Ο Κύριος ημών Ιησούς Χριστός | Ορθόδοξοι Πατέρες Our Lord Jesus Christ | Orthodox Fathers

»»»    Εἰς τὴν Σαμαρεῖτιν

Εἰς τὴν Σαμαρεῖτιν


Εἰς τὴν Σαμαρεῖτιν, καὶ εἰς τὸ, "Ἔρχεται ὁ Ἰησοῦς εἰς πόλιν τῆς Σαμαρείας, λεγομένην Συχάρ."

Αγία Φωτεινή η Ισαπόστολος η Σαμαρείτιδααʹ. Σήμερον ἡμῖν ὁ Χριστὸς τοὺς ἄθλους τῆς Σαμαρείτιδος ἀνεκήρυξεν·
καὶ χρὴ τὸν πτωχὸν λόγον
εἰς τὸ πέλαγος τῶν αὐτῆς κατορθωμάτων διαπλεῦσαι.
Ὁρῶ γὰρ αὐτῆς τὴν πίστιν,
καὶ τὸν ἐγκωμιαστικὸν αὐτῆς λόγον ἐξειπεῖν βούλομαι,
καὶ μεθ' ὑμῶν ἐπαινέσαι τὴν πτωχὴν καὶ πλουσίαν,
τὴν πόρνην καὶ ἀπόστολον,
τὴν ἄσωτον καὶ πιστὴν,
τὴν πολύγαμον καὶ πολυδύναμον,
τὴν πολλοὺς μιάνασαν,
καὶ τὸν μονογενῆ Λόγον τοῦ Θεοῦ θεραπεύσασαν,
τὴν μιανθεῖσαν, καὶ καθαρισθεῖσαν,
τὴν διψήσασαν, καὶ ὑδάτων ζώντων ἐπιθυμήσασαν,
καὶ τῶν ἐπουρανίων ναμάτων τὴν χάριν κληρονομήσασαν.

Τί γάρ φησιν ὁ εὐαγγελιστὴς Ἰωάννης,
ὁ τὰ ἄῤῥητα βροντήσας μυστήρια;
Ἔρχεται ὁ Ἰησοῦς εἰς πόλιν τῆς Σαμαρείας,
λεγομένην Συχὰρ, πλησίον τοῦ χωρίου,
ὃ ἔδωκεν Ἰακὼβ Ἰωσὴφ τῷ υἱῷ αὐτοῦ.
Ἦν γὰρ ἐκεῖ πηγὴ τοῦ Ἰακώβ.
Ὁ οὖν Ἰησοῦς κεκοπιακὼς ἐκ τῆς ὁδοιπορίας ἐκαθέζετο οὕτως ἐπὶ τῇ πηγῇ.
Ὥρα ἦν ὡσεὶ ἕκτη.

Ἔρχεται γυνὴ ἐκ τῆς Σαμαρείας, ἀντλῆσαι ὕδωρ.
Λέγει αὐτῇ ὁ Ἰησοῦς, δός μοι πιεῖν.
Οἱ γὰρ μαθηταὶ αὐτοῦ ἀπεληλύθεισαν εἰς τὴν πόλιν,
ἵνα τροφὰς ἀγοράσωσι.
–Ὁ οὖν Ἰησοῦς κεκοπιακώς.
Τί οὖν Ἡσαΐας ὁ προφήτης λέγει·
Ὁ Θεὸς ὁ μέγας οὐ πεινάσει, οὐδὲ μὴ διψήσει,
οὐδὲ μὴ κοπιάσει·
Οὐδὲ ἔστιν ἐξεύρεσις τῆς φρονήσεως αὐτοῦ;
Ἀλλὰ καὶ ὁ εὐαγγελιστὴς Ματθαῖος περὶ αὐτοῦ
ἐν τῷ κατ' αὐτὸν Εὐαγγελίῳ γράφει·
Καὶ νηστεύσας ἡμέρας τεσσαράκοντα καὶ νύκτας τεσσαράκοντα, ὕστερον ἐπείνασεν.
Ὁμοίως δὲ καὶ ὁ εὐαγγελιστὴς Ἰωάννης,
καθὼς ἀρτίως ἤκουες, λέγει·
Ὁ οὖν Ἰησοῦς κεκοπιακὼς ἐκ τῆς ὁδοιπορίας
ἐκαθέζετο οὕτως ἐπὶ τῇ πηγῇ.
Ὥρα ἦν ὡσεὶ ἕκτη.
Καὶ ὁ μὲν λέγει, ὅτι ἐπείνασεν·
ὁ δὲ ὅτι καὶ ἐκοπίασεν.
Ὁ δὲ προφήτης δηλοῖ Ἡσαΐας Πνεύματι ἁγίῳ φθεγγόμενος·
Ὁ Θεὸς ὁ μέγας οὐ πεινάσει, οὐδὲ μὴ διψήσει,
οὐδὲ μὴ κοπιάσει,
οὐδέ ἐστιν ἐξεύρεσις τῆς φρονήσεως αὐτοῦ.
Καὶ πῶς δύναται παρὰ τούτοις ἡ ὁμοφωνία διασώζεσθαι τῶν τε Εὐαγγελίων καὶ τῆς προφητείας;
Πλὴν οὔτε ὁ προφήτης ἐψεύσατο·
μὴ γένοιτο·
οὔτε οἱ ἀπόστολοι ἀλλότρια τοῦ ἁγίου Πνεύματος ἔγραψαν καὶ τῆς προφητείας·
ἀλλ' ἐπειδὴ ἡ τοῦ Σωτῆρος ἡμῶν τοῦ μεγάλου Θεοῦ οἰκονομία διπλῆν τινα καὶ παράδοξον εἶχε συμπλοκὴν,
ἐκ θεότητος λέγω καὶ ἀνθρωπότητος,
κατὰ τὴν αὐτοῦ εὐδοκίαν καὶ βούλησιν,
διὰ τοῦτο ὁ μὲν προφήτης τῆς θεότητος τὴν δύναμιν ἐξαγγέλλει καὶ τὴν μεγαλειότητα·
οἱ δὲ ἀπόστολοι καὶ εὐαγγελισταὶ τὴν τοῦ σώματος οἰκονομίαν ἀληθῆ διαγορεύουσιν.
Ὁ οὖν Ἰησοῦς κεκοπιακὼς ἐκ τῆς ὁδοιπορίας ἐκαθέζετο οὕτως ἐπὶ τῇ πηγῇ.
Ὥρα ἦν ὡσεὶ ἕκτη.
Ἔρχεται γυνὴ ἐκ τῆς Σαμαρείας ἀντλῆσαι ὕδωρ.
Λέγει αὐτῇ ὁ Ἰησοῦς·
∆ός μοι πιεῖν.
Οἱ γὰρ μαθηταὶ αὐτοῦ ἀπεληλύθεισαν εἰς τὴν πόλιν,
ἵνα τροφὰς ἀγοράσωσι.
Λέγει οὖν αὐτῷ ἡ γυνὴ ἡ Σαμαρεῖτις·
Πῶς σὺ, Ἰουδαῖος ὢν,
παρ' ἐμοῦ πιεῖν αἰτεῖς, οὔσης γυναικὸς Σαμαρείτιδος;

Ἀναγκαῖον οὖν ἐστιν, ἀγαπητοὶ, ἐπιζητῆσαι,
διὰ τί καὶ τὸν τόπον ἐσήμανε, καὶ τὴν ὥραν,
καὶ τὴν τῶν μαθητῶν ἀπόλειψιν·
τὸν τόπον, Ἐκαθέζετο παρὰ τῇ πηγῇ· τὴν ὥραν.
Ὥρα ἦν ὡσεὶ ἕκτη·
τῶν μαθητῶν τὴν ἀπόλειψιν,
οἱ γὰρ μαθηταὶ αὐτοῦ ἀπεληλύθεισαν εἰς τὴν πόλιν, ἵνα τροφὰς ἀγοράσωσι.

Τίνος οὖν ἕνεκεν τὸν τόπον εἶπεν;
Ἐγὼ λέγω.
Θήραν εἶχε πνευματικὴν, δι' ἣν καὶ ἀπῆλθεν εἰς τὸν τόπον, ἐξ οὗ εἶχε τὴν θήραν ἑλκύσαι.
Οὐχ ὁρᾷς, ὅπως ποιοῦσιν οἱ ἁλιεῖς;
ὅτι οὐ πάντα τόπον διατρέχουσι τῆς θαλάσσης,
ἀλλ' εἰς τόπον φανερὸν, ἔνθα ἂν γινώσκωσι τοὺς ἰχθύας ἐνεδρεύοντας;
Εἰσὶ γὰρ πολλοὶ τόποι κατὰ θάλασσαν μᾶλλον τῶν ἄλλων τοὺς ἰχθύας διατρέφοντες.
Οὕτω δὴ καὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς,
ὁ μέγας Θεὸς κατὰ τὴν προφητείαν,
ᾔδει ὡς Θεὸς, ὅτι ἐκεῖθεν ἠδύνατο λαβεῖν τὴν θήραν, τουτέστι τὴν γυναῖκα τὴν Σαμαρεῖτιν.
Ὥσπερ οὖν εἶπον, οἱ ἁλιεῖς τοῖς τόποις ἐκείνοις ἐνεδρεύουσιν, ὅθεν καὶ τὸν ἰχθὺν ἐλπίζουσι θηρεῦσαι·
οὕτω καὶ ὁ Χριστὸς ἦλθεν εἰς τὸν τόπον, ὅθεν τὴν Σαμαρεῖτιν εἶχε θηρεῦσαι, καὶ δι' αὐτῆς μεγάλην ζωγρείαν ἀνθρώπων ἀπεργάσασθαι.
Ἰδοὺ, τοῦ τόπου τὴν αἰτίαν ἐμήνυσα.
∆ιὰ τί δὲ καὶ τὴν ὥραν εἶπε;
Φησὶ γάρ· Ὁ Ἰησοῦς κεκοπιακὼς ἐκ τῆς ὁδοιπορίας ἐκαθέζετο οὕτως ἐπὶ τῇ πηγῇ.
Ὥρα ἦν ὡσεὶ ἕκτη.
Ἄκουε τοίνυν, ἀγαπητὲ, καὶ περὶ τῆς ὥρας.
Πτωχή τις ἦν ἡ Σαμαρεῖτις διὰ παντὸς ἐκ τῶν χειρῶν αὐτῆς τρεφομένη, πτωχὴ δὲ καὶ τῷ σώματι καὶ τοῖς χρήμασιν,
ἀλλ' οὐ τῇ τῆς ψυχῆς εὐσεβείᾳ.
Οὕτως οὖν ἐγειρομένη ἐπὶ τὸν ἱστὸν διέτρεχε διὰ τὴν ἐργασίαν, ὅθεν καὶ τὴν τροφὴν ἐπραγματεύετο.
Ἀλλ' ἐν ὥρᾳ ἕκτῃ, ὅταν πάντες πρὸς ἀνάπαυσιν ἠσχολοῦντο, τότε ἐκείνη τὴν ὑδρίαν λαμβάνουσα, τὸ ὕδωρ ἐγέμιζεν.
Ἤδει οὖν ὁ τὰ πάντα ἐπιστάμενος Κύριος, ὅτι τὴν ὥραν,
ἣν πάντες πρὸς ἀνάπαυσιν εἶχον,
ἐκείνη πρὸς τὸ κομίζειν τὸ ὕδωρ ἑαυτὴν ἀπησχόλει.
Καὶ διὰ τοῦτο ὥραν ἕκτην ἀπῆλθεν ὁ Κύριος, ὅτε ἐγίνωσκεν, ὅτι ἀπέρχεται κομίσαι τὸ ὕδωρ, καὶ δύναται θηρεῦσαι τὴν πνευματικὴν ταύτην θήραν.
Καὶ τίνος ἕνεκεν τοὺς μαθητὰς αὐτοῦ ὁ Κύριος ἀπεπέμψατο;
Οἱ γὰρ μαθηταὶ αὐτοῦ, φησὶ τὸ Εὐαγγέλιον,
ἀπεληλύθεισαν εἰς τὴν πόλιν, ἵνα τροφὰς ἀγοράσωσι.
Ἡ γυνὴ πτωχή τις ἦν ἐλεεινὴ,
ὡς ἤδη φθάσαντες ἐδηλώσαμεν,
μὴ ἰσχύουσα πρὸς δορυφορίαν πολλῶν ἀντιβλέψαι.
Καὶ εἰ ἐθεάσατο ἀξίωμα διδασκάλου, καὶ μαθητῶν περιβολὴν, τὸν διδάσκαλον, τοὺς διδασκομένους, τὸν ὄχλον, τὴν τάξιν, τὸ ἀξίωμα, τὸ σχῆμα, τὸ ἐπίσημον, εἶχεν ἂν εὐθὺς ἀποφυγεῖν, καὶ ἀπώλετο ἡ θήρα·
οὐκ ἐτόλμα προσελθεῖν, καὶ ὁ ἰχθὺς ἀπὸ τῶν δικτύων ἐξέφυγε, καὶ οὐκ ἐσαγηνεύετο, ἀλλ' ἀπεπήδα·
διὰ τοῦτο ἀπεπέμψατο τοὺς μαθητὰς εἰς τὴν πόλιν.
Ἀπελθόντες γὰρ, φησὶν, ἀγοράσατε βρώματα·
ὑμεῖς ἀπελθόντες ἀγοράσατε, ἐγὼ ἕτερον ἄριστον ἔχω.

Ἐμὸν γὰρ βρῶμά ἐστιν, ἵνα ποιῶ τὸ θέλημα τοῦ πέμψαντός με, καὶ τελειώσω αὐτοῦ τὸ ἔργον·
ὑμεῖς τὰ σαρκικὰ, ἐγὼ τὰ πνευματικά·
ὑμεῖς ἀγοράσατε, ἐγὼ γὰρ ἐξηγόρασα.
Χριστὸς ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου, γενόμενος ὑπὲρ ἡμῶν κατάρα, φησὶ τὸ σκεῦος τῆς ἐκλογῆς, Παῦλος·
δι' ὑδάτων βούλομαι θηρεῦσαι τὴν πνευματικὴν ταύτην ἁλείαν.
Ἔμαθες διὰ τί καὶ ὁ τόπος, καὶ ἡ ὥρα, καὶ ἡ τῶν μαθητῶν ἀπόλειψις.
Οὐκοῦν ἀναγκαῖον λοιπὸν ἄρξασθαι τῶν ἑξῆς.
Ἔρχεται γυνὴ ἐκ τῆς Σαμαρείας ἀντλῆσαι ὕδωρ.
Ἔρχεται ἡ Σαμαρεῖτις ἀντλῆσαι ὕδωρ ὥραν ἕκτην, παυσαμένη τοῦ ἱστοῦ, ἐπὶ τὸ ὑδρεύσασθαι ὕδωρ τῇ ὥρᾳ τῆς ἀναπαύσεως, καὶ, ὡς πολλάκις εἴρηται, ὥρᾳ ἕκτῃ·
ἐπειδὴ καὶ ἡ Εὔα ὅταν ἐν τῷ παραδείσῳ παρέβη τὴν ἐντολὴν, ὥρα ἦν ὡσεὶ ἕκτη·
καὶ διὰ τοῦτο ἡ Σαμαρεῖτις διεσώθῃ ἐν τῇ πηγῇ τῇ αὐτῇ ὥρᾳ ἕκτῃ.
Εἶτα λοιπὸν ἦλθεν ἡ Σαμαρεῖτις ἀντλῆσαι ὕδωρ, καὶ βλέπει τὸν Ἰησοῦν ὥς τινα ξένον, καὶ μόνον ὡς ὁδοιπόρον ἀποκαυματῆσαι βουλόμενον, καὶ παρὰ τῇ πηγῇ καθεζόμενον.
Εἶδεν ἄνδρα καταπεφρονημένον,
καὶ οὐδὲ λόγον αὐτοῦ ἐποιήσατο.

Ἀλλ' αὐτὸς ὁ τὰ πάντα ἐπιστάμενος Θεὸς, πρὶν γενέσεως αὐτῶν, θεασάμενος τὸν θησαυρὸν τῆς πίστεως, λέγει αὐτῇ·
∆ός μοι πιεῖν.
Ἡ πηγὴ τῆς ζωῆς παρὰ τὴν πηγὴν καθεζόμενος πιεῖν ἀπαιτεῖ, οὐ πιεῖν, ἀλλὰ δοῦναι βουλόμενος.
∆ός μοι πιεῖν, ἵνα σοι δώσω ὕδωρ ἀφθαρσίας πιεῖν.
Ἐγὼ γὰρ τὴν σωτηρίαν τῶν ἀνθρώπων διψῶ·
οὐχ ἵνα πίω, ἀλλ' ἵνα ποτίσω.
Ἐμιμησάμην τὸν οἰκεῖον Πατέρα·
λέγει γὰρ ὁ Θεὸς πρὸς Ἀβραάμ·
∆ός μοι τὸν υἱόν σου·
ἀνένεγκέ μοι Ἰσαὰκ τὸν υἱόν σου τὸν ἀγαπητὸν,
τὸν μονογενῆ, εἰς ὁλοκάρπωσιν ἐπὶ ἓν τῶν ὀρέων,
ὧν ἄν σοι δείξω.
Ἀλλ' οὐ τὸν υἱὸν θέλων λαβεῖν, τοῦτο εἴρηκεν, ἀλλὰ βουλόμενος τὸν ἴδιον Υἱὸν τῇ οἰκουμένῃ χαρίσασθαι.

βʹ. Φησὶ γὰρ ὁ τῆς βροντῆς υἱὸς ὁ θεσπέσιος Ἰωάννης·
Οὕτω γὰρ ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον,
ὥστε τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ ἔδωκεν,
ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν,
μὴ ἀπόληται, ἀλλ' ἔχῃ ζωὴν αἰώνιον.
∆ός μοι τὸν μονογενῆ,
ἵνα χαρίσωμαι τῷ κόσμῳ τὸν Μονογενῆ·
θῦσον τὸν υἱόν σου, οὐχ ἵνα θύσῃς,
ἀλλ' ἵνα θύσω τὸν Υἱόν μου τὸν μονογενῆ ὑπὲρ τῆς τοῦ κόσμου σωτηρίας, θυσίαν ζῶσαν, εὐάρεστον, ἁγίαν.

Οὕτω καὶ ἐνταῦθα·
∆ός μοι πιεῖν, οὐχ ἵνα πίω, ἀλλ' ἵνα ποτίσω.
Λέγει αὐτῷ ἡ γυνή·
Πῶς σὺ, Ἰουδαῖος ὢν, παρ' ἐμοῦ πιεῖν αἰτεῖς,
γυναικὸς Σαμαρείτιδος;
οὐ γὰρ συγχρῶνται Ἰουδαῖοι Σαμαρείταις.
Ἀκριβὴς ἡ γυνή·
ἐν τούτοις ἡ πόρνη φιλοτιμεῖται·
ἐν τούτοις ἡ πόρνη τὴν φυλακὴν τοῦ νόμου δείκνυσι.
Τοιοῦτον τυγχάνει τὸ τῶν Σαμαρειτῶν γένος·
ἐν πορνείαις μιαίνεται,
καὶ ἐν βαπτίσμασι καθαρίζεσθαι νομίζουσιν.
Πῶς σὺ, Ἰουδαῖος ὢν, παρ' ἐμοῦ πιεῖν αἰτεῖς,
οὔσης γυναικὸς Σαμαρείτιδος;
οὐ γὰρ συγχρῶνται Ἰουδαῖοι Σαμαρείταις.
Τὴν ψυχὴν κηλῖδος πληροῦσι,
καὶ τὸ σῶμα ἀποσμήχειν δοκοῦσιν.

Οὕτω καὶ ἡ Σαμαρεῖτις·
τὴν ψυχὴν ἐν πορνείαις πεφυρμένην ἔχουσα,
περὶ πόσεως ὑδάτων δικάζεται.
Τί οὖν ὁ Ἰησοῦς;
Οὐκ ἀπεσείσατο αὐτήν·
οὐκ εἶπεν αὐτῇ·
Ἐγὼ Θεός εἰμι ἐκ Θεοῦ·
ἐγὼ τὸν οὐρανὸν ἐστερέωσα, καὶ τὴν γῆν ἐθεμελίωσα·
καὶ περὶ ὑδάτων καὶ πόσεως δικάζῃ μοι,
καὶ ταῦτα γυνὴ ταῖς ἁμαρτίαις μεμιασμένη;
ἀλλὰ τί;
Εἰ ᾔδεις τὴν δωρεὰν τοῦ Θεοῦ, καὶ τίς ἐστιν ὁ λέγων σοι,
∆ός μοι πιεῖν, σὺ ἂν ᾔτησας αὐτὸν,
καὶ ἔδωκεν ἄν σοι ὕδωρ ζῶν.

Εἶδες, πῶς κατ' ὀλίγον διήγειρεν αὐτῆς τὸν πόθον εἰς ἐπιθυμίαν, εἰπὼν, εἰ ᾔδεις τὴν δωρεὰν τοῦ Θεοῦ,
καὶ τίς ἐστιν ὁ λέγων σοι, ∆ός μοι πιεῖν,
σὺ ἂν ᾔτησας αὐτὸν, καὶ ἔδωκεν ἄν σοι ὕδωρ ζῶν.
Τί οὖν πάλιν πρὸς αὐτὸν ἡ γυνή;
Κύριε, οὔτε ἄντλημα ἔχεις, καὶ τὸ φρέαρ ἐστὶ βαθύ·
πόθεν οὖν ἔχεις καὶ τὸ ὕδωρ τὸ ζῶν;
Μὴ σὺ μείζων εἶ τοῦ πατρὸς ἡμῶν Ἰακὼβ,
ὃς ἔδωκεν ἡμῖν τὸ φρέαρ, καὶ αὐτὸς ἐξ αὐ τοῦ ἔπιεν,
καὶ οἱ υἱοὶ αὐτοῦ, καὶ τὰ θρέμματα αὐτοῦ;
Μεγάλην τινὰ φαντασίαν εἶχεν ἡ γυνὴ περὶ τοῦ πατριάρχου Ἰακώβ (προσέχετε, παρακαλῶ, μετὰ πάσης ἀκριβείας)·
ὑπόληψιν μεγάλην εἶχεν περὶ τοῦ Ἰακὼβ ἡ Σαμαρεῖτις γυνὴ, καὶ μεγάλην εἶχε τὴν δόξαν περὶ αὐτοῦ, ὡς περὶ πατριάρχου, ὡς περὶ δικαίου, ἐπειδήπερ οὗτος ἐγένετο τῶν δώδεκα πατριαρχῶν πατήρ·
αἱ γὰρ δεκαδύο φυλαὶ τοῦ Ἰσραὴλ ἐκ τοῦ Ἰακὼβ ἐγένοντο.
Οὐ μόνον δὲ τοῦτο, ἀλλ' ὅτι καὶ ἐπάλαισε μετὰ Θεοῦ,
καὶ εὑρέθη δυνατὸς, ὡς καὶ τὸν Θεὸν εἰπεῖν πρὸς αὐτόν·
Ἀπόλυσόν με διότι ἀνέβη ὁ ὄρθρος.
Καὶ Θεὸς μετὰ ἀνθρώπου παλαίων, ἔλεγεν·
Ἀπόλυσόν με, διότι φίλος μου εἶ·
καὶ ἀνέβη ὁ ὄρθρος.
Ὁ δέ· Οὐ μή σε ἀπολύσω, ἐὰν μή με εὐλογήσῃς.
Τί τοῦτο δηλῶν, καὶ τίς ἡ πάλη τοῦ Θεοῦ μετὰ ἀνθρώπου,
ἢ ὅτι τὴν καθ' ἡμᾶς δι' ἡμᾶς ἔμελλεν ἐνδύσασθαι σάρκα;
Τί οὖν ὁ Θεὸς πρὸς αὐτόν;
Οὐκ ἔτι κληθήσῃ Ἰακὼβ, ἀλλ' ἔσται τὸ ὄνομά σου Ἰσραὴλ, ὅτι ἐνίσχυσας μετὰ Θεοῦ, καὶ μετὰ ἀνθρώπων δυνατὸς ἔσῃ.

Μεγάλην οὖν εἶχεν ὑπόληψιν περὶ τοῦ πατριάρχου ἡ γυνή·
διὰ τοῦτο ἔλεγε τῷ Κυρίῳ,
Μὴ σὺ μείζων εἶ τοῦ πατρὸς ἡμῶν Ἰακὼβ, ὃς ἔδωκε ἡμῖν τὸ φρέαρ, καὶ αὐτὸς ἐξ αὐτοῦ ἔπιεν, καὶ οἱ υἱοὶ αὐτοῦ, καὶ τὰ θρέμματα αὐτοῦ;
Τί οὖν ὁ Χριστός;
Βλέπε τὴν σοφίαν τοῦ ∆εσπότου·
βλέπε τὴν ἐπιείκειαν τοῦ ∆ιδασκάλου.
Οὐκ εἶπεν αὐτῇ,
Ναὶ ἐγὼ μείζων εἰμὶ τοῦ πατρὸς ὑμῶν Ἰακώβ·
Οὐδὲ εἶπεν αὐτῇ, καθὼς εἶπεν τοῖς Ἰουδαίοις,
ὅτι πρὶν Ἀβραὰμ γενέσθαι, ἐγώ εἰμι·
ἢ πάλιν ὡς ἔλεγεν, Ἀμὴν λέγω ὑμῖν, ὅτι πολλοὶ βασιλεῖς καὶ δίκαιοι σὺν τοῖς προφήταις ἐπεθύμησαν ἰδεῖν,
ἃ ὑμεῖς βλέπετε, καὶ οὐκ εἶδον.
Οὐδὲν τούτων εἶπε τῇ γυναικὶ,
ἀλλὰ καταστέλλει τὴν πάλην τὴν εἰς τὸν πατριάρχην,
καὶ ἐκ τοῦ φανεροῦ τὴν μάχην ἰσχυροτέραν ποιεῖ.
Εἰ γὰρ εἶπεν αὐτῇ, ὅτι ναὶ μείζων εἰμὶ τοῦ Ἰακώβ·
ἐκεῖνος μὲν γὰρ παρ' ἐμοῦ τὴν εὐλογίαν ἐδέξατο,
ἐγὼ δὲ παρέσχον αὐτὴν αὐτῷ·
ταχέως ἂν ἐκείνη πρὸς τοσοῦτον ὕψος ἀποκαλύψεων ἀντιβλέψαι μὴ δυναμένη, φεύγειν ἂν εἶχεν.
Οὐδὲν οὖν τούτων εἶπεν αὐτῇ,
ἀλλ' ἐκ τῶν φαινομένων τὸ πρᾶγμα σαφὲς καὶ ἄμαχον ποιεῖ.
Τί γὰρ πρὸς αὐτήν;
Πᾶς ὁ πίνων ἐκ τοῦ ὕδατος τούτου, διψήσει πάλιν·
ὃς δ' ἂν πίῃ ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δώσω αὐτῷ,
οὐ μὴ διψήσει εἰς τὸν αἰῶνα·
ἀλλὰ τὸ ὕδωρ, ὃ ἐγὼ δώσω αὐτῷ,
γενήσεται ἐν αὐτῷ πηγὴ ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον.
Πρόσωπον ἦν ἐν μέσῳ τοῦ Ἰακὼβ καὶ τοῦ Χριστοῦ·
ἀλλ' ἀφῆκε τὴν πάλην τὴν περὶ τῶν προσώπων,
καὶ ἔρχεται πρὸς τὴν πάλην τῶν φαινομένων ὑδάτων,
καὶ τῶν μὴ φαινομένων χαρισμάτων.
Εἰ γὰρ εἶπε, Ναὶ μείζων εἰμὶ τοῦ Ἰακὼβ,
εὐθὺς ἐκείνη ἂν ἀποφυγοῦσα, εἰς τὴν πόλιν ἐφυγαδεύετο, καὶ ἀπεπήδα πρὸ τῆς ἀποκρίσεως,
καὶ πρὸ τοῦ λόγου τὴν πόλιν κατελάμβανε, λέγουσα·
Οὗτος παραπαίει, δαιμονιῶν τίς ἐστι, κορυβαντιῶν,
φρενίτιδι βέβληται·
ξένος τις ὢν, καὶ εὐκαταφρόνητος,
μείζονα ἑαυτὸν λέγει τοῦ πατρὸς ἡμῶν,
μᾶλλον δὲ τοῦ πατρὸς γενομένου τῶν δώδεκα φυλῶν τῶν Ἰσραὴλ, τοῦ τὰς εὐλογίας ὑποδεξαμένου παρὰ τοῦ Θεοῦ,
τοῦ πτωχοῦ μὲν ἀποδημήσαντος, πλουσίου δὲ διὰ τὴν οἰκονομίαν τὴν εἰς αὐτὸν παρὰ τοῦ Θεοῦ γενομένην ἐπανελθόντος·
ἀλλὰ συγκατέβαινε τῇ γυναικὶ ὁ Χριστὸς, καὶ ἐνεδίδου τῇ ἀσθενείᾳ τῆς γυναικὸς πρὸς τὸ κατὰ μικρὸν εἰς τὸ ὕψος τῶν κρειττόνων αὐτὴν ἀναφέρεσθαι.
Καθάπερ γὰρ οἱ τῶν ἰχθύων θηρευταὶ (τί γὰρ ἐκεῖνοι ποιοῦσιν, ἄκουε συνετῶς) βάλλουσιν ἄγκιστρον εἰς τὴν θάλασσαν, καὶ ὅταν αἴσθωνται ὅτι ἰχθὺς ἐζωγρήθη,
οὐκ εὐθὺς ἀνασπῶσιν αὐτὸν, ἀλλ' ἐνδιδόασι κατὰ μικρὸν,
ἵνα ἐκεῖνος τελείως καταπίῃ καὶ ἀμερίμνως τὸ δέλεαρ,
καὶ ὅταν αἴσθησιν λάβωσιν, ὅτι εἰς τὸ βάθος τῆς καρδίας καὶ ἐν τοῖς ἐγκάτοις ἐδέξατο τὸ ἄγκιστρον, τότε μᾶλλον μετὰ ἐπιτάσεως τὸν ἰχθὺν ἀνασπῶσιν οἱ πρότερον αὐτῷ συγκαταβεβηκότες·
οὕτω καὶ ὁ Χριστὸς τῇ γυναικὶ πεποίηκεν.
Οὐκ ἐξ ἀρχῆς ἀπεκάλυψεν αὐτῇ τῆς θεότητος τὸ κάλλος, οὐδὲ μεγάλων ἀγαθῶν ἐπαγγελίας αὐτῇ δέδωκε,
οὐδὲ τὸν Ἰακὼβ ὡς ποιήσας αὐτὸν ἐξήγγειλεν·
ἀλλὰ τὴν ὄρεξιν τῆς ψυχῆς αὐτῆς εἰς ἐπιθυμίαν διεγείρει, λέγων πρὸς αὐτήν·
Πᾶς ὁ πίνων ἐκ τοῦ ὕδατος τούτου διψήσει πάλιν·
ὃς δ' ἂν πίῃ ἐκ τοῦ ὕδατος, οὗ ἐγὼ δώσω αὐτῷ,
οὐ μὴ διψήσει εἰς τὸν αἰῶνα·
ἀλλὰ τὸ ὕδωρ, ὃ ἐγὼ δώσω αὐτῷ,
γενήσεται ἐν αὐτῷ πηγὴ ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον.

Κατέλιπε τῶν προσώπων τὴν πάλην,
καὶ λοιπὸν εἰς τὴν τῶν χαρισμάτων ἀφθονίαν ἦλθε,
μᾶλλον δὲ ὑπὲρ ἐκείνων ἐξ αὐτοῦ τοῦ πράγματος τὴν ὑπεροχὴν δείκνυσι.
Τί οὖν ἡ γυνή;
Κύριε, δός μοι τοῦτο τὸ ὕδωρ, ἵνα μὴ διψῶ,
μηδὲ ἔρχομαι ἐνθάδε ἀντλεῖν.
Εἶδες, πῶς ἐπίστευσε ταχέως, ὅτι τὸ παρὰ τοῦ Χριστοῦ διδόμενον ὕδωρ δίψαν οὐκ ἔτι ἐργάζεται;
Κύριε, δός μοι τοῦτο τὸ ὕδωρ, ἵνα μὴ διψῶ,
μηδὲ ἔρχωμαι ἐνθάδε ἀντλεῖν.
∆ιήγειρεν αὐτὴν κατ' ὀλίγον εἰς ἐπιθυμίαν τῶν πνευματικῶν αὐτοῦ ὁ Χριστὸς ναμάτων.
Ἐπίστευσεν, ὅτι ἔστιν ὕδωρ πινόμενον,
καὶ δίψαν οὐκ ἐργαζόμενον·
μεταλαμβανόμενον,
καὶ ἁμαρτημάτων ἐξαφανίζον τὸ χειρόγραφον.
Κύριε, δός μοι τὸ ὕδωρ, ἵνα μὴ διψῶ,
μηδὲ ἔρχωμαι ἐνθάδε ἀντλεῖν.
Λέγει αὐτῇ ὁ Ἰησοῦς·
Ὕπαγε, φώνησον τὸν ἄνδρα σου, καὶ ἐλθὲ ἐνθάδε.
Εἰ κοινωνὸν, φησὶν, ἔχεις τῆς μίξεως,
κοινωνὸς γενέσθω καὶ τῆς πίστεως·
μὴ μόνη λάμβανε τὴν δωρεὰν τῶνδε τῶν πνευματικῶν χαρισμάτων.
Ὕπαγε, φώνησον τὸν ἄνδρα σου, καὶ ἐλθὲ ἐνθάδε.
∆ιὰ γὰρ τοῦτο παρεγενόμην, οὐχ ἵνα μόνην τὴν Εὔαν σώσω διὰ τῆς ἀειπαρθένου Μαρίας καὶ θεοτόκου, ἀλλ' ἵνα καὶ τὸν ἄνδρα δι' ἐμοῦ εἰς τὸν παράδεισον πάλιν ἀνακαλέσωμαι.
Ὕπαγε, φώνησον τὸν ἄνδρα σου, καὶ ἐλθὲ ἐνθάδε.

Καλῶς, ἀγαπητοὶ, καὶ ὁ τῆς οἰκουμένης διδάσκαλος Παῦλος τῷ αὐτῷ κανόνι Κορινθίοις γράφων ἔλεγε·
Τί γὰρ οἶδας, γύναι, εἰ τὸν ἄνδρα σώσεις;
Τέως δὲ τῶν προκειμένων ἁψώμεθα.
Ὕπαγε, φώνησον τὸν ἄνδρα σου, καὶ ἐλθὲ ἐνθάδε.
Λέγει αὐτῷ ἡ γυνὴ, οὐκ ἔχω ἄνδρα.
Καὶ ἤρξατο λοιπὸν ἡ γυνὴ τὰς ἑαυτῆς ἁμαρτίας ἀνακαλύπτειν·
ἤρξατο λοιπὸν ἐξομολογεῖσθαι, καὶ λέγειν, οὐκ ἔχω ἄνδρα.
Καὶ γὰρ λοιπὸν τῷ τῆς πορνείας καὶ τῷ τῆς ἀσωτίας κατεβαπτίσθην βυθῷ, καὶ ἄνδρα οὐκ ἔχω.
Λέγει αὐτῇ ὁ Ἰησοῦς·
Καλῶς εἶπας, ὅτι ἄνδρα οὐκ ἔχω·
πέντε γὰρ ἄνδρας ἔσχες,
καὶ νῦν, ὃν ἔχεις, οὐκ ἔστι σου ἀνήρ·
τοῦτο ἀληθὲς εἴρηκας.
Τί δέ ἐστι τοῦτο, τὸ Πέντε γὰρ ἄνδρας ἔσχες,
καὶ νῦν, ὃν ἔχεις, οὐκ ἔστι σου ἀνήρ;
Ἀναγκαῖον εἰπεῖν.
Ἡ γυνὴ πέντε ἄνδρας ἔσχεν, καὶ ἐτελεύτησαν·
μετ' ἐκείνους δὲ ἐπόρνευσεν·
ὅθεν οὐδεὶς αὐτῇ λοιπὸν ὡς γυναικὶ νομίμῃ προσεγγίζειν ἐβούλετο.
Ἐκείνη δὲ μὴ φέρουσα χαλινῶσαι τῆς ἡδονῆς τὰ κύματα, λαθραίως εἶχε λοιπὸν τὸν πορνεύοντα μετ' αὐτῆς·
καὶ οὐκ ἦν οὐδὲ πόρνη περιφανὴς, οὔτε νομίμη·
εἶχεν δὲ ἄνδρα λαθραίως·
ἐνόμιζε δὲ ὡς ἄνθρωπον τὸν Χριστὸν παρακρούεσθαι,
καὶ ἔλεγεν αὐτῷ, οὐκ ἔχω ἄνδρα.
Εἶτα ὁ Χριστὸς γινώσκων τὰ κρύφια τῆς καρδίας,
καὶ εἰδὼς τὰ πάντα πρὶν γενέσεως αὐτῶν, λέγει αὐτῇ·
Καλῶς εἶπας, ὅτι Ἄνδρα οὐκ ἔχω·
πέντε γὰρ ἄνδρας ἔσχες, καὶ νῦν ὃν ἔχεις,
οὐκ ἔστι σου ἀνήρ·
τοῦτο ἀληθὲς εἴρηκας.
Λέγει αὐτῷ ἡ γυνή·
Κύριε, θεωρῶ, ὅτι προφήτης εἶ σύ.
Οἱ πατέρες ἡμῶν ἐν τῷ ὄρει τούτῳ προσεκύνησαν,
καὶ ὑμεῖς δὲ λέγετε οἱ Ἰουδαῖοι ὅτι ἐν Ἱεροσολύμοις ἐστὶν ὁ τόπος, ὅπου δεῖ προσκυνεῖν.
Ποῖον προφήτην λέγεις, ὦ γύναι;
ὃν ὁ Μωϋσῆς ἔγραψεν, ὅτι Προφήτην ὑμῖν ἀναστήσει Κύριος ὁ Θεὸς ὑμῶν ἐκ τῶν ἀδελφῶν ὑμῶν ὡς ἐμὲ, ἢ ἕτερόν τινα;
τοῦτον σὺ λέγεις, γύναι, τὸν ἀποκαλύπτοντα τὰ κρύφια τῆς καρδίας;
Καὶ γὰρ τὴν ἀποκάλυψιν τῶν ἁμαρτημάτων παρὰ τοῦ ∆εσπότου λαβοῦσα, λέγει·
Κύριε, θεωρῶ, ὅτι προφήτης εἶ σύ.
Ταὐτὸν ἦν αὐτὴν τὸ τοῦ ∆αυῒδ εἰπεῖν·
Ἐκ τῶν κρυφίων μου καθάρισόν με.

γʹ. Καὶ ἐκάθητο ὁ Θεὸς, ὁμιλῶν τῇ γυναικί.
Ὢ πολλῆς φιλανθρωπίας·
ὁ καθήμενος ἐπὶ τὸν Χερουβὶμ πόρνῃ γυναικὶ διαλέγεται.
Θεωρῶ, ὅτι προφήτης εἶ σύ.
Οἱ πατέρες ἡμῶν ἐν τῷ ὄρει τούτῳ προσεκύνησαν,
καὶ ὑμεῖς λέγετε,
ὅτι ἐν Ἱεροσολύμοις ἐστὶν ὁ τόπος, ὅπου δεῖ προσκυνεῖν.
Ἡ πόρνη περὶ δογμάτων εἰσάγει λόγον, καὶ νομίσασα τὸν ∆εσπότην εἶναι προφήτην, οὐδὲν ᾔτησε βιωτικόν·
Κύριον ὡμολόγησε, καὶ χρημάτων περιουσίαν οὐκ ἐπεζήτησε.
Κύριε, θεωρῶ ὅτι προφήτης εἶ σύ.
Κύριον ὡμολόγησε, καὶ οὐδὲν ᾔτησε πλέον τῶν πατρικῶν δογμάτων.
Οἱ πατέρες ἡμῶν ἐν τῷ ὄρει τούτῳ προσεκύνησαν,
καὶ ὑμεῖς λέγετε ὅτι ἐν Ἱεροσολύμοις ἐστὶν ὁ τόπος,
ὅπου δεῖ προσκυνεῖν.
Καὶ γὰρ ἐν τῷ ὄρει ἐκείνῳ τῷ Σώμωρ ὁ Ἀβραὰμ τὸν ἴδιον υἱὸν Ἰσαὰκ εἰς θυσίαν ἀνήνεγκε τῷ Θεῷ, ἐν δὲ τοῖς Ἱεροσολύμοις ὁ Ἰακὼβ ἐν Μεσοποταμίᾳ κατερχόμενος πρὸς Λάβαν τὸν Σύρον, τὴν ἀπὸ τῆς γῆς ἕως οὐρανοῦ κλίμακα τεταμένην κατὰ τοὺς ὕπνους κατεῖδε, καὶ τὴν πάλην τὴν μετὰ τοῦ Θεοῦ ἐπάλαισε·
διὸ καὶ ἔλεγεν·
Ὁ Θεὸς ὤφθη μοι ἐν Λούσᾳ.
∆ιὰ τοῦτο ἡ γυνὴ δογμάτων ἅπτεται, καί φησι·
Κύριε, θεωρῶ, ὅτι προφήτης εἶ σύ.
Οἱ πατέρες ἡμῶν ἐν τῷ ὄρει τούτῳ προσεκύνησαν,
καὶ ὑμεῖς λέγετε, ὅτι ἐν Ἱεροσολύμοις ἐστὶν ὁ τόπος,
ὅπου δεῖ προσκυνεῖν.
Τί οὖν ὁ Κύριος;
Πάλιν μετὰ τῆς πρεπούσης αὐτῷ σοφίας ἀποκρίνεται.
Ἐπειδὴ γὰρ Ἰουδαῖος ἐνομίζετο παρ' αὐτῆς, αὐτὴ δὲ Σαμαρεῖτις ἦν, οὐκ ἠθέλησε πρὸς τὴν πεῦσιν ἀποκρίνασθαι, ἵνα μήτε διαψεύσηται, μήτε τὴν γυναῖκα σκληροτέραν ἀπεργάσηται.

Οὐ γὰρ ἦν αὐτῷ ἄλλο τι τὸ κατασκευαζόμενον,
ἀλλὰ θηρεῦσαι τὸ γύναιον πρὸς τὴν τῆς σωτηρίας ὁδὸν ἐπεζήτει·
καὶ διὰ τοῦτο οὐδὲν σκληρότερον πρὸς αὐτὴν λέγει,
ἵνα μήτε διαψεύσηται, μήτε καταισχύνῃ τὴν Σαμαρεῖτιν.
Εἰ γὰρ εἶπεν αὐτῇ, ὅτι ἐν Ἱεροσολύμοις ἐστὶν ὁ τόπος,
ὅπου δεῖ προσκυνεῖν, καθὼς προσέταξε Μωϋσῆς τοῖς υἱοῖς Ἰσραὴλ, σκληροτέραν ἂν αὐτὴν ἀπειργάσατο·
ἐπειδὴ, ὡς εἰρήκαμεν, παλαιὰν εἶχεν ὑπόληψιν περὶ τοῦ ὄρους τοῦ ἐν Σικίμοις, ὅτι ἐν αὐτῷ θυσιάζειν ὁ Ἀβραὰμ τὸν Ἰσαὰκ προσετέτακτο παρὰ τοῦ Θεοῦ.
Καὶ πάλιν, εἰ ἠθέλησεν αὐτῇ συγκαταβῆναι, καὶ εἰπεῖν, ὅτι Τοῦτό ἐστι τὸ ὄρος, καὶ καλῶς προσκυνεῖτε, πάλιν ψευδὲς τὸ ῥῆμα προεβάλλετο.
∆ιὰ τοῦτο οὖν ἀμφότερα χαμαὶ καταλιπὼν ἐπὶ τὴν πνευματικωτέραν προσκύνησιν χειραγωγεῖ τὸ γύναιον,
καί φησι·
Γύναι, πίστευσόν μοι λέγοντι, ὅτι ἔρχεται ὥρα, καὶ νῦν ἐστιν, ὅτε οὔτε ἐν τῷ ὄρει τούτῳ, οὔτε ἐν Ἱεροσολύμοις προσκυνήσουσι τῷ Πατρί·
ἀλλ' οἱ ἀληθινοὶ προσκυνηταὶ προσκυνήσουσι τῷ Πατρὶ ἐν πνεύματι καὶ ἀληθείᾳ.
Καὶ γὰρ ὁ Πατὴρ τοιούτους ζητεῖ τοὺς προσκυνοῦντας αὐτόν.
Πνεῦμα ὁ Θεὸς, καὶ τοὺς προσκυνοῦντας αὐτὸν,
ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν.
Εἶδες διδασκαλίαν ἀρίστην,
εἶδες εὐμηχάνου ∆ιδασκάλου σοφίαν;
Γύναι, πίστευσόν μοι λέγοντι.
Βλέπε, πῶς καταρτίζει τὴν πίστιν τῆς γυναικός·
βλέπε, πῶς τὴν ψυχὴν αὐτῆς κατ' ὀλίγον εἰς τοὺς οὐρανοὺς ἀνακουφίζει, οὐκ αἰσχυνόμενος τὸ τῆς πόρνης περιβόλαιον, ἀλλὰ τῆς ψυχῆς τὴν σωτηρίαν διακονῶν.
∆ιὰ τί;
Ἐπειδὴ οὐκ ἦλθε καλέσαι δικαίους,
ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν·
ἐπειδὴ διὰ τὸ ἀπολωλὸς πρόβατον, μὴ κενώσας τοὺς κόλπους τοὺς πατρικοὺς, πρὸς ἡμᾶς καταβέβηκε, κλίνας οὐρανοὺς καὶ ἄνθρωπος τέλειος γέγονεν, ὅπερ ἦν μεμενηκώς.
Γύναι, πίστευσόν μοι, ὅτι ἔρχεται ὥρα, καὶ νῦν ἐστιν,
ὅτε οἱ ἀληθινοὶ προσκυνηταὶ προσκυνήσουσι τῷ Πατρὶ ἐν πνεύματι καὶ ἀληθείᾳ.
Καὶ γὰρ ὁ Πατὴρ τοιούτους ζητεῖ τοὺς προσκυνοῦντας αὐτόν.
Πνεῦμα ὁ Θεὸς, καὶ τοὺς προσκυνοῦντας αὐτὸν,
ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν.
Οὐ περιγράφεται τόπῳ ἡ τοῦ Θεοῦ προσκύνησις,
ἀλλ' ἐξεφήπλωται πανταχοῦ τῆς θείας χάριτος ἡ ἐπίγνωσις·
οὐκ ἔτι Ἰουδαῖοι καὶ Σαμαρεῖται ἁρπάζουσι πρὸς ἑαυτοὺς τοῦ νόμου τὰ σύμβολα.
Καὶ γὰρ τοὺς προσκυνοῦντας τὸν Θεὸν,
ἐν πνεύματι καὶ ἀληθείᾳ, δεῖ προσκυνεῖν.

Οὐκ ἔτι ἐν ἀλλοτρίοις ὁλοκαυτώμασι, καὶ μόσχοις, καὶ κριοῖς·
οὐκ ἔτι περιτομὴ, καὶ σαββάτου φυλακή·
οὐκ ἔτι ναὸς, καὶ βωμὸς, καὶ τράγος ἀποπομπαῖος,
καὶ τὰ ἅγια τῶν ἁγίων·
οὐκ ἔτι σκιὰ, καὶ λατρεία, καὶ σάββατα διεψευσμένα.
Τὰς γὰρ νεομηνίας ὑμῶν καὶ τὰ σάββατα, φησὶν ὁ Θεὸς διὰ προφήτου, καὶ ἡμέραν μεγάλην οὐκ ἀνέχομαι·
νηστείαν καὶ ἀργίαν, καὶ τὰς ἑορτὰς ὑμῶν μισεῖ ἡ ψυχή μου.
Τοὺς προσκυνοῦτας γὰρ αὐτὸν, ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν.
Παρελήλυθεν ἐκεῖνα πάντα ὡς σκιά· τὰ ἀρχαῖα παρῆλθεν· ἰδοὺ γέγονε τὰ πάντα καινά.
Μετεστράφη λοιπὸν τῶν πραγμάτων ἡ χᾶρις·
οὐκ ἔτι κατὰ τὸν νόμον εἰς ἕνα τόπον τοὺς προσκυνοῦντας τῷ Θεῷ συγκροτεῖσθαι συγχωρῶ·
εἰς πᾶσαν γὰρ τὴν οἰκουμένην ἐφαπλῶσαι βούλομαι τὰ τῆς σωτηρίας χαρίσματα.
Εἰς πᾶσαν γὰρ τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν,
καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν.
Πνεῦμα ὁ Θεὸς, καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν.
Λέγει αὐτῷ ἡ γυνή·
Οἶδα ὅτι Μεσσίας ἔρχεται, ὁ λεγόμενος Χριστός·
ὅταν ἔλθῃ ἐκεῖνος, ἀπαγγελεῖ ἡμῖν πάντα.
Ὢ πόρνης πνευματικὰ φιλοσοφούσης·
ὢ πόρνης τὰς θείας Γραφὰς ἐπὶ στόματος φερούσης.
Κἂν γὰρ τῷ σώματι βεβάπτισται τῇ τῆς πορνείας ἀκαθαρσίᾳ, ἀλλ' ἡ ψυχὴ κεκαθάρισται τῇ τῶν θείων Γραφῶν ἐπαγγελίᾳ καὶ ἀναγνώσει.
Οἶδα ὅτι Μεσσίας ἔρχεται.
Μεσσίας δὲ ἑρμηνεύεται Ἠλειμμένος.
∆ιὰ τοῦτο ἡ γυνὴ, Προσδοκῶ, φησὶ, τὸν Ἠλειμμένον,
οὗ ἡ σὰρξ ἀλειφθήσεται τῇ θεότητι.
Ἐκεῖνος ὅταν ἔλθῃ, ἀναγγελεῖ ἡμῖν πάντα.
Ὢ προκοπῆς πνευματικῆς,
ὢ γυναικὸς πόρνης καὶ πάντα εἰδυίας.
Βλέπε πῶς ἀπὸ τῶν καταχθονίων εἰς τοὺς οὐρανοὺς ἀνεπτερώθη.
Μεσσίαν λέγει τὸν ἀποστελλόμενον,
τὸν προσδοκώμενον Χριστὸν,
τὸν ἐπὶ σωτηρίᾳ παντὸς τοῦ κόσμου ἐρχόμενον,
καὶ πάλιν προφήτην, καὶ πάλιν Κύριον·
οὐκ ἔτι καλεῖ αὐτὸν Ἰουδαῖον,
οὐκ ἔτι διακρίνεται περὶ τὴν δόσιν τοῦ ὕδατος,
οὐκ ἔτι λέγει πρὸς αὐτόν·
Πῶς σὺ, Ἰουδαῖος ὢν, παρ' ἐμοῦ πιεῖν αἰτεῖς,
οὔσης γυναικὸς Σαμαρείτιδος;
οὐ γὰρ συγχρῶνται Ἰουδαίοις Σαμαρεῖται·
ἀλλὰ τί;
Κύριε, θεωρῶ, ὅτι προφήτης εἶ σύ·
καὶ πάλιν ἁπτομένη δογμάτων·
Οἱ πατέρες ἡμῶν ἐν τῷ ὄρει τούτῳ προσεκύνησαν,
καὶ ὑμεῖς λέγετε, ὅτι ἐν Ἱεροσολύμοις ἐστὶν ὁ τόπος,
ὅπου δεῖ προσκυνεῖν.
Βλέπε, πῶς ἁρπάζει τὴν δωρεὰν τῶν πνευματικῶν χαρισμάτων·
βλέπε, πῶς ἅπαντα μετὰ Γραφικῆς ἀποδείξεως λέγει.
Οἶδα, ὅτι Μεσσίας ἔρχεται, ὁ λεγόμενος Χριστός·
ὅταν ἔλθῃ ἐκεῖνος, ἀναγγελεῖ ἡμῖν πάντα.
Ἐκεῖνον ζητῶ, ἐκεῖνον προσδοκῶ, ἐκεῖνον ἐκδέχομαι.
Λέγει αὐτῇ ὁ Ἰησοῦς·
Ἐγώ εἰμι, ὁ λαλῶν σοι.
Ὢ μεγάλων καὶ παραδόξων θαυμάτων·
ὃ πολλοῖς τῶν ἀποστόλων οὐκ ἀπεκάλυψε,
τοῦτο τῇ πόρνῃ φανερῶς ἀποκαλύπτει.

δʹ. Ἐπὶ τοῦ Κλεώπα ἑαυτὸν τοῖς ἀποστόλοις οὐκ ἀπεκάλυψεν·
ἀλλ' ὅτε διήνοιξεν αὐτῶν τοὺς ὀφθαλμοὺς,
τότε ἄφαντος ἐγένετο ἀπ' αὐτῶν,
ὡς καὶ τοὺς μαθητὰς εἰπεῖν, ὅτι οὐχὶ ἡ καρδία ἡμῶν καιομένη ἦν ἐν ἡμῖν, ὡς ἐλάλει ἡμῖν ἐν τῇ ὁδῷ,
ὡς διήνοιγεν ἡμῖν τὰς Γραφάς;
Ἐκείνοις ἑαυτὸν οὐκ ἀπεκάλυψε, καὶ τῇ γυναικὶ λέγει·
Ἐγώ εἰμι, ὁ λαλῶν σοι.
Ὃ ἐποίησε Παύλῳ μόνῳ, τῷ ἕως τρίτου οὐρανοῦ ἀνελθόντι, τῷ ἁρπαγέντι εἰς τὸν παράδεισον, καὶ ἄῤῥητα ῥήματα ἀκούσαντι, τῷ τὴν οἰκουμένην σαγηνεύσαντι, τοῦτο προλαβὼν καὶ τῇ Σαμαρείτιδι πεποίηκεν.
Παύλῳ σαφῶς ἀπεκάλυψεν ἐξ οὐρανοῦ λέγων·
Σαῦλε, Σαῦλε, τί με διώκεις;
Σκληρόν σοι πρὸς κέντρα λακτίζειν.
Ὁ δὲ Σαῦλος ἀπεκρίθη λέγων·
Τίς εἶ, Κύριε;
Ὁ δὲ ἀπεκρίθη·
Ἐγώ εἰμι Ἰησοῦς Χριστὸς, ὃν σὺ διώκεις.
Τοῦτο δὲ νῦν τῇ Σαμαρείτιδι λέγει·
Ἐγώ εἰμι, ὁ λαλῶν σοι.
Ἐπὶ τούτοις ἔρχονται οἱ μαθηταὶ,
καὶ εὑρίσκουσιν αὐτὸν ὁμιλοῦντα τῇ γυναικί·
Καὶ ἐθαύμασαν, ὅτι μετὰ γυναικὸς ἐλάλει.
Ὁ παρὰ τῶν ἀγγέλων προσκυνούμενος,
μετὰ πόρνης διελέγετο·
ὁ μετὰ τοῦ Πατρὸς συμβασιλεύων βασιλείαν τὴν ἀτελεύτητον, μόνος πρὸς μόνην τὴν γυναῖκα ὡμίλει.
Ἀλλ' ἐκείνη τὴν ὑδρίαν ἀφεῖσα, εἰσῆλθεν εἰς τὴν πόλιν.
Ἀφῆκε τὴν ὑδρίαν, ἐπειδὴ ἐνεπλήσθη τῶν ζώντων ὑδάτων, καὶ εἰσελθοῦσα πρὸς τοὺς πολίτας, ἐβόα·
∆εῦτε, ἴδετε ἄνθρωπον, ὃς εἶπέ μοι πάντα, ὅσα ἐποίησα·
μήτι οὗτός ἐστιν ὁ Χριστός;
∆εῦτε, ἴδετε ἄνθρωπον.
Οὐκ εἶπε, ∆εῦτε, βλέπετε Θεὸν ἐν ἀνθρώποις,
ἵνα μὴ τοῖς ἀνθρώποις δόξῃ παραφρονεῖν,
ἵνα μὴ εἴπωσιν ἄνθρωποι, Αὕτη μαίνεται.
Πότε γὰρ εἶδέ τις Θεὸν περιπατοῦντα;
πότε τις εἶδε Θεὸν μετ' ἀνθρώπων συναναστρεφόμενον;
∆εῦτε, ἴδετε ἄνθρωπον, ὃς εἶπέ μοι πάντα, ὅσα ἐποίησα.
∆ιεγείρει αὐτοὺς πρὸς ἐπιθυμίαν ἐξελθεῖν, καὶ θηρευθῆναι·
ὡς ἐσαγηνεύθη, σαγηνεύει·
ἀπὸ Ἰουδαίου εἰς Κύριον προέκοπτεν αὐτὴ,
ἀπὸ ἀνθρώπου εἰς Θεὸν χειραγωγεῖ.
Ὢ πόρνης ἀποστολικῆς·
ἡ πόρνη γέγονε τῶν ἀποστόλων δυνατωτέρα.
Οἱ γὰρ ἀπόστολοι μετὰ τὸ πληρωθῆναι πᾶσαν τὴν οἰκονομίαν, τότε τῶν ἀποστολικῶν ἤρξαντο κηρυγμάτων·
ἡ δὲ πόρνη καὶ πρὸ τοῦ Πάθους καὶ τῆς οἰκονομίας καὶ τῆς ἀναστάσεως τὸν Χριστὸν εὐαγγελίζεται.

∆εῦτε, ἴδετε ἄνθρωπον, ὃς εἶπέ μοι πάντα, ὅσα ἐποίησα.
Στηλιτεύω τὰ ἐμὰ ἁμαρτήματα, ἵνα ὑμᾶς χειραγωγήσω·
ἵνα ὑμεῖς ἴδητε Θεὸν πρὸς ἀνθρώπους παραγενόμενον, ἐκπομπεύω μου τὰ κακά·
καὶ προσκυνείσθω Χριστὸς ὁ τοὺς ἁμαρτωλοὺς μὴ βδελυττόμενος.
∆εῦτε, ἴδετε ἄνθρωπον, ὃς εἶπέ μοι πάντα, ὅσα ἐποίησα·
μήτι οὗτός ἐστιν ὁ Χριστός;
Βλέπε σοφίαν γυναικὸς, βλέπε πόρνης εὐγνωμοσύνην.
Ἓν ἁμάρτημα εἶπεν αὐτῇ ὁ Χριστὸς μόνον τὸ τῆς πορνείας, κἀκείνη ἀφεῖσα τὴν ὑδρίαν, ἔδραμεν εἰς τὴν πόλιν, λέγουσα·
∆εῦτε, ἴδετε ἄνθρωπον, ὃς εἶπέ μοι πάντα, ὅσα ἐποίησα.
Κηρύττει τὸν εἰδότα τὰ πάντα,
κηρύττει τῶν ἀποστόλων ἰσχυρότερα.
Οὐκ εἶδεν αὐτὸν ἐκ τῶν νεκρῶν ἐγειρόμενον, οὐκ εἶδε τετραήμερον Λάζαρον ἐκ τοῦ τάφου ἀνακαλούμενον, οὐκ εἶδε θάνατον κλειόμενον, οὐκ εἶδε θάλασσαν τῷ ῥήματι χαλινουμένην, οὐκ εἶδε τὸν πλάσαντα τὸν Ἀδὰμ, ἐπὶ τοῦ τυφλοῦ τὸ ἐλλεῖπον τῆς δημιουργίας πηλῷ προσαναπληροῦντα, καὶ τὸν ἐν παραδείσῳ κεραμέα διὰ τὸν λόγον ἀνακηρύττουσα ἦν.
∆εῦτε, ἴδετε ἄνθρωπον, ὃς εἶπέ μοι ἅπαντα ὅσα ἐποίησα.
Ἐκ δὲ τῆς πόλεως ἐκείνης τῶν Σαμαρειτῶν πολλοὶ ἐπίστευσαν εἰς αὐτὸν διὰ τὸν λόγον τῆς γυναικὸς μαρτυρούσης, ὅτι εἶπέ μοι πάντα, ὅσα ἐποίησα.
Μιμησώμεθα τὴν γυναῖκα ταύτην τὴν Σαμαρεῖτιν καὶ ἡμεῖς, καὶ ἐπὶ τοῖς οἰκείοις ἁμαρτήμασι μὴ αἰσχυνώμεθα, ἀλλὰ φοβώμεθα τὸν Θεόν.
Νῦν δὲ τὸ ἐναντίον ὁρῶ γινόμενον·
τὸν μὲν γὰρ μέλλοντα κρίνειν ἡμᾶς οὐ δεδοίκαμεν,
τοὺς δὲ οὐδὲν ἡμᾶς παραβλάπτοντας, τούτους φρίττομεν, καὶ τὴν παρ' αὐτῶν αἰσχύνην δεδοίκαμεν·
διὰ τοῦτο ἐν οἷς δεδοίκαμεν,
ἐπὶ τούτων διδόαμεν τὴν τιμωρίαν.
Ὁ γὰρ ἐπαισχυνόμενος ἀνθρώπῳ ἀποκαλύψαι τὰ ἁμαρτήματα, Θεοῦ δὲ ὁρῶντος μὴ αἰσχυνόμενος πρᾶξαι, μηδὲ θέλων ὁμολογῆσαι, καὶ μετανοῆσαι, ἐν ἐκείνῃ τῇ ἡμέρᾳ οὐκ ἐνώπιον ἑνὸς καὶ δύο, ἀλλὰ τῆς οἰκουμένης ἁπάσης ὁρώσης παραδειγματίζεται.
∆ιαλεχθῶμεν οὖν τῷ Χριστῷ·
καὶ γὰρ καὶ νῦν μέσος ἡμῶν ἕστηκε, καὶ διὰ τῶν προφητῶν, καὶ διὰ τῶν ἀποστόλων ἡμῖν φθεγγόμενος.
Ἀκούσωμεν τοίνυν, καὶ πεισθῶμεν αὐτῷ.
Μέχρι τίνος ζῶμεν εἰκῆ καὶ μάτην;
Ὅταν γὰρ τὸν δοθέντα ἡμῖν χρόνον ἀναλώσωμεν εἰς οὐδὲν, ἀπελευσόμεθα δίκην δώσοντες τὴν ἐσχάτην τῆς ἀκαίρου δαπάνης.
∆ιὰ τοῦτο γὰρ ἤγαγεν ἡμᾶς ὁ Θεὸς εἰς τὸν παρόντα βίον,
καὶ ψυχὴν ἐνέπνευσε λογικὴν,
οὐχ ἵνα τῷ παρόντι βίῳ χρησώμεθα μόνον,
ἀλλ' ἵνα πρὸς τὴν μέλλουσαν ζωὴν πάντες πραγματευσώμεθα.
Τὰ γὰρ ἄλογα μόνῳ τῷ παρόντι χρήσιμα βίῳ·
ἡμεῖς διὰ τοῦτο ψυχὴν ἀθάνατον ἔχομεν,
ἵνα πρὸς τὴν ἐκεῖ ζωὴν πάντα πράξωμεν,
ἵνα ἐκεῖ λάμψωμεν,
ἵνα μετὰ ἀγγέλων χορεύσωμεν,
ἵνα τῷ βασιλεῖ παριστώμεθα διὰ παντὸς ἐν τοῖς αἰῶσι τοῖς ἀκηράτοις.
∆ιὰ τοῦτο γὰρ καὶ ἀθάνατος γέγονεν ἡ ψυχὴ,
καὶ τὸ σῶμα ἔσται πάλιν.
Ἐὰν δὲ τῇ γῇ προσηλωμένος ᾖς, τῶν οὐρανίων προκειμένων, ἐννόησον, ὅση γίνεται ὕβρις εἰς τὸν δωρούμενον, ὅταν ἐκεῖνος τὰ ἄνω σοι προτείνῃ, σὺ δὲ οὐ πολὺν αὐτῶν ποιούμενος λόγον, τὴν γῆν αὐτῶν ἀνταλλάσσῃ.

∆ιὰ ταῦτα καὶ γέενναν ἠπείλησεν, ἅτε καταφρονούμενος,
ἵνα μάθῃς ἐντεῦθεν, ὅσων ἀποστερεῖς σεαυτὸν καλῶν.
Ἀλλὰ μὴ γένοιτο πεῖραν λαβεῖν τῆς κολάσεως ἐκείνης·
ἀλλ' εὐαρεστήσαντας ἡμᾶς τῶν αἰωνίων ἐπιτυχεῖν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ,
ᾧ ἡ δόξα, καὶ τὸ κράτος σὺν τῷ Πατρὶ, καὶ τῷ παναγίῳ καὶ ζωοποιῷ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


Πανεπιστήμιο Αιγαίου, Τμήμα Πολιτισμικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού με αναφορά στην πηγή προέλευσής του.

Your rating: None Average: 5 (1 vote)


Η Θεία Λειτουργία

Η Θεία Λειτουργία στα Αραβικά -

خدمة القداس الإلهي عربي

Πειραϊκὴ Ἐκκλησία

Ακούστε (((ο)))
Πειραϊκή Εκκλησία 912fm

You are missing some Flash content that should appear here! Perhaps your browser cannot display it, or maybe it did not initialize correctly.

Ὅλα ἀρχίζουν ἐδῶ

Κάθε λογισμὸς καὶ κάθε αἴσθηση ὁδηγοῦν σταδιακὰ τὴν ψυχὴ εἴτε πρὸς τὸν παράδεισο εἴτε πρὸς τὴν κόλαση.

Ἄν ὁ λογισμὸς εἶναι ἔλλογος, τότε συνδέει τὸν ἄνθρωπο μὲ τὸν Θεὸ Λόγο, μὲ τὸν ὕψιστο Λογισμό, μὲ τὴν Παναξία, πρᾶγμα ποὺ εἶναι ἤδη ὁ παράδεισος.

παράδεισος

Ἐάν πάλι εἶναι ἄλογος ὁ λογισμὸς ἤ καὶ παράλογος, τότε συνδέει ἀναπόφευκτα τὸν ἄνθρωπο μὲ τὸν Παράλογο, τὸν Ἀνόητο, μὲ τὸν διάβολο, πρᾶγμα ποὺ εἶναι ἤδη ἡ κόλαση.

Ὅσα ἰσχύουν γιὰ τὸν λογισμὸ, ἰσχύουν καὶ γιὰ τις αἰσθήσεις. Ὅλα ἀρχίζουν ἐδῶ, ἀπὸ τὴν γῆ: καὶ ὁ παράδεισος μὰ καὶ ἡ κόλαση τοῦ ἀνθρώπου.

Ἰουστῖνος Πόποβιτς

Ιωάννου Χρυσοστόμου

Ἐγὼ πατὴρ, ἐγὼ ἀδελφὸς, ἐγὼ νυμφίος, ἐγὼ οἰκία, ἐγὼ τροφὴ, ἐγὼ ἱμάτιον, ἐγὼ ῥίζα, ἐγὼ θεμέλιος, πᾶν ὅπερ ἂν θέλῃς ἐγώ· μηδενὸς ἐν χρείᾳ καταστῇς. Ἐγὼ καὶ δουλεύσω· ἦλθον γὰρ διακονῆσαι, οὐ διακονηθῆναι. Ἐγὼ καὶ φίλος, καὶ μέλος, καὶ κεφαλὴ, καὶ ἀδελφὸς, καὶ ἀδελφὴ, καὶ μήτηρ, πάντα ἐγώ· μόνον οἰκείως ἔχε πρὸς ἐμέ. Ἐγὼ πένης διὰ σέ· καὶ ἀλήτης διὰ σέ· ἐπὶ σταυροῦ διὰ σὲ, ἐπὶ τάφου διὰ σέ· ἄνω ὑπὲρ σοῦ ἐντυγχάνω τῷ Πατρὶ, κάτω ὑπὲρ σοῦ πρεσβευτὴς παραγέγονα παρὰ τοῦ Πατρός. Πάντα μοι σὺ, καὶ ἀδελφὸς, καὶ συγκληρονόμος, καὶ φίλος, καὶ μέλος. Τί πλέον θέλεις; τί τὸν φιλοῦντα ἀποστρέφῃ; τί τῷ κόσμῳ κάμνεις; τί εἰς πίθον ἀντλεῖς τετρημένον;  περισσότερα »»»

Η Ελλάδα και ο Υμνος της Ελευθερίας

Ελληνική σημαία - Ελλάς - Ελευθερία

You are missing some Flash content that should appear here! Perhaps your browser cannot display it, or maybe it did not initialize correctly.

Υπεραγία Παρθένος Θεοτόκος Μαρία

Κύριος διασκεδάζει βουλὰς ἐθνῶν, ἀθετεῖ δὲ λογισμοὺς λαῶν καὶ ἀθετεῖ βουλὰς ἀρχόντων· ἡ δὲ βουλὴ τοῦ Κυρίου εἰς τὸν αἰῶνα μένει, λογισμοὶ τῆς καρδίας αὐτοῦ εἰς γενεὰν καὶ γενεάν. (Ψαλ. 32, 10-11)

εἰ δέ τις τῶν ἰδίων καὶ μάλιστα τῶν οἰκείων οὐ προνοεῖ, τὴν πίστιν ἤρνηται καὶ ἔστιν ἀπίστου χείρων. (Τιμ.Α 5,8)

Ἅγιος Ἀντώνιος ὁ Μέγας

Οἱ ἄνθρωποι καταχρηστικά λέγονται λογικοί. Δεν εἶναι λογικοὶ ὅσοι ἔμαθαν ἀπλῶς τὰ λόγια καὶ τὰ βιβλία τῶν ἀρχαίων σοφῶν, ἀλλ' ὅσοι ἔχουν τὴ λογικὴ ψυχὴ καὶ μποροῦν νὰ διακρίνουν ποιὸ εἶναι τὸ καλὸ καἰ ποιὸ τὸ κακό καὶ ἀποφεύγουν τὰ πονηρὰ καὶ βλαβερὰ στὴν ψυχή, τὰ δὲ ἀγαθὰ καὶ ψυχωφελῆ, τὰ ἀποκτοῦν πρόθυμα μὲ τὴ μελέτη καὶ τὰ ἐφαρμόζουν μὲ πολλὴ εὐχαριστία πρὸς τὸν Θεό. Αὐτοὶ μόνοι πρέπει νὰ λέγονται ἀληθινὰ λογικοὶ ἄνθρωποι.

St Antony the Great

Ἐφ᾿ ὅσον ἐννοεῖς τὰ περὶ Θεοῦ, νὰ εἶσαι εὐσεβής, χωρὶς φθόνο, ἀγαθός, σώφρων, πράος, χαριστικὸς κατὰ δύναμιν, κοινωνικός, ἀφιλόνεικος καὶ τὰ ὅμοια. Διότι αὐτὸ εἶναι τὸ ἀπαραβίαστο ἀπόκτημα τῆς ψυχῆς, νὰ ἀρέσει στὸ Θεὸ μὲ τέτοιες πράξεις καὶ μὲ τὸ νὰ μὴν κρίνει κανέναν καὶ νὰ λέει γιὰ κανέναν, ὅτι ὁ δείνα εἶναι κακὸς καὶ ἁμάρτησε. Ἀλλὰ καλλίτερο εἶναι νὰ συζητᾶμε τὰ δικά μας κακά, καὶ νὰ ἐρευνᾶμε μέσα μας τὴ δική μας πολιτεία, ἐὰν εἶναι ἀρεστὴ στὸ Θεό. Διότι, τί μᾶς μέλει ἐμᾶς, ἐὰν ὁ ἄλλος εἶναι πονηρός;

περισσότερα