Ο Κύριος ημών Ιησούς Χριστός | Ορθόδοξοι Πατέρες Our Lord Jesus Christ | Orthodox Fathers

»»»    Περὶ ζήλου καὶ εὐσεβείας, καὶ εἰς τὸν ἐκ γενετῆς τυφλόν

Περὶ ζήλου καὶ εὐσεβείας, καὶ εἰς τὸν ἐκ γενετῆς τυφλόν



αʹ. Πηγὴ φωτὸς ὁ τοῦ Θεοῦ λόγος·
φωτὸς γὰρ γέμων, καὶ φωτὸς ἐκλάμπων,
φωτίζει καὶ περιαστράπτει τὰς τῶν πιστῶν διανοίας.

Αὐτὸς γὰρ ἐξ ἑαυτοῦ καὶ ἐν ἑαυτῷ λάμπει,
καὶ τοὺς ἀπολαύοντας αὐτοῦ καταυγάζει·
καὶ οὐ μόνον φωτίζει τῶν πιστῶν τὴν διάνοιαν,
ἀλλὰ καὶ ὄνομα φωτὸς χαρίζεται.

Ἡ γὰρ θεία Γραφὴ τοὺς τῇ ἀγνοίᾳ συντρόφους ὄντας,
καὶ τῇ ἀπιστίᾳ συζῶντας, δικαίως ὀνομάζει σκότος, μὴ δεχομένους τὴν λαμπάδα τῆς ἀληθείας, ἵνα ὦσιν υἱοὶ φωτός.

∆ιὰ τοῦτό φησι καὶ ὁ θεῖος ἀπόστολος Παῦλος·

Οὐκ ἐσμὲν υἱοὶ νυκτὸς, οὐδὲ σκότους,
ἀλλ' υἱοὶ φωτὸς καὶ ἡμέρας.

Καὶ ὡς ἀληθῶς υἱοὶ φωτός ἐσμεν οἱ τοῦ εὐαγγελικοῦ λόγου τοῦ λαληθέντος διὰ στόματος Θεοῦ·

Ἐγὼ γάρ εἰμι, φησὶν ὁ Χριστὸς, τὸ φῶς τοῦ κόσμου·
ὁ ἀκολουθῶν ἐμοὶ, οὐ μὴ περιπατήσει ἐν τῇ σκοτίᾳ, ἀλλ' ἕξει τὸ φῶς τῆς ζωῆς.

Ἐκεῖνος γὰρ λόγος ἐστὶ φωτὸς, ὃς ἐὰν πιστευθῇ παρ' ἡμῶν,
υἱὸς φωτὸς παρασκευάζει γενέσθαι.

Ὅθεν φησὶ καὶ ὁ Σωτήρ·

Ἕως τὸ φῶς ἔχετε, πιστεύετε εἰς τὸ φῶς,
ἵνα υἱοὶ φωτὸς γένησθε.

Ὡς γὰρ ἐπὶ τῶν σωμάτων τὸ αἰσθητὸν τὸ τοῦτο φῶς,
οὕτως ἐπὶ τῶν ψυχῶν ὁ νοερὸς τοῦ Θεοῦ λόγος·
καὶ ὅπερ ἐστὶν ἐν τῇ νυκτὶ τὸ σκότος, τοῦτο ἐν ταῖς πεπλανημέναις ψυχαῖς ἡ ἄγνοια.

∆ιὰ τοῦτο καὶ ὁ μακάριος ∆αυῒδ περὶ τῶν τοιούτων γράφει, λέγων·

Οὐκ ἔγνωσαν, οὐδὲ συνῆκαν·
ἐν σκότει διαπορεύονται.

Οὕτως οὖν καὶ τὴν συναγωγὴν ὁ Θεὸς τὴν ἀγνοίᾳ βεβαπτισμένην, καὶ μὴ βουλομένην ἀνανεῦσαι πρὸς τὴν γνῶσιν τῆς πνευματικῆς διδασκαλίας, νύκτα καλεῖ,
διὰ τὴν συζῶσαν αὐτῇ ἄγνοιαν.

Ὅτε γὰρ τοῖς Ἰουδαίοις ὁ Θεὸς ἔλεγε διὰ τοῦ προφήτου·

Νυκτὶ ὡμοίωσα τὴν μητέρα ὑμῶν·

καὶ ἑρμηνεύων ὁποίαν λέγει νύκτα ὁμοίαν σκότους, ἐπήγαγεν·

Ὡμοιώθη ὁ λαός μου λαῷ μὴ ἔχοντι γνῶσιν.

∆ιὰ τοῦτο Οὐκ ἔγνωσαν, οὐδὲ συνῆκαν·
ἐν νυκτὶ διαπορεύονται.

Ἀλλ' ἐκεῖνοι μὲν οὕτως·
οἱ δὲ τῆς τοῦ Χριστοῦ διδασκαλίας δεξάμενοι τὸ φῶς,
οἱ τοιοῦτοι φῶς ἀποτελοῦνται.

Ἔστι γὰρ ὁ Θεὸς ἡμῶν φῶς·
καὶ ὁ Λόγος αὐτοῦ ὁ ἐξ αὐτοῦ πρὸ αἰώνων ἀπαθῶς γεννηθεὶς, φῶς λέγεται·
καὶ τὸ ἅγιον καὶ ὁμοούσιον καὶ ζωαρχικὸν Πνεῦμα, φῶς.
Φῶς, καὶ φῶς, καὶ φῶς·
ἀλλ' ἓν φῶς·
καὶ ἡ ψυχὴ ἡ δεξαμένη τὸν λόγον, φῶς ὀνομάζεται.

Ἀλλ' ὁ μὲν Θεὸς φύσει τρισυπόστατον φῶς,
ἡμεῖς δὲ κατὰ μετουσίαν ἐκείνου·
καὶ πάλιν αὐτὸς ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς φῶς,
περὶ οὗ ὁ εὐαγγελιστὴς Ἰωάννης φησίν·

Ἦν τὸ φῶς τὸ ἀληθινὸν,
ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον.

Ἀλλὰ φῶς ὑπάρχων ἐκ φωτὸς ἀῤῥήτου,
καὶ τὸν νόμον διαπέμπεται φωτὸς γέμοντα,
κατὰ τὸν προφήτην τὸν λέγοντα·

Λύχνος τοῖς ποσί μου ὁ νόμος σου,
καὶ φῶς ταῖς τρίβοις μου.

∆εξαμένη τοίνυν ἡ ψυχὴ τῆς ἀληθείας τὸν φωτεινὸν λόγον,
καὶ αὐτὴ φῶς ἀποτελεῖται, καὶ ἀκούει παρὰ τοῦ Παύλου·

Ἦτε γάρ ποτε σκότος, νυνὶ δὲ φῶς ἐν Κυρίῳ.

Ὅταν δὲ δέξηται ἡ διάνοια τὸ φῶς τὸ εὐαγγελικὸν,
καὶ κατὰ τὴν πίστιν φῶς ὀνομάζεται·
ὡσαύτως δὲ καὶ κατὰ τὰ ἔργα.

Λαμψάτω γὰρ, φησὶ, τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων,
ὅπως ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα,
καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν οὐρανοῖς.

Ἀνάγκη γὰρ τὸν δεξάμενον φῶς πίστεως ἐλθεῖν καὶ εἰς ἔργα φωτός.

Οὐ μόνον δὲ εἶναι δεῖ τοῦ πιστοῦ τὴν ψυχὴν φῶς,
ἀλλὰ καὶ κατὰ τὰ ἔργα λάμπειν ἔμπροσθεν τῶν ἀνθρώπων·
διὰ τοῦτο καὶ ὁ Σωτήρ φησι·

Λαμψάτω φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων,
ὅπως ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς.

Καὶ ὅρα τὸ θαυμαστόν·
τὸ μὲν γὰρ ὑπὸ τοῦ Θεοῦ φῶς ἁπλοῦν ἐστιν,
ἀκτῖνας δὲ διαφόρους ἔχει οὐ τῇ φύσει, ἀλλὰ ταῖς ἐνεργείαις·
καὶ πέμπεται μὲν ἡ λάμπουσα τοῦ Θεοῦ διδασκαλία ἐπὶ πᾶσαν πιστὴν ψυχὴν, κατὰ τὸ εἰρημένον·

Καὶ ἔστω ἡ λαμπρότης Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐφ' ἡμᾶς, ἵνα παρ' αὐτῷ κατευθύνηται τὰ ἔργα ἡμῶν.

Μία ἐστὶν ἡ λαμπρότης, ἀλλ' ἐρχομένη πρὸς ἡμᾶς πολλὰς λαμπρότητας ἀποτελεῖ, λαμπρότητα ἐλεημοσύνης, λαμπρότητα σωφροσύνης, λαμπρότητα φιλοξενίας, λαμπρότητα φιλοστοργίας.

Παρὰ μὲν τῷ Θεῷ μία λαμπρότης·
αὕτη δὲ εἰς ἡμᾶς πεμπομένη, ταῖς ἐνεργείαις διαφόρους ἀποτελεῖ τὰς μαρμαρυγάς·
τῷ μὲν χαριζομένη λαμπρότητα προφητείας,
ἄλλῳ λαμπρότητα ἀποστολῆς,
ἄλλῳ λαμπρότητα μαρτυρίου.
Ἐκεῖ μὲν μία λαμπρότης·
εἰς ἡμᾶς δὲ πολλαὶ, κατὰ τὸ εἰρημένον·

Μετὰ σοῦ ἡ ἀρχὴ ἐν ἡμέρᾳ τῆς δυνάμεώς σου
ἐν ταῖς λαμπρότησι τῶν ἁγίων σου.

∆ιὰ τί οὖν Παῦλος ἀπαριθμεῖται, καὶ λέγει·

Μὴ πάντες ἀπόστολοι;
μὴ πάντες προφῆται;
μὴ πάντες διδάσκαλοι;

Οὐχ ἁπλῶς οὕτω διαιρεῖ ὁ Παῦλος,
ἀλλ' ὡς εὑρίσκει ψυχὰς ἐπιτηδείας,
οὐ κατὰ τὴν αὐθεντίαν μερίζει,
ἀλλὰ κατὰ τὴν ὁμολογίαν τῆς πίστεως·
οὐχ ὅτι παρὰ τὸ βούλημα αὐτοῦ δίδωσιν,
οὐδὲ παρὰ τὸ θέλημα,
ἀλλ' ὅτι τὸ θέλημα αὐτοῦ οὐκ ἔστιν ἄκριτον,
ἀλλὰ κατὰ τὰ χαρίσματα τῶν δωρεῶν.

Ὥσπερ γὰρ τὰ ἀνθηρὰ καὶ εὐβαφῆ τῆς βασιλικῆς ἐσθῆτος δέχεται μὲν ἀκτῖνα ἡλιακὴν, διαφόρους δὲ τὰς μαρμαρυγὰς ἀνατέλλει, καὶ οἷον ἂν εἴη τῆς βαφῆς τὸ κάλλος
τοιαύτην τὴν εὔχροιαν ἀπεργάζεται,
καὶ ὥσπερ ὑπὸ τῆς προκειμένης βαφῆς μεταβάπτεται καὶ τοῦ ἀέρος τὸ κάλλος εἰς χρυσὸν,
ἢ εἰς πορφύραν, ἢ εἰς πράσινον, ἢ εἰς ἄλλο τι τῶν χρωμάτων, οὐ τῆς ἀκτῖνος μεριζομένης,
ἀλλὸ τῆς ἐσθῆτος τὴν οἰκονομίαν τῆς ἀκτῖνος σχηματιζομένης τῷ φωτί·
τοιούτοις ἀεὶ ἄνθεσι λάμπει τῆς Ἐκκλησίας τὸ κάλλος, βασιλικὴν ἔχουσα τὴν ἐσθῆτα,
καὶ ἐστολισμένη οὐράνιον καὶ ποικίλην στολήν·
ὡς καὶ ὁ ψαλμῳδὸς λέγει·

Θυγατέρες βασιλέων ἐν τῇ τιμῇ σου·
πάρεστι ἡ βασίλισσα ἐκ δεξιῶν σου ἐν ἱματισμῷ διαχρύσῳ περιβεβλημένη, πεποικιλμένη.

Πῶς πεποίκιλται;

Ταῖς τοῦ ἁγίου Πνεύματος δωρεαῖς, κατὰ τὴν Παύλου φωνὴν, Ἐνεργοῦντος τοῦ Θεοῦ σημείοις καὶ τέρασι καὶ ποικίλαις δυνάμεσι, καὶ Πνεύματος ἁγίου μερισμοῖς.

Ἀλλὰ τί ὀνομάσω τοῦ Χριστοῦ τὴν Ἐκκλησίαν;

Νύμφην ἐστολισμένην, βασιλίδα κεκαλλωπισμένην, παράδεισον κομῶντα, λειμῶνα βρύοντα τὴν εὐκαρπίαν,
καὶ εἴ τι ἕτερον ἂν εἴπω, τῆς ἀξίας ἔλαττον φθέγγομαι.

∆ιὰ τοῦτο ὁ προφήτης Ἡσαΐας ἐκ προσώπου τῆς Ἐκκλησίας ἀναλαβὼν αὐτῆς τὴν φωνὴν, ἔλεγεν·

Ἀγαλλιάσθω ἡ ψυχή μου ἐπὶ τῷ Κυρίῳ·
ἐνέδυσε γάρ με ἱμάτιον σωτηρίου.

Καὶ ἐπειδὴ ἐν ὑποδείγματι ἦν, καὶ ὅλον τὸ κάλλος τῆς Ἐκκλησίας οὐκ ἠδύνατο φράσαι, διαφορὰν αὐτῷ περιτίθησι, λέγων·

Ὡς νύμφην κατεκόσμησέ με κόσμῳ, καὶ ὡς νυμφίῳ περιέθηκέ μοι μίτραν,
καὶ ὡς γῆν αὔξουσαν τὰ γεννήματα αὐτῆς,
καὶ ὡς κῆπον λαχάνων τὰ σπέρματα αὐτοῦ.

Κῆπος γὰρ ὡς ἀληθῶς κεκλεισμένος καὶ παράδεισος ἡ Ἐκκλησία τοῦ Θεοῦ τοῦ ζῶντος·
παράδεισον δὲ λέγω οὐ κατὰ τὸν ἀρχαῖον ἐκεῖνον, ἀλλὰ πολὺ ἐκείνου ἀνώτερον.
Ἐκεῖ μὲν γὰρ ἐβασίλευσεν ὄφις, ἐνταῦθα δὲ βασιλεύει ὁ Χριστός.

βʹ. Μὴ τῇ ἀξιοπιστίᾳ πρόσεχε τοῦ ὀνόματος,
ἀλλὰ τῇ δυνάμει τοῦ πράγματος.

Οὔτε γὰρ παράδεισός ἐστι θαυμαστὸς,
ἐὰν μὴ ἔχῃ Θεοῦ ἐντολὴν τηρουμένην·
οὔτε τὰ εὐτελῆ τῶν τόπων ὑβρίζεται,
ἐὰν ἔχῃ Θεοῦ βασιλεύοντος τὸν νόμον.

Τί βέλτιον; τί κρεῖττον;
παράδεισος, ἢ κοπρία;

Ἀλλ' ὅμως τὸν Ἀδὰμ διὰ τὴν παράβασιν παράδεισος οὐκ ὠφέλησεν·
τὸν Ἰὼβ δὲ διὰ τὴν ὑπομονὴν κοπρία οὐκ ἔβλαψεν·
ὁ Ἀδὰμ ἐν παραδείσῳ καταισχύνεται διὰ τὴν παρακοὴν,
Ἰὼβ δὲ ἐπὶ τῆς κοπρίας στεφανοῦται διὰ τὴν ὑπομονήν.

Οὐδαμοῦ γὰρ ἀξιοπιστία τῶν τόπων συμβάλλεται,
μὴ συντρεχούσης τῆς ἀγαθῆς γνώμης·
καὶ παραδείσου ὑψηλότερος ὁ οὐρανὸς,
ἀλλὰ πίπτει ἐκεῖθεν ὁ διάβολος.

Ἡ γῆ βαθεῖα, καὶ ὁ οὐρανὸς μετεωρίζεται·
πίπτει ἐξ οὐρανοῦ ὁ διάβολος παραβὰς, κατὰ τὸ, Ἐθεώρουν τὸν σατανᾶν ὡς ἀστραπὴν ἐκ τοῦ οὐρανοῦ πεσόντα·
ὑψοῦνται δὲ ἀπὸ γῆς πτωχοὶ, κατὰ τὸ,
Ὁ ἐγείρων ἀπὸ γῆς πτωχὸν, καὶ ἀπὸ κοπρίας ἀνυψῶν πένητα.

Ὁρᾷς ὡς οὐχ ἡ τῶν τόπων διαφορὰ χαρίζεται ἡμῖν τὰ πλεονεκτήματα, ἀλλὰ πανταχοῦ πίστις, καὶ ὑπομονὴ,
καὶ ἐλπὶς τοὺς στεφάνους πλέκει τοῖς ἀξίοις;
Οὐδὲν κοιτῶνος σεμνότερον, οὐδὲν θεάτρου γυμνότερον·
τί ὠφέλησε τὴν ἀκόλαστον Αἰγυπτίαν ἡ ἐν κοιτῶνι μοιχεία;
τί ἔβλαψε τὴν πρωτομάρτυρα Θέκλαν τὸ ἐν θεάτρῳ γυμνὴν παλαίειν;
Οὐχ ἡμάρτηκε γυμνουμένη, οὐχ ὑβρίζεται ἡ ἁγία,
ἀλλὰ στεφανοῦται.

Καὶ ἡ μὲν ἐν τῷ θεάτρῳ στεφανοῦται,
ἡ δὲ ἐν τῷ νυμφῶνι στηλιτεύεται.

Τί ὠφέλησε τὰ εἴδωλα, καὶ ἡ τῶν μὴ ὄντων προσκύνησις;
τὰ τῶν ναῶν μεγέθη λέγω·
τί δὲ ἔβλαψε τοὺς μάρτυρας ἡ τῶν τάφων εὐτέλεια;
οὐ κατῃσχύνθη ἡ πλάνη ἐν μεγέθει, καὶ ὑψώθη τὰ τῶν μαρτύρων ἐν ταπεινώσει;

Οὕτως ἡ Ἐκκλησίᾳ Θεοῦ τοῦ ζῶντος παράδεισός ἐστι τρυφῆς.

Ἐν τῷ παραδείσῳ ἐκείνῳ ὁ ὄφις ἐχόρευσε, καὶ ἠπάτα·
ἐν τῷ παραδείσῳ τούτῳ λέγει ὁ Σωτήρ·

Ἰδοὺ δέδωκα ὑμῖν τὴν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ, καὶ οὐδὲν ὑμᾶς οὐ μὴ ἀδικήσει.

Ἐν τῷ παραδείσῳ ἐκλείσθη ἡ ὁδὸς τῆς ζωῆς τῷ Ἀδὰμ διὰ τὴν παράβασιν·
καὶ ἵνα δείξῃ ὁ Θεὸς, ὅτι οὐκ ἐμποδίζεται ἡ ἐνάρετος ψυχὴ, ἔξω τοῦ παραδείσου τὰ μείζονα λαμβάνει τῶν ἐν τῷ παραδείσῳ.
Τῷ Ἀδὰμ ἀποκλείεται ὁ παράδεισος,
καὶ Πέτρος πιστεύεται τὰς κλεῖς τοῦ οὐρανοῦ·
Ἀδὰμ ἐκβάλλεται τοῦ παραδείσου,
καὶ Παῦλος ἁρπάζεται ἕως τρίτου οὐρανοῦ·
τῷ Ἀδὰμ ἀποτειχίζεται τὸ ξύλον τῆς ζωῆς·
εἶπε γὰρ ὁ Θεὸς, φησὶ,

Μήποτε ἅψηται Ἀδὰμ τοῦ ξύλου τῆς ζωῆς.

Ἐκεῖ ἡ ζωὴ κεκώλυται, καὶ τὸ ξύλον τῆς ζωῆς ἐκωλύθη παρὰ τοῦ παραβάντος·
ὧδε ἐπάγη τὸ ξύλον τοῦ σταυροῦ,
καὶ πάντες οἱ βουλόμενοι τρυγῶσι ζωὴν αἰώνιον.

Ἐν τῷ παραδείσῳ μετὰ τὴν παράβασιν κρύπτεται ὁ Ἀδὰμ τὸν Θεὸν, ὑπὸ τοῦ συνειδότος πληττόμενος·
ἀνακαλεῖται αὐτὸν ὁ τὰ πάντα ζητῶν, καί φησιν·

Ἀδὰμ, ποῦ εἶ;
Οὐκ ᾔδεις γὰρ ποῦ ἐστιν;
Ἀδὰμ, ποῦ εἶ;

Ἐλέγχων αὐτοῦ τὴν παρανομίαν λέγει, Ποῦ εἶ;
ἀντὶ τοῦ, Ἐν τίσιν εἶ;

Μὴ ἰσοθεΐαν σοι ἤνεγκεν ἡ ἀπάτη τοῦ ὄφεως;
εἶδες πῶς γεγύμνωσαι;

Ποῦ εἶ;
Τῆς φωνῆς σου ἤκουσα, καὶ ἐκρύβην.

Ἐκεῖνος κρύπτεται ἐν παραδείσῳ·
οἱ ἀπόστολοι λέγουσιν, Ἡμεῖς πάντες ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτριζόμεθα,
ἀπὸ δόξης εἰς δόξαν.

Εἶδες παῤῥησίαν ἔξω τοῦ παραδείσου;
εἶδες αἰσχύνην ἔσω τοῦ παραδείσου;

Ἐν τῷ παραδείσῳ μετὰ τὴν παράβασιν ἐνέδυσεν ὁ Θεὸς τὸν Ἀδὰμ χιτῶνας δερματίνους.

Ἴδωμεν τί ἐνδέδυται.
Ἐκεῖνος ἐκεῖ χιτῶνα ἐνεδύσατο·
ὧδε, Ὅσοι εἰς Χριστὸν ἐβαπτίσθησαν, Χριστὸν ἐνεδύσαντο.

Ἐκεῖ ἀποκλεισθέντος τοῦ παραδείσου, τὰ Χερουβὶμ, καὶ ἡ στρεφομένη ῥομφαία κωλύουσα τὴν ὁδὸν τοῦ παραδείσου·
καὶ ἦν ὥσπερ τεῖχος καὶ ἀποτείχισμα τῷ Ἀδὰμ, μὴ συγχωροῦν εἰσελθεῖν διὰ τὴν παρακοὴν τὴν ἐν παραδείσῳ μετὰ τὴν παράβασιν.

Οὐκ εἰς κατηγορίαν λέγω τοῦ παραδείσου,
ἀλλ' ὅτι ἐκεῖνο τὸ θεοπρεπὲς χωρίον οὐδὲν ὠφέλησε τὸν μὴ μετὰ γνώμης ἀγαθῆς ἀναστρέφεσθαι βουληθέντα.
Καὶ ἦν πυρὸς τεῖχος κυκλοῦν τὸν παράδεισον,
καὶ μὴ συγχωροῦν τῷ παραβάντι εἰσελθεῖν·
ἵνα δείξῃ ὁ Θεὸς, ὅτι οὐ τὸ πῦρ πολέμιον ἦν αὐτῷ,
ἀλλ' ἡ παράβασις τὸν Ἀδὰμ ἐκώλυσε τοῦ πυρὸς τὸ τεῖχος εἰσελθεῖν·
καὶ Ἠλίαν ἅρμα πυρὸς ἥρπασεν εἰς τὸν οὐρανόν.

Οὐ ψεύδεται ἡ Ἐκκλησία τοῦ Θεοῦ λέγουσα·

Ἐνέδυσέ με ὁ Θεὸς ἱμάτιον σωτηρίου,
καὶ ὡς νύμφην κατεκόσμησέ με κόσμῳ,
ὡς γῆν αὔξουσαν τὰ γεννήματα αὐτῆς,
καὶ ὡς μέγας τῆς ἀληθείας κῆπος.

Οὗτος ὁ μέγας παράδεισος, ἡ Ἐκκλησία ἡ οἰκουμενική.
Χριστὸς βασιλεύει, καὶ νομοθετῶν πιστεύεται,
εἰ μήπου τις εὑρεθῇ ἐν τῇ Ἐκκλησίᾳ αἱρετικὴν πλάνην νοσῶν, ὑπὸ τῆς τῶν ὄφεων διδασκαλίας, λέγω δὴ τῆς αἱρετικῆς πλάνης, καὶ ἐκβαλλόμενος ἐντεῦθεν, ὡς τοῦ παραδείσου Ἀδάμ.

Ὥσπερ γὰρ ἐκεῖ ὁ πεισθεὶς τῇ τοῦ ὄφεως διδασκαλίᾳ ἐξωρίσθη τοῦ παραδείσου·
οὕτω καὶ ἐν τῇ Ἐκκλησίᾳ οἱ Παύλῳ μὴ πειθόμενοι,
ὑπὸ Πέτρου μὴ διδασκόμενοι, ἀλλὰ ταῖς τῶν ὄφεων πειθόμενοι διδασκαλίαις, ἐκβάλλονται τούτου τοῦ παραδείσου.
Πόθεν τοῦτο δῆλον;

Λέγει ὁ Παῦλος·

Ζηλῶ γὰρ ὑμᾶς ζῆλον Θεοῦ·
ἡρμοσάμην γὰρ ὑμᾶς ἑνὶ ἀνδρὶ παρθένον ἁγνὴν παραστῆσαι τῷ Χριστῷ.
Φοβοῦμαι δὲ μήπως, ὡς ὁ ὄφις ἐξηπάτησεν Εὔαν,
οὕτω φθαρῇ τὰ νοήματα ὑμῶν.

Ἀλλ' οὐκ ἔχει χώραν ἐνταῦθα ὄφεως διδασκαλία,
τοῦ μεγάλου ποιμένος τῇ βακτηρίᾳ τῆς πίστεως συντρίβοντος τὴν κεφαλὴν τῶν ὄφεων.

Καὶ γὰρ ὡς ποιμὴν ὁ θαυμάσιος ἡμῶν πατὴρ συντρίβει τὰς κεφαλὰς τῶν δρακόντων τῇ εὐαγγελικῇ πίστει καὶ τῇ εἰς Χριστὸν ἐλπίδι·
καὶ ὡς ἄριστος φυτοκόμος καὶ κηπουρὸς,
τρέφει μὲν τὰ φυτὰ τῆς Ἐκκλησίας,
ἐκριζοῖ δὲ, εἴ τι νόθον σπέρμα καὶ βλάστημα·
τὴν νόσον τῆς δυσσεβείας, τ
ὴν πλάνην τὴν Ἑλληνικὴν ὡς ἀκάνθας πυρὶ παραδίδωσι·
τὴν δὲ αἱρετικὴν πλάνην ὡς ἄγρωστιν ἐκτίλας ἐκβάλλει, ζήλῳ ἐνδεδυμένος Θεοῦ, ὃν οἱ πολλοὶ ἀγνοοῦσιν.

Εἰώθασι γάρ τινες κατασοφιστεύειν τῆς Ἐκκλησίας καὶ τῶν ἁγίων ποιμένων, ὥσπερ οὖν καὶ τούτου τοῦ θαυμασίου πατρός·
καὶ πολλοὶ ἐν ἐπιεικείας σχήματι ἀργίαν εἰσάγουσι,
καὶ ζῆλον ὑβρίζουσι, καὶ Θεοῦ ἀκμάζοντα λόγον πειρῶνται ἀμβλύνειν.
Ἔστι γὰρ εὑρεῖν τινα ἐν σχήματι ἐπιεικείας λέγοντα·

Τί γὰρ κοινὸν ἔχομεν πρὸς τοὺς Ἕλληνας;
θέλει σωθῆναι;
σωθήτω.

Ὁ ταῦτα λέγων οὐδέπω ἐτρώθη ζήλῳ εὐσεβείας·
ὁ βλέπων ἀπολλύμενον, καὶ μὴ πενθῶν τὴν ἐκείνου ἀπώλειαν, καὶ ἰδίαν ζημίαν τιθέμενος, οὐκ οἶδε ζῆλον εὐσεβείας, οὐκ ἐτρώθη βέλεσιν ἀληθείας.

γʹ. Ὁ βλέπων οὖν ἀπολλύμενον, καὶ μὴ ζηλῶν ὥς πού φησι Παῦλος, Τίς ἀσθενεῖ, καὶ οὐκ ἀσθενῶ;
οὐκ ἔστιν οὗτος μαθητὴς Παύλου.

Ἀντιπαραβαλλέτω τοῦ Πατρὸς τὰ κατορθώματα,
καὶ εὑρήσει αὐτὸν συνᾴδοντα ταῖς ἀποστολικαῖς φωναῖς·

Τίς ἀσθενεῖ, καὶ οὐκ ἀσθενῶ;
τίς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ πυροῦμαι;

Οἱ οὕτω φρονοῦντες, ἀδελφοί εἰσι τῶν ἀποστόλων.

∆ίκαιος γὰρ οὐκ ἐν οἷς ἁμαρτάνει μόνον ἀθυμεῖ,
ἀλλὰ καὶ ἐν οἷς βλέπει ἄλλους ἁμαρτάνοντας,
ὥς φησιν ὁ ∆αυΐδ·

Ἀθυμία κατέσχε με ἀπὸ ἁμαρτωλῶν τῶν ἐγκαταλιμπανόντων τὸν νόμον σου.

Εἴ τις ἐπὶ ταῖς ἄλλων ἁμαρτίαις ἀθυμεῖ, ζῆλον ἔχει εὐσεβείας.

Ὁ γὰρ δίκαιος, ὅταν τὸν ἑαυτοῦ βίον διορθῶται,
δακρύει καὶ πενθεῖ τοῦ τὴν ἁμαρτίαν ἐξαλεῖψαι τὴν ἑαυτοῦ·
καὶ τότε τῆς ἁμαρτίας τῆς ἰδίας παυσάμενος,
τὰς ἄλλων λοιπὸν πενθεῖ ἁμαρτίας, καθὼς καὶ Παῦλος·

Μήπως ἐλθὼν πολλοὺς πενθήσω τῶν προημαρτηκότων,
καὶ μὴ μετανοησάντων.

Παῦλος πενθεῖ τοὺς ἁμαρτήσαντας, καὶ μὴ μετανοήσαντας·
Σαμουὴλ πενθεῖ τὸν Σαοὺλ, ὡς εἰπεῖν τὸν Θεόν·
Ἕως πότε σὺ πενθεῖς ἐπὶ Σαούλ;

Βλέπεις ψυχὴν ἀπολλυμένην, καὶ οὐ πενθεῖς;
Νεκρὸν ἐάν τις ἴδῃ προκομιζόμενον, καὶ μὴ δακρύσῃ,
ὡς ἀπηνὴς καὶ σκληρὸς καὶ θηριώδης ἐλέγχεται·
ψυχὴν ἐὰν ἴδῃς ἐν ἀσεβείᾳ βαπτιζομένην, καὶ αἰωνίῳ θανάτῳ καταδικαζομένην, καὶ τῇ ἀπιστίᾳ διαμένουσαν,
οὐ δακρύεις, εἰπέ μοι, καὶ πενθεῖς;
καὶ τοῦτο εὐλαβοῦς ψυχῆς;

Πάντα μὲν οὖν τὰ ἄλλα ἁμαρτήματα δεῖ πενθεῖν τὸν εὖ φρονοῦντα, ἐξαιρέτως δὲ, ὅταν ἴδῃ ψυχὴν ἐν ἀσεβείᾳ βεβαπτισμένην Ἑλληνισμοῦ.

Ἐπὶ τῇ τοιαύτῃ ψυχῇ οὐ δεῖ μόνον πενθεῖν,
ἀλλὰ καὶ πυροῦσθαι καὶ ἐμπιπρᾶσθαι τῷ ζήλῳ·
ἵνα γένηται Παύλου μαθητής.

∆ιατρίβοντος γὰρ, φησὶ, Παύλου ἐν ταῖς Ἀθήναις, ἐνεπίπρατο αὐτοῦ τὸ πνεῦμα, θεωροῦντος κατείδωλον οὖσαν τὴν πόλιν.
∆ιὰ τί δὲ ταῦτα οἱ ἅγιοι φρονοῦσιν, ὥς που καὶ ὁ θαυμάσιος οὗτος πατὴρ ἔκδικος τῆς εὐσεβείας ἦν;

Καθάπερ γάρ ἐστι βασιλεὺς ὁ ἐπὶ γῆς κατέχων τῆς ὑπ' αὐτὸν οἰκουμένος, ἔχει δὲ ἐν ἑκάστῳ δικαστηρίῳ τοῦ παλατίου συνηγοροῦντας·
οὕτως ἔχει ὁ Θεὸς τοὺς πιστοὺς ποιμένας ἐκδίκους τῆς εὐσεβείας.

Πολλοὶ γὰρ πολλάκις διασύροντες τῶν Ἑλλήνων λέγουσιν, ὅταν ἀκούσωσι Χριστιανῶν λεγόντων αὐτοῖς,
∆ιὰ τί βλασφημεῖτε;
διὰ τί ἀσεβεῖτε;
εὐθέως διασύρουσιν·

Ἴδε οἱ ἔκδικοι τοῦ Θεοῦ·
οὐ δύναται ἑαυτὸν ἐκδικῆσαι ὁ Θεός;

Ἀλλ' ἑαυτὸν οὐκ ἐκδικεῖ (οὐ γὰρ ὑβρίζει τὴν θεότητα),
ἀλλὰ διὰ πιστῶν οἰκετῶν τοὺς ἀγνώμονας δούλους μαστίζει.

Χρείαν ἔχει ἐκδίκων ὁ Θεός;
Ναί· οὐκ ἐπειδὴ αὐτὸς ἀσθενεῖ,
ἀλλ' ἵνα σοὶ θύραν ζήλου ἀνοίξῃ.
Εἰ γὰρ πάντα δι' ἑαυτοῦ ἐποίει,
ἀπεκλείετο ἡ ὁδὸς τῆς ζωῆς τῷ ζηλωτῇ.

Οὐκ ἐθεομάχει ποτὲ Φαραὼ, καὶ ἦν ἐν ἀσεβείᾳ βεβυθισμένος·
καὶ οὐδαμοῦ μάστιξ προσηνέχθη, ἕως ἂν ἔκυψε Μωϋσῆς ὁ πιστός;

Οὐκ ἐκόμα ἡ πολύθεος πλάνη σὺν τοῖς ψευδέσιν ἱερεῦσι καὶ τοῖς ψευδοπροφήταις, καὶ οὐδαμοῦ παρὰ Θεοῦ πληγὴ, ἕως ἀνέκυψεν Ἠλίας ὁ ζηλωτής;
Ἔκδικοί εἰσιν ὁμολογουμένως τοῦ Θεοῦ οἱ ἅγιοι.

∆ιὸ καὶ Παῦλος λέγει·

Ἐν ἑτοίμῳ ἔχομεν ἐκδικῆσαι πᾶσαν παρακοὴν,
ὅταν πληρωθῇ ὑμῶν ἡ ὑπακοή.

Ἔτι δὲ ἡ θαυμασία ∆εβόῤῥα ἐν γυναιξὶν, ἡ γυναικὸς ἀσθένειαν ἔχουσα, καὶ ἀνδρείαν ἀρετῆς προφητεύουσα,
περὶ ἧς φησιν ἡ Γραφὴ, καὶ Ἀνέστη ∆εβόῤῥα, μήτηρ ἐν τῷ Ἰσραὴλ, μήτηρ ἐγένετο τοῦ λαοῦ δι' εὐσέβειαν, καὶ τοσοῦτον ἤκμαζεν, ὥστε καὶ τοὺς στρατηγοὺς πολέμου γενομένου τοὺς περὶ τὸν Βαρὰκ λέγειν τῇ γυναικί·

Ἐὰν μὴ σὺ ἔλθῃς εἰς πόλεμον μεθ' ἡμῶν,
ἡμεῖς οὐκ ἐρχόμεθα.

Οὐ τῇ τῆς γυναικὸς ἐθάῤῥουν ἀνδρείᾳ, ἀλλὰ τῇ τῆς προφητείας δυνάμει.

Ἐξῆλθον πολλοὶ συνεργοὶ τῆς τοῦ Θεοῦ βουλῆς,
καὶ ἐξέκοπτον τοὺς ἀλλοφύλους.

Ἐκείνη οὖν ἡ μακαρία ∆εβόῤῥα τὴν ἀλήθειαν φέρουσα λέγει·

Κύριε, οἱ ἀγαπῶντές σε, ὡς ἀνατολὴ τοῦ ἡλίου·
οἱ δὲ ἐχθροί σου, ὡς ἀπόσμηγμα λύχνου.
Κύριε, οἱ ἀγαπῶντές σε, ὡς ἀνατολὴ τοῦ ἡλίου·
ἐπειδὴ ὁ ἥλιος οὐδέποτε σβέννυται·
οἱ δὲ ἐχθροί σου, ὡς ἀπόσμηγμα λύχνου·
λύχνος γὰρ καὶ πρόσκαιρον ἔχει φῶς, καὶ πάλιν σβέννυται.

Εἶτα ἐπαινεῖ τὸν στρατηγὸν ὑπουργήσαντα τῇ τοῦ Θεοῦ βουλῇ, καὶ μετὰ ταῦτα κελεύει καταρᾶσθαι τοὺς κατοικοῦντας Μαζὼρ, ὅτι οὐκ ἐξῆλθον εἰς βοήθειαν Κυρίου.
Βοηθείας ἄρα ἔχρῃζεν ὁ Θεός;
Ναί.
∆εῖ φανῆναι τοὺς βοηθοῦντας τῇ εὐσεβείᾳ.

Οὕτως οὖν καὶ ὁ θαυμάσιος οὗτος πατὴρ οὐ Θεῷ ὡς ἀτονοῦντι βοηθεῖ, ἀλλ' εἰς τοῦτο ταγεὶς ἐκδικεῖ τὴν εὐσέβειαν, τῷ σώματι μὲν ἐνδεικνύμενος πρὸς ἀπώλειαν, ἀλλὰ ψυχὰς ἐμβαλλόμενος πρὸς δυναστείαν.

Τὰ γὰρ βέλη τοῦ δυνατοῦ ἠκονημένα.
Καὶ μὴ θαυμάσῃς, εἰ οἱ ποιμένες Χριστοῦ καὶ διδάσκαλοι εὐσεβείας ἐκδικοῦσι τὴν ἀλήθειαν·
ἀλλὰ κἂν μὴ ᾖ τις διδάσκαλος, μηδὲ διδασκαλικὸν θρόνον πεπιστευμένος, ἀλλὰ ἁπλῶς δεξάμενος Χριστοῦ λόγον,
καὶ ἐν μαθητοῦ τάξει τυγχάνων, ὀφείλει ζῆλον ἔχειν Θεοῦ, καὶ ἀμοιβὰς ἀποδιδόναι τῷ εὐεργέτῃ ἐν τῷ ἐλευθεροστομεῖν, καὶ ὑπὲρ τῆς ἀληθείας φθέγγεσθαι, καὶ κατὰ ἀσεβείας ἀγωνίζεσθαι, ἵνα ἀκούσῃ παρὰ τῆς ἁγίας Γραφῆς·

Τέκνον, ἀγώνισαι ὑπὲρ τῆς ἀληθείας,
Καὶ Κύριος ὁ Θεὸς πολεμήσει ὑπὲρ σοῦ.

Οὐδὲν θαυμαστὸν, εἰ εὐσέβειαν ἐκδικοῦσιν ἅγιοι.
Πολλάκις καλεῖ τι δι' ἐπιείκειαν, ὡς Θεὸς ἀγαθὸς, καὶ οἱ προφῆται οὐ συγχωροῦσι τρωθῆναι τὴν εὐσέβειαν ἐκ τῆς τοῦ Θεοῦ ἐπιεικείας.

Λέγει ὁ Θεὸς διὰ Μωϋσέως·
Εἰπὸν τῷ Φαραὼ, Ἐξαπόστειλον τὸν λαόν μου·
εἰ δὲ οὐ βούλει, ἰδοὺ ἀποστελῶ τὰ σημεῖα, καὶ πατάξω σε.

Ἐπλήγη Μωϋσῆς ἐπὶ τῷ ῥήματι, καὶ δίδοται ἔννοια τῷ εὐσεβεῖ, καί φησι·
Μὴ νομίσῃς, ὅτι ἐξ ἰσοτιμίας ἔχει λαὸν αὐτὸς, καὶ λαὸν ὁ Θεός.
Καὶ ἀγωνιάσας, μήποτε ἡ πολλὴ τοῦ Θεοῦ ἀγαθότης καὶ ἐπιείκεια βλάψῃ αὐτὸν, καὶ νομίσῃ ἀντιπολιτεύεσθαι Θεῷ, ἀκούσας, Ὁ λαός σου, καὶ, Ὁ λαός μου, ἀναφέρει τὸ κήρυγμα.

Τάδε λέγει Κύριος ὁ Θεὸς τῶν Ἑβραίων·
Ἐξαπόστειλον τὸν λαόν μου·
εἰ δὲ μὴ βούλει, ἰδοὺ ἐγὼ ἐξαποστελῶ τὰ σημεῖα, καὶ πατάξω σε καὶ τοὺς θεράποντάς σου·
ἵνα μάθῃς, ὅτι Τοῦ Κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς.
Ἡ γῆ ἤκουσε λαὸν καὶ λαὸν, καὶ οὐκ ἠκολούθησε τῷ λόγῳ, ἀλλὰ λέγει, Πᾶσα ἡ γῆ τοῦ Κυρίου ἐστίν.

Εἰ γὰρ καὶ ἐπιεικείᾳ ἐχρήσατο ὁ Θεὸς, ἀλλ' οὗτος οὐ προδίδωσι τὴν δεσποτικὴν αὐθεντίαν.

∆ιὰ τοῦτο γὰρ καὶ ὁ Θεὸς οὕτως ἐλάλησεν, ἵνα γυμνωθῇ τοῦ εὐσεβοῦς ὁ ζῆλος.

Ἀλλὰ καὶ φιλοῦσιν ἀεὶ πιστοὶ ὑπερβαίνειν τοῦ Θεοῦ τὰ ῥήματα·
λέγει γὰρ ὁ Σωτὴρ τοῖς μαθηταῖς·

Τίνα με λέγουσιν οἱ ἄνθρωποι εἶναι τὸν Υἱὸν τοῦ ἀνθρώπου;

Λέγει εἷς τῶν μαθητῶν αὐτοῦ·

Σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος.

Ὁ ζῆλος τοῦ ἁγίου Πνεύματος καὶ ὑμᾶς διδασκέτω ζηλωτὰς εἶναι, καὶ ὑπὲρ εὐσεβείας πάσχειν, καὶ ἀγωνίζεσθαι ὑπὲρ δικαιοσύνης τὸν καλὸν ἀγῶνα.

δʹ. Ἄξιον γάρ ἐστι τὸ μιμητὰς εἶναι διδασκάλου ἀγαθοὺς μαθητὰς, ὡς καὶ Παῦλος λέγει·

Μιμηταί μου γίνεσθε, καθὼς κἀγὼ Χριστοῦ.

Θέλεις μαθεῖν, ὅτι καὶ ὁ ἁπλῶς μαθητὴς καὶ μαθητοῦ τάξιν ἔχων ὀφείλει ἔχειν ζῆλον εὐσεβείας;

Ἄκουε πῶς ὁ Χριστὸς τὸν ἐκ γενετῆς τυφλὸν ἐθεράπευσε·
μᾶλλον δὲ αὐτῆς ἐξ ἀρχῆς τῆς ἱστορίας ἀκούσωμεν.

Μετὰ γὰρ πολλὰ τῷ εὐαγγελιστῇ εἰρημένα, οὕτως ἤρξατο λέγειν·

Παράγων ὁ Ἰησοῦς εἶδεν ἄνθρωπον τυφλὸν ἐκ γενετῆς.
Καὶ ἠρώτησαν αὐτὸν οἱ μαθηταὶ αὐτοῦ λέγοντες, καὶ τὰ ἑξῆς.
Καὶ πτύσας, καὶ πηλὸν ποιήσας, Ἔχρισεν αὐτοῦ τοὺς ὀφθαλμοὺς, καὶ εἶπεν αὐτῷ·
Ὕπαγε, νίψαι εἰς τὴν κολυμβήθραν τοῦ Σιλωάμ·
καὶ νιψάμενος ἀνέβλεψεν.
Οἱ Ἰουδαῖοι ἔγνωσαν αὐτὸν, καὶ λέγουσιν·
Οὐχ οὗτός ἐστιν ὁ πρὸς τὴν ἐλεημοσύνην καθήμενος τυφλὸς ὤν;
Ἄλλοι ἔλεγον, Ναί·
ἄλλοι, Οὒκ, ἀλλ' ὅμοιος αὐτῷ ἐστιν.
Ἐκεῖνος ἔλεγεν, ὅτι Ἐγώ εἰμι.

Οἱ Φαρισαῖοι δὲ καὶ οἱ ἄρχοντες τῶν Ἰουδαίων ὁρῶντες, ὅτι τὸ θαῦμα πολλοὺς ἔχει ἑλκύσαι πρὸς τὸν Χριστὸν, δακνόμενοι ἐκ τοῦ ζήλου τῆς ἀσεβείας, καὶ πληττόμενοι τῷ κέντρῳ τῆς ἀληθείας, καλοῦσιν ἔσω τόν ποτε τυφλόν.
Καὶ ἦν ἰδεῖν πονηρὸν θέατρον, εὐσεβείας ἐκδικουμένης, καὶ πονηρῶν δικαστῶν κρινόντων, καὶ μεγάλου συνηγόρου συναγωνιζομένου, καὶ Θεοῦ βραβεύοντος καὶ ἐφορῶντος.

Καλοῦσι τόν ποτε τυφλὸν καὶ ἀναβλέψαντα Ἰουδαίων παῖδες, καὶ ἱστῶσιν ἐν μέσῳ τοῦ συνεδρίου, καὶ λέγουσιν αὐτῷ·

Εἰπὲ πῶς ἀνέβλεψας, καὶ τίς σου διήνοιξε τοὺς ὀφθαλμοὺς, καὶ τί σοι ἐποίησεν;
Ταῦτα ἔλεγον, οὐχ ἵνα μάθωσιν, ἀλλ' ἵνα τῷ σχήματι τῆς ἐρωτήσεως φόβον ἐνέγκωσιν.

Πολλάκις γὰρ τὸ σχῆμα τῆς ἐρωτήσεως διδάσκαλος γίνεται τῷ ἐρωτωμένῳ ἀποκρίνασθαι, ἢ σιωπῆσαι·
ὡς ἄν τις εἴποι τινὶ μέλλοντι μαρτυρεῖν εἰς πρᾶγμα·

Οἶδας τὴν ὑπόθεσιν; παρῆς; πόθεν οἶδας τὸ πρᾶγμα;
καὶ τὸ σχῆμα αὐτὸν διδάσκει ἀρνήσασθαι.

Οὕτω κἀκεῖνοι·
Πῶς ἀνέβλεψας;
τίς ἠνέῳξέ σου τοὺς ὀφθαλμούς;

Ὁ δὲ ἧττον φροντίσας τῆς ἀπειλῆς, εἴχετο μᾶλλον τῆς ἀληθείας, καί φησιν·

Ἄνθρωπός τις, λεγόμενος Ἰησοῦς, πηλὸν ποιήσας ἐπέχρισέ μου τοὺς ὀφθαλμοὺς καὶ εἶπέ μοι·
Ὕπαγε, νίψαι εἰς τὸ Σιλωάμ.
Καὶ ἀπελθὼν ἐνιψάμην, καὶ ἀνέβλεψα.
Οὐκ ᾔδει τὴν ἀλήθειαν, ἀλλὰ τὴν εὐεργεσίαν ἐγνώρισε·
τοῦ εὐεργέτου τὸ ἀξίωμα οὔπω ᾔδει.
Ἄνθρωπός τις πηλὸν ποιήσας ἐπέχρισέ μου τοὺς ὀφθαλμοὺς, καὶ βλέπω.

Οὐκ ἐπίστευσαν οἱ Ἰουδαῖοι, ὅτι τυφλὸς ἦν, καὶ ἀνέβλεψεν, ἕως ὅτου ἐφώνησαν τοὺς γονεῖς αὐτοῦ τοῦ ἀναβλέψαντος.
Ἡ παραγραφὴ τῆς κακίας εἰς ἀμφιβολίαν ἤνεγκε τὴν ἀλήθειαν.

Καλοῦσι τοὺς γονεῖς τοῦ τυφλοῦ·
ἡ κακία καθ' ἑαυτῆς συνάγει τοὺς μάρτυρας.
Ἐκλήθησαν οἱ γονεῖς τοῦ τυφλοῦ.

Πάλιν τὸ αὐτὸ σχῆμα τῆς ἐρωτήσεως·
Οὗτός ἐστιν ὁ υἱὸς ὑμῶν, ὃν ὑμεῖς λέγετε, ὅτι τυφλὸς ἐγεννήθη;
Πῶς οὖν ἄρτι βλέπει;
Ἐκεῖνοι τὸν τρόπον τῆς κακίας νοήσαντες, ὅτι ἀπειλὰς προσφέρουσιν, λέγουσιν αὐτοῖς·
Ἴσμεν, ὅτι οὗτός ἐστιν ὁ υἱὸς ἡμῶν·
καὶ ὅτι τυφλὸς ἐγεννήθη, οἴδαμεν·
πῶς δὲ νῦν βλέπει, ἢ τίς ἤνοιξεν αὐτοῦ τοὺς ὀφθαλμοὺς, οὐκ οἴδαμεν·
αὐτὸς ἡλικίαν ἔχει, αὐτὸν ἐρωτήσατε·
αὐτὸς τὰ περὶ ἑαυτοῦ λαλήσει.

Καὶ ὅρα τοῦ Θεοῦ τὴν σοφίαν.
Ἵνα μὴ παραγράφωνται αὐτοῦ τὴν φωνὴν τοῦ ἀναβλέψαντος, ἢ ὡς νέου ὄντος, ἢ ὡς οὐκ εἰδότος εἰπεῖν, ὡς ἐπὶ τῶν κοινῶν δικαστηρίων, ᾠκονόμησεν ὁ Θεὸς πρῶτον δειχθῆναι αὐτὸν τῆς ἐννόμου ἡλικίας.
Ἡλικίαν ἔχει αὐτὸς, φησίν·
αὐτὸν ἐρωτήσατε·
ἐπειδὴ οἱ ἀφήλικες συνηγόρων χρῄζουσιν, οἱ δὲ τελείαν φέροντες τὴν ἡλικίαν, αὐτοὶ ἑαυτῶν συνήγοροι γίνονται.

Ἀπεκρίθησαν οἱ γονεῖς αὐτοῦ, καὶ εἶπον, ὅτι Οὗτός ἐστιν ὁ υἱὸς ἡμῶν, καὶ ὅτι τυφλὸς ἐγεννήθη, οἴδαμεν.
Ὡμολόγησαν οἱ γονεῖς, ἵνα μὴ ᾖ ἀμφιβολία, ὅτι οὐκ ἦν τυφλός.
Ἡλικίαν ἔχει, αὐτὸν ἐρωτήσατε·
αὐτὸς τὰ περὶ αὐτοῦ λαλήσει.

Καλοῦσι πάλιν, φησὶν, αὐτὸν ἐκ δευτέρου, καὶ λέγουσιν αὐτῷ·
Τί ἐποίησέν σοι;
πῶς ἠνέῳξέν σου τοὺς ὀφθαλμούς;

Ἐκεῖνος λοιπὸν ἐνδυσάμενος Θεοῦ ζῆλον, διαπτύει τὴν ἐρώτησιν, καὶ ὡς ἀναξίους ἀποκρίσεως, οὐκ ἀξιοῖ λόγου, ἀλλὰ τί λέγει αὐτοῖς;
Εἶπον ὑμῖν ἤδη, καὶ οὐκ ἠκούσατε·
τί πάλιν θέλετέ μου ἀκούειν;
μὴ καὶ ὑμεῖς θέλετε αὐτοῦ μαθηταὶ γενέσθαι;

Καὶ μιμεῖται τὴν Χριστοῦ διδασκαλίαν, ὁ μηδέπω ἀκούσας τὴν Χριστοῦ διδασκαλίαν.

Οἱ γὰρ Ἰουδαῖοι ἐν τοῖς ἐγκαινίοις κυκλώσαντες τὸν Σωτῆρα ἐν τῇ στοᾷ Σολομῶντος, ἔλεγον αὐτῷ·
Ἕως πότε τὴν ψυχὴν ἡμῶν αἴρεις;
Εἰ σὺ εἶ ὁ Χριστὸς, εἰπὲ ἡμῖν παῤῥησίᾳ.
Λέγει αὐτοῖς·
Εἶπον ὑμῖν, καὶ οὐκ ἠκούσατε·
τί πάλιν θέλετε ἀκούειν;
Καὶ ὅρα συνηγόρου εὐσέβειαν.

Ἐπειδὴ προσέσχεν τῇ κακίᾳ τῶν Ἰουδαίων, ὅτι πάντα ποιοῦσι, καὶ σχηματίζονται ἀπειλὴν, καὶ φόβον αὐτῷ ἐπισείειν ὑπὲρ τοῦ μὴ ὁμολογεῖν αὐτὸν διδάσκαλον, λέγει αὐτοῖς·

Εἶπον ὑμῖν ἤδη, καὶ οὐκ ἠκούσατε·
τί πάλιν θέλετε ἀκούειν·
μὴ καὶ ὑμεῖς θέλετε μαθηταὶ αὐτοῦ γενέσθαι;
Τῷ εἰπεῖν, Μὴ καὶ ὑμεῖς;
ἔδειξεν, ὅτι τὸ Ἐγὼ ὁμολογεῖται.

Ταύτην τὴν φωνὴν ἐχέτω πᾶς Χριστιανὸς ἀφ' Ἑλληνισμοῦ καταγόμενος.

Ὅταν γάρ σοι συντύχοι Ἕλλην ἀρχαίαν ἔχων συνήθειαν πλάνης, καὶ εἴποι σοι, ὅτι Χριστιανὸς ἐγένου, εἰπὲ αὐτῷ, Ναί·
μὴ καὶ σὺ θέλεις γενέσθαι;
Ὁ σκοπὸς τοίνυν τοῦ ἀναβλέψαντος καὶ ψυχῇ καὶ σώματι, τοιοῦτος ἦν.
Εἶπον ὑμῖν ἤδη, καὶ οὐκ ἠκούσατε·
τί πάλιν θέλετέ μου ἀκούειν;
μὴ καὶ ὑμεῖς θέλετε αὐτοῦ μαθηταὶ γενέσθαι;

Ἀντὶ τοῦ, Τοσοῦτον ἀπέχετε τοῦ ἐμὲ μεταπεῖσαι, ὅτι καὶ ἐγὼ προσδοκῶ μᾶλλον ὑμᾶς μεταβληθέντας Χριστὸν αὐτὸν καθομολογῆσαι.
Εἶτα τί πρὸς αὐτὸν οἱ Ἰουδαῖοι·
Ἐλοιδόρησαν αὐτὸν, καὶ εἶπον·
Σὺ εἶ μαθητὴς ἐκείνου, ἡμεῖς δὲ τοῦ Μωϋσέως ἐσμὲν μαθηταί.
Ἡμεῖς οἴδαμεν, ὅτι Μωϋσῇ ἐλάλησεν ὁ Θεός·
τοῦτον δὲ οὐκ οἴδαμεν πόθεν ἐστίν.

Ἐννόησον τὸ πλῆθος τῶν ἀντιλεγόντων, καὶ τὴν δύναμιν ἑνὸς τοῦ ἀνθεστηκότος.

Καὶ οὐκ ἐσιώπησε πάλιν ὁ συνήγορος τῆς ἀληθείας, ἀλλ' ἵστατο, Ἐν γὰρ τούτῳ θαυμαστόν ἐστι, λέγων, ὅτι ὑμεῖς οὐκ οἴδατε πόθεν ἐστὶν, καὶ ἠνέῳξέν μου τοὺς ὀφθαλμούς.
Εἰ μὴ ἦν οὗτος παρὰ Θεοῦ, οὐκ ἠδύνατο ποιεῖν οὐδέν.
Εἰστήκει ἀγωνιζόμενος, καὶ ὁ Θεὸς ἐπόπτης καὶ βραβευτής·
πολλοὶ δεινοὶ καθ' ἑνὸς ἰσχυροῦ, νέφος ἄπιστον πρὸς μίαν σταγόνα πίστεως.
Ἀπὸ τοῦ αἰῶνος, φησὶν, οὐκ ἠκούσθη, ὅτι ἤνοιξέ τις ὀφθαλμοὺς τυφλοῦ γεγεννημένου.
Εἰ μὴ ἦν οὗτος παρὰ Θεοῦ, οὐκ ἠδύνατο ποιεῖν οὐδέν.
Ἐπειδὴ σεμνύνεσθε, φησὶ, τῇ Μωϋσέως διδασκαλίᾳ.
Οὐ μνημονεύει μὲν Μωϋσέως τέως, ἵνα μὴ παροξύνῃ·
λέγει δὲ, Ἐκ τοῦ αἰῶνος οὐκ ἠκούσθη, ὅτι ἤνοιξέ τις ὀφθαλμοὺς τυφλοῦ γεγεννημένου, τουτέστιν, Τίς ἤνοιξεν ἄλλος προφήτης;
οὐδὲ τὴν ὑπεροχὴν ὁρῶντες, οὐδὲ σύγκρισιν.

Ὅσον δὲ οὗτος τῆς ἀληθείας ἀντείχετο, τοσοῦτον ἐκεῖνοι τῆς ἀναισχυντίας οὐκ ἐπαύοντο.
Ἐπειδὴ ἀρνήσασθαι οὐκ ἐδύναντο, ἐσπούδασαν λοιπὸν καλύψαι, καί φασι·
∆ὸς δόξαν τῷ Θεῷ·
οἴδαμεν ἡμεῖς, ὅτι ἄνθρωπος οὗτος ἁμαρτωλός ἐστιν.
∆όξα Υἱοῦ ἡ δόξα Πατρὸς, καὶ ἀμέριστος ἡ δόξα.
Ἀγωνίζεται ἔχων τὸν καλὸν ἀγῶνα πρὸς Ἰουδαίους.
Λέγουσιν αὐτῷ, ∆ὸς δόξαν τῷ Θεῷ.
Ποίῳ;
Τοῦ νόμου τοῦ ἡμετέρου;
Καὶ δίκαιόν ἐστι ἄλλον εὐεργετῆσαι, καὶ ἄλλον δοξασθῆναι;
∆ὸς δόξαν τῷ Θεῷ.
Ἄλλος εὐεργέτης, καὶ ἄλλῳ δῶ δόξαν;

Ὡμολόγησαν, ὅτι πηλὸν ἐποίησεν Ἰησοῦς, καὶ ἔχρισεν αὐτοῦ τοὺς ὀφθαλμούς·
ὁ ἀνοίξας ὁμολογεῖται, καὶ ἄλλῳ ἀνενέγκω τὴν δόξαν;
∆ιὰ τί δὲ δῶ δόξαν τῷ Θεῷ;
Ὅτι τὸ ἔργον τοῦτο τοῦ Θεοῦ ἐστιν.
Ἴδε οὖν ἄκοντες ὁμολογεῖτε, ὅτι Θεὸς ὁ Χριστός.
∆ὸς δόξαν τῷ Θεῷ.
Εἰ γὰρ τὸ ἔργον τοῦ Θεοῦ, καὶ ὀφείλεται αὐτῷ ἡ δόξα·
ὁ ποιητὴς τοῦ ἔργου αὐτός ἐστι Θεός.
∆ὸς δόξαν τῷ Θεῷ.
Ἡμεῖς οἴδαμεν, ὅτι ἄνθρωπος οὗτος ἁμαρτωλός ἐστιν.
Ἀπεκρίθη αὐτοῖς ὁ ποτὲ τυφλός·
Εἰ ἁμαρτωλός ἐστιν, οὐκ οἶδα·
ἓν οἶδα, ὅτι τυφλὸς ὢν ἄρτι βλέπω.

εʹ. Μέχρι τούτου ὡς ἐπαῤῥησιάσατο, ἐκέλευσαν αὐτὸν ἐκβληθῆναι ἔξω.
Καὶ ἐξέβαλον αὐτὸν, φησὶν ὁ εὐαγγελιστὴς, ἔξω.
Μακάριος ὁ ἀφορισθεὶς συναγωγῆς πονηρευομένων.
Καὶ ὅρα τί γίνεται.
Ἐπειδὴ ἠγωνίσατο τὸν καλὸν ἀγῶνα, καὶ συνηγόρησε Θεοῦ δόξῃ, καὶ τὸν Σωτῆρα ὡμολόγησεν ἐνδόξως μετὰ πολλῆς τῆς παῤῥησίας·
καὶ ἦν αὐτοῦ τὸ θέατρον πεπληρωμένον τῶν παλαισμάτων, ἐξεβλήθη ἔξω ὁ παλαιστὴς, μὴ λαβὼν τὸν στέφανον, καὶ ἀπαντᾷ αὐτῷ ἔξω ὁ βραβευτής.

Ἤκουσε γὰρ, φησὶν, ὁ Ἰησοῦς, ὅτι ἐξέβαλον αὐτὸν ἔξω·
καὶ εὑρὼν αὐτὸν λέγει αὐτῷ.
Ὢ τῆς ῥήσεως τοῦ εὑρόντος αὐτόν·
ὃν ἀπόλλυσιν ἡ πλάνη, εὑρίσκει ἡ ἀλήθεια.
∆ιὰ τί δὲ αὐτῷ ἀπήντησεν;
Εἶδεν ὁ Σωτὴρ ψυχὴν εὐγνωμοσύνης γέμουσαν·
εἶδε ψυχὴν μηδέπω γνωσθεῖσαν ὑπὲρ Θεοῦ λέγειν, ἀλλὰ νομίζουσαν ὑπὲρ προφήτου τινὸς πιστοῦ·
ἐρωτᾶται γὰρ περὶ τοῦ Χριστοῦ.
Καὶ τί λέγει περὶ αὐτοῦ;
Ὅτι προφήτης ἐστίν.

Ὁ δὲ Σωτὴρ τοῦτο εἶπεν·
Εἰ προφήτην νομίζων, καὶ ἄνθρωπον ὑπονοῶν, οὕτως ἀγωνίζεται, τί οὐ ποιήσει, ἐὰν μάθῃ τὴν δόξαν τῆς θεότητος;
Εἰ ἄνθρωπον ὑπονοῶν, καὶ προφήτην ὀνομάζων τοσαύτην ἤνεγκεν ὑπὲρ ἀληθείας συνηγορίαν, καὶ ἀγῶνα τηλικοῦτον ἀνεδέξατο μηδέπω κατηχηθεὶς, ἀλλ' ἀπὸ μόνης τῆς εὐεργεσίας φωτισθείς·
ἐννόησον αὐτὸν, ὅτι εἰ ὑπὲρ ἀνθρώπου νομίζων συνηγορεῖν, οὐκ ἐξέστη τῆς ἀληθείας, ἐὰν μάθῃ εὐαγγελικῶς λέγειν·

Ἐν ἀρχῇ ἦν ὁ Λόγος·
καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ ὁ Θεὸς ἦν ὁ Λόγος·
τί ἔσται;

∆ιὰ τοῦτο λοιπὸν αὐτὸν εἰς γνῶσιν διωρθώσατο, τὸν μὲν ἀγῶνα ὑποδεξάμενος, τὴν δὲ πίστιν αὐτῷ σφραγίσας.

Ἀπαντᾷ αὐτῷ ὁ Σωτήρ·
οὐκ ἐγνώριζε γὰρ τὸν χαρακτῆρα οὗτος.

Ὅτε γὰρ ἀπέστειλεν αὐτὸν ἐν τῇ κολυμβήθρᾳ τοῦ Σιλωὰμ τοῦ νίψασθαι, τυφλὸν ἀπέστειλεν·
ὡς δὲ ἐπανῆλθε βλέπων, τὸν μὲν Σωτῆρα οὐκ εἶδε τῷ πλήθει ὄντα ἀναμεμιγμένον, ἀλλὰ εὐθέως, πρὶν τοῦ ∆εσπότην ἰδεῖν, εἰς τὸν ἀγῶνα κληθεὶς ἠγωνίσατο.

Πηλὸν δὲ πρὸ τοῦ αὐτὸν νίψασθαι ἐποίησεν ὁ ∆εσπότης, καὶ ἔχρισεν αὐτοῦ τοὺς ὀφθαλμοὺς, ἵνα ἀναπληρώσῃ τὸ λεῖπον.

Ὅτε οὖν ἐξέβαλον αὐτὸν ἔξω, εὑρὼν αὐτὸν ὁ Χριστὸς, εἶπεν αὐτῷ·
Σὺ πιστεύεις εἰς τὸν Υἱὸν τοῦ Θεοῦ;
Οὐ δεῖ γάρ σε ὡς προφήτῃ πιστεῦσαι ἀγωνιζομένῳ, ἀλλ' ὡς Υἱῷ τοῦ Θεοῦ.

Ἐκεῖνος τὸ πρόσωπον μὴ γνωρίσας, τὴν φωνὴν ἀνεγνώρισε.
Σὺ πιστεύεις, φησὶν, εἰς τὸν Υἱὸν τοῦ Θεοῦ;
Ἐπέγνω τὴν φωνὴν, καὶ μετὰ περιχαρείας ἐβόησε, Καὶ τίς ἐστι, Κύριε, ἵνα πιστεύσω εἰς αὐτόν;
∆ιὰ τί πιστεύεις σοι λέγοντι τῷ πιστῷ·
Σὺ πιστεύεις εἰς τὸν Υἱὸν τοῦ Θεοῦ;
Οἶδα ὅτι ὁ λόγος σου ἀληθής ἐστιν·
ὅμως δὲ κἂν εἴπῃς μοι τὴν γνῶσιν, οὐκ ἀμφιβάλλω σοι πιστεῦσαι.
Καὶ τίς ἐστι, Κύριε, ἵνα πιστεύσω εἰς αὐτόν;
Καὶ ὁ προγνώστης ἀντέφη·
Καὶ ἑώρακας αὐτὸν, καὶ ὁ λαλῶν μετὰ σοῦ ἐκεῖνός ἐστιν.
Ὁ ἔσω συνηγορήσας, ἔξω διαλέγεται·
Σὺ πιστεύεις εἰς τὸν Υἱὸν τοῦ Θεοῦ;
Ὁ δὲ πεφωτισμένος καὶ τὸ σῶμα καὶ τὴν διάνοιαν, ἔφησε·
Καὶ τίς ἐστι, Κύριε, ἵνα πιστεύσω εἰς αὐτόν;
Ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτῷ·
Καὶ ἑώρακας αὐτὸν, καὶ ὁ λαλῶν μετὰ σοῦ ἐκεῖνός ἐστιν.
Ὁ δὲ ἔφη·
Πιστεύω, Κύριε·
καὶ προσεκύνησεν αὐτῷ.

Ταῦτά μοι εἴρηται, ἵνα μάθητε πάντες καλῷ διδασκάλῳ ἕπεσθαι, καὶ ποιμένα ἀγαθὸν μιμεῖσθαι,
καὶ ὑπὲρ ἀληθείας ἀγωνίζεσθαι·
ὁ γὰρ ὑμῶν ἀγὼν συνεργείᾳ γίνεται τοῦ μεγάλου ποιμένος.

Ἐθαυμάσατε, ὅτι τυφλὸς ἐγένετο συνήγορος τῆς ἀληθείας εὐεργετηθείς·
ἐθαυμάσατε τὸν λῃστὴν τὸν πρὸ τῆς εὐεργεσίας συνηγορήσαντα τῷ Χριστῷ.

Ἀεὶ γὰρ θεία ψυχὴ ἀλήθειαν ζηλοῦσα, διὰ τὴν ἑαυτῆς ἀξιοπιστίαν ἀνοίγει πολλὰ στόματα συνηγοροῦντα τῇ ἀληθείᾳ.

Ἐπὶ σταυροῦ ὁ Χριστὸς ἐκρέματο, καὶ δύο λῃσταὶ, εἷς ἐκ δεξιῶν καὶ εἷς ἐξ εὐωνύμων, καὶ Ἰουδαῖοι φλυαροῦσιν, ἀρχιερεῖς βλασφημοῦσιν·
Ἴδε ὁ βασιλεὺς τῶν Ἰουδαίων·
καὶ πάλιν, Εἰ βασιλεὺς Ἰσραήλ ἐστι, καταβάτω νῦν ἀπὸ τοῦ σταυροῦ, ἵνα ἴδωμεν, καὶ πιστεύσωμεν αὐτῷ·
καὶ πάλιν, Ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι.

Ὡσαύτως καὶ ὁ συσταυρωθεὶς λῃστὴς καὶ αὐτὸς ἐφλυάρει λέγων·
Εἰ Υἱὸς εἶ τοῦ Θεοῦ, σῶσον σεαυτὸν καὶ ἡμᾶς.

Ὁ δὲ ἕτερος λῃστὴς οὐκ ἐλάλει οὐδὲν, τῇ σιωπῇ κολάζων τοὺς καταδίκους.

Ἐπεὶ οὖν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς, οἱ νόμον εἰδότες, μᾶλλον δὲ ἀγνοοῦντες, οἱ ὀφείλοντες ἀπὸ τῶν προφητικῶν ἀναγνωσμάτων Χριστὸν ὁμολογῆσαι, οὐχ ὡμολόγησαν·
ἀνοίγει ὁ Θεὸς ἀπροσδόκητον στόμα ἐπὶ τοῦ σταυροῦ, συνηγοροῦν τῇ ἀληθείᾳ.

Καὶ βλέπε τί ποιεῖ.

Οὐδὲ πρῶτον ἀκούει φωνῆς Χριστοῦ, καὶ οὗτος συνηγορεῖ, καὶ τότε στεφανοῦται.

Ἐσταυρώθησαν γὰρ, φησὶ, σὺν αὐτῷ δύο λῃσταὶ, εἷς ἐκ δεξιῶν, καὶ εἷς ἐξ εὐωνύμων·
καὶ ἦν ὁ Σωτὴρ μέσος ὥσπερ ζυγὸς ἀληθείας, κουφίζων μὲν τὸν ὁμολογοῦντα, καταδικάζων δὲ τὸν βλασφημοῦντα.

Καὶ ὅρα τὸ θαυμαστόν.
Τῶν γραμματέων καὶ τῶν ἀρχιερέων βλασφημούντων τὸν Χριστὸν, καὶ λεγόντων·
Εἰ βασιλεὺς Ἰσραήλ ἐστι, καταβάτω νῦν ἀπὸ τοῦ σταυροῦ, ἵνα ἴδωμεν, καὶ πιστεύσωμεν αὐτῷ·
καὶ τοῦ ἄλλου λῃστοῦ·
Εἰ Υἱὸς εἶ τοῦ Θεοῦ, σῶσον σεαυτὸν καὶ ἡμᾶς·
οὐδὲν λέγει εἷς τῶν λῃστῶν ὁ εὐγνώμων.

Οἱ γὰρ δύο λῃσταὶ εἰκόνες ἦσαν τοῦ λαοῦ τῶν Ἰουδαίων καὶ τοῦ ἡμετέρου.

Ὁ μὲν γὰρ βλασφημεῖ, καὶ κατακρίνεται·
ὁ δὲ πιστεύει, καὶ μετανοεῖ, καὶ σώζεται.

Λέγει οὖν τῶν ἀγνωμόνων ὁ τῆς Ἰουδαϊκῆς λῃστείας ἀδελφὸς (λῃστικὸς γὰρ ἦσαν λαὸς οἱ ἀγνώμονες Ἰουδαῖοι, ὡς μαρτυρεῖ ὁ Σωτὴρ λέγων·

Ὁ οἶκός μου οἶκος προσευχῆς κληθήσεται·
ὑμεῖς δὲ ἐποιήσατε αὐτὸν σπήλαιον λῃστῶν·

καὶ ἡ μὲν τοῦ πρώτου προαίρεσις Ἰουδαϊκή·

ἡ δὲ τοῦ δευτέρου Χριστιανικὴ, ἀπὸ κακῶν μὲν ὁρμωμένη, μετανοίᾳ δὲ τὴν σωτηρίαν ἁρπάζει)·

λέγει οὖν ὁ ἀγνώμων λῃστὴς, καὶ Ἰουδαϊκὴν ἔχων προαίρεσιν·

Εἰ Υἱὸς εἶ τοῦ Θεοῦ, σῶσον σεαυτὸν καὶ ἡμᾶς, καταβὰς ἀπὸ τοῦ σταυροῦ·

ὁ δὲ ἄλλος εὐγνώμων εὑρίσκεται, ὁ ἐν τῷ δικαστηρίῳ ὑπεύθυνος, ἐν τῷ σταυρῷ δικαστής·
ἀλλὰ καὶ διδάσκων φόβον Θεοῦ.
Ἡ γὰρ πρώτη φωνὴ τοῦ λῃστοῦ τῷ συλλῃστῇ λέγει·

Οὐδὲ φοβῇ σὺ τὸν Θεὸν, ὅτι ἐν τῷ αὐτῷ κρίματι εἶ;
Καὶ ἡμεῖς μὲν δικαίως·
ἄξια γὰρ ὧν ἐπράξαμεν, ἀπολαμβάνομεν·
οὗτος δὲ οὐδὲν ἄτοπον ἔπραξε.

Τί λέγεις;
ὁ ἔξω κλέπτων, ὧδε καταδικάζεις;
ὁ ἔξω φονεύων, ὧδε φόβον διδάσκεις;
Οὐδὲ φοβῇ σὺ τὸν Θεόν;

Μάθε τοῦ Χριστοῦ τὸν σταυρὸν, ἵνα ἡ φωνὴ γένηταί σοι εὐσεβείας διδάσκαλος.

Ὅρα γὰρ τὸ θαυμαστόν·
ὁ λῃστὴς λέγει τῷ συλλῃστῇ·

Οὐδὲ φοβῇ σὺ τὸν Θεόν;
Θεὸν αὐτὸν κηρύττει τὸν ἑκουσίως συνεσταυρωμένον αὐτοῖς, καὶ μακροθύμως ὑπὲρ τῆς ἀνθρωπότητος πάσχοντα.

Καὶ ὅτι περὶ αὐτοῦ τοῦ Σωτῆρος λέγει·
Οὐδὲ φοβῇ σὺ τὸν Θεόν;
ἐκ τῶν ἑξῆς μάνθανε·

Οὐδὲ φοβῇ σὺ τὸν Θεὸν, ὅτι ἐν τῷ αὐτῷ κρίματι εἶ;
Καὶ ἡμεῖς μὲν δικαίως·
ἄξια γὰρ ὧν ἐπράξαμεν ἀπολαμβάνομεν·
οὗτος δὲ οὐδὲν ἄτοπον ἔπραξεν.

Ταῦτα λέγω, ἵνα μάθητε ὑπὲρ εὐσεβείας κάμνειν, καὶ ἐν οἰκίᾳ καὶ ἐν ἀγορᾷ τὸν ζῆλον ἐνδείκνυσθαι, καὶ ὑπὲρ Χριστοῦ ἀγωνίζεσθαι, ἵνα καὶ παρ' αὐτοῦ τὸν τῆς δικαιοσύνης λάβητε στέφανον, ὡς ὁ εὐγνώμων οὗτος λῃστής.

Ἄκουε γὰρ αὐτοῦ πρὸς τὸν βλάσφημον συλλῃστήν·
Οὐδὲ φοβῇ σὺ τὸν Θεὸν, ὅτι ἐν τῷ αὐτῷ κρίματι εἶ;
Καὶ ἡμεῖς μὲν δικαίως·
ἄξια γὰρ ὧν ἐπράξαμεν, ἀπολαμβάνομεν·
οὗτος δὲ οὐδὲν ἄτοπον ἔπραξεν.

Καὶ ἔλεγε τῷ Ἰησοῦ, Μνήσθητί μου, Κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου.

Εἶδες συνηγορίαν ἀληθῆ;
εἶδες πῶς αὐτὸν τὸν Χριστὸν Θεὸν ἀληθινὸν ὡμολόγησε;

Μνήσθητί μου, Κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου.

Ὁμολογεῖ τὰ ἴδια κακὰ, καὶ συνηγορεῖ τῷ ∆εσπότῃ.
Τοσαῦτα ἐβασανίσθης, λῃστὰ, ἐπὶ τοῦ ἡγεμόνος, ἵνα ὁμολογήσῃς τὰς λῃστείας, καὶ τοὺς φόνους, καὶ τὰς κλοπὰς, ἃς ἐποίησας, εἰ καὶ οὐχ ὡμολόγησας·
καὶ ὧδε λέγεις ἐκτὸς βασάνων, Ἄξια ὧν ἐπράξαμεν, ἀπολαμβάνομεν;

∆ιὰ μυρίων βασάνων μόλις ὡμολόγησας ἐπὶ τοῦ ἡγεμόνος·
καὶ ὧδε μηδένα ἔχων τὸν ἀναγκάζοντα, εὐκόλως οὕτως ὁμολογεῖς;
Ναὶ, φησίν·
ἀλλ' ἐκεῖ τῇ ὁμολογίᾳ ἀκολουθεῖ θάνατος, ὧδε τῇ ὁμολογίᾳ ἕπεται μετάνοια καὶ ζωή.
Ἄξια γὰρ ἡμεῖς ὧν ἐπράξαμεν, ἀπολαμβάνομεν·
οὗτος δὲ οὐδὲν ἄτοπον ἔπραξεν.
Εἰ ἡμεῖς, φησὶ, δικαίως·
οὗτος ἀδίκως.
Ἡμεῖς γὰρ τοὺς ζῶντας ἐφονεύσαμεν, οὗτος τοὺς νεκροὺς ἤγειρεν·
ἡμεῖς τὰ ἀλλότρια ἐσυλήσαμεν, οὗτος τὸν ἴδιον πλοῦτον τῇ οἰκουμένῃ δέδωκε.

Μάχεται ὁ λῃστὴς τῷ συλλῃστῇ, καί φησι·
Μέχρι τούτου τοῦ καιροῦ τοῦ κατὰ τὸν σταυρὸν ἀλλήλοις συνήλθομεν καὶ συνωδεύομεν, ἀλλὰ νῦν ἀπὸ τοῦ σταυροῦ σχίζεταί μοι ἡ ὁδός·
ἐὰν θέλῃς συνοδεῦσαί μοι πρὸς τὴν ζωὴν, ἐλθέ·
εἰ δὲ μὴ, τὴν οἰκείαν πορεύου.

Ἔνθεν, ὅτε σὺν σοὶ συνώδευον, τὴν πρώτην μετὰ σοῦ ἤμην·
ἀλλὰ νῦν ὁ σταυρὸς ἔσχισεν αὐτὴν τὴν ὁδὸν τὴν δευτέραν εἰς δύο.
Μετανοίᾳ σχίζεται ἡ ὁδὸς τῶν λῃστῶν.

Καὶ ἦν ὁ ψαλμὸς καὶ τὸ τέλος τοῦ ψαλμοῦ τότε πληρούμενον·
Γινώσκει Κύριος ὁδὸν δικαίων, καὶ ὁδὸς ἀσεβῶν ἀπολεῖται.
Ὅτε οὖν συνηγόρησεν ὁ λῃστὴς τῇ ἀληθείᾳ, στρέφεται πρὸς τὸν βασιλέα τῆς δόξης, καί φησι, Μνήσθητί μου, Κύριε, ὅταν ἔλθῃς ἐν βασιλείᾳ σου.

ϛʹ. Αἰσχυνέσθωσαν λοιπὸν οἱ Ἀρειανοὶ, καὶ ἀκουέτωσαν τί ὁ λῃστὴς λέγει·
Κύριε, μνήσθητί μου, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου.
Ὁ λῃστὴς βλέπει ἐσταυρωμένον, καὶ Κύριον ὁμολογεῖ·
ὁ αἱρετικὸς ὁμολογεῖ σύνθρονον τοῦ Πατρὸς, καὶ ὡς κτίσμα βλασφημεῖ.
Μνήσθητί μου, Κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου.
Ἤθελόν τινα εἰπεῖν πρὸς τὸν λῃστήν·
Μνησθείη σου ὁ Χριστὸς, τί ἄξιον ποιήσαντος;
Ὅτι ἐφόνευσας;
ὅτι ἐσύλησας;
λέγεις γὰρ, Μνήσθητί μου, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου.

Ἀλλὰ μή τις νομιζέτω, ὅτι κατὰ χάριν μόνον ἔσωσε τὸν λῃστὴν ὁ Χριστὸς, ἀλλὰ κατὰ ὀφειλὴν ἐχρεωστεῖτο αὐτῷ.
Ποῖον χρέος;
φησίν·
ὅτι ἐδικαιοπράγησεν;
ἐλεημοσύνας ἔδωκεν;
τὰ ἴδια ἐμέρισεν, ἐνήστευσεν, ἠγρύπνησεν;
ἐποίησε πρᾶγμα, ὃ μηδεὶς ἄλλος;

Ἀλλ' ὅτι ἐπίστευσε τῷ Θεῷ;
Καὶ προφῆται ἐπίστευσαν τῷ Θεῷ, καὶ πατριάρχαι ἐπίστευσαν, ὑμνογράφοι ἐπίστευσαν, ἀπόστολοι, κήρυκες, μάρτυρες·
ἀλλ' οὗτοι πάντες ἐν δόξῃ θεασάμενοι τὸν Θεὸν, οὗτος δὲ ἐν ὕβρει.

Ἀλλὰ στῆσον μυρίους οἰκέτας δουλεύοντας δεσπότῃ, ὅτε ὁ δεσπότης ἐστὶν ἐν εὐπραγίᾳ καὶ τιμῇ·
καὶ ἕνα δοῦλον ἐν καιρῷ πειρασμοῦ καὶ θλίψεως καὶ φυγῆς, οὐκ ἀναχωροῦντα τοῦ ἰδίου δεσπότου·
ἐκείνους δὲ τοὺς μυρίους δούλους ἐν τῷ τοῦ πειρασμοῦ καιρῷ καὶ τῆς φυγῆς καταλιπόντας τὸν δεσπότην καὶ ὑποχωρήσαντας·
ἆρά γε οὗτοι οἱ δοῦλοι οἱ ἐν εὐπραγίᾳ τὸν δεσπότην ἐν τῷ καιρῷ τοῦ πειρασμοῦ καταλιπόντες, ὅμοιοι εἶναι δύνανται τοῦ ἐν δυσπραγίᾳ τῷ δεσπότῃ ἀκολουθήσαντος;
Οὐδαμῶς.

Ἐπίστευσε Πέτρος, ἀλλ' ἰδὼν νεκροὺς ἐγείραντα,
τὴν δόξαν αὐτοῦ θεασάμενος ἐπίστευσεν·

ἐπίστευσε Παῦλος, ἀλλ' ἰδὼν φῶς οὐρανόθεν, καὶ τὰς μὲν σωματικὰς ὄψεις πηρώσαντα, τὰ δὲ ψυχικὰ ὄμματα φωτίσαντα·

ἐπίστευσεν Ἀβραὰμ, ἀλλὰ θεασάμενος ὄψιν θεϊκήν·

Ἡσαΐας ἐπίστευσεν, ἀλλ' ἰδὼν αὐτὸν καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ, καὶ τὰ Χερουβὶμ κύκλῳ αὐτοῦ.

Ὅλοι εἶδον, ἀλλ' ἐν δόξῃ· οὗτος δὲ ἐν ὕβρει· διὸ καὶ ἔκραζε,

Μνήσθητί μου, Κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου.

Ἀπὸ τῶν κατ' ἐμὲ ὀφείλετέ μοι εἰπεῖν·
διὰ τί λέγεις;
Ὅτι ἁμαρτωλός εἰμι, καὶ φονεύς·
λῃστὴς μέχρι τῆς ὥρας ταύτης·
πολλά μου τὰ κακὰ, ὁμολογῶ, ἀλλ' ἔχω ἐν τῇ διανοίᾳ μου πίστιν κεκρυμμένην, ἣν οὐδεὶς οἶδεν, εἰ μὴ ὁ ∆εσπότης μόνος ὁ σὺν ἐμοὶ πάσχων.

Ἔξωθεν ἔχει ὁ ∆εσπότης τὰ τοῦ πάθους φαινόμενα σύμβολα·
καὶ ἐγὼ, φησὶν, οὐ προσέσχον τῇ φαινομένῃ ὕβρει, ἀλλὰ τὴν κεκρυμμένην βασιλείαν δοξάζω.

Οὕτω καὶ σὺ λέγε·

Κύριε, μὴ ἴδῃς μου τὰς ἀδικίας τὰς φαινομένας, ἀλλὰ τὴν πίστιν τὴν κρυπτομένην, καὶ, Μνήσθητί μου, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου.

∆ιόλου μηδὲν μηδενὶ λαλήσας Χριστὸς, ἀλλὰ σιωπήσας, καὶ μήτε τῷ Πιλάτῳ ἀποκριθεὶς, μήτε τινὶ ἄλλῃ ἀγνώμονι ψυχῇ τῶν Ἰουδαίων, ἀποκρίνεται τότε·
καὶ ἐπειδὴ πολὺ βαρὺ ἦν καὶ ἄτοπον τὸ σιωπᾷν,
ἀποκρίνεται λοιπὸν, καὶ λέγει τῷ λῃστῇ·

Ἀμὴν, ἀμὴν, λέγω σοι·
σήμερον μετ' ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ.

Ὢ τοῦ εὐεργέτου χάρις!
ἐπειδὴ βραδεῖαν ᾐτήσω τὴν χάριν, καὶ λέγεις, Μνήσθητί μου, Κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου.
Σὺ βραδεῖαν ᾔτησας, ἐγὼ ταχεῖαν δίδωμι τὴν χάριν·
Σήμερον μετ' ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ.

Εἶδες Θεοῦ σωτηρίαν;
εἶδες ∆εσπότου εὐεργεσίαν;
εἶδες τὸν μέγαν τῆς ἀληθείας δικαστήν;
Σήμερον μετ' ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ.

Πρὸ τούτου οὐδεὶς ἤκουσεν τῶν Ἰουδαίων ἢ τῶν πατριαρχῶν ἐπαγγελίαν παραδείσου, ἀφ' οὗ ὁ Ἀδὰμ παρέβη, καὶ ἐξῆλθεν ἐξ αὐτοῦ·
καίτοι μυρία ὁ Θεὸς ἐπηγγείλατο τοῖς ἀνθρώποις τοῖς πιστοῖς·
καὶ οὐδενὶ ἐπηγγείλατο παράδεισον, ἢ τῷ λῃστῇ·
οὐδαμοῦ φαίνεται τὸ στόμα τοῦ Θεοῦ ἐπαγγελλόμενον παράδεισον ἀνθρώπῳ μετὰ τὸ ἐκβληθῆναι τὸν Ἀδὰμ, ἢ τούτῳ πρῶτον τῷ λῃστῇ.

∆ιὰ τί μηδενὶ τῶν πατριαρχῶν πρῶτον εἶπε περὶ παραδείσου, οὐδενὶ τῶν προφητῶν, οὐδενὶ τῶν ἀποστόλων;

Ἀλλὰ τοῖς ἀρχαίοις ἐπηγγείλατο·

∆ώσω σοι γῆν ῥέουσαν γάλα καὶ μέλι·

τοῖς ἀποστόλοις λέγει·

Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν·

παράδεισος οὐδαμοῦ·
ἐν μέσῳ τηρεῖ τὸν παράδεισον εἰς ἐπαγγελίαν πρῶτον τῷ λῃστῇ.

Ὅταν γὰρ εἴπῃ Παῦλος·
Ἡρπάγην εἰς τὸν παράδεισον·
ἀλλὰ μετὰ τὸν λῃστὴν τοῦτο ἐγένετο.

∆ιὰ τί οὖν πρῶτος εἰσῆλθεν ὁ μίαν ὁμοῦ φθεγξάμενος φωνήν;
τί γάρ;
πολλάκις ἔψαλλε;
πολλάκις ἠγωνίσατο;
πολλάκις ἐθεολόγησεν;

Ἅπαξ, φησί·
δίκαιος ὁ Θεός μου, ὁ βραβευτὴς τῆς σωτηρίας·
ἐπειδὴ τὸν πρῶτον ἄνθρωπον Ἀδὰμ οὐ διὰ πολλὰς ἁμαρτίας ἐξέβαλε τοῦ παραδείσου, ἀλλὰ διὰ μίαν παρακοήν·
οὕτως ὁ τῆς δικαιοσύνης ζυγὸς πρῶτον εἰσελθεῖν ἐν παραδείσῳ τὸν λῃστὴν ἐπηγγείλατο, τὸν μὴ πολλά τινα ὁμολογήσαντα, ἀλλὰ μίαν ὁμολογίαν πίστεως προσενεγκόντα.

Εἶπον τὸ ἁμάρτημα τοῦ Ἀδὰμ, ὅτι ἥψατο τοῦ ξύλου παρὰ τὴν ἐντολήν·
τίς ἡ δικαιολογία τοῦ λῃστοῦ;
Ὅτι ἥψατο τοῦ σταυροῦ μετὰ πίστεως, εἰσῆλθεν εἰς τὸν παράδεισον.

Τί λοιπὸν γίνεται;
Ἐπηγγείλατο μὲν τὴν σωτηρίαν ὁ Σωτήρ·
καιρὸς δὲ οὐκ ἦν, οὐδὲ ἐνεδίδοτο τῷ λῃστῇ πιστεῦσαι καὶ φωτισθῆναι·
ὁ Σωτὴρ γὰρ ἀπεφήνατο·

Ἐὰν μή τις γεννηθῇ ἐξ ὕδατος καὶ Πνεύματος, οὐ μὴ εἰσέλθῃ εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.

Οὐχ ηὕρισκεν εὐκαιρίαν ἢ παῤῥησίαν ὁ λῃστὴς, οὐκ εἶχε καιρὸν βαπτισθῆναι·
ἐν τῷ σταυρῷ γὰρ ἐκρέματο Εὑρίσκει τοιγαροῦν ὁ Σωτὴρ ἐν ἀπόροις πόρον.

Ἐπειδὴ γὰρ ἐπίστευσε τῷ Σωτῆρι ὁ πεπαλαιωμένος ταῖς ἁμαρτίαις, καὶ ἔδει αὐτὸν καθαρισθῆναι, οἰκονομεῖ ὁ Χριστὸς μετὰ τὸ πάθος τὸν στρατιώτην νύξαι τῇ λόγχῃ τὴν πλευρὰν τοῦ Κυρίου, καὶ ἐκπηδᾷ αἷμα καὶ ὕδωρ·
ἐκ γὰρ τῆς πλευρᾶς αὐτοῦ, φησὶν ὁ Εὐαγγελιστὴς, Ἐξῆλθεν αἷμα καὶ ὕδωρ, ἐν ἀληθείᾳ τοῦ πεσόντος, εἰς τύπον τῶν μυστηρίων.

Καὶ οὐκ ἐξῆλθε δὲ τὸ αἷμα καὶ τὸ ὕδωρ οὕτως ἁπλῶς ῥέον, ἀλλὰ ῥοίζῳ, ἵνα ῥαντίσῃ τὸ σῶμα τοῦ λῃστοῦ·
τὸ γὰρ μετὰ ῥοίζου πεμπόμενον ῥαντίζει, τὸ δὲ ῥέον ἠρέμα ῥέει, καθὼς ἔρχεται.

Ἀλλὰ μετὰ ῥοίζου ἐξῆλθεν τὸ αἷμα καὶ τὸ ὕδωρ ἐκ τῆς πλευρᾶς, ἵνα ῥαντίσας τὸν λῃστὴν βαπτίσῃ, ὡς καὶ ὁ Ἀπόστολος λέγει·

Προσεληλύθαμεν Σιὼν ὄρει καὶ αἵματι ῥαντισμοῦ κρεῖττον λαλοῦντι παρὰ τὸν Ἄβελ.

∆ιὰ τί παρὰ τὸν Ἄβελ κρεῖττον λαλεῖ τὸ αἷμα τοῦ Χριστοῦ;

Ἐπειδὴ τὸ αἷμα τοῦ Ἄβελ ἐν τῇ κορυφῇ τοῦ φονέως·
τὸ δὲ αἷμα τοῦ Χριστοῦ καθαρίζει καὶ τοὺς φονευτὰς μετανοοῦντας.

Μάθε οὖν τὸν ζῆλον τῆς ἀληθείας, καὶ ἀγάπησον τὴν ὑπὲρ Χριστοῦ παῤῥησίαν·
ἀκολούθησον ἀληθεῖ ∆ιδασκάλῳ ὑπὲρ ἀληθείας ἀγωνιζομένῳ, ἵνα οὕτως ἀκούσας παρὰ τοῦ ἀποστόλου Παύλου, Μιμηταί μου γίνεσθε, καθὼς κἀγὼ Χριστοῦ, καταξιωθῇς καὶ αὐτὸς τῶν στεφάνων τῆς δικαιοσύνης, καὶ ὧν ἡτοίμασεν αἰωνίων ἀγαθῶν τοῖς ἠγαπηκόσιν αὐτὸν Χριστὸς ὁ Θεὸς ἡμῶν·
ὧν γένοιτο καὶ ἡμᾶς πάντας ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


Πανεπιστήμιο Αιγαίου, Τμήμα Πολιτισμικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού με αναφορά στην πηγή προέλευσής του.

No votes yet


Η Θεία Λειτουργία

Η Θεία Λειτουργία στα Αραβικά -

خدمة القداس الإلهي عربي

Πειραϊκὴ Ἐκκλησία

Ακούστε (((ο)))
Πειραϊκή Εκκλησία 912fm

You are missing some Flash content that should appear here! Perhaps your browser cannot display it, or maybe it did not initialize correctly.

Ὅλα ἀρχίζουν ἐδῶ

Κάθε λογισμὸς καὶ κάθε αἴσθηση ὁδηγοῦν σταδιακὰ τὴν ψυχὴ εἴτε πρὸς τὸν παράδεισο εἴτε πρὸς τὴν κόλαση.

Ἄν ὁ λογισμὸς εἶναι ἔλλογος, τότε συνδέει τὸν ἄνθρωπο μὲ τὸν Θεὸ Λόγο, μὲ τὸν ὕψιστο Λογισμό, μὲ τὴν Παναξία, πρᾶγμα ποὺ εἶναι ἤδη ὁ παράδεισος.

παράδεισος

Ἐάν πάλι εἶναι ἄλογος ὁ λογισμὸς ἤ καὶ παράλογος, τότε συνδέει ἀναπόφευκτα τὸν ἄνθρωπο μὲ τὸν Παράλογο, τὸν Ἀνόητο, μὲ τὸν διάβολο, πρᾶγμα ποὺ εἶναι ἤδη ἡ κόλαση.

Ὅσα ἰσχύουν γιὰ τὸν λογισμὸ, ἰσχύουν καὶ γιὰ τις αἰσθήσεις. Ὅλα ἀρχίζουν ἐδῶ, ἀπὸ τὴν γῆ: καὶ ὁ παράδεισος μὰ καὶ ἡ κόλαση τοῦ ἀνθρώπου.

Ἰουστῖνος Πόποβιτς

Ιωάννου Χρυσοστόμου

Ἐγὼ πατὴρ, ἐγὼ ἀδελφὸς, ἐγὼ νυμφίος, ἐγὼ οἰκία, ἐγὼ τροφὴ, ἐγὼ ἱμάτιον, ἐγὼ ῥίζα, ἐγὼ θεμέλιος, πᾶν ὅπερ ἂν θέλῃς ἐγώ· μηδενὸς ἐν χρείᾳ καταστῇς. Ἐγὼ καὶ δουλεύσω· ἦλθον γὰρ διακονῆσαι, οὐ διακονηθῆναι. Ἐγὼ καὶ φίλος, καὶ μέλος, καὶ κεφαλὴ, καὶ ἀδελφὸς, καὶ ἀδελφὴ, καὶ μήτηρ, πάντα ἐγώ· μόνον οἰκείως ἔχε πρὸς ἐμέ. Ἐγὼ πένης διὰ σέ· καὶ ἀλήτης διὰ σέ· ἐπὶ σταυροῦ διὰ σὲ, ἐπὶ τάφου διὰ σέ· ἄνω ὑπὲρ σοῦ ἐντυγχάνω τῷ Πατρὶ, κάτω ὑπὲρ σοῦ πρεσβευτὴς παραγέγονα παρὰ τοῦ Πατρός. Πάντα μοι σὺ, καὶ ἀδελφὸς, καὶ συγκληρονόμος, καὶ φίλος, καὶ μέλος. Τί πλέον θέλεις; τί τὸν φιλοῦντα ἀποστρέφῃ; τί τῷ κόσμῳ κάμνεις; τί εἰς πίθον ἀντλεῖς τετρημένον;  περισσότερα »»»

Η Ελλάδα και ο Υμνος της Ελευθερίας

Ελληνική σημαία - Ελλάς - Ελευθερία

You are missing some Flash content that should appear here! Perhaps your browser cannot display it, or maybe it did not initialize correctly.

Υπεραγία Παρθένος Θεοτόκος Μαρία

Κύριος διασκεδάζει βουλὰς ἐθνῶν, ἀθετεῖ δὲ λογισμοὺς λαῶν καὶ ἀθετεῖ βουλὰς ἀρχόντων· ἡ δὲ βουλὴ τοῦ Κυρίου εἰς τὸν αἰῶνα μένει, λογισμοὶ τῆς καρδίας αὐτοῦ εἰς γενεὰν καὶ γενεάν. (Ψαλ. 32, 10-11)

εἰ δέ τις τῶν ἰδίων καὶ μάλιστα τῶν οἰκείων οὐ προνοεῖ, τὴν πίστιν ἤρνηται καὶ ἔστιν ἀπίστου χείρων. (Τιμ.Α 5,8)

Ἅγιος Ἀντώνιος ὁ Μέγας

Οἱ ἄνθρωποι καταχρηστικά λέγονται λογικοί. Δεν εἶναι λογικοὶ ὅσοι ἔμαθαν ἀπλῶς τὰ λόγια καὶ τὰ βιβλία τῶν ἀρχαίων σοφῶν, ἀλλ' ὅσοι ἔχουν τὴ λογικὴ ψυχὴ καὶ μποροῦν νὰ διακρίνουν ποιὸ εἶναι τὸ καλὸ καἰ ποιὸ τὸ κακό καὶ ἀποφεύγουν τὰ πονηρὰ καὶ βλαβερὰ στὴν ψυχή, τὰ δὲ ἀγαθὰ καὶ ψυχωφελῆ, τὰ ἀποκτοῦν πρόθυμα μὲ τὴ μελέτη καὶ τὰ ἐφαρμόζουν μὲ πολλὴ εὐχαριστία πρὸς τὸν Θεό. Αὐτοὶ μόνοι πρέπει νὰ λέγονται ἀληθινὰ λογικοὶ ἄνθρωποι.

St Antony the Great

Ἐφ᾿ ὅσον ἐννοεῖς τὰ περὶ Θεοῦ, νὰ εἶσαι εὐσεβής, χωρὶς φθόνο, ἀγαθός, σώφρων, πράος, χαριστικὸς κατὰ δύναμιν, κοινωνικός, ἀφιλόνεικος καὶ τὰ ὅμοια. Διότι αὐτὸ εἶναι τὸ ἀπαραβίαστο ἀπόκτημα τῆς ψυχῆς, νὰ ἀρέσει στὸ Θεὸ μὲ τέτοιες πράξεις καὶ μὲ τὸ νὰ μὴν κρίνει κανέναν καὶ νὰ λέει γιὰ κανέναν, ὅτι ὁ δείνα εἶναι κακὸς καὶ ἁμάρτησε. Ἀλλὰ καλλίτερο εἶναι νὰ συζητᾶμε τὰ δικά μας κακά, καὶ νὰ ἐρευνᾶμε μέσα μας τὴ δική μας πολιτεία, ἐὰν εἶναι ἀρεστὴ στὸ Θεό. Διότι, τί μᾶς μέλει ἐμᾶς, ἐὰν ὁ ἄλλος εἶναι πονηρός;

περισσότερα