Ο Κύριος ημών Ιησούς Χριστός | Ορθόδοξοι Πατέρες Our Lord Jesus Christ | Orthodox Fathers

»»»    Εἰς τὸν Φαρισαῖον, καὶ εἰς τὴν πόρνην. Ἐλέχθη τὴν Ἁγίαν Μεγάλην Τετάρτη

Εἰς τὸν Φαρισαῖον, καὶ εἰς τὴν πόρνην. Ἐλέχθη τὴν Ἁγίαν Μεγάλην Τετάρτη


Η μετάνοια της πόρνης
Ἅπας μὲν καιρὸς παντὶ βουλομένῳ πρὸς μετάνοιαν ἐπιτήδειος.

Ἔξεστι γὰρ ἑκάστῳ θελήσαντι
καὶ ἐν τῷ ἔαρι βλαστῆσαι τὴν εὐζωΐαν,
καὶ ἐν θέρει συνάξαι τῆς σωτηρίας τὰ δράγματα,
καὶ ἐν φθινοπώρῳ τὴν βλάβην τὴν τῆς ψυχῆς φθορὰν κατιδεῖν,
καὶ ἐν χειμῶνι τὸν χειμῶνα τῶν ἀνομημάτων φυγεῖν,
καὶ ἐν πάσῃ τροπῇ τραπῆναι τὴν ἐπὶ τὸ βέλτιον τροπὴν,
καὶ ἐν νυκτὶ τὴν νύκτα τῆς ἁμαρτίας ἐκκλῖναι,
καὶ ἐν ἡμέρᾳ πρὸς τὸ φῶς τοῦ καθαροῦ συνειδότος δραμεῖν,
καὶ πρὸς τὸν πλάσαντα ἀναδραμεῖν·
ὁ δὲ παρὼν οὗτος καιρὸς ἐγκρατείᾳ καὶ νηστείᾳ περιπεφραγμένος πρὸς μετάνοιαν ἐπιτηδειότερος,
ἀλλ' οὐ πᾶσι.
Μόνον γὰρ οὐχὶ λέγει ἡ φωνὴ,
Εἴ τις προσίεται πρός με,
κἀγὼ λαβὼν αὐτὸν τῷ κοινῷ προσαγάγω ∆ημιουργῷ.

Πτερώσωμεν οὖν ἑαυτοὺς τοῖς τῆς πίστεως
καὶ τοῖς τῆς μετανοίας πτεροῖς,
καὶ θελήσωμεν ἀναπτῆναι πρὸς τὸν ἡμέτερον Ποιητὴν,
καὶ ἡμεῖς, ὡς πρωτότοκοι τῆς Ἐκκλησίας υἱοὶ,
καὶ ὑμεῖς, οἱ καθάπερ ἔμβρυα ὡς ἐν ταῖς λαγόσι τῆς Ἐκκλησίας προλοχευόμενοι, καὶ ποθοῦντες τὰς μακαρίας καὶ ἀνωδύνους ὠδῖνας ἀσπάσασθαι, καὶ γενέσθαι τέκνα τοῦ πολεμήσαντος ὑπὲρ ἡμῶν (ἀναγκαία γὰρ τῆς πίστεως ἡ χάρις καὶ ὑμῖν τοῖς ἀπολαύειν μέλλουσι τῶν αὐτῶν ἀγαθῶν)·
ἡμεῖς μὲν, ἵνα τὸν χιτῶνα τὸν βασιλικὸν,
ὃν φορέσαντες ἐμολύναμεν,
ἀποσμήξωμεν δάκρυσιν·
ὑμεῖς δὲ, ἵνα δυνηθῆτε τοῦτον περιβαλέσθαι,
καὶ φυλάξαι κρείττονα ῥύπου παντός.

Ἄνευ γὰρ πίστεως εἰλικρινοῦς
οὐκ ἔστιν οὐδένα τῆς τοῦ Θεοῦ φιλανθρωπίας ἐπιτυχεῖν.

Συνηγορεῖ μου τῷ λόγῳ πρὸς ἄλλοις μυρίοις ἐκείνη ἡ πόρνη ἡ τὴν πίστιν καὶ τὴν μετάνοιαν,
καθάπερ δύο λαμπάδας, κρατήσασα,
καὶ προσδραμοῦσα τῷ οὐρανίῳ νυμφίῳ,
καὶ γενομένη νύμφη Χριστοῦ ἐν μιᾷ ἡμέρᾳ.

Ἀλλ' ἐπειδὴ τῆς μακαρίας πόρνης ἐμνήσθην·
λέγω γὰρ αὐτῆς τέως τὸ ἐπίψογον ὄνομα
(ἵνα γνῶμεν τίς οὖσα πρότερον, τί γέγονεν ὕστερον),
βούλομαι ταύτην εἰς τὴν ἁγίαν Ἐκκλησίαν ἀγαγεῖν,
ἵνα μάθωμεν καὶ ἡμεῖς παρ' αὐτῆς, πῶς ὀφείλωμεν τῷ Χριστῷ προσελθεῖν, καὶ λαβεῖν τὴν τῶν ἁμαρτημάτων ἀπαλλαγήν.

Τὰ γὰρ παρ' ἐκείνης γεγενημένα, τῶν ὀφειλόντων ἀεὶ γενέσθαι παρ' ἡμῶν διδασκαλία σαφής·
καὶ ἡ τοῦ Σωτῆρος πρὸς ἐκείνην διάλεξις τῶν ἁμαρτωλῶν ἔσται παράκλησις.

Τίς γὰρ ἀκούων ὅτι γυνὴ μυρίαις κηλῖσι κατάστικτος,
ἵνα προσφύγῃ μόνον αὐτῷ, καὶ τοῖς ποσὶν αὐτοῦ σταγόνας ἐπιχέῃ δακρύων θερμὰς, παρθενίας χειροτονίαν ἐδέξατο;

Τὸν αὐτὸν ἐπιδείξασθε τρόπον,
ὥστε τὸν αὐτὸν τρυγήσητε καρπόν.

Τίς γὰρ λογιζόμενος τὴν ἐκείνης μεταβολὴν,
καὶ τὴν ἀμοιβὴν, οὐ τὴν αὐτὴν ἀσκήσει γνώμην,
ὡς τὴν ἴσην εὑρήσῃ ἀντίδοσιν;

Τί γάρ ἐστι πόρνη, ἢ διαφθορὰ, ἢ προφανὴς ὕβρις τῆς φύσεως, ἢ τοῦ θήλεος γένους δημόσιος θρίαμβος, λώβη σωμάτων τε καὶ ψυχῶν, λοιμὸς τέρψει κεχρημένος, τάφος κεκονιαμένος, ᾅδου ἀκατάσχετον καὶ ἀκόρεστον στόμα, θανάτου κεκαλλωπισμένον προπύλαιον, τερπνὸν δηλητήριον, ἀναίδεια παῤῥησιαζομένη, αἰσχύνη ἀναίσχυντος, εὐπρόσωπος ὄλεθρος, τῶν ἀσελγῶν μηχανῶν δέλεαρ, τῶν νέων ἰξὸς, κάπηλος τῶν οἰκείων μελῶν, ἀπωλείας βυθὸς, ναυάγιον ἀγαπώμενον, κοινὴ συμφορὰ πάσης ἁμαρτίας, ἰταμὸν ἐργαστήριον, πάσης παρανομίας διδάσκαλος, τῆς πρὸς τὸν Θεὸν ἔχθρας δημιουργὸς, ὕλη τῆς γεέννης τοῦ πυρὸς τοῦ αἰωνίου;

Ἀλλ' ὅμως ἡ τῶν τοιούτων καὶ τηλικούτων κακῶν ὑπάρχουσα ὑπηρέτις, ἐπειδὴ παρὰ συνήθειαν σωφροσύνης ἠράσθη,
ταῖς βίβλοις τῶν Εὐαγγελίων ἐγγέγραπται.

Ταύτας ἀναπτύξαντες κατατρυφήσωμεν τῆς κατ' αὐτὴν ἱστορίας, ὥσπερ οὖν κατετρύφησεν αὕτη τοῦ Χριστοῦ.

Ἠρώτησέ τις τῶν Φαρισαίων τὸν Ἰησοῦν,
ἵνα φάγῃ μετ' αὐτοῦ.
Καὶ εἰσελθὼν εἰς τὴν οἰκίαν τοῦ Φαρισαίου, ἀνεκλίθη.

Τίς εἶδε βασιλέα παρὰ στρατιώτου καλούμενον;
τίς εἶδε δεσπότην παρὰ δούλου τρεφόμενον;
τίς εἶδε τοσοῦτον ὕψος εἰς τοσαύτην ταπεινότητα κατερχόμενον;
Ὢ τῆς ὑπερβαλλούσης ἐκπλήξεως!
ὢ τῆς θείας συγκαταβάσεως!

Οὐκ εἶπε πρὸς τὸν καλέσαντα Φαρισαῖον·
Σὺ καλεῖς ἐπ' ἄριστον ἐμὲ,
τὸν καλοῦντα πάντας ἀνθρώπους εἰς τὸ οὐράνιον ἄριστον;
σὺ καλεῖς ἐπ' ἄριστον ἐμὲ τὸν πέντε ἄρτοις δῆμον ὁλόκληρον κορέσαντα;
σὺ καλεῖς ἐπ' ἄριστον ἐμὲ τὸν διδόντα τροφὴν πάσῃ σαρκί;

Οὐκ εἶπε τούτων οὐδὲν ὁ Σωτήρ·
ἀλλὰ σιγῇ καθίσας εἰς τὴν οἰκίαν τοῦ Φαρισαίου ἀνεκλίθη.

Ἤδει γὰρ ποῖον ἄριστον ἔμελλεν ἀριστᾷν·
ᾔδει πῶς ἤμελλε προστρέχειν αὐτῷ ἡ πόρνη, καὶ σώζεσθαι·
καὶ τὸ βλέμμα πανταχοῦ περιέπεμπε, τὴν θήραν περισκοπῶν, καὶ μονονουχὶ πρὸς τοὺς ἀνακειμένους βοῶν.

Ἐγὼ βρῶσιν ἔχω φαγεῖν, ἣν ἔχετε μετ' ὀλίγον κατιδεῖν·
ἐγὼ βρῶσιν ἔχω φαγεῖν, τὴν σωτηρίαν τῆς μελλούσης προσιέναι μοι γυναικός.

Ἡ ἐμὴ γὰρ τροφὴ, ἡ τῶν ἀνθρώπων ἐπιστροφή·
ἡ ἐμὴ τροφὴ, ἡ τῶν ἐμῶν δούλων ζωή·
ἡ ἐμὴ εὐωχία, τῶν ἁμαρτωλῶν ἡ μεταμέλεια·
ἡ ἐμὴ τέρψις, τῶν κατακρίτων ἡ λύσις·
ἡ ἐμὴ ἑστίασις, τῶν αἰχμαλώτων ἡ λύτρωσις.

Ταῦτα τοῦ Σωτῆρος ἐπὶ τῆς στιβάδος λαλοῦντος τῷ βλέμματι καὶ τῷ σχήματι, Ἰδοὺ, φησὶ, γυνὴ ἐν τῇ πόλει, ἥτις ἦν ἁμαρτωλός.

Συνέδραμε τῷ σκοπῷ τοῦ οὐρανίου βασιλέως ἡ ἄγρα·
ὁ θηρατὴς εὐτρεπὴς ἀνεκέκλιτο,
καὶ τὸ θήραμα πρὸς τὸν θηρατὴν κατηπείγετο.

Καὶ ἰδοὺ γυνὴ ἐν τῇ πόλει, ἥτις ἦν ἁμαρτωλός.
∆ύο χαλεπὰ κακίας γνωρίσματα.

Εἰπὲ ἡμῖν, εὐαγγελιστὰ, τὴν προσηγορίαν αὐτῆς,
γράψον τὸ ὄνομα τῆς γυναικὸς, μάθωμεν πῶς ὠνομάζετο.

Προσηγορίαν εἶχε τὴν ἁμαρτίαν, καὶ τὸ ὄνομα τὸ πονήρευμα.

Αὕτη ἰδοῦσα, ὅτι ἀνέκειτο ἐν τῇ οἰκίᾳ τοῦ Φαρισαίου ὁ Ἰησοῦς, εἶπεν ἐν ἑαυτῇ·
Ἔνδον ἐστὶν ὁ Χριστὸς, ὁ βρύων φιλανθρωπίαν,
καὶ πηγάζων οἰκτιρμούς·
ἔνδον ἐστὶν ὁ Χριστὸς, ὁ λαλῶν καὶ διδοὺς ἰάσεις,
καὶ φθεγγόμενος θεραπείας·
ἔνδον ἐστὶν ὁ Χριστὸς, ὁ παρὰ τῶν ἀγγέλων ὑμνούμενος,
καὶ τοῖς ἀνθρώποις ἐνδιαιτώμενος, ὡς εἷς ἐξ αὐτῶν·
ἔνδον ἐστὶν ὁ Χριστὸς ὁ τῷ Πατρὶ σύνθρονος,
καὶ τῷ Φαρισαίῳ ὁμοῤῥόφιος·
ἔνδον ἐστὶν ὁ Χριστὸς, ὁ τρέφων ἅπαντας τῇ θεότητι,
καὶ τρεφόμενος τῇ ἀνθρωπότητι·
ἔνδον ἐστὶν ὁ Χριστὸς, καὶ Φαρισαϊκῆς τραπέζης ἀνέχεται,
ὁ πᾶσαν τράπεζαν πληρῶν παντὸς ἀγαθοῦ·
καὶ ὅλως κατηξίωσεν εἰς τὴν τοῦ Φαρισαίου σκηνὴν εἰσελθεῖν·
ὅλως ἠνέσχετο συνεστιαθῆναι τῷ ἁμαρτωλῷ ὁ ἀναμάρτητος.
Χρηστὰς ἔχω περὶ τῶν ἐμῶν κακῶν ἐλπίδας.

Ὁ γὰρ περὶ τὸν Φαρισαῖον τοιοῦτος φανεὶς,
πάντως ἔσται καὶ περὶ ἐμὲ χρηστὸς καὶ φιλάνθρωπος.
Εὗρον, ὡς ἠβουλόμην, τὸ κοινὸν ἱλαστήριον,
εὗρον τὸν εὑρίσκοντα τοὺς ζητοῦντας αὐτὸν,
εὗρον τὸν ἐπιζητοῦντα τοὺς ποθοῦντας αὐτὸν,
εὗρον τὸν ἐπιτρέχοντα τοῖς ἐπιτρέχουσι
καὶ προαπαντῶντα τοῖς προσιοῦσιν αὐτῷ,
εὗρον συναγωνιζόμενόν μοι καὶ τὸν καιρὸν καὶ τὸν τόπον.

Εἰσέλθω πρὸς τὴν καθαρὰν πηγὴν
ἡ βεβορβορωμένη τῇ ἡδυπαθείᾳ·
μὴ διαμένω ἐῤῥυπωμένη, τοιαύτης φανείσης πηγῆς·
λούσομαι δωρεὰν ἑαυτήν·
οὕτω γὰρ βούλεται ἡ πηγή.

Εἰσέλθω πρὸς τὸ ἀΐδιον φῶς,
ἡ καὶ ταῖς ἡμέραις ὡς νυξὶ κεχρημένη·
ἴδω τὸ οὐράνιον φῶς ἐν φωτί·
εἰσέλθω πρὸς τὸν ἥλιον τῆς δικαιοσύνης,
ἡ τῆς ἀδικίας τὸν ζόφον ἐπαγομένη.
Τίς γὰρ φωτὶ προσομιλῶν οὐ μεταλαμβάνει φωτός;

Εἰσέλθω πρὸς τὸν βασιλέα τῶν οὐρανῶν,
τὸν δι' ἐμὲ πρὸς ἐμὲ παραγενόμενον,
καὶ τοῦτον καταλαμβάνοντα τὸν οἶκον,
καὶ πάλαι τὴν ἐμὴν, ὡς ἔοικε, περιμένοντα πρόοδον·
εἰσέλθω πρὸς τὸν οὐράνιον ἰατρὸν,
ἡ παρὰ πάντων ἀπεγνωσμένη·
εἰσέλθω πρὸς τὸν οὐράνιον ἰατρὸν, ἡ ἐν ὑγιείᾳ νοσοῦσα·
οὕτω γάρ με ἰδὼν, δύναται τοῖς ἐμοῖς πάθεσιν ἐπιθεῖναι φάρμακον, πᾶσαν ὀδύνην κοιμίσαι δυνάμενον.

Ὑποδείξω τῷ εἰδότι τὰ ἕλκη, καὶ λαβῶ τὸ φάρμακον,
εἰσέλθω πρὸς τὴν μόνην ζωὴν, ἡ διὰ τῆς φαυλοτάτης ζωῆς ἐμαυτὴν ἀποσχοινίσασα τῆς ζωῆς·
εἰσέλθω πρὸς τὸν φιλάνθρωπον δικαστὴν ἡ κατάκριτος.

Πρὸ τῆς ἐκ νεκρῶν ἀναστάσεως λύσω τὰς εὐθύνας,
πρὸ τῆς φοβερᾶς κρίσεως διαφύγω τὴν κρίσιν,
πρὸ τοῦ φρικτοῦ βήματος ὑποκλέψω τὰς μάστιγας·
πρὶν ἴδω τὸν Χριστὸν δικαστικῶς ἀποφαινόμενον,
ἴδω φιλανθρώπως διαλεγόμενον·
πρὶν φοβηθῶ κολάζοντα, κολακεύσω παρόντα.

Οὐ πρώτη τὴν πρὸς αὐτὸν ὁμιλίαν τολμῶ·
ἤδη καὶ ἄλλη, ὡς ἤκουσα, γυνὴ Σαμαρεῖτις,
ἐν νόμῳ παράνομος, συνέτυχεν ἐπὶ τῆς πηγῆς τῇ πηγῇ,
καὶ ἀπῆλθε θεογνωσίαν ἀντλήσασα.

Καὶ πάλιν ἑτέρα τις γυνὴ τῶν Χαναναίων γένους,
τοῦ καταράτου καὶ δουλικοῦ σπέρματος ἐλεύθερον βλάστημα,
ἐν ἐντυχίᾳ εἰσελθοῦσα κατὰ δαίμονος τυραννοῦντος αὐτῆς τὴν μονογενῆ, ἀνέστρεψε λαβοῦσα τὴν ἐξουσίαν κατὰ τοῦ δαίμονος, καὶ γέγονεν ἡ μήτηρ τῇ θυγατρὶ ἰατρὸς,
καὶ ὁ δαίμων ὁ ἀπηνὴς οὗτος καὶ βάρβαρος οὐκ ἐτόλμησεν οὐκέτι πλησιάσαι τῇ κόρῃ, φοβηθεὶς τῆς τοῦ Χριστοῦ φωνῆς τὸ διάταγμα.

Μιμήσωμαι τοίνυν κἀγὼ ταύτην,
καὶ γένωμαι παρὰ τὸν πάντα χαριζόμενον καὶ δυνάμενον καὶ ἑλόμενον·
χρήσωμαι τῇ συνηθείᾳ τῆς ἀναιδείας πρὸς τὸ ἐμοὶ συμφέρον·
ἐπισταθῶ τῷ Σωτῆρι ἑστιωμένῳ αὐτόκλητος,
καθάπερ πόλιν ὑπὸ πολλῶν εὐωχουμένων ἔχουσα μορφήν·
λύσω τὰς κόμας, καὶ θρηνήσω τὴν ἐμαυτῆς ἀθλιότητα·
χαλάσω τὰ πολύπλοκα δίκτυα,
ἵνα θηράσω τὸν ἔλεον ἀφειδῶς χορηγοῦντα·
κλαύσω καλῶς ἅπαξ,
ἡ γελάσασα πολλάκις κακῶς·
κλαύσω νῦν ἐπὶ τοῦ φιλανθρώπου κριτοῦ,
ἵνα μὴ κλαύσω τὸ τελευταῖον ἀνόνητα·
θρηνήσω νῦν ὀλίγον,
ἵνα μὴ θρηνήσω τότε πολλά·
κατακλύσω τοῦ Χριστοῦ τοὺς πόδας τοῖς δάκρυσιν,
ἵνα μοι ἀποκλύσῃ τὰς ἐμὰς ἀνομίας τοῖς ῥήμασιν·
ἀπομάξω τοῖς πλοκάμοις τὰ δάκρυα,
ἵνα προσγένηταί τις ἐκ τούτου καὶ τούτοις ἁγιασμός·
καταφιλήσω τὰ ἄχραντα ἴχνη,
ἅπερ καὶ τὸ πέλαγος κατεφίλησεν,
ἵνα τοῖς σώφροσι φιλήμασιν ἀποπτύσω τὸν ἐκ τῶν ἀσελγῶν φιλημάτων ἰόν·
περιπτύξομαι τὰ θεῖα μέλη, τὰ παρθενικὰ, τὰ ἐκ παρθένου, ἵνα τοῖς ἐμοῖς μέλεσι τοῖς κατακρίτοις ἐξ ἐκείνων τῶν ἁγίων μελῶν ἐποχετεύσω δικαιοσύνης σταγόνα τινά.

Ἐπικαμφθήσεται πρὸς ταῦτα ὁ εὔσπλαγχνος·
ἐλεήσει προσπίπτουσαν,
ἢν ἁμαρτάνουσαν οὐκ ἐκόλασεν·
ἐλεήσει γονυπετοῦσαν,
ἣν ἄτακτα χορεύουσαν εὐεργετῶν διετέλεσεν·
ἐλεήσει σωθῆναι βουλομένην,
ἣν ἀπολλυμένην εὑρὼν ἔφερε πράως.

Οὐ φέρει δάκρυα γνήσια παριδεῖν,
οὐ δύναται καὶ περὶ ἐμὲ μὴ φανῆναι,
ὅπερ πέφυκεν, εὔσπλαγχνος·
μεγάλα δύναται παρ' αὐτῷ ἐκ τοῦ βάθους τῆς ψυχῆς ἀνερχόμενος στεναγμός·
μεγάλην παῤῥησίαν ἔχει πρὸς αὐτὸν ἡ μετάνοια·
λαλήσει πάντως καὶ πρὸς ἐμὲ ἥμερόν τι καὶ γαληνὸν,
καὶ πρέπον αὐτοῦ τῇ θεότητι.

Ταῦτα ἐμελέτησεν ἡ σοφὴ, ταῦτα ἔπραξεν ἡ πιστή.
Καὶ τῷ γυναικείῳ περιβολαίῳ στολισαμένη,
παρθενικῶς, ἀλλ' οὐ πορνικῶς,
καὶ οὕτω κρύψασα πᾶσαν αὐτῆς τὴν μορφὴν τὴν πρὸ τούτου πᾶσι προκειμένην, ὡς ἐν θεάτρῳ,
καὶ περισκοπήσασα πανταχόθεν ἀσφαλῶς,
ἵνα μή τι σχῆμα πορνικὸν συνεισέλθῃ αὐτῇ πρὸς τὸν Κύριον κατηγοροῦν αὐτὴν,
εἰσέδραμεν εἰς τὸ τοῦ Φαρισαίου δωμάτιον,
καὶ τοῖς δεσποτικοῖς παραστᾶσα ποσὶν,
ἐπλήρου τὴν προμελετηθεῖσαν βουλήν.

Κομίσασα γὰρ, φησὶν, ἀλάβαστρον μύρου,
καὶ στᾶσα παρὰ τοὺς πόδας αὐτοῦ ὀπίσω,
κλαίουσα ἤρξατο βρέχειν τοὺς πόδας αὐτοῦ τοῖς δάκρυσι,
καὶ ταῖς θριξὶ τῆς κεφαλῆς αὐτῆς ἐξέμασσε,
κατεφίλει τοὺς πόδας αὐτοῦ, καὶ ἤλειφε τῷ μύρῳ, |
λαλοῦσα τῇ σιωπῇ,
καὶ βοῶσα τῇ σιγῇ, καὶ φθεγγομένη τῇ ψυχῇ πρὸς τὸν εἰδότα ψυχῶν ὀδυνωμένων ἀκούειν,
καὶ μὴ φθεγγομένων στομάτων, τοιαύτην ἱκεσίαν,
ὡς εἰκὸς, τοῖς δάκρυσι γράφουσα·
Ἐῤῥίφθην ὡς πρόβατον ἀπολωλός·
ἀλλ' ἐπέγνων σε ∆εσπότην,
τὸν ἐμὸν ποιμένα καὶ Κύριον·
ἐγενόμην θηριάλωτος βουληθεῖσα,
ἀλλ' ἔλαβον αἴσθησιν ἐκφυγεῖν τῶν πικρῶν δηγμάτων τοῦ λύκου·
ἐναυάγησα πολλάκις ἐθέλουσα,
ἀλλ' ἐσώθην ἐκ τοῦ ναυαγίου,
κρατήσασα τὴν σὴν παρουσίαν, ὡς ἄγκυραν.

Ἀλλ' οὐκ ἔχω παῤῥησίαν·
ἀπαῤῥησίαστος γὰρ ἅπας ἁμαρτωλός·
οὐκ ἔχω δικαιολογίαν οὐδεμίαν·
ἀδικαιολόγητος γὰρ ἅπας ἁμαρτωλὸς καὶ παράνομος·
οὐκ ἔχω φωνήν·
ἄφωνος γὰρ ἅπας κατάκριτος·
τὸ πονηρὸν συνειδὸς ἐμφράττει μου τὸ στόμα,
ὃ διέφθειρεν ὁ διεφθαρμένος μου βίος·
ἄγχει τὴν γλῶσσαν ὁ κατήγορος πλοῦτος διαπαντὸς ἔσωθέν μου βοῶν, ἐναπόκλεισόν σου τὸν λόγον τοῖς χείλεσι·
στόμα ἁμαρτωλῶν πρὸς πρεσβείαν ἀπαῤῥησίαστον,
καὶ γλῶσσα κατάκριτος πρὸς ἱκεσίαν ἀνάρμοστος,
καὶ λόγος κίβδηλος πρὸς αἴτησιν οὐκ εὐπρόσωπος.

Σιγῶσα διδάσκω τὰ κατ' ἐμὲ σὲ τὸν ἐπιστάμενον πάντα·
τῇ ὄψει λαλῶ, βοῶ τῇ μορφῇ, τοῖς ὀφθαλμοῖς κηρύττω τὰς ἀνομίας, τοῖς δάκρυσιν ἐξαγορεύω τὰ πλημμελήματα,
τοῖς στεναγμοῖς ἐξαγγέλλω σε τὸν μόνον κρύπτεσθαι μὴ δυνάμενον.

Ὡς αἰχμάλωτος μετὰ πάντων τῶν ἐμῶν ὅπλων ὑποπίπτω σοι, τῷ βασιλεῖ τῶν οὐρανῶν·
καὶ πάντα μου τὰ μέλη, δι' ὧν ἐστρατευσάμην κατὰ σοῦ, μᾶλλον δὲ καθ' ἑαυτῆς, σοὶ προσφέρω, φιλάνθρωπε.

Ἐλέησον τὴν κεφαλὴν ταύτην,
ὅτι αἱ ἀνομίαι μου ὑπερῆραν τὴν κεφαλήν μου·
ἐλέησον τὰς τρίχας ταύτας, ἃς ἔπλασας·
ἐλέησον τοὺς ὀφθαλμοὺς τούτους, οὓς ἐδημιούργησας·
ἐλέησον τὸν πηλὸν τοῦτον,
ὃν αὐτὸς μὲν εἰς κάλλος ἐμόρφωσας,
ἐγὼ δὲ τῷ κόσμῳ κατεχρησάμην εἰς ἀκοσμίαν ἄμορφον·
ἐλέησον τὴν εἰκόνα τὴν σὴν,
εἰς ἣν ὁ πολέμιος ἔπαιξεν, ὡς ἠθέλησεν·
ἐλέησον τὴν στήλην τὴν σὴν,
ἣν ὡς ἀδέσποτον ὁ σὸς ἐχθρὸς περιέσυρε·
δέξαι ὡς λῦτρα καὶ δάκρυα,
καὶ λῦσον ὡς ἀγαθὸς τὰ ἐγκλήματα·
θέλησον μόνον, καὶ λέλυμαι·
νεῦσον μόνον, καὶ λελύτρωμαι·
πρόσταξον, καὶ τὸ ποθούμενον ἤνυσται.
Ὃ γὰρ σὺ θέλεις, πρᾶξις·
καὶ ὁ λόγος ὁ σὸς ἔργον ἐστί.

Λάβω τὴν ἐλευθερίαν ἐκ τῶν ἀχράντων ποδῶν σου,
ὡς ἔκλεψεν ἐκ τῶν σῶν κρασπέδων τὴν ἴασιν ἡ αἱμοῤῥοοῦσα, σοῦ τοῦτο κλαπῆναι θελήσαντος·
γένωμαι διήγημα τοῖς μετ' ἐμὲ τῆς σῆς φιλανθρωπίας κἀγώ.

Παράπεμψον ἐμὲ, καὶ τὰ κατ' ἐμὲ ταῖς ὑστέραις γενεαῖς καλὸν ὑπόμνημα τῶν σῶν οἰκτιρμῶν·
λεγέτωσαν ἅπαντες ὅτι πόρνη ποτὲ παράνομος καὶ κατάκριτος, προσελθοῦσα τῷ Ἰησοῦ, ἐδικαιώθη παρ' αὐτοῦ·
καὶ καθορῶντες ἅπαντες σὺν ἐμοὶ προσιέτωσαν,
καὶ τὰς σὰς ἁρπαζέτωσαν δωρεάς.

Κριτὰ δίκαιε καὶ φιλάνθρωπε,
καὶ τοῖς κατακρίτοις διὰ πολλὴν φιλανθρωπίαν συναναστρεφόμενος,
ὧδέ σοι προσῆλθον, ὡς κριτῇ,
ὧδέ μοι τὴν συγχώρησιν ὑπαγόρευσον·
μὴ θριαμβεύσῃς τὰς ἐμὰς ἁμαρτίας ἐπὶ πάσης τῆς κτίσεως,
μὴ δημοσιεύσῃς τὰς ἀνομίας μου ἐν τῷ μέλλοντι κριτηρίῳ·
μὴ πέμψῃς με τῷ αἰωνίῳ πυρὶ, τῷ ὕλην κεκτημένῳ τὴν τῶν ῥᾳθύμων ζωήν.

Ἰησοῦ Χριστὲ, Υἱὲ τῆς Παρθένου Μαρίας,
καὶ δημιουργὲ τῆς Παρθένου, διὰ τὴν Παρθένον, καὶ μητέρα σὴν, καὶ πάλιν παρθένον, ἀνάκτησαι διὰ τὴν ἁγίαν ἐκείνην ἐμὲ τὴν ἐναγῆ, καὶ ποίησον εὐαγῆ.
Ἐκ γυναικὸς ἐτέχθης καὶ σὺ, ὡς σὺ μόνος ἐπίστασαι,
καὶ γινώσκεις τὴν τῶν ἀνθρώπων ἀσθένειαν.

Τοιαῦτα λαλούσης ἐν ἑαυτῇ τῆς πιστῆς γυναικὸς καὶ δεομένης, ἐγγὺς ὢν ὁ Σωτὴρ ἐδίδου τῇ ποθούσῃ τοῦ πόθου κατατρυφᾷν, καὶ τοὺς πόδας ἐγχειρίσαι ἐκείνην πρὸς ἀπόλαυσιν ἄπληστον, ἐπὶ τῆς στιβάδος ὢν, καὶ κατατρυφῶν τὸν ἐκείνης κλαυθμὸν, καὶ εὐωχούμενος τοῖς τῆς μετανοίας δάκρυσι, καὶ πεινῶν τὸ δίψος τῆς διψώσης τὸν ἔλεον.

Ἐντεῦθεν οἱ Φαρισαῖοι ἠρέμα ἐψιθύριζον πρὸς ἀλλήλους λέγοντες·
Τί τοῦτο τὸ ξένον καὶ παράδοξον θέαμα;
τίς τὴν πόρνην ταύτην ἐδίδαξε σωφρονεῖν;
τίς τὴν ἐκκεχυμένην πρὸς αἰσχρὰς ἡδονὰς ἔπεισε τοιαῦτα φρονεῖν;
οὐχ αὕτη ἐστὶ τὸ τῆς ἡμετέρας πόλεως ἐπίσημον ὄνειδος;
οὐχ αὕτη ἡ τῶν ἀεὶ βουλομένων γυνή;
οὐχ αὕτη ἐστὶν ἡ τῆς ἁμαρτίας ἑκάστου κατήγορος;
οὐχ αὕτη ἐστὶν ἡ τῆς σωφροσύνης ἐχθρὰ, καὶ τῶν νομίμων γάμων τοιχωρύχος;
οὐχ αὕτη ἐστὶν ἡ μετὰ κολακείας λῃστεύουσα τοὺς ἀνθρώπους;
Πῶς οὖν ἐκ τοιαύτης τοιαύτη γενήσεται;
πῶς ἡ φιλόγελως καὶ φιλοτερπνὴς φιλόδακρυς ἐφάνη καὶ φιλοπενθής;
πῶς ἡ ἄσοφος, καὶ παράκαιρος, καὶ τῇ μορφῇ καὶ τῷ βλέμματι, καὶ τῷ σχήματι καὶ τοῖς περιέργοις βαδίσμασι,
καὶ πᾶσι τοῖς μέλεσι πάντας μνηστευομένη τῷ θανάτῳ,
ἐπὶ τὸ σῶφρον τοῦτο σχῆμα καὶ πρᾶγμα μετέπεσεν;

Ὢ τῆς ἀπροσδοκήτου μεταβολῆς;
ὢ τῆς ξένης μεταλλαγῆς.

Οἱ μὲν οἰκέται τοῖς τοιούτοις λόγοις ἐκέχρηντο·
ὁ δὲ καλέσας τὸν Ἰησοῦν Φαρισαῖος,
βλασφήμους λογισμοὺς τίκτων ἐν τῇ ἰδίᾳ ψυχῇ, ἔλεγεν·

Οὗτος εἰ ἦν προφήτης, ἐγίνωσκεν ἂν τίς καὶ ποταπὴ ἡ γυνὴ, ἥτις ἅπτεται αὐτοῦ, ὅτι ἁμαρτωλός ἐστιν.
Ἁπλῶς, φησὶ, καὶ ὡς ἔτυχεν, οὗτος προφήτης λέγεται·
ἠπατήθην κἀγὼ μετὰ τῶν ἄλλων, τοῦτον ὡς τῶν ἀδήλων ἐξεταστὴν εἰσαγαγὼν εἰς τὴν ἐμὴν οἰκίαν.
Εἰ γὰρ προφήτης ἦν, καὶ σαφῶς ᾔδει τὰ μέλλοντα.
Τὴν φανερὰν πᾶσι καὶ κατάδηλον οὐκ εἰδὼς,
πῶς οὖν ἐπίσταται τὰ πᾶσιν ἀπόῤῥητα;
πῶς ἀνέχεται χειρῶν πορνικῶν;
πῶς οὐκ ἀπελαύνει πόῤῥωθεν τὴν οὐδὲν ἔχουσαν τοῦ σώματος ἄπρακτον;
πῶς οὐδὲ βδελύσσεται τὴν βδελυρὰν,
καὶ πάσης αἰσχρότητος γέμουσαν;

Κακίζει τὴν πολλὴν φιλανθρωπίαν ὁ Φαρισαῖος ὡς ἄγνοιαν, καὶ ὑποβάλλει τὴν συγκατάβασιν τῷ τῆς ἀγνοίας ὀνόματι, νοσῶν αὐτὸς τοῦ γινομένου τὴν ἄγνοιαν.

Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπε πρὸς αὐτόν·
Ἔχω σοί τι εἰπεῖν.
Οἶδα τί λέγεις μὴ λέγων μηδὲν, οἶδα τί φθέγγῃ σιγῶν,
οἶδα τί βοᾷς σιωπῶν, οἶδα τί καὶ αὕτη κατὰ διάνοιάν μοι προσδιαλέγεται, οἶδα κἀγὼ πόσους ἐν τῇ ψυχῇ κατ' ἐμοῦ χαλκεύεις λογισμούς.

∆ιηγήσομαί σοι τῶν ἐνθυμημάτων τὰς φωνὰς,
ἐξαγορεύσω τὰ παρὰ σοῦ βλασφημούμενα,
δημοσιεύσω τὰ φρονήματα τῶν σῶν ἐννοιῶν,
ὡς τοῖς λογισμοῖς τῆς σῆς ψυχῆς ἐγκαθήμενος.

Οὕτω λέγεις, Εἰ ἦν προφήτης, ἐγίνωσκεν ἂν τίς καὶ ποταπὴ ἡ γυνὴ, ἥτις ἅπτεται αὐτοῦ, ὅτι ἁμαρτωλός ἐστι.
Ταῦτα τὰ ῥήματα τῆς σῆς διανοίας.
Πῶς οὖν κατέγνων τῶν ἐν τῷ βυθῷ τῆς σῆς διανοίας κινηθέντων λογισμῶν τὴν ζάλην,
εἰ μὴ Θεὸς ἤμην πάντων δημιουργός;
Ὡς ὑποπτεύεις αὐτὸς ἐκ τῆς ἀποκρίσεως,
γνῶθι ὅστις εἰμὶ ἀποκρινόμενός σοι μὴ λαλοῦντι μηδέν·
ἐκκαλύπτω τὰ ῥήματα τῆς σῆς ψυχῆς.

Εἰ ἤμην προφήτης, ἐγίνωσκον τίς καὶ ποταπὴ ἡ γυνή;
καὶ ποῦ χρεία προφητικῆς ἐλλάμψεως ἐπὶ τῆς γνωριζομένης ὄψεως;
οὐκ οἶδα τὴν προεστηκυῖαν ἐπὶ τῆς ἀγορᾶς;
οὐκ οἶδα τὴν πᾶσι κατάδηλον;
οὐκ ἐπίσταμαι ταύτην, δι' ἣν ἦλθον πρὸς σέ;

Γινώσκω τίς καὶ ποταπὴ ἡ γυνή·
οὐδὲν γὰρ λανθάνει τὸν τῆς θεότητος ὀφθαλμὸν,
οὐ πλεονέκτης, οὐ πονήρευμα·
γινώσκω τίς καὶ ποταπὴ ἡ γυνὴ, καὶ ὅτι ἁμαρτωλός ἐστι·
καὶ διὰ τοῦτο χαίρω κατεχόμενος παρ' αὐτῆς,
ἵνα τὴν κρατοῦσαν εὐλαβῶς περισώσω θεοπρεπῶς.

Οὐ γὰρ μολύνομαι παρὰ τῶν ταύτης χειρῶν,
ἀλλ' ἐγὼ ταύτην καθαρὰν ἀπεργάζομαι.
Ἥλιον γὰρ βόρβορος οὐκ ἀμαυροῖ,
μαργαρίτην πηλὸς οὐκ ἀλλάσσει,
τοῦ ἀναμαρτήτου ἁμαρτία οὐχ ἅπτεται.
Οὐχ ἡψάμην πρῴην λεπροῦ, καὶ τὸ πάθος ἀπέφυγε;
μὴ λεπρὸς ἐγενόμην, πλησιάσας λεπρῷ;
Οὕτω καὶ νῦν τὰ συνήθη θαυματουργῶν μεταβάλλων ταύτην πρὸς ἁγιότητα, οὐ μεταβάλλομαι πρὸς τὴν αὐτῆς ποιότητα ἀνεχόμενος τῆς ἁφῆς τῆς μεσούσης χειρός.

Ἰατρὸς γάρ εἰμι·
ἰατρὸς δὲ οὐ τραυμάτων καὶ σηπεδόνων καὶ ἰχώρων,
ἀλλὰ τὴν σωτηρίαν τοῖς νοσοῦσι κατὰ ψυχὴν πραγματευόμενος·
ποιητής εἰμι,
καὶ φείδομαι τοῦ ἐμοῦ πλάσματος·
δεσπότης εἰμὶ,
καὶ οὐκ ἀνέχομαι ζημιωθῆναι φιλοδέσποτον δούλην·
ποιμήν εἰμι,
καὶ πρόβατον ἐμὸν πλανώμενον εὑρὼν εἰκότως εὐφραίνομαι·
λιμήν εἰμι, καὶ πάντας τοὺς προσορμίζοντας προσδέχομαι.

Σίμων, ἔχω σοί τι εἰπεῖν.
∆ύο χρεωφειλέται ἦσαν δανειστῇ τινι.
Τέως μετὰ ταύτης τέταξαι·
τί στρατεύεις κατ' αὐτῆς,
ὡς μόνος ἀνελθὼν εἰς τὴν ἀκρόπολιν τῶν ἀρετῶν;
τέως ὑπεύθυνός μοι καθέστηκας·
τί οὖν κατακρίνεις ταύτην, ὡς μόνος ἀνεύθυνος;
δύο χρεωφειλέται, σὺ καὶ αὐτὴ τυγχάνετε·
ὁ δὲ δανειστὴς ἐγώ εἰμι·
ἐδάνεισά σοι καὶ τῷ γυναίῳ τὴν παροῦσαν ζωήν.

Ὁ εἷς ὤφειλε δηνάρια πεντακόσια, ὁ δὲ ἕτερος πεντήκοντα.
Αὕτη χρεωστεῖ πεντακόσια δηνάρια·
πολλὰ γὰρ ἐξήμαρτε·
σὺ χρεωστεῖς πεντήκοντα·
ὀλίγον γὰρ ἔπταισας·
ἀλλ' ὅμως ὑπόκεισαι λογοθεσίῳ ζωῆς.
Μὴ ἐχόντων δὲ αὐτῶν ἀποδοῦναι, ἀμφοτέροις ἐχαρίσατο.
Ἐχαρισάμην σοι τὰ ἐγκλήματα,
χαρίζομαι καὶ ταύτῃ τὰ πλημμελήματα·
ἀπήλαυσας πρῶτος τῆς ἐμῆς παρουσίας,
ἀπολαυσάτω καὶ αὐτὴ τῆς ἐμῆς ἀμνησικακίας.

Ἤθελές με περὶ μὲν σὲ φανῆναι φιλάνθρωπον,
περὶ δὲ ταύτην ἀπάνθρωπον;

Ἀλλ' οὐκ ἀνέχομαι λαβεῖν σε διοικητὴν τῆς ἐμῆς ἀγαθότητος.
Εἰ σὺ τοιαύτην ἔσχες χώραν, αὕτη δὲ τὴν σὴν, ἐβούλου αὐτὴν περὶ σοῦ τοιαῦτα λέγειν ἃ σὺ κατ' αὐτῆς φρονεῖς;
Οὐκ ἤκουσας ὅτι, Ἃ μὴ βούλει παθεῖν, μὴ θέλῃς ποιεῖν·
οὗτος γὰρ ὁ κοινὸς νόμος τῆς φύσεως.
Τίς οὖν, εἰπέ μοι, πλέον ἀγαπήσει αὐτόν;

Ἀποκριθεὶς δὲ ὁ Σίμων εἶπεν,
Ὑπολαμβάνω, ὅτι ᾧ τὸ πλέον ἐχαρίσατο.

Καὶ πρὸς αὐτὸν ὁ Σωτήρ·
Ὀρθῶς ἔκρινας.
Οὐκοῦν ἔμμεινον οἷς ἐδίκασας πρῶτος αὐτός.

Καὶ στραφεὶς πρὸς τὴν γυναῖκα, τῷ Σίμωνι λέγει,
Βλέπεις ταύτην τὴν γυναῖκα;
Ἐγὼ οὐκ ἔτι καλῶ πόρνην,
τὴν ῥίψασαν μετὰ τοῦ πράγματος καὶ τὸ ὄνομα.

Βλέπεις ταύτην τὴν γυναῖκα τὴν αὐτόκλητον ἐπεισελθοῦσαν ἡμῖν, τὴν ἐπιδεικνυμένην ἀναίδειαν ἐπαινουμένην,
τὴν ἀσκοῦσαν ἀναισχυντίαν ἀγαπωμένην,
τὴν ὁδηγὸν τῆς πρὸς ἐμὲ φερούσης ὁδοῦ,
τὴν ἡγεμόνα τῆς εὐσεβείας,
τὴν διδάσκαλον τῆς μετανοίας,
τὴν ἔργῳ τὰ πράγματα διδάξασαν,
τὴν ἄπαυστα κλαίουσαν,
τὴν παῤῥησίαν τῶν ἁμαρτωλῶν,
τὴν κήρυκα τῆς ἐμῆς εὐσπλαγχνίας,
τὴν ἐκκλησίαν τὸν σὸν οἶκον ποιήσασαν,
τὴν μόνην μόνῳ προσευχομένην,
τὴν ἄνθρωπόν με θεωροῦσαν καὶ ὡς Θεὸν ἱκετεύουσαν, μὴ δορυφόρους, μὴ βῆμα δικαστικὸν,
καὶ ὡς κριτήν με γονυπετοῦσαν, τὸν κείμενον προσκυνοῦσαν;

Βλέπεις ταύτην τὴν γυναῖκα,
τὴν ἀκάματον,
τὴν ἐργάτιν τῶν ἀγαθῶν,
τὴν διὰ τῶν πλοκάμων αὐτῆς καὶ τῶν δακρύων ὑφαίνουσαν ἑαυτῇ τὴν τῆς ἀθανασίας στολὴν,
τὴν πρεσβεύουσαν διὰ πάντων αὐτῆς τῶν μελῶν περὶ ἑαυτῆς, τὴν ἄπληστον ἐν οἷς οὐκ ἐχρῆν ἰδεῖν, ἀπληστοτέραν ἐν οἷς τὸ ἄμετρον μακαρίζεται;

Σκόπησον τὰ γενόμενα παρὰ σοῦ,
καὶ θέασαι τὰ γεγενημένα παρ' αὐτῆς,
καὶ στεφανώσεις σὺν ἐμοὶ τὴν ἑαυτὴν στεφανώσασαν.

Ἐὰν μὴ καὶ σὺ θαυμάσῃς τὴν εὐσέβειαν
καὶ τὴν ἐργασίαν αὐτῆς, μέμφου τοῖς ἐμοῖς οἰκτιρμοῖς.

Εἰσῆλθον εἰς τὴν οἰκίαν σου ἐγὼ ὁ Χριστὸς,
ὁ ἄνω καὶ κάτω καὶ πανταχοῦ καὶ ἐνταῦθα οὕτως ὡς βλέπεις, καὶ τῇ παρουσίᾳ μου τετίμηκά σε, καὶ τὸν οἶκόν σου·
καὶ σὺ ὕδωρ ὑπὸ τοὺς πόδας μου οὐκ ἔδωκας.
Σὺ τὸ εὔκολον, τὸ ῥᾴδιον, τὸ εὐπόριστον τοῖς ἐμοῖς ποσὶν οὐκ ἐπέχεας·
αὕτη δὲ, ἡ παρὰ σοῦ λοιδορουμένη,
τοῖς δάκρυσιν ἔβρεξέ μου τοὺς πόδας,
οὓς οὐκ ἔβαψεν ὅλα τῆς θαλάσσης τὰ ὕδατα καὶ τὰ κύματα.

Βλέπεις ξένην ἀρδείαν τοῖς ἐμοῖς ποσὶν ἐπιῤῥέουσαν·
βλέπεις βροχὴν παράδοξον, οὐκ ἐκ τῶν νεφῶν φερομένην, ἀλλ' ἐκ τῶν τῆς γυναικὸς ὀμμάτων τικτομένην.

Ποία πηγὴ τοσούτων εὐπορεῖ ναμάτων, ὅσον αὕτη δακρύων;
ποία κρήνη βλύζουσα τοσαύτας σταγόνας οὐκ ἐλέγχεται;
Αὕτη τοῖς δάκρυσιν ἔβρεξέ μου τοὺς πόδας,
καὶ ταῖς θριξὶν αὐτῆς ἐξέμαξε, καὶ ξένον λέντιον τὰς τρίχας αὐτῆς κατεσκεύασε, καὶ παράδοξον ἐκμαγεῖον τῶν ἐμῶν ποδῶν τοὺς πλοκάμους αὐτῆς ἐποίησε.
Φίλημά μοι οὐκ ἔδωκας σύ·
τὰ χείλη τὰ σὰ τοῖς ἐμοῖς χείλεσι προσαρμόσαι οὐ κατηξίωσας·
αὕτη δὲ, ἀφ' οὗ εἰσῆλθεν,
οὐ διέλειπε καταφιλοῦσά μου τοὺς πόδας.

Ὢ τῆς ὁμαλῆς προσεδρίας!
ὢ φιλημάτων θείων!
ὢ φιλημάτων πνευματικῶν ἀπολογησαμένων ὑπὲρ τῶν προτέρων περιπλοκῶν.

Ἐλαίῳ τὴν κεφαλήν μου οὐκ ἤλειψας·
τὸ τιμιώτερον μέρος τοῦ σώματος οὐκ ἐνότισας ἐλαίῳ ψιλῷ·
αὕτη δὲ ἐλαίῳ μύρῳ ἤλειψέ μου τοὺς πόδας.

Τί οὖν σοι δοκεῖ;
ἀποστραφῶ τὴν τοιαῦτά μοι φέρουσαν ξένια;
ἀποσείσωμαι τὰ φίλα μοι δῶρα;
μὴ ἐντραπῶ τοιαύτην καὶ τοσαύτην διάθεσιν;
μὴ ἐντραπῶ πίστιν οὐρανοῦ ὑψηλοτέραν;
παρίδω τοιαῦτα καὶ τοσαῦτα καλά·
παρίδω ἐλεεινοὺς στεναγμούς;
Ἀλλ' οὐ πέφυκα τοιοῦτος.

Παρίδω τοὺς τῶν δακρύων κρουνούς;
Ἀλλ' οὐ δύναμαι.
Παρίδω τὴν δεδακρυμένην μορφήν;
∆ιὰ μόνην φιλανθρωπίαν ἔλαβον τὴν τοῦ δούλου μορφήν.
Ἀρνήσομαι ἐμαυτὸν διὰ σέ;
μισήσω τὴν οὕτω με γνησίως ποθοῦσαν;
ἀπελάσω τὴν οὕτω περιπλεκομένην μου τοῖς ποσίν;
ἀποδιώξω τὴν ἱκέτιν μὴ τυχοῦσαν ὧν ἤλπισε;
πληρώσω τοῦ διαβόλου τὸ βούλημα;
χαρίσωμαι τῷ πολεμίῳ τὸ θήραμα;
πέμψω πάλιν τὴν ἐμὴν περιστερὰν πρὸς τὸν ἱέρακα;
μὴ οἰκτείρω τὴν οὐδὲν ἕτερον λέγουσαν,
εἰ μὴ μόνον, ἐλέησόν με;
μὴ ἐλεήσω τὴν οὕτω φυγοῦσαν τὸν διάβολον,
καὶ προσφυγοῦσαν ἐμοί;

Τί οὖν κατῆλθον ἐκ τῶν οὐρανῶν;
τί δὲ τὸ φαινόμενον περιβέβλημαι σῶμα;
τί δὲ τῆς σῆς οἰκίας ἐγενόμην ἐντός;
τὴν φαινομένην καὶ θηραθῆναι βουλομένην εἰ ἔμελλον ἀπελαύνειν, διὰ τί τὸν τόπον τῆς θήρας κατέλαβον;

Ἀλλ', Οὐκ ἦλθον καλέσαι δικαίους,
ἀλλ' ἁμαρτωλοὺς εἰς μετάνοιαν.

Οὗ χάριν λέγω σοι,
Ἀφέωνται αὐτῆς αἱ ἁμαρτίαι αἱ πολλαὶ, ὅτι ἠγάπησε πολύ.
Ὁ δὲ ὀλίγον ἀγαπῶν, ὀλίγον ἀγαπηθήσεται.

Ταῦτα πρὸς τὸν Φαρισαῖον διαλεχθεὶς,
ὁ Χριστὸς μετέδωκε τῇ περικεχυμένῃ βλέμματος
καὶ φθέγματος ἡμέρου καὶ προσηνοῦς,
καὶ πρὸς τὴν κατακεκρυμμένην καὶ δεομένην μικρὸν ἑαυτὸν ἐπικλίνας, μετέδωκεν αὐτῇ τὴν ποθουμένην ἀπόφασιν, ἔχουσαν τῶν ἁμαρτημάτων ἄφεσιν.

Ἀφέωνταί σοι ἁμαρτίαι.
∆έξαι λοιπὸν, ὦ γύναι,
τῶν δακρύων ὑπογεγραμμένην τὴν δέησιν·
δέξαι τῆς πίστεως τὴν ἀντίδοσιν,
δέξαι τῆς εὐπειθείας τὰς ἀμοιβὰς,
δέξαι τῆς εὐσεβείας τὰς δωρεὰς,
δέξαι τῆς μετανοίας τὸν στέφανον,
δέξαι τῶν πικρῶν στεναγμῶν τὸν γλυκύτατον καρπὸν,
δέξαι τοῦ σκυθρωποῦ σπόρου τὸ γλυκύτατον θέρος.

Ἔσπειρας ἐν δάκρυσιν,
ἐν ἀγαλλιάσει θέρισον.

Ἀφέωνταί σου αἱ ἁμαρτίαι.
∆ιεῤῥάγησαν αἱ τοῦ κακοῦ βίου σειραὶ,
διελύθησαν αἱ τῆς πονηρίας ἁλύσεις·
ἀπηλλάγης τῶν ἐγκλημάτων καὶ τῶν εὐθυνῶν,
ἔφυγες τὴν ἄσβεστον κάμινον τοῦ πυρὸς,
ὀλίγοις δάκρυσι φλόγα τοσαύτην κατέσβεσας,
κατεπάτησας τοῦ πονηροῦ ἐχθροῦ τὴν κεφαλὴν,
ἐνίκησας περιφανῶς τὸν ἀντίπαλον.

Θάρσει, θύγατερ, Θεὸς ὁ δικαιῶν, τίς ὁ κατακρίνων;
Ἐγὼ ὁ κριτὴς γίνομαι τῆς ἀφέσεως ἐγγυητής·
τίς ἕτερος τὴν ἐμὴν ἐπίκρισιν ἀνατρέψει;
ἐγὼ ὁ δικαστὴς ἀπολύω·
τίς ἕτερος καταδικάσει;

Θάρσει, θύγατερ·
λόγισαι ἐξαίφνης πῶς ὑψώθης,
πῶς ἦλθες ὡς κατάκριτος,
καὶ τῆς κατακρίσεως ἐλευθερωθῆναι κατηξιώθης,
καὶ θυγάτηρ γενέσθαι ἐμοῦ ποῦ βασιλέως τῶν οὐρανῶν.

Ἦλθες ὡς τετραυματισμένη φάρμακον λαβεῖν,
καὶ βασιλικὸν ὡς βασίλισσα ἐφόρεσας στέφανον.
Ἀνεγεννήθης ἄνευ μήτρας, ἀνεπλάσθης ἄνευ πηλοῦ, ἀνεχωνεύθης ἄνευ πυρὸς, ἐβαπτίσθης ἄνευ κολυμβήθρας.
Σὺ σεαυτὴν ἐκ τῶν σῶν δακρύων κολυμβήθραν ἐκέρασας·
τὸ ῥῆμά μου βάπτισμά σου γεγένηται·
ὁ λόγος ὁ ἐμὸς φωτισμὸς τοῦ προσώπου σου.

Θάρσει, θύγατερ,
ἡ πίστις σου σέσωκέ σε.
Ὡς ἐπίστευσας, ἤντλησας·
ὡς ἐπόθησας, ἔλαβες·
ὡς ἠθέλησας, ἐβασίλευσας.
Παρέκυψας διὰ τοῦ σώματος,
καὶ φωτὸς ὅλη γέγονας ἔμπλεος.
Ἡ πίστις σου σέσωκέ σε.

Πίστις γὰρ σωτηρίας ἀρχὴ, πίστις ἀθανασίας προοίμιον,
πίστις θεογνωσίας καθαρὸς ὀφθαλμὸς,
πίστις τὰ ἀόρατα καθορᾷ.
Ἡ πίστις σου σέσωκέ σε.
Εἴθε καὶ Ἰουδαῖοι τὴν σὴν πίστιν ἐμιμήσαντο!
Εἴθε καὶ Ἕλληνες τὴν σὴν γνώμην ἐζήλωσαν!
Εἴθε πάντες ἄνθρωποι μάθοιεν πιστεύειν ὡς σύ!
Πορεύου εἰς εἰρήνην.

Ἐπεὶ ἂν ἠβουλήθης, ἕξεις με διαπαντὸς μετὰ σοῦ καὶ σὺν σοί·
ἐὰν οὕτω μείνῃς ἁγνὴ, οὐδέποτε χωρισθήσομαι τῆς σῆς διανοίας ἐὰν φυλάξῃς τὴν καθαρότητα ταύτην ἀμόλυντον,
ἀεὶ σὺν σοὶ παραμενῶ·
ἐὰν μείνῃς νύμφη παρθένος, ἔσομαί σοι νυμφίος παρθένος, νυμφίος ἀφθαρσίας φρουρός·
ἐὰν μὴ ἀθετήσῃς τὰ μεταξὺ ἡμῶν σήμερον συντελεσθέντα προικῷα, οὐκ ἀναχωρήσω τῆς σῆς συνοικεσίας·
ἐὰν μὴ πορνεύσῃς εἰς ἐμὲ, οὐκ ἐκβαλῶ σε τῆς ἐμῆς οἰκειότητος·
ἐὰν μὴ ἐπαγάγῃς μοι μοιχὸν λογισμὸν,
ὡς οὐράνιος μνηστὴρ καὶ τὰ οὐράνιά σοι δωρήσομαι·
ἐὰν τηρήσῃς ἄτρωτον τὸ πρὸς ἐμὲ συνειδὸς,
ἀπολαύσεις τῆς ἐμῆς εὐνοίας διαπαντός.

Πορεύου εἰς εἰρήνην.
Μέμνησο τῆς παρούσης ἡμέρας,
ἐν ᾗ τῆς ἐλευθερίας ἀπήλαυσας·
μέμνησο τῶν καλῶν τούτων δακρύων,
δι' ὧν κατέστης εἰς τοσαύτην φαιδρότητα·
μέμνησο τῆς μετανοίας ταύτης,
δι' ἧς τὸ τῆς θυγατρὸς εὗρες ἀξίωμα.

Πορεύου εἰς εἰρήνην.
Κατηλλάγην σοι,
διὰ χρόνου πολλοῦ πρὸ τούτου λυπούμενος πρὸς σὲ διὰ σέ.
Μὴ λύσῃς τὴν καλὴν εἰρήνην πράξεσι πονηραῖς·
μὴ πάλιν διὰ τῶν σῶν μοι πολεμήσῃς μελῶν·
μὴ πάλιν πλέξῃς, ὡς σατανᾶς, τὰς κόμας·
μὴ κονιάσῃς, ὡς τοῖχον, τὸ πρόσωπόν σου·
μὴ τεχνάσῃς κόσμον περίεργον καὶ ὀλέθριον·
μὴ προθῇς, ὡς ἐν ἀγορᾷ, τὴν ὄψιν σου τοῖς ἐμπόροις τῶν αἰσχρῶν ἡδονῶν·
μὴ πέμψῃς τοὺς ὀφθαλμοὺς, ὡς θηρατὴς,
κατὰ τῶν ἑκουσίως ἀγρευομένων·
μὴ χρήσῃ τοῖς χείλεσιν, ὡς βέλεσι,
κατὰ τῶν τιτρωσκομένων ἡδέως·
μὴ ποιήσῃς τὸ στόμα σου θάνατον·
μὴ κατακρίνῃς τὰς χεῖρας ἀσέμνοις περιπλοκαῖς·
μὴ καταδικάσῃς τοὺς πόδας δρόμοις αἰσχροῖς·
μὴ ἀνατρέψῃς τὸν καλόν σου δρόμον δρόμοις κακοῖς·
μὴ σκορπίσῃς τῆς ἁγνείας τοὺς μαργαρίτας, ο
ὓς ἀπόνως ἐξέλεξας·
μὴ γένῃ πάλιν φθορᾶς ἐργαστήριον·
μὴ παλινδρομήσῃς πρὸς τὴν ἀρχαίαν σου ἀπάτην·
μὴ τὴν προτέραν ἀναλάβῃς σκηνήν·
μὴ οἰκοδομήσῃς κακῶς ἃ κατέλυσας καλῶς·
μὴ δέξῃ σύμβουλον τὸν ὄφιν, ἵνα μὴ γυμνωθῇς ὡς ἡ Εὔα·
μὴ καταλείπῃς ἡδονῇ τὴν πηγὴν τῆς πίστεως,
ἵνα μὴ ῥίψῃ κατὰ σοῦ τὸν ἰὸν ὁ δράκων ὁ πολύμορφος·
μὴ κοιμηθῇς τῆς ἡδυπαθείας τὸν ὕπνον,
ἵνα μὴ κινήσῃς καθ' ἑαυτῆς τὸν δίκαιόν μου θυμόν·
μὴ μετὰ τοσοῦτον μύρον, βόρβορον ἐπιχέῃς ἑαυτῇ·
μὴ γένῃ πάλιν ὃ ἦς·
ἅπαξ ἐκαθαρίσθης, ἅπαξ ἐχωνεύθης·
μεῖνον σωφροσύνης ἄγαλμα νεουργὸν,
ἵνα μὴ χωνευθῇς τῷ πυρί.

Πορεύου εἰς εἰρήνην·
ἀπάγγελλε τοῖς ἀπαντῶσι,
πῶς ἀγαθός εἰμι καὶ φιλάνθρωπος·
ἐπιδείκνυε τοῖς ἀγνοοῦσι τὸν ἀποσμήξαντά σου τὸν ῥύπον·
γενοῦ λοιπὸν σαγήνη ζωῆς.
Ἕως τῆς παρούσης ἡμέρας τοὺς νέους πρὸς ἀπώλειαν ἤγρευες·
ἀπὸ τῆς παρούσης ἡμέρας πάντας ἀνθρώπους πρὸς σωτηρίαν ἁλίευε·
βόα πρὸ τοῦ Παύλου, ὡς πρὸ τοῦ Παύλου σαγηνευθεῖσα·
Πιστὸς ὁ λόγος, καὶ πάσης ἀποδοχῆς ἄξιος,
ὅτι Χριστὸς Ἰησοῦς παρεγένετο ἐν κόσμῳ ἁμαρτωλοὺς σῶσαι, ὧν πρώτη εἰμὶ ἐγώ.

Ταύτης τὴν μετάνοιαν ζηλώσωμεν ἅπαντες,
ἵνα τὴν ἴσην παῤῥησίαν κτησώμεθα·
λύσωμεν τὰς ἀδικίας, ὡς ἐκείνη τὰς τρίχας·
τοιαῦτα δάκρυα ῥάνωμεν,
ἵνα τοιαῦτα φάρμακα λάβωμεν·
οὕτω φιλήσωμεν τὸν ∆εσπότην,
ἵνα οὕτω φιληθῶμεν παρ' αὐτοῦ·
κρατήσωμεν καὶ ἡμεῖς πίστεως χερσὶ τὸν ἡδέως κρατούμενον, καὶ μηδέποτε καταλείπωμεν αὐτὸν,
ἕως ἂν αὐτοῖς τοῖς πράγμασιν εἴπῃ καὶ πρὸς ἡμᾶς·

Ἀφέωνται ὑμῶν αἱ ἁμαρτίαι.
Θαρσεῖτε, τέκνα·
ἡ πίστις ὑμῶν σέσωκεν ὑμᾶς.

Καὶ τὴν πίστιν ἐκείνης ταῖς ἡμετέραις ἐννοίαις ἐγγράψωμεν, δόξαν ἀναπέμποντες τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.


Πανεπιστήμιο Αιγαίου, Τμήμα Πολιτισμικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού με αναφορά στην πηγή προέλευσής του.

No votes yet


Η Θεία Λειτουργία

Η Θεία Λειτουργία στα Αραβικά -

خدمة القداس الإلهي عربي

Πειραϊκὴ Ἐκκλησία

Ακούστε (((ο)))
Πειραϊκή Εκκλησία 912fm

You are missing some Flash content that should appear here! Perhaps your browser cannot display it, or maybe it did not initialize correctly.

Ὅλα ἀρχίζουν ἐδῶ

Κάθε λογισμὸς καὶ κάθε αἴσθηση ὁδηγοῦν σταδιακὰ τὴν ψυχὴ εἴτε πρὸς τὸν παράδεισο εἴτε πρὸς τὴν κόλαση.

Ἄν ὁ λογισμὸς εἶναι ἔλλογος, τότε συνδέει τὸν ἄνθρωπο μὲ τὸν Θεὸ Λόγο, μὲ τὸν ὕψιστο Λογισμό, μὲ τὴν Παναξία, πρᾶγμα ποὺ εἶναι ἤδη ὁ παράδεισος.

παράδεισος

Ἐάν πάλι εἶναι ἄλογος ὁ λογισμὸς ἤ καὶ παράλογος, τότε συνδέει ἀναπόφευκτα τὸν ἄνθρωπο μὲ τὸν Παράλογο, τὸν Ἀνόητο, μὲ τὸν διάβολο, πρᾶγμα ποὺ εἶναι ἤδη ἡ κόλαση.

Ὅσα ἰσχύουν γιὰ τὸν λογισμὸ, ἰσχύουν καὶ γιὰ τις αἰσθήσεις. Ὅλα ἀρχίζουν ἐδῶ, ἀπὸ τὴν γῆ: καὶ ὁ παράδεισος μὰ καὶ ἡ κόλαση τοῦ ἀνθρώπου.

Ἰουστῖνος Πόποβιτς

Ιωάννου Χρυσοστόμου

Ἐγὼ πατὴρ, ἐγὼ ἀδελφὸς, ἐγὼ νυμφίος, ἐγὼ οἰκία, ἐγὼ τροφὴ, ἐγὼ ἱμάτιον, ἐγὼ ῥίζα, ἐγὼ θεμέλιος, πᾶν ὅπερ ἂν θέλῃς ἐγώ· μηδενὸς ἐν χρείᾳ καταστῇς. Ἐγὼ καὶ δουλεύσω· ἦλθον γὰρ διακονῆσαι, οὐ διακονηθῆναι. Ἐγὼ καὶ φίλος, καὶ μέλος, καὶ κεφαλὴ, καὶ ἀδελφὸς, καὶ ἀδελφὴ, καὶ μήτηρ, πάντα ἐγώ· μόνον οἰκείως ἔχε πρὸς ἐμέ. Ἐγὼ πένης διὰ σέ· καὶ ἀλήτης διὰ σέ· ἐπὶ σταυροῦ διὰ σὲ, ἐπὶ τάφου διὰ σέ· ἄνω ὑπὲρ σοῦ ἐντυγχάνω τῷ Πατρὶ, κάτω ὑπὲρ σοῦ πρεσβευτὴς παραγέγονα παρὰ τοῦ Πατρός. Πάντα μοι σὺ, καὶ ἀδελφὸς, καὶ συγκληρονόμος, καὶ φίλος, καὶ μέλος. Τί πλέον θέλεις; τί τὸν φιλοῦντα ἀποστρέφῃ; τί τῷ κόσμῳ κάμνεις; τί εἰς πίθον ἀντλεῖς τετρημένον;  περισσότερα »»»

Η Ελλάδα και ο Υμνος της Ελευθερίας

Ελληνική σημαία - Ελλάς - Ελευθερία

You are missing some Flash content that should appear here! Perhaps your browser cannot display it, or maybe it did not initialize correctly.

Υπεραγία Παρθένος Θεοτόκος Μαρία

Κύριος διασκεδάζει βουλὰς ἐθνῶν, ἀθετεῖ δὲ λογισμοὺς λαῶν καὶ ἀθετεῖ βουλὰς ἀρχόντων· ἡ δὲ βουλὴ τοῦ Κυρίου εἰς τὸν αἰῶνα μένει, λογισμοὶ τῆς καρδίας αὐτοῦ εἰς γενεὰν καὶ γενεάν. (Ψαλ. 32, 10-11)

εἰ δέ τις τῶν ἰδίων καὶ μάλιστα τῶν οἰκείων οὐ προνοεῖ, τὴν πίστιν ἤρνηται καὶ ἔστιν ἀπίστου χείρων. (Τιμ.Α 5,8)

Ἅγιος Ἀντώνιος ὁ Μέγας

Οἱ ἄνθρωποι καταχρηστικά λέγονται λογικοί. Δεν εἶναι λογικοὶ ὅσοι ἔμαθαν ἀπλῶς τὰ λόγια καὶ τὰ βιβλία τῶν ἀρχαίων σοφῶν, ἀλλ' ὅσοι ἔχουν τὴ λογικὴ ψυχὴ καὶ μποροῦν νὰ διακρίνουν ποιὸ εἶναι τὸ καλὸ καἰ ποιὸ τὸ κακό καὶ ἀποφεύγουν τὰ πονηρὰ καὶ βλαβερὰ στὴν ψυχή, τὰ δὲ ἀγαθὰ καὶ ψυχωφελῆ, τὰ ἀποκτοῦν πρόθυμα μὲ τὴ μελέτη καὶ τὰ ἐφαρμόζουν μὲ πολλὴ εὐχαριστία πρὸς τὸν Θεό. Αὐτοὶ μόνοι πρέπει νὰ λέγονται ἀληθινὰ λογικοὶ ἄνθρωποι.

St Antony the Great

Ἐφ᾿ ὅσον ἐννοεῖς τὰ περὶ Θεοῦ, νὰ εἶσαι εὐσεβής, χωρὶς φθόνο, ἀγαθός, σώφρων, πράος, χαριστικὸς κατὰ δύναμιν, κοινωνικός, ἀφιλόνεικος καὶ τὰ ὅμοια. Διότι αὐτὸ εἶναι τὸ ἀπαραβίαστο ἀπόκτημα τῆς ψυχῆς, νὰ ἀρέσει στὸ Θεὸ μὲ τέτοιες πράξεις καὶ μὲ τὸ νὰ μὴν κρίνει κανέναν καὶ νὰ λέει γιὰ κανέναν, ὅτι ὁ δείνα εἶναι κακὸς καὶ ἁμάρτησε. Ἀλλὰ καλλίτερο εἶναι νὰ συζητᾶμε τὰ δικά μας κακά, καὶ νὰ ἐρευνᾶμε μέσα μας τὴ δική μας πολιτεία, ἐὰν εἶναι ἀρεστὴ στὸ Θεό. Διότι, τί μᾶς μέλει ἐμᾶς, ἐὰν ὁ ἄλλος εἶναι πονηρός;

περισσότερα