πείσεται δεινὸν,
ἀλλὰ καὶ προσθήκην ἰσχύος τῇ γυμνασίᾳ
καὶ τῇ τῆς δυσκρασίας ὁμιλίᾳ προσέλαβεν·
ἂν δὲ ἀσθενὲς ἔχῃ καὶ διάραιον,
κἂν ἀρίστης ἀπολαύῃ τῆς τῶν ὡρῶν κράσεως,
οὐδὲν αὐτῷ πλέον ἀπὸ ταύτης ἔσται τῆς εὐμοιρίας,
τῆς οἴκοθεν ἀσθενείας τῇ παρὰ τῶν ὡρῶν εὐκληρίᾳ λυμαινομένης.

Οὕτω καὶ ἐπὶ τῶν σιτίων ὁρῶμεν·
ὅταν μὲν γὰρ ἰσχυρὸν καὶ ἐῤῥωμένον ἡμῖν τὸ σῶμα τῆς γαστρὸς ᾖ,
πᾶν ὅπερ ἂν ἐνδέχηται,
κἂν σκληρὸν ᾖ,
κἂν αὐτῷ ἀκατέργαστον,
πρὸς καθαρὸν αὐτὸ μετασχηματίζει χυμὸν,
τῆς φυσικῆς κράσεως περιγιγνομένης τῆς ἐν τῷ σιτίῳ κακίας·
ὅταν δὲ ὁ τόνος αὐτοῦ καταλελυμένος ᾖ καὶ χαῦνος,
κἂν τὸ πάντων εὐχυμότερον αὐτῇ προσενέγκῃς ἔδεσμα εἰς τὸ χείριστον αὐτὸ μετεῤῥύθμισε καὶ διέφθειρε,
τῆς ἀσθενείας τὴν ἀρετὴν αὐτοῦ λυμαινομένης.

Οὕτω δὴ καὶ ἡμεῖς, ὅταν ἴδωμεν πραγμάτων ἀταξίαν,
μὴ τὸν Θεὸν αἰτιώμεθα, ἀγαπητοί·
τοῦτο γὰρ οὐχὶ φάρμακόν ἐστιν εὑρεῖν τῷ τραύματι,
ἀλλὰ τραῦμα ἐπαγαγεῖν τραύματι.

Μὴ δαίμοσι λογιζώμεθα τοῦ κόσμου τὴν οἰκονομίαν,
μὴ ἀπρονόητα εἶναι νομίζωμεν τὰ παρόντα,
μὴ γενέσεώς τινος καὶ εἱμαρμένης τυραννίδα ἐπιτειχίζωμεν τῇ προνοίᾳ τοῦ Θεοῦ.

Ταῦτα γὰρ πάντα βλασφημίας γέμει,
καὶ ἡ ὄντως ταραχὴ καὶ ἀταξία οὐχὶ τῶν πραγμάτων ἐστὶ φορὰ,
ἀλλ' ὁ οὕτω διακείμενος λογισμός·
ὃς κἂν μυρίας εὐταξίας ἀπολαύῃ,
ἕως ἂν τὴν ἀταξίαν τὴν ἐν αὐτῷ καὶ τὴν ταραχὴν διορθώσηται,
οὐδὲν αὐτῷ τῆς ἐν τοῖς πράγμασιν εὐταξίας ἔσται τὸ πλέον·
ἀλλ' ὥσπερ ὀφθαλμὸς, νοσῶν μὲν καὶ ἐν μεσημβρίᾳ φανοτάτῃ σκότος ὄψεται,
καὶ ἕτερα ἀνθ' ἑτέρων,
καὶ οὐδὲν αὐτῷ τῆς ἀκτῖνος ἔσται πλέον,
ὑγιαίνων δὲ καὶ ἐῤῥωμένος,
καὶ ἐν ἑσπέρᾳ δυνήσεται τὸ σῶμα χειραγωγεῖν μετὰ ἀσφαλείας·

οὕτω καὶ ὁ τῆς διανοίας τῆς ἡμετέρας ὀφθαλμὸς,
ἕως μὲν ἂν ἐῤῥωμένος ᾖ, κἂν ἄτακτα εἶναι δοκοῦντα ἴδῃ, καλῶς ὄψεται·

ὅταν δὲ διεφθαρμένος,
κἂν εἰς αὐτὸν ἀναγάγῃς τὸν οὐρανὸν,
καὶ τῶν ἐκεῖ πολλὴν ἀταξίαν καταγνώσεται καὶ ταραχήν.

Καὶ ὅτι ταῦτα οὕτως ἔχει,
πολλά σοι τῶν πάλαι
καὶ τῶν ἐφ' ἡμῶν τούτου κατασκευάσω παραδείγματα.

Πόσοι πενίαν φέρουσιν εὐκόλως,
καὶ τῷ Θεῷ διὰ τοῦτο εὐχαριστοῦντες οὐ διαλιμπάνουσι;

πόσοι πλοῦτον καὶ τρυφὴν ἔχοντες,
οὐκ εὐχαριστοῦσιν, ἀλλὰ βλασφημοῦσι τὸν ∆εσπότην;

πόσοι μηδὲν παθόντες δεινὸν,
κατηγοροῦσι τῆς καθόλου προνοίας;

πόσοι δεσμωτήριον τὸν ἅπαντα χρόνον οἰκήσαντες,
τῶν ἐν ἀδείᾳ καὶ ἀσφαλείᾳ βεβιωκότων εὐγνωμονέστερον τὴν ἐκεῖ φέρουσι ταλαιπωρίαν;

Ὁρᾷς ὅτι ἡ τῆς ψυχῆς κατάστασις,
καὶ ὅτι ὁ οἰκεῖος λογισμὸς καὶ τούτων καὶ ἐκείνων αἴτιος,
ἀλλ' οὐκ αὐτὴ τῶν πραγμάτων ἡ φύσις.

Ὥστε εἰ τῆς διανοίας ἐπιμέλειαν ἐποιούμεθα τῆς ἡμετέρας,
οὐκ ἦν ταραχὴ,
οὐκ ἦν ἀταξία,
οὐκ ἦν τῶν δεινῶν οὐδὲν,
εἰ καὶ εὐρίπου παντὸς χαλεπώτερον ἄνω καὶ κάτω τὰ πράγματα τῆς ἡμετέρας ἐφέρετο ζωῆς.

∆ιὰ τί γὰρ, εἰπέ μοι, Παῦλος εὐχαριστεῖ;

Καίτοι τῶν ἄριστα βεβιωκότων ἐστὶ,
τῶν τῇ ἀρετῇ συνεζηκότων τὸν ἅπαντα χρόνον,
τῶν ἥκιστα τοσαῦτα παθόντων δεινά·
οὐδεὶς οὔτε δικαιότερος ἐκείνου γέγονε τῶν ὑφ' ἡλίῳ πάντων ἀνθρώπων,
οὔτε χαλεπώτερα ἐκείνου πέπονθε τῶν ἐξ οὗ γεγόνασιν ἄνθρωποι.

Ἀλλ' ὅμως ὁρῶν πολλοὺς ἐν πονηρίᾳ ζῶντας,
καὶ εὐθυμουμένους,
καὶ τῶν παρόντων χρημάτων ἀπολαύοντας,
εὐχαριστεῖ τῷ Θεῷ καὶ αὐτὸς,
καὶ τοῖς ἄλλοις πᾶσι παρῄνει τοῦτο.

Πρὸς ἐκεῖνον βλέπετε.

Καὶ σὺ ὅταν ἴδῃς τὸν πονηρὸν εὐθυμούμενον,
ὅταν ἴδῃς ἐπαιρόμενον,
ὅταν ἴδῃς ἐχθρῶν κρατοῦντα,
τοὺς λελυπηκότας ἀμυνόμενον,
μηδεμίαν ὑποστάντα ζημίαν,
πανταχόθεν αὐτῷ τὰ χρήματα ἐπιῤῥέοντα,
πάντας τιμῶντας καὶ κολακεύοντας,
σαυτὸν δὲ ἐν τοῖς ἐναντίοις πᾶσιν,
ἐν ἐπηρείαις, συκοφαντίαις, ἐπιβουλαῖς,
μὴ νομίσῃς εἶναι τῶν ἐπεῤῥιμμένων,
ἀλλ' εἰς Παῦλον ἰδὼν τὸν τῆς σῆς ὄντα μερίδος,
ἀνάβηθι τὴν διάνοιαν,
ἀνάκτησαι τοὺς λογισμοὺς,
μὴ καταπέσῃς ὑπὸ τῆς ἀθυμίας.

Τὸν φίλον τῷ Θεῷ καὶ τὸν πολέμιον μὴ ἀπὸ τῆς εὐπραγίας
καὶ δυσπραγίας τῆς ἐνταῦθα δοκίμαζε,
ἀλλὰ ἂν μὲν ἴδῃς ὀρθῶς ζῶντα,
καὶ νόσῳ κενούμενον,
καὶ πρὸς εὐσέβειαν βλέποντα,
μακάριζε καὶ ζηλωτὸν εἶναι νόμιζε,
κἂν μυρίας ἁλύσεις περικέηται,
καὶ δεσμωτήριον οἰκῇ διαπαντὸς,
κἂν ἀναξίοις δουλεύῃ, κἂν πένηται, κἂν μέταλλα ἐργάζηται, κἂν ὁτιοῦν πάσχῃ δεινόν.

Μακάριος γὰρ οὗτός ἐστι,
κἂν ἐξορύγηται, κἂν καίηται,
κἂν κατὰ μικρὸν δαπανᾶται τὸ σῶμα.

Ἂν δὲ ἴδῃς ἕτερον ἐν ἀσελγείᾳ καὶ πονηρίᾳ,
καὶ τοῖς ἐσχάτοις ζῶντα κακοῖς,
καὶ πολλῆς ἀπολαύοντα τιμῆς,
ἐπὶ τὸν θρόνον αὐτὸν ἀναβαίνοντα τὸν βασιλικὸν,
καὶ διάδημα περικείμενον,
καὶ ἁλουργίδα ἔχοντα,
καὶ τῆς οἰκουμένης ἁπάσης κρατοῦντα,
δάκρυσον καὶ διὰ τοῦτο τὸν τοιοῦτον, καὶ ταλάνιζε.

Οὐδὲν γὰρ ὄντως ἀθλιώτερον τῆς οὕτω διακειμένης ψυχῆς,
κἂν πᾶσαν ὑποτεταγμένην ἔχῃ τὴν οἰκουμένην.

Τί γὰρ ὄφελος ἐν χρήμασι πλουτεῖν,
ὅταν κατὰ τὴν ἀρετὴν πάντων πενέστερος ᾖ;
τί δὲ κέρδος τοσούτων κρατεῖν,
ὅταν ἑαυτοῦ καὶ τῶν ἑαυτοῦ παθῶν μὴ δύνηται περιγενέσθαι;

Ἀλλ' ἂν μὲν σῶμα ἴδωμεν κακῶς διακείμενον καὶ πυρέττοντα,
ἢ ποδαλγίᾳ, ἢ φθόῃ τινὶ,
ἢ ἑτέρῳ ἀνηκέστῳ πάθει προκατειλημμένον,
δακρύομεν,
κἂν πάντων εὐπορώτερος ᾖ,
καὶ τοσούτῳ μᾶλλον, ὅσῳπερ ἂν εὐπορώτερος ᾖ.

Ἡ γὰρ αἴσθησις δριμυτέρα γίνεται τῶν δεινῶν,
ὅταν ἐν ἀφθονίᾳ τις τῶν ἀναγκαίων ᾖ.

Ὁ μὲν γὰρ παρὰ πενίαν κωλυόμενος τῆς ἀπολαύσεως,
ἔχει τὴν ἀνάγκην παραμυθίαν·
ὁ δὲ κύριος ὢν πάσῃ κεχρῆσθαι,
καὶ κωλυόμενος ὑπὸ τῆς ἀῤῥωστίας,
αὐτῷ τούτῳ μᾶλλον ἐμπίπραται.

Πῶς οὖν οὐκ ἄτοπον εἰ μὲν νοσήματι σωματικῷ προκατειλημμένον ἴδοιμέν τινα,
ταλανίζειν αὐτὸν,
κἂν εὔπορος ᾖ,
ψυχῆς δὲ κακῶς διακειμένης, ψυχῆς,
ἧς ἡμῖν ἴσον οὐδὲν οὐδὲ τιμιώτερον,
μακαρίζειν δι' ὀλίγα χρήματα,
ἢ διὰ πρόσκαιρον τιμὴν,
ἢ δι' ἄλλο τῶν ἐνταῦθα μενόντων καὶ μετὰ τῆς ζωῆς ταύτης,
μᾶλλον δὲ πολλάκις καὶ πρὸ τῆς ζωῆς, ἡμᾶς ἀπολιμπανόντων;

Μὴ, παρακαλῶ.
Ταῦτα τῆς ταραχῆς ἡμῖν αἴτια, ταῦτα θορύβου.

∆ιὰ τοῦτο τοῦ Θεοῦ κατηγοροῦσι πολλοὶ,
διὰ τοῦτο τὸν κόσμον ἀπρονόητον νομίζουσιν.

Ὡς εἰ ᾔδεσαν ὅτι οὐδὲν ἀγαθὸν ἐν τῷ παρόντι βίῳ,
ἀλλ' ἢ ἀρετὴ μόνον,
οὐ πλοῦτος,
οὐ χρήματα,
οὐχ ὑγίεια,
οὐ δυναστεία,
οὐκ ἄλλο οὐδὲν,
καὶ ὡς οὐδὲν κακὸν ἐν τῷ παρόντι βίῳ,
ἀλλ' ἢ κακία μόνον καὶ πονηρία καὶ διαστροφὴ ψυχῆς,
οὐ πενία καὶ νόσος,
καὶ ἐπήρεια,
καὶ συκοφαντίαι,
καὶ τὰ ἄλλα, ἃ νομίζεται εἶναι δεινὰ,
οὐκ ἄν ποτε ταῦτα ἐφθέγξαντο,
ἅπερ νῦν, οὐκ ἄν ποτε ἐν ἀθυμίᾳ διήγαγον,
οὐκ ἄν ποτε ἐμακάρισαν οὓς ταλανίζειν ἐχρῆν,
οὐκ ἄν ποτε ἐταλάνισαν οὓς μακαρίζειν ἔδει,
οὐκ ἂν ὡς περὶ ὄντων τῶν ἀνθρώπων διέκειντο.

Τὸ γὰρ ἐπὶ πολυσαρκίᾳ, καὶ δαψιλεῖ φάτνῃ,
καὶ ὕπνῳ πολλῷ μακαρίζειν ἀνθρώπους οὐδὲν ἕτερόν ἐστιν,
ἢ ὡς περὶ ἀλόγων διακεῖσθαι·
ἐπεὶ καὶ ἐκείνων τοῦτό ἐστιν ἡ εὐπραγία,
μᾶλλον δὲ καὶ ἐν τοῖς ἀλόγοις κακία τοῦτό ἐστι.

Πολλοὶ γοῦν καὶ ὄνοι καὶ ἵπποι διεφθάρησαν,
ἐν ἀργίᾳ καὶ ἀδηφαγίᾳ ζῶντες.

Εἶτα, ἐπὶ μὲν τῶν ἀλόγων ζώων,
οἷς ἡ πᾶσα ἀρετὴ ἐν εὐεξίᾳ σώματος, βλαβερὸν τοῦτο·
ἐπὶ δὲ τῶν ἀνθρώπων,
οἷς πᾶν τὸ κῦρος ἐν τῇ τῆς ψυχῆς εὐγενείᾳ,
ἀρετὴν τοῦτο θησόμεθα,
καὶ οὐκ αἰσχυνθησόμεθα τὸν οὐρανὸν,
καὶ τοὺς τῆς ψυχῆς ἡμῶν συγγενεῖς ἀγγέλους;
οὐκ ἐρυθριᾷς καὶ αὐτὴν τοῦ σώματος τὴν φύσιν καὶ τὴν διάπλασιν;
οὐ γὰρ ὥσπερ τοῖς ἀλόγοις,
οὕτω καὶ ἡμῖν αὐτὸ διετύπωσεν ὁ Θεὸς,
ἀλλ' ὡς πρέπον ἦν μέλλον ψυχῇ λογικῇ καὶ ἀθανάτῳ διακονεῖν.

∆ιὰ τί γὰρ τοῖς μὲν ἀλόγοις πᾶσι κάτω νεύοντας ἐποίησε τοὺς ὀφθαλμοὺς ὁ Θεὸς,
σοὶ δὲ καθάπερ ἐν ἀκροπόλει τῇ κεφαλῇ φέρων αὐτοὺς ἐγκατέθηκεν;
οὐκ ἐπειδὴ ἐκείνοις μὲν οὐδὲν πρὸς τὸν οὐρανὸν κοινὸν,
σοὶ δὲ μάλιστα τὰ ἄνω περισκοπεῖν νόμος
καὶ παρὰ τοῦ Θεοῦ καὶ παρὰ τῆς φύσεως ἐξ ἀρχῆς ἐτέθη;

∆ιὰ τί σοὶ μὲν τὸ σῶμα ὄρθιον ἐποίησεν,
ἐκείνοις δὲ πάλιν κάτω νενευκός;
οὐχὶ διὰ τὴν αὐτὴν αἰτίαν πάλιν,
καὶ ἀπ' αὐτῆς τῆς διαπλάσεως παιδεύων σε,
μηδὲν κοινὸν ἔχειν πρὸς τὴν γῆν, μήτε προστετηκέναι τοῖς παροῦσι πράγμασι;

Μὴ τοίνυν καταπροδῶμεν τὴν εὐγένειαν,
μηδὲ πρὸς τὴν τῶν ἀλόγων δυσγένειαν ἐξολισθήσωμεν,
ἵνα μὴ καὶ περὶ ἡμῶν εἴπῃ·

Ἄνθρωπος ἐν τιμῇ ὢν οὐ συνῆκεν.

Τὸ γὰρ τρυφῇ, καὶ πλούτῳ, καὶ δόξῃ,
καὶ τοῖς παροῦσι πράγμασι τὴν εὐημερίαν ὁρίζεσθαι,
οὐκ ἔστιν ἐπεσκεμμένων τὴν οἰκείαν εὐγένειαν,
ἀλλ' ἀνθρώπων ἵππων καὶ ὄνων γενομένων.

Ἀλλὰ μὴ γένοιτό τινας τοιούτους ἐνταῦθα παρεῖναι,
ἐν ἁγίῳ χορῷ καὶ θεάτρῳ πνευματικῷ, καὶ συλλόγῳ θεοσεβεῖ.

∆ιὰ γὰρ τοῦτο καθ' ἑκάστην ἡμέραν θείας ἀπολαύομεν ἀκροάσεως,
ἵνα καθάπερ δρεπάνῃ τῷ λόγῳ,
τὰ ὑλομανοῦντα πάθη τῆς διανοίας περικόπτοντες,
ἔγκαρπα δένδρα γενώμεθα,
καὶ καρπὸν ἐνέγκωμεν ὥριμον,
εἰς ἀποθήκην ἀποτιθέμενον βασιλικὴν,
δόξαν φέροντα τῷ κοινῷ ∆εσπότῃ καὶ γεωργῷ τῶν ἡμετέρων ψυχῶν,
καὶ ἡμῖν ζωὴν τὴν ἀθάνατον,
ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν,
χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ,
μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα,
καὶ κράτος, καὶ τιμὴ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


Πανεπιστήμιο Αιγαίου, Τμήμα Πολιτισμικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού με αναφορά στην πηγή προέλευσής του.

No votes yet


Η Θεία Λειτουργία

The Arabic Divine Liturgy of St. John Chrysostomos

Πειραϊκὴ Ἐκκλησία

Ακούστε (((ο)))
Πειραϊκή Εκκλησία 912fm

You are missing some Flash content that should appear here! Perhaps your browser cannot display it, or maybe it did not initialize correctly.

Ὅλα ἀρχίζουν ἐδῶ

Κάθε λογισμὸς καὶ κάθε αἴσθηση ὁδηγοῦν σταδιακὰ τὴν ψυχὴ εἴτε πρὸς τὸν παράδεισο εἴτε πρὸς τὴν κόλαση.

Ἄν ὁ λογισμὸς εἶναι ἔλλογος, τότε συνδέει τὸν ἄνθρωπο μὲ τὸν Θεὸ Λόγο, μὲ τὸν ὕψιστο Λογισμό, μὲ τὴν Παναξία, πρᾶγμα ποὺ εἶναι ἤδη ὁ παράδεισος.

παράδεισος

Ἐάν πάλι εἶναι ἄλογος ὁ λογισμὸς ἤ καὶ παράλογος, τότε συνδέει ἀναπόφευκτα τὸν ἄνθρωπο μὲ τὸν Παράλογο, τὸν Ἀνόητο, μὲ τὸν διάβολο, πρᾶγμα ποὺ εἶναι ἤδη ἡ κόλαση.

Ὅσα ἰσχύουν γιὰ τὸν λογισμὸ, ἰσχύουν καὶ γιὰ τις αἰσθήσεις. Ὅλα ἀρχίζουν ἐδῶ, ἀπὸ τὴν γῆ: καὶ ὁ παράδεισος μὰ καὶ ἡ κόλαση τοῦ ἀνθρώπου.

Ἰουστῖνος Πόποβιτς

Ιωάννου Χρυσοστόμου

Ἐγὼ πατὴρ, ἐγὼ ἀδελφὸς, ἐγὼ νυμφίος, ἐγὼ οἰκία, ἐγὼ τροφὴ, ἐγὼ ἱμάτιον, ἐγὼ ῥίζα, ἐγὼ θεμέλιος, πᾶν ὅπερ ἂν θέλῃς ἐγώ· μηδενὸς ἐν χρείᾳ καταστῇς. Ἐγὼ καὶ δουλεύσω· ἦλθον γὰρ διακονῆσαι, οὐ διακονηθῆναι. Ἐγὼ καὶ φίλος, καὶ μέλος, καὶ κεφαλὴ, καὶ ἀδελφὸς, καὶ ἀδελφὴ, καὶ μήτηρ, πάντα ἐγώ· μόνον οἰκείως ἔχε πρὸς ἐμέ. Ἐγὼ πένης διὰ σέ· καὶ ἀλήτης διὰ σέ· ἐπὶ σταυροῦ διὰ σὲ, ἐπὶ τάφου διὰ σέ· ἄνω ὑπὲρ σοῦ ἐντυγχάνω τῷ Πατρὶ, κάτω ὑπὲρ σοῦ πρεσβευτὴς παραγέγονα παρὰ τοῦ Πατρός. Πάντα μοι σὺ, καὶ ἀδελφὸς, καὶ συγκληρονόμος, καὶ φίλος, καὶ μέλος. Τί πλέον θέλεις; τί τὸν φιλοῦντα ἀποστρέφῃ; τί τῷ κόσμῳ κάμνεις; τί εἰς πίθον ἀντλεῖς τετρημένον;  περισσότερα »»»

Η Ελλάδα και ο Υμνος της Ελευθερίας

Ελληνική σημαία - Ελλάς - Ελευθερία

You are missing some Flash content that should appear here! Perhaps your browser cannot display it, or maybe it did not initialize correctly.

Υπεραγία Παρθένος Θεοτόκος Μαρία

Κύριος διασκεδάζει βουλὰς ἐθνῶν, ἀθετεῖ δὲ λογισμοὺς λαῶν καὶ ἀθετεῖ βουλὰς ἀρχόντων· ἡ δὲ βουλὴ τοῦ Κυρίου εἰς τὸν αἰῶνα μένει, λογισμοὶ τῆς καρδίας αὐτοῦ εἰς γενεὰν καὶ γενεάν. (Ψαλ. 32, 10-11)

εἰ δέ τις τῶν ἰδίων καὶ μάλιστα τῶν οἰκείων οὐ προνοεῖ, τὴν πίστιν ἤρνηται καὶ ἔστιν ἀπίστου χείρων. (Τιμ.Α 5,8)

Ἅγιος Ἀντώνιος ὁ Μέγας

Οἱ ἄνθρωποι καταχρηστικά λέγονται λογικοί. Δεν εἶναι λογικοὶ ὅσοι ἔμαθαν ἀπλῶς τὰ λόγια καὶ τὰ βιβλία τῶν ἀρχαίων σοφῶν, ἀλλ' ὅσοι ἔχουν τὴ λογικὴ ψυχὴ καὶ μποροῦν νὰ διακρίνουν ποιὸ εἶναι τὸ καλὸ καἰ ποιὸ τὸ κακό καὶ ἀποφεύγουν τὰ πονηρὰ καὶ βλαβερὰ στὴν ψυχή, τὰ δὲ ἀγαθὰ καὶ ψυχωφελῆ, τὰ ἀποκτοῦν πρόθυμα μὲ τὴ μελέτη καὶ τὰ ἐφαρμόζουν μὲ πολλὴ εὐχαριστία πρὸς τὸν Θεό. Αὐτοὶ μόνοι πρέπει νὰ λέγονται ἀληθινὰ λογικοὶ ἄνθρωποι.

St Antony the Great

Ἐφ᾿ ὅσον ἐννοεῖς τὰ περὶ Θεοῦ, νὰ εἶσαι εὐσεβής, χωρὶς φθόνο, ἀγαθός, σώφρων, πράος, χαριστικὸς κατὰ δύναμιν, κοινωνικός, ἀφιλόνεικος καὶ τὰ ὅμοια. Διότι αὐτὸ εἶναι τὸ ἀπαραβίαστο ἀπόκτημα τῆς ψυχῆς, νὰ ἀρέσει στὸ Θεὸ μὲ τέτοιες πράξεις καὶ μὲ τὸ νὰ μὴν κρίνει κανέναν καὶ νὰ λέει γιὰ κανέναν, ὅτι ὁ δείνα εἶναι κακὸς καὶ ἁμάρτησε. Ἀλλὰ καλλίτερο εἶναι νὰ συζητᾶμε τὰ δικά μας κακά, καὶ νὰ ἐρευνᾶμε μέσα μας τὴ δική μας πολιτεία, ἐὰν εἶναι ἀρεστὴ στὸ Θεό. Διότι, τί μᾶς μέλει ἐμᾶς, ἐὰν ὁ ἄλλος εἶναι πονηρός;

περισσότερα