Ο Κύριος ημών Ιησούς Χριστός | Ορθόδοξοι Πατέρες Our Lord Jesus Christ | Orthodox Fathers

»»»    Περὶ νηστείας. Λόγος βʹ. - Ἁγίου Ἰωάννου τοῦ Χρυσοστόμου

Περὶ νηστείας. Λόγος βʹ. - Ἁγίου Ἰωάννου τοῦ Χρυσοστόμου


Πάλιν ἡμᾶς ἡ ἁγία νηστεία πρὸς ἀπόλαυσιν ἀγαθῶν καλεῖ, πάλιν ἀγωνιστὰς κατασκευάζει, πάλιν ἀνδρείους βούλεται εἶναι, ὅπως νικητὰς τῶν παθῶν ἀναδείξῃ, καὶ τὸ κάλλος τῆς ψυχῆς λαμπρότερον ἀποδείξῃ, καὶ διὰ τῶν πόνων στεφάνους ἡμῶν πλέξῃ ταῖς κορυφαῖς.

Τί γάρ ἐστι νηστεία, ἢ ἀγώνων στέφανος, καὶ μισθῶν πρόξενος, καὶ σωτηρίας ὁδός;

Νηστεία γὰρ ἀπὸ δουλείας εἰς ἐλευθερίαν μεθίστησιν,
ἀπὸ αἰχμαλωσίας εἰς τὴν πατρίδα ἐπανάγει·
νηστεία τὰ τραύματα τῆς ψυχῆς ἰᾶται, νηστεία σαθρωθεῖσαν ψυχὴν ταῖς ἁμαρτίαις ἀνακαινίζει, νευροῖ τὴν ψυχὴν, ἀνδρειοῖ τὸ φρόνημα, τὸν φόβον τοῦ Θεοῦ εἰσάγει,
ἐκπορθεῖ τὰ πάθη, γαληνιᾷ τοὺς λογισμούς.
Ἐν ἡμέραις νηστειῶν ἡδοναὶ σβέννυνται, καὶ ἀρεταὶ ἀνθοῦσι, καὶ σωφροσύνης τὸ κάλλος καθαρώτατον δείκνυται, καὶ σῶμα εἰς ψυχὴν μεταβαίνει,
πνευματικὸν γενόμενον ὑπὲρ φύσιν.

Χαῖρε ἐν νηστείᾳ, καὶ μὴ στύγναζε, ὡς οἱ ὑποκριταί·
ἀφανίζουσι τὰ πρόσωπα πρὸς θέαν ἀνθρωπίνην,
ἀπολλύντες τὸν μισθὸν τῆς νηστείας.

Τοῦ γὰρ Σωτῆρός ἐστιν ὁ λόγος·
Ἐν νηστείᾳ ἄλειψόν σου τὴν κεφαλὴν, νίψον τὸ πρόσωπον τῇ εὐποιίᾳ, λάμψον ταῖς ἀρεταῖς, ὅπως ἐμοὶ μόνῳ φαίνῃ νηστεύων, τῷ τὰ κρυπτὰ καθορῶντι.

Μὴ δυσχεράνῃς, ἀγαπητὲ, πρὸς τὴν νηστείαν, τὴν τῶν ἀρετῶν μητέρα, τὴν ῥίζαν τῶν ἀγαθῶν, τὴν πηγὴν τῆς σωφροσύνης, τὴν φύλακα τῆς εὐσεβείας, τὴν τῶν ἁγίων σύντροφον, τὴν τῶν ἀγγέλων ὁμόσκηνον, τὴν διαβόλου ἔχθραν, τὴν τοῦ Πνεύματος φίλην·
δι' ἧς αἱ ἡδοναὶ ἡμᾶς φεύγουσι καὶ δαίμονες ὑπαναχωροῦσι, καὶ θυμὸς ἀτονεῖ, καὶ ἐπιθυμία νεκροῦται, καὶ ἀρεταὶ ζῶσι καὶ λάμπουσιν ἐν ἡμῖν·
δι' ἧς τὰ πάθη ἠρεμεῖ, καὶ καταστέλλεται τῶν ἡδονῶν ὁ τάραχος, καὶ ὡς ἐν γαλήνῃ πλεῖ ὁ νοῦς, τῶν τρικυμιῶν τοῦ χειμῶνος τῆς πονηρίας διὰ τῆς ἐγκρατείας ταύτης καλῶς διανύσας, καὶ τῷ λιμένι τῆς ἀρετῆς τὴν ὁλκάδα προσορμίσας.

Ἔχεις λοιπὸν τὸ κέρδος ἀσύλητον, τὸν φόρτον ἀναυάγητον, ὅταν ταῖς ἐντολαῖς τοῦ Πνεύματος ἐμπορεύσῃ, ὅταν τὸν λογισμὸν τῷ φόβῳ τοῦ Θεοῦ στηρίξας καὶ τὰ παρόντα διακρούσῃ, ἀκούων τῆς θείας Γραφῆς λεγούσης·
Μὴ ἀγαπᾶτε τὸν κόσμον, μηδὲ τὰ ἐν τῷ κόσμῳ.
Μὴ ἀγαπήσωμεν τοῦ κόσμου τούτου τὴν τρυφὴν, ἥτις ὡς φόρτος βαρὺς τῷ σκάφει τῆς ψυχῆς γινομένη ὑποβρύχιον αὐτὸ ἀπεργάζεται.
Ἢ οὐκ οἶδας, ὅτι μέχρι φάρυγγος ἵσταται, καὶ ἀργεῖ λοιπὸν μετὰ τὸν φάρυγγα πᾶσα τρυφή·
ἡ δὲ ἐξ αὐτῆς τικτομένη τιμωρία ἀτελεύτητον ἔχει τὴν βάσανον;

Τοὺς μὴ νήφοντας σκοτοῖ ἡ τρυφὴ, τὸ κάλλος τῆς ψυχῆς ἀμαυροῖ, νεκρὸν ἔμπνουν ἀπεργάζεται·
ὅσα οὐ θέμις, ἐκεῖνα πράττειν παρασκευάζει, διεγείρει τῆς ἡδονῆς τὰ ὄργανα, τὸν πόλεμον αὔξει, διυπνίζει τὰς ἐπιθυμίας·
ἀνενέργητος εἶ λοιπὸν πρὸς ἀρετήν.
Τῶν γὰρ μελῶν λυθέντων, καὶ τῇ πολυοινίᾳ τὴν φρένα κλαπεὶς οὐκ ἰσχύεις ἔτι ἀνταγωνίσασθαι, καὶ εὐεπιχείρητος τοῖς ἐχθροῖς γίνῃ, ὥσπερ ναῦς ὑπὸ πνεύματος ἐλαυνομένη, μὴ ἔχουσα κυβερνήτην δυνάμενον ταῖς προσβολαῖς τῶν κυμάτων ἀντιμαχήσασθαι, ἥτις ὧδε κἀκεῖσε βάλλεται, καὶ οὐδὲν ἕτερον αὐτῇ ὑπάρχει, εἰ μὴ ναυαγίαν προσδοκᾷν.
Μὴ τοίνυν, παρακαλῶ, μὴ μετὰ τὴν νηστείαν τρυφῇ σχολάσωμεν, μηδὲ τοὺς πολλοὺς πόνους ἀμελείᾳ κατασβέσωμεν·
ἀλλὰ πόνους πόνοις συνάπτοντες, οὕτω προσδοκήσωμεν τὴν ἀντίδοσιν.

Ὅταν γάρ τις μισθὸν μισθῷ συνάψῃ, ἔχει πολὺ κέρδος τεθησαυρισμένον.
Μὴ σβέσωμεν τῆς νηστείας τὸ ἄνθος, μηδὲ τρυφῇ ναυαγῆσαι τὴν φρένα πρὸς ἡδονὰς παραχωρήσωμεν, ἵνα μὴ ἀνιάτοις κακοῖς τὴν ψυχὴν ταμιεύσωμεν.
Κἂν μετὰ τὴν νηστείαν βούλῃ θεραπεῦσαι τὸ σῶμα ὡς ἀσθενὲς τυγχάνον, τῇ συμμετρίᾳ θεράπευσον·
ἵνα, ὥσπερ ὁλκὰς ἐλαφρὸν φορτίον ἄγουσα, ὑψηλοτέρα ᾖ τῶν κυμάτων τῆς πονηρίας ἡ ψυχή·
κἂν οἱ πειρασμοὶ διεγερθῶσι τῶν ἐπιθυμιῶν, νῆψαι δυνηθῇ πρὸς ἀνταγώνισιν, πρὸς κυβέρνησιν λογισμῶν, ἵνα τὸ σκάφος ἀναυάγητον διαφυλάξωμεν.
Ἔχομεν γὰρ ἀδελφὴν τῆς νηστείας σύμμαχον πρὸς βοήθειαν, εὐχὴν λέγω·
κἂν θάνατος ᾖ, κἂν πειρασμὸς, ἢ ἕτερόν τι τῶν κακῶν, εὐχῇ καὶ νηστείᾳ διαλύεται.
Καὶ τί λέγω;
Νηστεία δαίμονας φυγαδεύει, καὶ τὴν τοῦ διαβόλου τυραννίδα καταλύει, μάλιστα εἰ τὴν εὐχὴν ἔχει συνεργοῦσαν·
νηστεία καὶ εὐχὴ τὸν Ἠλίαν εἰς οὐρανοὺς ἀνήγαγε, Νινευΐτας ἐκ θανάτου ἐῤῥύσατο, νηστεία τὸν ∆ανιὴλ ἐκ τῶν λεόντων ἀβλαβῆ διεφύλαξε, νηστεία τοὺς τρεῖς παῖδας ἀκεραίους ἐν μέσῳ τῆς καμίνου διετήρησε, νηστεία Μωϋσέα τῆς ἀθεάτου δόξης ἠξίωσε, νηστεία Ἑλισσαῖον ἄρχοντα τῶν προφητῶν ἀπετέλεσε.
Καὶ τί ἔτι λέγω;

Εἰ μὴν ἦν φάρμακον σωτηρίας καὶ πρόξενον ζωῆς, οὐκ ἂν ἐξ ἀρχῆς ὁ Θεὸς νηστεύειν ἐνετείλατο.
Εἰ γὰρ ἐνήστευσεν Ἀδὰμ, οὐκ ἂν αὐτῷ θάνατος ἤγγιζεν, οὐκ ἂν ἐξέπιπτε τῆς ἀξίας τῆς δοθείσης αὐτῷ παρὰ Θεοῦ, καὶ τοῦ παραδείσου τῆς τρυφῆς ἐξεβάλλετο, καὶ τὴν ἐπίμοχθον ταύτην ζωὴν κατεδικάζετο·
ἀλλ' ἐπειδὴ νόμῳ γαστρὸς ὑπήκουσε, διὰ τοῦτο εἰς θάνατον κατήντησε.
Νηστεία ἀγγέλων ὑπάρχει δίαιτα·
καὶ τὸ δὴ μεῖζον, ὁ Σωτὴρ ἐνήστευσεν, οὐκ αὐτὸς δεόμενος τοῦ φαρμάκου τῆς νηστείας, ἀλλ' ἵνα ὑπογραμμοὺς ἡμῖν νηστείας ἐγκατασπείρῃ πρὸς σωτηρίαν.
Λάβε τοίνυν τὴν νηστείαν ὅλου τοῦ βίου συνέμπορον, ἵνα σε διαφυλάξῃ, ἵνα σε ἐκ θανάτου ῥύσηται, ἵνα σε ἐκ πειρασμῶν διασώσῃ, καὶ εἰσάξῃ σε εἰς τὸν τῆς βασιλείας τῶν οὐρανῶν λιμένα, χάριτι τοῦ Κυρίου καὶ Θεοῦ ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα σὺν ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


Πανεπιστήμιο Αιγαίου, Τμήμα Πολιτισμικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού με αναφορά στην πηγή προέλευσής του.

Your rating: None Average: 5 (1 vote)


Η Θεία Λειτουργία

Όρος Λιβάνου Χορωδία Αραβικά Ελληνικά
- Θεία Λειτουργία - Ορθόδοξη Εκκλησία -

خدمة القداس الإلهي عربي

جوقة جبل لبنان للروم الأرثوذكس - الأب بندلايمون فرح - موسيقى بيزنطية

Πειραϊκὴ Ἐκκλησία

Ακούστε (((ο)))
Πειραϊκή Εκκλησία 912fm

You are missing some Flash content that should appear here! Perhaps your browser cannot display it, or maybe it did not initialize correctly.

Ὅλα ἀρχίζουν ἐδῶ

Κάθε λογισμὸς καὶ κάθε αἴσθηση ὁδηγοῦν σταδιακὰ τὴν ψυχὴ εἴτε πρὸς τὸν παράδεισο εἴτε πρὸς τὴν κόλαση.

Ἄν ὁ λογισμὸς εἶναι ἔλλογος, τότε συνδέει τὸν ἄνθρωπο μὲ τὸν Θεὸ Λόγο, μὲ τὸν ὕψιστο Λογισμό, μὲ τὴν Παναξία, πρᾶγμα ποὺ εἶναι ἤδη ὁ παράδεισος.

παράδεισος

Ἐάν πάλι εἶναι ἄλογος ὁ λογισμὸς ἤ καὶ παράλογος, τότε συνδέει ἀναπόφευκτα τὸν ἄνθρωπο μὲ τὸν Παράλογο, τὸν Ἀνόητο, μὲ τὸν διάβολο, πρᾶγμα ποὺ εἶναι ἤδη ἡ κόλαση.

Ὅσα ἰσχύουν γιὰ τὸν λογισμὸ, ἰσχύουν καὶ γιὰ τις αἰσθήσεις. Ὅλα ἀρχίζουν ἐδῶ, ἀπὸ τὴν γῆ: καὶ ὁ παράδεισος μὰ καὶ ἡ κόλαση τοῦ ἀνθρώπου.

Ἰουστῖνος Πόποβιτς

Ιωάννου Χρυσοστόμου

Ἐγὼ πατὴρ, ἐγὼ ἀδελφὸς, ἐγὼ νυμφίος, ἐγὼ οἰκία, ἐγὼ τροφὴ, ἐγὼ ἱμάτιον, ἐγὼ ῥίζα, ἐγὼ θεμέλιος, πᾶν ὅπερ ἂν θέλῃς ἐγώ· μηδενὸς ἐν χρείᾳ καταστῇς. Ἐγὼ καὶ δουλεύσω· ἦλθον γὰρ διακονῆσαι, οὐ διακονηθῆναι. Ἐγὼ καὶ φίλος, καὶ μέλος, καὶ κεφαλὴ, καὶ ἀδελφὸς, καὶ ἀδελφὴ, καὶ μήτηρ, πάντα ἐγώ· μόνον οἰκείως ἔχε πρὸς ἐμέ. Ἐγὼ πένης διὰ σέ· καὶ ἀλήτης διὰ σέ· ἐπὶ σταυροῦ διὰ σὲ, ἐπὶ τάφου διὰ σέ· ἄνω ὑπὲρ σοῦ ἐντυγχάνω τῷ Πατρὶ, κάτω ὑπὲρ σοῦ πρεσβευτὴς παραγέγονα παρὰ τοῦ Πατρός. Πάντα μοι σὺ, καὶ ἀδελφὸς, καὶ συγκληρονόμος, καὶ φίλος, καὶ μέλος. Τί πλέον θέλεις; τί τὸν φιλοῦντα ἀποστρέφῃ; τί τῷ κόσμῳ κάμνεις; τί εἰς πίθον ἀντλεῖς τετρημένον;  περισσότερα »»»

Η Ελλάδα και ο Υμνος της Ελευθερίας

Ελληνική σημαία - Ελλάς - Ελευθερία

You are missing some Flash content that should appear here! Perhaps your browser cannot display it, or maybe it did not initialize correctly.

Υπεραγία Παρθένος Θεοτόκος Μαρία

Κύριος διασκεδάζει βουλὰς ἐθνῶν, ἀθετεῖ δὲ λογισμοὺς λαῶν καὶ ἀθετεῖ βουλὰς ἀρχόντων· ἡ δὲ βουλὴ τοῦ Κυρίου εἰς τὸν αἰῶνα μένει, λογισμοὶ τῆς καρδίας αὐτοῦ εἰς γενεὰν καὶ γενεάν. (Ψαλ. 32, 10-11)

εἰ δέ τις τῶν ἰδίων καὶ μάλιστα τῶν οἰκείων οὐ προνοεῖ, τὴν πίστιν ἤρνηται καὶ ἔστιν ἀπίστου χείρων. (Τιμ.Α 5,8)

Ἅγιος Ἀντώνιος ὁ Μέγας

Οἱ ἄνθρωποι καταχρηστικά λέγονται λογικοί. Δεν εἶναι λογικοὶ ὅσοι ἔμαθαν ἀπλῶς τὰ λόγια καὶ τὰ βιβλία τῶν ἀρχαίων σοφῶν, ἀλλ' ὅσοι ἔχουν τὴ λογικὴ ψυχὴ καὶ μποροῦν νὰ διακρίνουν ποιὸ εἶναι τὸ καλὸ καἰ ποιὸ τὸ κακό καὶ ἀποφεύγουν τὰ πονηρὰ καὶ βλαβερὰ στὴν ψυχή, τὰ δὲ ἀγαθὰ καὶ ψυχωφελῆ, τὰ ἀποκτοῦν πρόθυμα μὲ τὴ μελέτη καὶ τὰ ἐφαρμόζουν μὲ πολλὴ εὐχαριστία πρὸς τὸν Θεό. Αὐτοὶ μόνοι πρέπει νὰ λέγονται ἀληθινὰ λογικοὶ ἄνθρωποι.

St Antony the Great

Ἐφ᾿ ὅσον ἐννοεῖς τὰ περὶ Θεοῦ, νὰ εἶσαι εὐσεβής, χωρὶς φθόνο, ἀγαθός, σώφρων, πράος, χαριστικὸς κατὰ δύναμιν, κοινωνικός, ἀφιλόνεικος καὶ τὰ ὅμοια. Διότι αὐτὸ εἶναι τὸ ἀπαραβίαστο ἀπόκτημα τῆς ψυχῆς, νὰ ἀρέσει στὸ Θεὸ μὲ τέτοιες πράξεις καὶ μὲ τὸ νὰ μὴν κρίνει κανέναν καὶ νὰ λέει γιὰ κανέναν, ὅτι ὁ δείνα εἶναι κακὸς καὶ ἁμάρτησε. Ἀλλὰ καλλίτερο εἶναι νὰ συζητᾶμε τὰ δικά μας κακά, καὶ νὰ ἐρευνᾶμε μέσα μας τὴ δική μας πολιτεία, ἐὰν εἶναι ἀρεστὴ στὸ Θεό. Διότι, τί μᾶς μέλει ἐμᾶς, ἐὰν ὁ ἄλλος εἶναι πονηρός;

περισσότερα