Ο Κύριος ημών Ιησούς Χριστός | Ορθόδοξοι Πατέρες Our Lord Jesus Christ | Orthodox Fathers

»»»    Περὶ ἐλέους και κρίσεως

Περὶ ἐλέους και κρίσεως


Πάτερ, εὐλόγησον.
Ὁ μὲν ἐπιλανθανόμενος τοῦ Θεοῦ κόσμος, ἀδελφοὶ,
ἀδικίᾳ τῇ πρὸς τὸν πλησίον,
καὶ ἀπανθρωπίᾳ τῇ πρὸς τοὺς ἀδυνάτους κρατεῖται,
καθάπερ ὁ θεῖος Ἀπόστολος λέγει,
ὅτι καθὼς οὐκ ἐδοκίμασαν τὸν Θεὸν ἔχειν ἐν ἐπιγνώσει,
παρέδωκεν αὐτοὺς ὁ Θεὸς εἰς ἀδόκιμον νοῦν,
ποιεῖν τὰ μὴ καθήκοντα, πεπληρωμένους πάσῃ ἀδικίᾳ, πονηρίᾳ, πλεονεξίᾳ, κακίᾳ, μεστοὺς φθόνου, φόνου, ἔριδος, δόλου, κακοηθείας, ψιθυριστὰς, καταλάλους, θεοστυγεῖς, ὑβριστὰς, ὑπερηφάνους, ἀλαζόνας, ἐφευρετὰς κακῶν, γονεῦσιν ἀπειθεῖς, ἀσυνέτους, ἀστόργους, ἀνελεήμονας·
οὓς δὲ εἰς θεοσέβειαν ἐπανάγει Θεὸς,
διδάσκει καὶ τὴν τῶν κακῶν ἀποχὴν καὶ τὴν τοῦ ἐλέους πρὸς τὸν πλησίον ἐπιμέλειαν·
ὥσπερ ὁ προφήτης ἐδίδαξεν Ἡσαΐας ἐκ προσώπου τοῦ Θεοῦ λέγων·
Παύσασθε ἀπὸ τῶν πονηριῶν ὑμῶν, μάθετε καλὸν ποιεῖν.

Καὶ εἶχεν ὁ νόμος πολλὰ μὲν προστάγματα
περὶ τοῦ μὴ βλάπτειν τὸν πλησίον,
ἐντολὰς δὲ καὶ περὶ τοῦ φιλανθρωπεύεσθαι καὶ ἐλεεῖν.
Εἰ γάρ τις τὸ ἕτερον τούτων καταλίποι,
θάτερον οὐχ ἱκανὸν εἰς διόρθωσιν ἀνθρώπου.
Οὔτε γὰρ ἐξ ἀδίκων κερδῶν εὐεργεσία πρὸς τὸν δεόμενον δεκτὴ παρὰ τῷ Θεῷ, οὔτε ὁ τῶν ἀδικιῶν ἀπεχόμενος ἐπαινετὸς, εἰ μηδενὶ μεταδοίη τῶν ἑαυτοῦ.

Περὶ μὲν γὰρ τῶν ἀδικούντων καὶ δῶρα Θεῷ προσφέρειν ἐπιχειρούντων γέγραπται·
Θυσία ἀσεβῶν βδέλυγμα Κυρίῳ·
περὶ δὲ τῶν μὴ ἐλεούντων·
Ὁ φράσσων τὰ ὦτα αὐτοῦ τοῦ μὴ εἰσακοῦσαι πένητος,
καὶ αὐτὸς ἐπικαλέσεται, καὶ οὐκ ἔσται ὁ ἐπακούων.
∆ιὰ τοῦτο ἡ Παροιμία συμβουλεύει·
Τίμα τὸν Κύριον ἀπὸ σῶν δικαίων πόνων,
καὶ ἀπάρχου αὐτῷ ἀπὸ σῶν καρπῶν δικαιοσύνης.

Εἰ γὰρ ἐξ ἀδικίας καὶ ἁρπαγῆς μέλλεις προσφέρειν τῷ Θεῷ, κάλλιον μήτε κτήσασθαι τὴν τοιαύτην κτῆσιν,
μήτε προσφέρειν ἐξ αὐτῆς.
Καθαρὸν γὰρ δῶρον ἀνοίσει τὴν εὐχὴν, ὡς γέγραπται·
Εὐχαὶ κατευθυνόντων δεκταὶ παρ' αὐτῷ.
Καὶ πάλιν, εἰ κτώμενος ἐκ δικαίων πόνων μὴ προσφέρεις Θεῷ προσφορὰς, ἀφ' ὧν τρέφονται πένητες, ἁρπαγὴ λογισθήσεταί σοι καθά φησι διὰ τοῦ προφήτου Μαλαχίου,
ὅτι αἱ ἀπαρχαὶ καὶ τὰ ἐπιδέκατα μεθ' ὑμῶν εἰσι,
καὶ ἔσται ἡ διαρπαγὴ ἐν τοῖς οἴκοις ὑμῶν.

∆εῖ τοίνυν, ἔλεον καὶ κρίσιν συγκεράσαντας ὑμᾶς,
κτᾶσθαι μὲν μετὰ κρίσεως, ἀναλίσκειν δὲ εἰς ἔλεον,
κατὰ τὸ γεγραμμένον·
Ἔλεον καὶ κρῖμα φυλάσσου,
καὶ ἔγγιζε πρὸς Θεόν σου διαπαντός.
Ἐλεημοσύνην γὰρ καὶ κρίσιν ἀγαπᾷ ὁ Θεός.
∆ιόπερ ἐγγίζει πρὸς Θεὸν ὁ τοῦ ἐλέους καὶ τῆς κρίσεως προνοούμενος.

Λοιπὸν ἐνταῦθα ἐξεταζέτω τις ἑαυτὸν,
καὶ σκοπείτω τοὺς ἰδίους πόρους ὁ πλούσιος,
ἐξ ὧν ἀναφέρειν δῶρα μέλλει Θεῷ·
μὴ τὸν πένητα κατεδυνάστευσε,
μὴ τὸν ἀσθενέστερον ἐβιάσατο,
μὴ τὸν ὑποκείμενον αὐτῷ πεπλεονέκτηκεν,
ἐξουσίᾳ χρώμενος ἀντὶ δικαιοσύνης.

Τὸ δίκαιον γὰρ καὶ τὴν ἰσότητα κελευόμεθα φυλάττειν καὶ πρὸς τοὺς δούλους.
Μὴ γὰρ, ὅτι κρατεῖς, βιάζου, μηδὲ, ὅτι δύνασαι, πλεονέκτει·
ἀλλ' ὅτι πάρεστί σοι τὰ τῆς ἐξουσίας,
δεῖξον τὰ τῆς δικαιοσύνης.
Οὐ γὰρ ἐν ᾧ μὴ δύνασαι, παρέξεις τὴν ἀπόδειξιν τῆς πρὸς τὸν Θεὸν ὑπακοῆς καὶ τοῦ φόβου,
ἀλλ' ἐν ᾧ παραβῆναι δυνάμενος, οὐ παραβαίνεις.
Εἰ δὲ, ἀφελόμενος τὰ τῶν πενήτων, πένησι δίδως,
κάλλιον ἦσθα μήτε ἁρπάζων, μήτε διδούς.

Τί μολύνεις τὸν σαυτοῦ πλοῦτον,
ἐπεισάγων αὐτῷ τὰ μὴ δίκαια κέρδη;
Τί βδελυκτὴν ποιεῖς τὴν σαυτοῦ προσφορὰν ἐξ ἀδικίας, προσφέρειν ἐπιχειρῶν, ἐν ᾧ μέλλεις ἕτερον πτωχὸν ἐλεεῖν;
Ἐκεῖνον ἐλέησον, ὃν ἀδικεῖς.
Εἰς τοῦτον κατάχρησαι τῇ φιλανθρωπίᾳ·
τούτῳ χάρισαι, καὶ πληρώσεις ἔλεον μετὰ κρίσεως.
Οὐ γὰρ κοινωνήσει πλεονεξίᾳ Θεὸς,
οὐδὲ λῃστῶν καὶ ἁρπάγων κοινωνὸς ὁ Κύριος·
οὐδὲ ὡς ἀδύνατος τρέφειν τοὺς πένητας,
ἡμῖν κατέλιπεν αὐτούς·
ἀλλὰ τὴν δικαίαν καὶ φιλάνθρωπον καρποφορίαν παρ' ἡμῶν ζητῶν, εἰς ἡμετέραν εὐεργεσίαν.

Ἐλεημοσύνη ἐξ ἀδικίας οὐ γίνεται,
οὐδὲ ἐκ κατάρας εὐλογία, οὐδὲ ἐκ δακρύων εὐεργεσίαι.
Λέγει ὁ Θεὸς τοῖς τὰ δάκρυα κινοῦσι τῶν ἀδικουμένων,
ὅτι ἃ ἐμίσουν, ἐποιεῖτε, ἐκαλύπτετε δάκρυσι τὸ θυσιαστήριόν μου, καὶ κλαυθμῷ καὶ στεναγμῷ.
Ἐκ πόνων ἐλέησον, καὶ μὴ θέλε ἀδικεῖν,
προφασιζόμενος ἐξ ἀδικίας τῷ Θεῷ προσάγειν τὸν ἔλεον.
Κενοδοξία τὰ τοιαῦτα, καὶ πρὸς τοὺς ἐξ ἀνθρώπων ἐπαίνους, οὐ πρὸς τὸν ἔπαινον τὸν ἐκ Θεοῦ ἐνορῶντα.

∆ιὰ τοῦτο καλῶς ὁ Κύριος μὴ πρὸς τὸ θεαθῆναι, φησὶν,
ὑπὸ ἀνθρώπων.
Ἐὰν γὰρ ὡς Θεοῦ τὴν ἐλεημοσύνην ὁρῶντος ποιῇς αὐτὴν, φυλάξῃ μὴ ποιεῖν αὐτὴν ἐκ πλεονεξίας, εἰδὼς, ὅτι τὸν ἐπόπτην Θεὸν οὐκ εὐφραίνεις.
Οὕτως ἐλεημοσύνην ποιῶμεν, ἵνα ἀπολάβωμεν παρὰ Θεοῦ.
Ἀποδίδωσι δὲ ὁ Θεὸς ἐκείνοις, οὓς ἐπαινεῖ·
ἐπαινεῖ δὲ πλεονέκτην οὐδένα.

Οὐκ ἔστι σοι δῶρα προσενεγκεῖν Θεῷ,
ἐὰν λυπήσῃς τὸν ἀδελφόν.
Ἐὰν προσφέρῃς, φησὶ, τὸ δῶρόν σου ἐπὶ τὸ θυσιαστήριον, κἀκεῖ μνησθῇς, ὅτι ὁ ἀδελφός σου ἔχει τι κατὰ σοῦ, ὕπαγε πρῶτον, διαλλάγηθι τῷ ἀδελφῷ σῷ, καὶ τότε ἐλθὼν πρόσφερε τὸ δῶρόν σου.

Μέμνησο τοῦ τελώνου Ζακχαίου, ὃς, προθέμενος ἀποδοῦναι τετραπλάσιον, εἴ τι ἐσυκοφάντησεν, οὕτω τῶν ὑπολειπομένων χρημάτων τὰ ἡμίση πτωχοῖς ἀπεμέρισεν.
Ἤδει γὰρ, ὅτι Χριστὸν ὑποδέξασθαι βούλεται,
καὶ οὐκ ἄλλως ἀποδέξεται Χριστὸς τὰς εἰς τοὺς πτωχοὺς φιλοτιμήσεις, εἰ μὴ λυθεῖεν αἱ κατὰ τῶν ἀδικηθέντων πλεονεξίαι.
Καὶ οὕτως ὁ Κύριος ἀπεδέξατο τοῦ Ζακχαίου τὴν ὀρθότητα, καὶ ἔφη·
Σήμερον σωτηρία τῷ οἴκῳ τούτῳ ἐγένετο.
Καὶ ταῦτα μὲν πρὸς τοὺς ἐλεημοσύνας ποιοῦντας,
ἰσότητος δὲ μὴ προνοουμένους.
Πρὸς δὲ τὸν ἀδικεῖν μὲν φυλαττόμενον,
ἐλεεῖν δὲ ἀμελοῦντα, λέγομεν,
ὅτι πᾶν δένδρον μὴ ποιοῦν καρπὸν ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται,
καὶ οὐδέποτε τὸ τοιοῦτο δένδρον ἀρέσει τῷ ἐπουρανίῳ γεωργῷ τῷ λέγοντι,
ὅτι Ἦλθε ζητῶν καρπὸν ἐν τῇ συκῇ,
καὶ οὐχ εὗρε, καὶ κελεύοντι αὐτὴν ἐκκόπτεσθαι,
ἵνα μὴ καὶ τὸν τόπον κατασχολῇ.

Κατεγνωσμένος δὲ παρὰ Θεῷ φαίνεται καὶ ὁ τὸ ἐνεχύρασμα τῷ πένητι μὴ ἀποδιδοὺς, καὶ ἀπειλὴ κατὰ τοῦ τοιούτου γίνεται.
Ὅτι, φησὶ, κεκράξεται πρὸς μὲ ὁ τὸ ἐνέχυρον μὴ ἀπολαβὼν, καὶ ἐπακούσομαι αὐτοῦ.
Ἐλεήμων γάρ εἰμι.
∆εινὸν δὲ καὶ παράνομον ἦν καὶ τὸν θερισμὸν ἐπεκθερίζειν, καὶ τὸν ἀμπελῶνα ἐπανατρυγᾷν, καὶ τὸν ἐλαιῶνα καλαμᾶσθαι, ὅτι ταῦτα πτωχοῖς ἔδει καταλείπεσθαι.

Εἰ δὲ ταῦτα τοῖς ἐν νόμῳ προσετέτακτο,
τί ἐροῦμεν περὶ τῶν ἐν Χριστῷ;
πρὸς οὓς λέγει Κύριος·
Ἐὰν μὴ περισσεύσῃ ὑμῶν ἡ δικαιοσύνη πλεῖον τῶν Γραμματέων καὶ τῶν Φαρισαίων,
οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.

∆ιὰ τοῦτο οὐ μόνον ἐξ ἀγρῶν καὶ προσόδων,
ἀλλὰ καὶ ἐκ τῆς τῶν χειρῶν ἐργασίας μεταδιδόναι τοῖς μὴ ἔχουσιν ὁ Ἀπόστολος παραινεῖ·
Ἐργαζόμενοι φησὶ, τὸ ἀγαθὸν ταῖς χερσὶν,
ἵνα ἔχητε μεταδιδόναι τῷ χρείαν ἔχοντι.
Τῷ δὲ ἀκολουθεῖν βουλομένῳ,
καὶ πᾶσαν πιπράσκειν τὴν οὐσίαν εἰς εὐεργεσίαν πενήτων ὁ Κύριος εἰσηγήσατο, καὶ οὕτως ἀκολουθεῖν αὐτῷ·
τοῖς μὲν ἀκολουθηταῖς καὶ τελείοις τὴν ἀθρόον καὶ τελείαν τῶν ἐλεημοσυνῶν πλήρωσιν ἐπιτάττων, ἵνα, πληρώσαντες τὴν διὰ χρημάτων λειτουργίαν, ἐπὶ τὴν διὰ λόγου καὶ πνεύματος μεταβῶσι·
τοῖς δὲ λοιποῖς τὰς, ἐξ ὧν ἔχουσι, μεταδόσεις καὶ κοινωνίας διηνεκεῖς παραγγέλλων, ἵνα διὰ τούτων εὑρεθῶσι Θεοῦ φιλανθρωπίας μιμηταὶ, ἐλεοῦντές τε καὶ μεταδιδόντες καὶ χαριζόμενοι.

∆ίδοτε γὰρ, φησὶ, καὶ δοθήσεται ὑμῖν.
∆ιὰ τούτων δὲ καὶ τὴν πρὸς ἑαυτὸν κοινωνίαν ἑαυτοῖς ἐπηγγείλατο.
Οὗτοι γάρ εἰσιν οἱ ἐκ δεξιῶν ἱστάμενοι τοῦ Κυρίου,
πρὸς οὓς ἐρεῖ παραγενόμενος ὁ βασιλεύς·

∆εῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου,
κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου.
Ἐπείνασα γὰρ, καὶ ἐδώκατέ μοι φαγεῖν·
ἐδίψησα, καὶ ἐποτίσατέ με·
γυμνὸς ἤμην, καὶ περιεβάλετέ με·
ξένος, καὶ συνηγάγετέ με·
ἀσθενὴς καὶ ἐν φυλακῇ, καὶ ἤλθετε πρὸς μέ.

Θαυμασάντων δὲ τῶν δικαίων καὶ εἰπόντων·
Πότε ταῦτα ἐποιήσαμεν εἰς σὲ, Κύριε;
ἐρεῖ πρὸς αὐτούς·
Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, ἐφ' ὅσον ἐποιήσατε ἑνὶ τούτων τῶν ἀδελφῶν μου τῶν ἐλαχίστων, ἐμοὶ ἐποιήσατε.

Ἡ γὰρ εἰς τοὺς ἁγίους προθυμία εἰς Χριστόν ἐστιν εὐσέβεια, καὶ ὁ πρὸς τὸν πτωχὸν πρόθυμος ὑπηρέτης εὑρίσκεται Χριστοῦ κοινωνός·
οὐ μόνον, εἰ μεταδοίη τι μέγα ἔχων, ἀλλ' εἰ καὶ μικρὸν κεκτημένος, τοῦτο προσάγοι, καὶ εἰ ποτήριον ψυχρὸν μόνον ποτίσειε τὸν μαθητὴν εἰς ὄνομα μαθητοῦ.
Ἡ γὰρ τῶν μαθητῶν ἔνδεια κατὰ τὸν κόσμον ἀληθινοῦ σοι πλούτου πρόφασις, ὦ πλούσιε.

∆ιὰ γὰρ τούτων εὑρίσκῃ Χριστοῦ συνεργός·
στρατιώτας τρέφεις Χριστοῦ, καὶ τρέφεις ἑκὼν,
οὐκ ἀναγκαζόμενος.
Ὁ γὰρ οὐράνιος βασιλεὺς οὐκ ἐπαναγκάζει,
οὐδὲ ἀπαιτεῖ τελέσματα,
ἀλλὰ δέχεται τοὺς προθυμουμένους,
ἵνα διδόντες λάβωσι,
καὶ τιμήσαντες τιμηθῶσι,
καὶ κοινωνήσαντες τῶν προσκαίρων,
εἰς κοινωνίαν τῶν αἰωνίων κληθῶσι.

Ταῦτα ἡμῖν ἐν παντὶ καιρῷ διὰ μνήμης ἔστω,
καὶ πρὸ ὀφθαλμῶν τῆς ψυχῆς,
ἵνα μὴ παραλίπωμεν τὸν ἐμπεσόντα καιρὸν,
μηδὲ ὑπερθέμενοι τὸν παρόντα,
ἕτερον ἀναμείνωμεν,
μήποτε ἐν τῷ μένειν καὶ ἀναβάλλεσθαι τῷ τέλει καταληφθῶμεν.

∆ῴη δὲ ὁ Κύριος ἐγκάρπους ἡμᾶς καὶ γρηγοροῦντας καὶ τῶν ἐντολῶν αὐτοῦ μεμνημένους εἰς τὴν ἀπάντησιν αὐτοῦ τὴν ἔνδοξον ἑτοίμους καὶ ἀνεμποδίστους εὑρεθῆναι, ἐν αὐτῷ τῷ Χριστῷ καὶ Θεῷ ἡμῶν, μεθ' οὗ τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


Πανεπιστήμιο Αιγαίου, Τμήμα Πολιτισμικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού με αναφορά στην πηγή προέλευσής του.

Your rating: None Average: 5 (1 vote)


Η Θεία Λειτουργία

Η Θεία Λειτουργία στα Αραβικά -

خدمة القداس الإلهي عربي

Πειραϊκὴ Ἐκκλησία

Ακούστε (((ο)))
Πειραϊκή Εκκλησία 912fm

You are missing some Flash content that should appear here! Perhaps your browser cannot display it, or maybe it did not initialize correctly.

Ὅλα ἀρχίζουν ἐδῶ

Κάθε λογισμὸς καὶ κάθε αἴσθηση ὁδηγοῦν σταδιακὰ τὴν ψυχὴ εἴτε πρὸς τὸν παράδεισο εἴτε πρὸς τὴν κόλαση.

Ἄν ὁ λογισμὸς εἶναι ἔλλογος, τότε συνδέει τὸν ἄνθρωπο μὲ τὸν Θεὸ Λόγο, μὲ τὸν ὕψιστο Λογισμό, μὲ τὴν Παναξία, πρᾶγμα ποὺ εἶναι ἤδη ὁ παράδεισος.

παράδεισος

Ἐάν πάλι εἶναι ἄλογος ὁ λογισμὸς ἤ καὶ παράλογος, τότε συνδέει ἀναπόφευκτα τὸν ἄνθρωπο μὲ τὸν Παράλογο, τὸν Ἀνόητο, μὲ τὸν διάβολο, πρᾶγμα ποὺ εἶναι ἤδη ἡ κόλαση.

Ὅσα ἰσχύουν γιὰ τὸν λογισμὸ, ἰσχύουν καὶ γιὰ τις αἰσθήσεις. Ὅλα ἀρχίζουν ἐδῶ, ἀπὸ τὴν γῆ: καὶ ὁ παράδεισος μὰ καὶ ἡ κόλαση τοῦ ἀνθρώπου.

Ἰουστῖνος Πόποβιτς

Ιωάννου Χρυσοστόμου

Ἐγὼ πατὴρ, ἐγὼ ἀδελφὸς, ἐγὼ νυμφίος, ἐγὼ οἰκία, ἐγὼ τροφὴ, ἐγὼ ἱμάτιον, ἐγὼ ῥίζα, ἐγὼ θεμέλιος, πᾶν ὅπερ ἂν θέλῃς ἐγώ· μηδενὸς ἐν χρείᾳ καταστῇς. Ἐγὼ καὶ δουλεύσω· ἦλθον γὰρ διακονῆσαι, οὐ διακονηθῆναι. Ἐγὼ καὶ φίλος, καὶ μέλος, καὶ κεφαλὴ, καὶ ἀδελφὸς, καὶ ἀδελφὴ, καὶ μήτηρ, πάντα ἐγώ· μόνον οἰκείως ἔχε πρὸς ἐμέ. Ἐγὼ πένης διὰ σέ· καὶ ἀλήτης διὰ σέ· ἐπὶ σταυροῦ διὰ σὲ, ἐπὶ τάφου διὰ σέ· ἄνω ὑπὲρ σοῦ ἐντυγχάνω τῷ Πατρὶ, κάτω ὑπὲρ σοῦ πρεσβευτὴς παραγέγονα παρὰ τοῦ Πατρός. Πάντα μοι σὺ, καὶ ἀδελφὸς, καὶ συγκληρονόμος, καὶ φίλος, καὶ μέλος. Τί πλέον θέλεις; τί τὸν φιλοῦντα ἀποστρέφῃ; τί τῷ κόσμῳ κάμνεις; τί εἰς πίθον ἀντλεῖς τετρημένον;  περισσότερα »»»

Η Ελλάδα και ο Υμνος της Ελευθερίας

Ελληνική σημαία - Ελλάς - Ελευθερία

You are missing some Flash content that should appear here! Perhaps your browser cannot display it, or maybe it did not initialize correctly.

Υπεραγία Παρθένος Θεοτόκος Μαρία

Κύριος διασκεδάζει βουλὰς ἐθνῶν, ἀθετεῖ δὲ λογισμοὺς λαῶν καὶ ἀθετεῖ βουλὰς ἀρχόντων· ἡ δὲ βουλὴ τοῦ Κυρίου εἰς τὸν αἰῶνα μένει, λογισμοὶ τῆς καρδίας αὐτοῦ εἰς γενεὰν καὶ γενεάν. (Ψαλ. 32, 10-11)

εἰ δέ τις τῶν ἰδίων καὶ μάλιστα τῶν οἰκείων οὐ προνοεῖ, τὴν πίστιν ἤρνηται καὶ ἔστιν ἀπίστου χείρων. (Τιμ.Α 5,8)

Ἅγιος Ἀντώνιος ὁ Μέγας

Οἱ ἄνθρωποι καταχρηστικά λέγονται λογικοί. Δεν εἶναι λογικοὶ ὅσοι ἔμαθαν ἀπλῶς τὰ λόγια καὶ τὰ βιβλία τῶν ἀρχαίων σοφῶν, ἀλλ' ὅσοι ἔχουν τὴ λογικὴ ψυχὴ καὶ μποροῦν νὰ διακρίνουν ποιὸ εἶναι τὸ καλὸ καἰ ποιὸ τὸ κακό καὶ ἀποφεύγουν τὰ πονηρὰ καὶ βλαβερὰ στὴν ψυχή, τὰ δὲ ἀγαθὰ καὶ ψυχωφελῆ, τὰ ἀποκτοῦν πρόθυμα μὲ τὴ μελέτη καὶ τὰ ἐφαρμόζουν μὲ πολλὴ εὐχαριστία πρὸς τὸν Θεό. Αὐτοὶ μόνοι πρέπει νὰ λέγονται ἀληθινὰ λογικοὶ ἄνθρωποι.

St Antony the Great

Ἐφ᾿ ὅσον ἐννοεῖς τὰ περὶ Θεοῦ, νὰ εἶσαι εὐσεβής, χωρὶς φθόνο, ἀγαθός, σώφρων, πράος, χαριστικὸς κατὰ δύναμιν, κοινωνικός, ἀφιλόνεικος καὶ τὰ ὅμοια. Διότι αὐτὸ εἶναι τὸ ἀπαραβίαστο ἀπόκτημα τῆς ψυχῆς, νὰ ἀρέσει στὸ Θεὸ μὲ τέτοιες πράξεις καὶ μὲ τὸ νὰ μὴν κρίνει κανέναν καὶ νὰ λέει γιὰ κανέναν, ὅτι ὁ δείνα εἶναι κακὸς καὶ ἁμάρτησε. Ἀλλὰ καλλίτερο εἶναι νὰ συζητᾶμε τὰ δικά μας κακά, καὶ νὰ ἐρευνᾶμε μέσα μας τὴ δική μας πολιτεία, ἐὰν εἶναι ἀρεστὴ στὸ Θεό. Διότι, τί μᾶς μέλει ἐμᾶς, ἐὰν ὁ ἄλλος εἶναι πονηρός;

περισσότερα