Ο Κύριος ημών Ιησούς Χριστός | Ορθόδοξοι Πατέρες Our Lord Jesus Christ | Orthodox Fathers

»»»    Προτρεπτικός εἰς ὑπομονήν

Προτρεπτικός εἰς ὑπομονήν


Τοῦ ἁγίου Γρηγορίου τοῦ Θεολόγου ἐκ τῶν ἐπῶν μετάφρασις παραγγελμάτων περὶ ἡσυχίας καὶ ἀρετῶν.

Ἡσυχίαν μὲν ἐν λόγοις ἐπιτήδευε, ἡσυχίαν δὲ ἐν ἔργοις, ὡσαύτως δὲ ἐν γέλωτι καὶ βαδίσματι·
σφοδρότητα δὲ ἀπόφευγε προπετῆ οὕτω γὰρ ὁ νοῦς διαμενεῖ βέβαιος,
καὶ οὐχ ὑπὸ τῆς σφοδρότητος ταραχώδης γινόμενος ἀσθηνὴς ἔσται καὶ βραχὺς περὶ φρόνησιν καὶ σκοτεινὸν ὁρῶν,
οὐδὲ ἡττηθήσεται μὲν γαστριμαργίας,
ἡττηθήσεται δὲ ἐπιζέοντος θυμοῦ,
ἡττηθήσεται δὲ τῶν ἄλλων παθῶν,
ἕτοιμον αὐτοῖς ἅρπαγμα προκείμενος·
τὸν γὰρ δὴ νοῦν προσήκει τῶν παθῶν ἐπικρατεῖν ὑψηλὸν ἐφ' ἡσύχου θρόνου καθήμενον ἀφορῶντα πρὸς Θεόν.

Μηδὲ μὴν νωχελίας ἀνάπλεως ἔσο περὶ ἔργα,
μηδὲ νωθὴς ἐν λόγοις,
μηδὲ ἐν βαδίσμασιν ὄκνου πεπληρωμένος,
ἵνα σοι ῥυθμὸς ἀγαθὸς τὴν ἡσυχίαν κοσμοίη καὶ θεοειδές τι καὶ ἱερὸν τὸ σχῆμα φαίνηται.

Φυλάττου δὲ καὶ τῆς ὑπερηφανίας τὰ σύμβολα,
σχῆμα ὑψαυχενοῦν καὶ κεφαλὴν ἐξηρμένην καὶ βῆμα ποδῶν ἁβρὸν καὶ μετέωρον.

Ἤπιά σοι πρὸς τοὺς ἀπαντῶντας ἔστω τὰ ῥήματα καὶ προσηγορίαι γλυκεῖαι,
αἰδὼς δὲ πρὸς γυναῖκας καὶ τὸ βλέμμα τετραμμένον εἰς γῆν.

Λάλει δὲ περιεσκεμμένως ἅπαντα καὶ τῇ φωνῇ τὸ χρήσιμον ἀποδίδου, τῇ χρείᾳ τῶν ἀκουόντων τὸ φθέγμα μετρῶν,
ἄχρι δὴ καὶ ἐξάκουστον εἴη καὶ μήτε διαφεύγοι τὴν ἀκοὴν τῶν παρόντων ὑπὸ σμικρότητος,
μήτε ὑπερβάλλοι μείζονι τῇ κραυγῇ.

Φυλάττου δὲ ὅπως μηδέν ποτε λαλήσῃς ὃ μὴ προεσκέψω καὶ προενόησας·
μηδὲ προχείρως καὶ μεταξὺ τῶν τοῦ ἑτέρου λόγων ὑπόβαλλε τοὺς σαυτοῦ·
δεῖ γὰρ ἀνὰ μέρος ἀκούειν τε καὶ διαλέγεσθαι χρόνῳ μερίζοντα λόγον καὶ σιωπήν·
μάνθανε δὲ ἀσμένως καὶ ἀφθόνως δίδασκε,
μηδὲ ὑπὸ φθόνου ποτὲ σοφίαν ἀποκρύπτου πρὸς τοὺς ἑτέρους,
μηδὲ μαθήσεως ἀφίστασο δι' αἰδῶ.

Ὕπεικε πρεσβυτέροις ἴσα πατράσι, τίμα θεράποντας Θεοῦ·
τοῖς δὲ νεωτέροις σαυτοῦ κάταρχε σοφίας καὶ ἀρετῆς.

Μηδὲ ἐριστικὸς ἔσο πρὸς τοὺς φίλους μηδὲ χλευαστὴς κατ' αὐτῶν καὶ γελωτοποιός,
ψεῦδός τε καὶ δόλον καὶ ὕβριν ἰσχυρῶς παραιτοῦ·
σὺν εὐφημίᾳ δὲ φέρε καὶ τὸν ὑπερήφανον καὶ ὑβριστὴν πράως τε καὶ μεγαλοψύχως.

Ἀνηρτήσθω δέ σοι πάντα εἰς Θεὸν καὶ ἔργα·
καὶ λόγοι, καὶ πάντα ἀνάφερε Χριστῷ τὰ σαυτοῦ,
καὶ πυκνῶς ἐπὶ Θεὸν τρέπε τὴν ψυχήν,
καὶ τὸ νόημα ἐπέρειδε τῇ Χριστοῦ δυνάμει,
ὥσπερ ἐν λιμένι τινὶ τῷ θείῳ φωτὶ τοῦ Σωτῆρος ἀναπαυόμενον ἀπὸ πάσης λαλιάς τε καὶ πράξεως.

Καὶ μεθ' ἡμέραν μὲν ἀνθρώποις κοινοῦ τὴν σεαυτοῦ φρόνησιν,
Θεῷ δὲ πολλάκις μὲν ἐν ἡμέρᾳ ἐπὶ πλεῖστον δὲ ἐν νυκτί,
μήτε μὴν ὕπνος ἐπικρατείτω πολὺς τῶν πρὸς Θεὸν εὐχῶν τε καὶ ὕμνων·
θανάτῳ γὰρ ὁ μακρὸς ὕπνος ἐφάμιλλος.

Πᾶσαν μὲν ἡμέραν ἀνθρώποις ἀγαθόν τι ποιῶν ἢ λέγων διατέλει·
μέτοχος δὲ ἀεὶ Χριστοῦ καθίστασο τὴν θείαν αὐγὴν καταλάμποντος ἐξ οὐρανοῦ,
εὐφροσύνη τέ σοι διηνεκὴς καὶ ἄπαυστος ἔστω Χριστός.

Μηδὲ λῦε τὸν τῆς ψυχῆς τόνον ἐν εὐωχίᾳ καὶ πότων ἀνέσεσιν μεθιστὰς ἀπὸ τῶν οἰκείων τῇ διανοίᾳ τέρψεων ὧν οὐδεὶς κόρος·
ἱκανὸν δὲ ἡγοῦ τῷ σώματι τὸ χρειῶδες καὶ μὴ πρόσθεν ἐπείγου πρὸς τροφὰς πρὶν ἢ καὶ δείπνου παρείη καιρός·
ἄρτος δὲ ἔστω σοι τὸ δεῖπνον καὶ πόαι γῆς προσέστωσαν καὶ τὰ ἐκ δένδρων ὡραῖα·
ἴθι δὲ ἐπὶ τὴν τροφὴν εὐσταθῶς καὶ μὴ λυσσώδη γαστριμαργίαν ἐμφαίνων·
μηδὲ σαρκοβόρος μηδὲ φίλοινος ἔσο,
ὁπότε μὴ νόσου τις ἴασις ἐπὶ ταῦτα ἄγοι.

Ἀλλὰ ἀντὶ τῶν ἐν τούτοις ἡδονῶν τὰς ἐν λόγοις θείοις καὶ ὕμνοις εὐφροσύνας αἱροῦ κἀν τῇ παρὰ Θεοῦ σοι χορηγουμένῃ σοφίᾳ,
οὐράνιός τε ἀεί σε φροντὶς ἀναγέτω πρὸς οὐρανόν·

καὶ τὰς πολλὰς περὶ σώματος ἀνίει μερίμνας τε θαρρηκὼς ἐλπίσι ταῖς πρὸς Θεόν, ὅτι σοι τά γε ἀναγκαῖα παρέξει διαρκῆ, τροφήν τε τὴν εἰς ζωὴν καὶ κάλυμμα σώματος καὶ χειμερινοῦ ψύχους ἀλεξητήρια·

τοῦ γὰρ δὴ σοῦ βασιλέως γῆ τε ἅπασα καὶ ὅσα ἐκφύεται γῆς·
μέλει δὲ αὐτῷ τῶν αὑτοῦ θεραπόντων ὑπερβαλλόντως καὶ περιέπει καθάπερ ἱερὰ καὶ ναοὺς αὑτοῦ.

∆ιὰ δὴ τοῦτο μηδὲ νόσους ὑπερβαλλόντως δέδιθι μηδὲ γήρως ἔφοδον χρόνῳ προσδοκωμένου·
παύσεται γὰρ καὶ νόσος ὡς τῷ σῷ δοκεῖ βασιλεῖ
καὶ ὅταν ᾖ σοι πρὸς τὴν ψυχὴν τοῦτο καλόν,
τὸ δὲ σὸν γῆρας ὡσπερεὶ πτέρυξι τῇ θείᾳ σκεπάσει δυνάμει περιβαλών.

Ταῦτα εἰδὼς καὶ πρὸς νόσους ἰσχυρὰν κατασκεύαζε τὴν ψυχήν, εὐθαρσὴς ὢν ὥσπερ τις ἀνὴρ ἐν σταδίοις ἀγωνιστὴς ἄριστος ἀτρέπτῳ τῇ δυνάμει τοὺς πόνους ὑφίσταται.

Μηδὲ ὑπὸ λύπης πάνυ πιέζου τὴν ψυχήν,
εἴτε νόσος ἐπικειμένη βαρύνει
εἴτε ἄλλο τι συμπίπτει δυσχερές,
ἀλλὰ γενναῖον ἀνθίστη τοῖς πόνοις τὸ νόημα,
χάριτας ἀνάγων Θεῷ καὶ ἐν μέσοις τοῖς ἐπιπόνοις πράγμασιν ἅτε δὴ σοφώτερά τε ἀνθρώπων φρονοῦντι
καὶ ἅπερ οὐ δυνατὸν οὐδὲ ῥάδιον ἀνθρώποις εὑρεῖν.

Ἐλέει δὲ κακουμένους
καὶ τὴν παρὰ Θεοῦ βοήθειαν ἐπ' ἀνθρώποις αἰτοῦ·
ἐπινεύσει γὰρ αἰτοῦντι τῷ φίλῳ τὴν χάριν καὶ τοῖς κακουμένοις ἐπικουρίαν παρέξει,
τὴν αὑτοῦ δύναμιν γνώριμον ἀνθρώποις καθιστάναι βουλόμενος,
ὡς ἂν εἰς ἐπίγνωσιν ἐλθόντες ἐπὶ Θεὸν ἀνίωσι καὶ τῆς αἰωνίου μακαριότητος ἀπολαύσωσιν,
ἐπειδὰν ὁ τοῦ Θεοῦ Υἱὸς παραγένηται τὰ ἀγαθὰ τοῖς ἰδίοις ἀποκαθιστῶν.



Πανεπιστήμιο Αιγαίου, Τμήμα Πολιτισμικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού με αναφορά στην πηγή προέλευσής του.

Your rating: None Average: 3 (1 vote)


Η Θεία Λειτουργία

Η Θεία Λειτουργία στα Αραβικά -

خدمة القداس الإلهي عربي

Πειραϊκὴ Ἐκκλησία

Ακούστε (((ο)))
Πειραϊκή Εκκλησία 912fm

You are missing some Flash content that should appear here! Perhaps your browser cannot display it, or maybe it did not initialize correctly.

Ὅλα ἀρχίζουν ἐδῶ

Κάθε λογισμὸς καὶ κάθε αἴσθηση ὁδηγοῦν σταδιακὰ τὴν ψυχὴ εἴτε πρὸς τὸν παράδεισο εἴτε πρὸς τὴν κόλαση.

Ἄν ὁ λογισμὸς εἶναι ἔλλογος, τότε συνδέει τὸν ἄνθρωπο μὲ τὸν Θεὸ Λόγο, μὲ τὸν ὕψιστο Λογισμό, μὲ τὴν Παναξία, πρᾶγμα ποὺ εἶναι ἤδη ὁ παράδεισος.

παράδεισος

Ἐάν πάλι εἶναι ἄλογος ὁ λογισμὸς ἤ καὶ παράλογος, τότε συνδέει ἀναπόφευκτα τὸν ἄνθρωπο μὲ τὸν Παράλογο, τὸν Ἀνόητο, μὲ τὸν διάβολο, πρᾶγμα ποὺ εἶναι ἤδη ἡ κόλαση.

Ὅσα ἰσχύουν γιὰ τὸν λογισμὸ, ἰσχύουν καὶ γιὰ τις αἰσθήσεις. Ὅλα ἀρχίζουν ἐδῶ, ἀπὸ τὴν γῆ: καὶ ὁ παράδεισος μὰ καὶ ἡ κόλαση τοῦ ἀνθρώπου.

Ἰουστῖνος Πόποβιτς

Ιωάννου Χρυσοστόμου

Ἐγὼ πατὴρ, ἐγὼ ἀδελφὸς, ἐγὼ νυμφίος, ἐγὼ οἰκία, ἐγὼ τροφὴ, ἐγὼ ἱμάτιον, ἐγὼ ῥίζα, ἐγὼ θεμέλιος, πᾶν ὅπερ ἂν θέλῃς ἐγώ· μηδενὸς ἐν χρείᾳ καταστῇς. Ἐγὼ καὶ δουλεύσω· ἦλθον γὰρ διακονῆσαι, οὐ διακονηθῆναι. Ἐγὼ καὶ φίλος, καὶ μέλος, καὶ κεφαλὴ, καὶ ἀδελφὸς, καὶ ἀδελφὴ, καὶ μήτηρ, πάντα ἐγώ· μόνον οἰκείως ἔχε πρὸς ἐμέ. Ἐγὼ πένης διὰ σέ· καὶ ἀλήτης διὰ σέ· ἐπὶ σταυροῦ διὰ σὲ, ἐπὶ τάφου διὰ σέ· ἄνω ὑπὲρ σοῦ ἐντυγχάνω τῷ Πατρὶ, κάτω ὑπὲρ σοῦ πρεσβευτὴς παραγέγονα παρὰ τοῦ Πατρός. Πάντα μοι σὺ, καὶ ἀδελφὸς, καὶ συγκληρονόμος, καὶ φίλος, καὶ μέλος. Τί πλέον θέλεις; τί τὸν φιλοῦντα ἀποστρέφῃ; τί τῷ κόσμῳ κάμνεις; τί εἰς πίθον ἀντλεῖς τετρημένον;  περισσότερα »»»

Η Ελλάδα και ο Υμνος της Ελευθερίας

Ελληνική σημαία - Ελλάς - Ελευθερία

You are missing some Flash content that should appear here! Perhaps your browser cannot display it, or maybe it did not initialize correctly.

Υπεραγία Παρθένος Θεοτόκος Μαρία

Κύριος διασκεδάζει βουλὰς ἐθνῶν, ἀθετεῖ δὲ λογισμοὺς λαῶν καὶ ἀθετεῖ βουλὰς ἀρχόντων· ἡ δὲ βουλὴ τοῦ Κυρίου εἰς τὸν αἰῶνα μένει, λογισμοὶ τῆς καρδίας αὐτοῦ εἰς γενεὰν καὶ γενεάν. (Ψαλ. 32, 10-11)

εἰ δέ τις τῶν ἰδίων καὶ μάλιστα τῶν οἰκείων οὐ προνοεῖ, τὴν πίστιν ἤρνηται καὶ ἔστιν ἀπίστου χείρων. (Τιμ.Α 5,8)

Ἅγιος Ἀντώνιος ὁ Μέγας

Οἱ ἄνθρωποι καταχρηστικά λέγονται λογικοί. Δεν εἶναι λογικοὶ ὅσοι ἔμαθαν ἀπλῶς τὰ λόγια καὶ τὰ βιβλία τῶν ἀρχαίων σοφῶν, ἀλλ' ὅσοι ἔχουν τὴ λογικὴ ψυχὴ καὶ μποροῦν νὰ διακρίνουν ποιὸ εἶναι τὸ καλὸ καἰ ποιὸ τὸ κακό καὶ ἀποφεύγουν τὰ πονηρὰ καὶ βλαβερὰ στὴν ψυχή, τὰ δὲ ἀγαθὰ καὶ ψυχωφελῆ, τὰ ἀποκτοῦν πρόθυμα μὲ τὴ μελέτη καὶ τὰ ἐφαρμόζουν μὲ πολλὴ εὐχαριστία πρὸς τὸν Θεό. Αὐτοὶ μόνοι πρέπει νὰ λέγονται ἀληθινὰ λογικοὶ ἄνθρωποι.

St Antony the Great

Ἐφ᾿ ὅσον ἐννοεῖς τὰ περὶ Θεοῦ, νὰ εἶσαι εὐσεβής, χωρὶς φθόνο, ἀγαθός, σώφρων, πράος, χαριστικὸς κατὰ δύναμιν, κοινωνικός, ἀφιλόνεικος καὶ τὰ ὅμοια. Διότι αὐτὸ εἶναι τὸ ἀπαραβίαστο ἀπόκτημα τῆς ψυχῆς, νὰ ἀρέσει στὸ Θεὸ μὲ τέτοιες πράξεις καὶ μὲ τὸ νὰ μὴν κρίνει κανέναν καὶ νὰ λέει γιὰ κανέναν, ὅτι ὁ δείνα εἶναι κακὸς καὶ ἁμάρτησε. Ἀλλὰ καλλίτερο εἶναι νὰ συζητᾶμε τὰ δικά μας κακά, καὶ νὰ ἐρευνᾶμε μέσα μας τὴ δική μας πολιτεία, ἐὰν εἶναι ἀρεστὴ στὸ Θεό. Διότι, τί μᾶς μέλει ἐμᾶς, ἐὰν ὁ ἄλλος εἶναι πονηρός;

περισσότερα