Ο Κύριος ημών Ιησούς Χριστός | Ορθόδοξοι Πατέρες Our Lord Jesus Christ | Orthodox Fathers

»»»    Τοῦ ἁγίου Κλήμεντος τοῦ Ῥώμης ἐπισκόπου ἐπιστολὴ πρὸς Κορινθίους Α’

Τοῦ ἁγίου Κλήμεντος τοῦ Ῥώμης ἐπισκόπου ἐπιστολὴ πρὸς Κορινθίους Α’


ΚΕΦΑΛΑΙΟΝ Α’.

Ἡ ἐκκλησία τοῦ Θεοῦ ἡ παροικοῦσα Ῥώμην τῇ ἐκκλησίᾳ τοῦ Θεοῦ τῇ παροικούσῃ Κόρινθον, κλητοῖς ἡγιασμένοις ἐν θελήματι Θεοῦ διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.
Χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ παντοκράτορος Θεοῦ διὰ Ἰησοῦ Χριστοῦ πληθυνθείη.

∆ιὰ τὰς αἰφνιδίους καὶ ἐπαλλήλους γενομένας ἡμῖν συμφορὰς καὶ περιπτώσεις βράδιον νομίζομεν ἐπιστροφὴν πεποιῆσθαι περὶ τῶν ἐπιζητουμένων παρ' ὑμῖν πραγμάτων, ἀγαπητοί,
τῆς τε ἀλλοτρίας καὶ ξένης τοῖς ἐκλεκτοῖς τοῦ Θεοῦ μιαρᾶς καὶ ἀνοσίου στάσεως,
ἣν ὀλίγα πρόσωπα προπετῆ καὶ αὐθάδη ὑπάρχοντα εἰς τοσοῦτον ἀπονοίας ἐξέκαυσαν,
ὥστε τὸ σεμνὸν καὶ περιβόητον καὶ πᾶσιν ἀνθρώποις ἀξιαγάπητον ὄνομα ὑμῶν μεγάλως βλασφημηθῆναι.

Τίς γὰρ παρεπιδημήσας πρὸς ὑμᾶς τὴν πανάρετον καὶ βεβαίαν ὑμῶν πίστιν οὐκ ἐδοκίμασεν;
τήν τε σώφρονα καὶ ἐπιεικῆ ἐν Χριστῷ εὐσέβειαν
οὐκ ἐθαύμασεν;
καὶ τὸ μελαγοπρεπὲς τῆς φιλοξενίας ὑμῶν ἦθος
οὐκ ἐκήρυξεν;
καὶ τὴν τελείαν καὶ ἀσφαλῆ γνῶσιν οὐκ ἐμακάρισεν;

Ἀπροσωπολήμπτως γὰρ πάντα ἐποιεῖτε καὶ ἐν τοῖς νομίμοις τοῦ Θεοῦ ἐπορεύεσθε,
ὑποτασσόμενοι τοῖς ἡγουμένοις ὑμῶν
καὶ τιμὴν τὴν καθήκουσαν ἀπονέμοντες τοῖς παρ' ὑμῖν πρεσβυτέροις·
νέοις τε μέτρια καὶ σεμνὰ νοεῖν ἐπετρέπετε·
γυναιξίν τε ἐν ἀμώμῳ καὶ σεμνῇ
καὶ ἁγνῇ συνειδήσει πάντα ἐπιτελεῖν παρηγγέλλετε,
στεργούσας καθηκόντως τοὺς ἄνδρας ἑαυτῶν·
ἔν τε τῷ κανόνι τῆς ὑποταγῆς ὑπαρχούσας τὰ κατὰ τὸν οἶκον σεμνῶς οἰκουργεῖν ἐδιδάσκετε, πάνυ σωφρονούσας.


ΚΕΦΑΛΑΙΟΝ Β’.

Πάντες τε ἐταπεινοφρονεῖτε μηδὲν ἀλαζονευόμενοι, ὑποτασσόμενοι μᾶλλον ἢ ὑποτάσσοντες,
ἥδιον διδόντες ἢ λαμβάνοντες.

Τοῖς ἐφοδίοις τοῦ Χριστοῦ ἀρκούμενοι καὶ προσέχοντες τοὺς λόγους Αὐτοῦ ἐπιμελῶς ἐνεστερνισμένοι ἦτε τοῖς σπλάγχνοις, καὶ τὰ παθήματα Αὐτοῦ ἦν πρὸ ὀφθαλμῶν ὑμῶν.

Oὕτως εἰρήνη βαθεῖα καὶ λιπαρὰ ἐδέδοτο πᾶσιν
καὶ ἀκόρεστος πόθος εἰς ἀγαθοποιΐαν,
καὶ πλήρης πνεύματος ἁγίου ἔκχυσις ἐπὶ πάντας ἐγίνετο·
μεστοί τε ὁσίας βουλῆς ἐν ἀγαθῇ προθυμίᾳ μετ' εὐσεβοῦς πεποιθήσεως ἐξετείνετε τὰς χεῖρας ὑμῶν πρὸς τὸν παντοκράτορα Θεόν, ἱκετεύοντες Αὐτὸν ἵλεων γενέσθαι,
εἴ τι ἄκοντες ἡμάρτετε.

Ἀγὼν ἦν ὑμῖν ἡμέρας τε καὶ νυκτὸς ὑπὲρ πάσης τῆς ἀδελφότητος, εἰς τὸ σώζεσθαι μετ' ἐλέους καὶ συνειδήσεως τὸν ἀριθμὸν τῶν ἐκλεκτῶν αὐτοῦ.

Eἰλικρινεῖς καὶ ἀκέραιοι ἦτε καὶ ἀμνησίκακοι εἰς ἀλλήλους.
Πᾶσα στάσις καὶ πᾶν σχίσμα βδελυκτὸν ἦν ὑμῖν.

Ἐπὶ τοῖς παραπτώμασιν τῶν πλησίον ἐπενθεῖτε·
τὰ ὑστερήματα αὐτῶν ἴδια ἐκρίνετε.

Ἀμεταμέλητοι ἦτε ἐπὶ πάσῃ ἀγαθοποιΐᾳ,
«ἕτοιμοι εἰς πᾶν ἔργον ἀγαθόν».

Τῇ παναρέτῳ καὶ σεβασμίῳ πολιτείᾳ κεκοσμημένοι πάντα ἐν τῷ φόβῳ Αὐτοῦ ἐπετελεῖτε·

τὰ προστάγματα καὶ τὰ δικαιώματα τοῦ Κυρίου ἐπὶ τὰ πλάτη τῆς καρδίας ὑμῶν ἐγέγραπτο.


ΚΕΦΑΛΑΙΟΝ Γ’.

Πᾶσα δόξα καὶ πλατυσμὸς ἐδόθη ὑμῖν,

καὶ ἐπετελέσθη τὸ γεγραμμένον·

«Ἔφαγεν καὶ ἔπιεν, καὶ ἐπλατύνθη καὶ ἐπαχύνθη,
καὶ ἀπελάκτισεν ὁ ἠγαπημένος.»

Ἐκ τούτου ζῆλος καὶ φθόνος,
ἔρις καὶ στάσις,
διωγμὸς καὶ ἀκαταστασία,
πόλεμος καὶ αἰχμαλωσία.

Oὕτως ἐπηγέρθησαν
«οἱ ἄτιμοι ἐπὶ τοὺς ἐντίμους»,
οἱ ἄδοξοι ἐπὶ τοὺς ἐνδόξους,
οἱ ἄφρονες ἐπὶ τοὺς φρονίμους,
οἱ νέοι ἐπὶ τοὺς πρεσβυτέρους.

∆ιὰ τοῦτο πόρρω ἄπεστιν ἡ δικαιοσύνη καὶ εἰρήνη,
ἐν τῷ ἀπολιπεῖν ἕκαστον τὸν φόβον τοῦ Θεοῦ
καὶ ἐν τῇ πίστει Αὐτοῦ ἀμβλυωπῆσαι,
μηδὲ ἐν τοῖς νομίμοις τῶν προσταγμάτων Αὐτοῦ πορεύεσθαι μηδὲ πολιτεύεσθαι κατὰ τὸ καθῆκον τῷ Χριστῷ,
ἀλλὰ ἕκαστον βαδίζειν κατὰ τὰς ἐπιθυμίας τῆς καρδίας αὐτοῦ τῆς πονηρᾶς, ζῆλον ἄδικον καὶ ἀσεβῆ ἀνειληφότας,
δι' οὗ καὶ «θάνατος εἰσῆλθεν εἰς τὸν κόσμον».


ΚΕΦΑΛΑΙΟΝ ∆’.

Γέγραπται γὰρ οὕτως·

«Καὶ ἐγένετο μεθ' ἡμέρας ἤνεγκεν Κάϊν ἀπὸ τῶν καρπῶν τῆς γῆς θυσίαν τῷ Θεῷ, καὶ Ἄβελ ἤνεγκεν καὶ αὐτὸς ἀπὸ τῶν πρωτοτόκων τῶν προβάτων καὶ ἀπὸ τῶν στεάτων αὐτῶν.

Καὶ ἐπεῖδεν ὁ Θεὸς ἐπὶ Ἄβελ καὶ ἐπὶ τοῖς δώροις αὐτοῦ,
ἐπὶ δὲ Κάϊν καὶ ἐπὶ ταῖς θυσίαις αὐτοῦ οὐ προσέσχεν.
Καὶ ἐλυπήθη Κάϊν λίαν, καὶ συνέπεσεν τὸ πρόσωπον αὐτοῦ.

Καὶ εἶπεν ὁ Θεὸς πρὸς Κάϊν·

Ἱνατί περίλυπος ἐγένου,
καὶ ἱνατί συνέπεσεν τὸ πρόσωπόν σου;

Oὐκ, ἐὰν ὀρθῶς προσενέγκῃς, ὀρθῶς δὲ μὴ διέλῃς, ἥμαρτες;

Ἡσύχασον·
πρὸς σὲ ἡ ἀποστροφὴ αὐτοῦ, καὶ σὺ ἄρξεις αὐτοῦ.

Καὶ εἶπεν Κάϊν πρὸς Ἄβελ τὸν ἀδελφὸν αὐτοῦ·

∆ιέλθωμεν εἰς τὸ πεδίον.

Καὶ ἐγένετο ἐν τῷ εἶναι αὐτοὺς ἐν τῷ πεδίῳ ἀνέστη Κάϊν ἐπὶ Ἄβελ τὸν ἀδελφὸν αὐτοῦ καὶ ἀπέκτεινεν αὐτόν.»

Ὁρᾶτε, ἀδελφοί, ζῆλος καὶ φθόνος ἀδελφοκτονίαν κατειργάσατο.

∆ιὰ ζῆλος ὁ πατὴρ ἡμῶν Ἰακὼβ ἀπέδρα ἀπὸ προσώπου Ἠσαῦ τοῦ ἀδελφοῦ αὐτοῦ.

Ζῆλος ἐποίησεν Ἰωσὴφ μέχρι θανάτου διωχθῆναι καὶ μέχρι δουλείας εἰσελθεῖν.

Ζῆλος φυγεῖν ἠνάγκασεν Μωϋσῆν ἀπὸ προσώπου Φαραὼ βασιλέως Aἰγύπτου ἐν τῷ ἀκοῦσαι αὐτὸν ἀπὸ τοῦ ὁμοφύλου·

«Τίς σε κατέστησεν κριτὴν ἢ δικαστὴν ἐφ' ἡμῶν;
μὴ ἀνελεῖν μέ συ θέλεις, ὃν τρόπον ἀνεῖλες ἐχθὲς τὸν Aἰγύπτιον;»

∆ιὰ ζῆλος Ἀαρὼν καὶ Μαριὰμ ἔξω τῆς παρεμβολῆς ηὐλίσθησαν.

Ζῆλος ∆αθὰν καὶ Ἀβειρὼν ζῶντας κατήγαγεν εἰς ᾅδου διὰ τὸ στασιάσαι αὐτοὺς πρὸς τὸν θεράποντα τοῦ Θεοῦ Μωϋσῆν.

∆ιὰ ζῆλος ∆αυὶδ φθόνον ἔσχεν οὐ μόνον ὑπὸ τῶν ἀλλοφύλων, ἀλλὰ καὶ ὑπὸ Σαοὺλ βασιλέως Ἰσραὴλ ἐδιώχθη.


ΚΕΦΑΛΑΙΟΝ Ε’.

Ἀλλ' ἵνα τῶν ἀρχαίων ὑποδειγμάτων παυσώμεθα,
ἔλθωμεν ἐπὶ τοὺς ἔγγιστα γενομένους ἀθλητάς·
λάβωμεν τῆς γενεᾶς ἡμῶν τὰ γενναῖα ὑποδείγματα.

∆ιὰ ζῆλον καὶ φθόνον οἱ μέγιστοι καὶ δικαιότατοι στῦλοι ἐδιώχθησαν καὶ ἕως θανάτου ἤθλησαν.

Λάβωμεν πρὸ ὀφθαλμῶν ἡμῶν τοὺς ἀγαθοὺς ἀποστόλους·

Πέτρον, ὃς διὰ ζῆλον ἄδικον οὐχ ἕνα οὐδὲ δύο,
ἀλλὰ πλείονας ὑπήνεγκεν πόνους καὶ οὕτω μαρτυρήσας ἐπορεύθη εἰς τὸν ὀφειλόμενον τόπον τῆς δόξης.

∆ιὰ ζῆλον καὶ ἔριν Παῦλος ὑπομονῆς βραβεῖον ἔδειξεν·

ἑπτάκις δεσμὰ φορέσας, φυγαδευθείς, λιθασθείς,
κῆρυξ γενόμενος ἔν τε τῇ ἀνατολῇ καὶ ἐν τῇ δύσει τὸ γενναῖον τῆς πίστεως αὐτοῦ κλέος ἔλαβεν·
δικαιοσύνην διδάξας ὅλον τὸν κόσμον
καὶ ἐπὶ τὸ τέρμα τῆς δύσεως ἐλθὼν
καὶ μαρτυρήσας ἐπὶ τῶν ἡγουμένων,
οὕτως ἀπηλλάγη τοῦ κόσμου καὶ εἰς τὸν ἅγιον τόπον ἐπορεύθη, ὑπομονῆς γενόμενος μέγιστος ὑπογραμμός.


ΚΕΦΑΛΑΙΟΝ Ϛ’.

Τούτοις τοῖς ἀνδράσιν ὁσίως πολιτευσαμένοις συνηθροίσθη πολὺ πλῆθος ἐκλεκτῶν, οἵτινες πολλαῖς αἰκίαις καὶ βασάνοις διὰ ζῆλος παθόντες ὑπόδειγμα κάλλιστον ἐγένοντο ἐν ἡμῖν.

∆ιὰ ζῆλος διωχθεῖσαι γυναῖκες ∆αναΐδες καὶ ∆ίρκαι αἰκίσματα δεινὰ καὶ ἀνόσια παθοῦσαι ἐπὶ τὸν τῆς πίστεως βέβαιον δρόμον κατήντησαν καὶ ἔλαβον γέρας γενναῖον αἱ ἀσθενεῖς τῷ σώματι.

Ζῆλος ἀπηλλοτρίωσεν γαμετὰς ἀνδρῶν καὶ ἠλλοίωσεν τὸ ῥηθὲν ὑπὸ τοῦ πατρὸς ἡμῶν Ἀδάμ·

«Τοῦτο νῦν ὀστοῦν ἐκ τῶν ὀστέων μου καὶ σὰρξ ἐκ τῆς σαρκός μου.»

Ζῆλος καὶ ἔρις πόλεις μεγάλας κατέστρεψεν καὶ ἔθνη μεγάλα ἐξερίζωσεν.


ΚΕΦΑΛΑΙΟΝ Ζ’.

Ταῦτα, ἀγαπητοί, οὐ μόνον ὑμᾶς νουθετοῦντες ἐπιστέλλομεν, ἀλλὰ καὶ ἑαυτοὺς ὑπομιμνήσκοντες·
ἐν γὰρ τῷ αὐτῷ ἐσμὲν σκάμματι,
καὶ ὁ αὐτὸς ἡμῖν ἀγὼν ἐπίκειται.

∆ιὸ ἀπολίπωμεν τὰς κενὰς καὶ ματαίας φροντίδας καὶ ἔλθωμεν ἐπὶ τὸν εὐκλεῆ καὶ σεμνὸν τῆς παραδόσεως ἡμῶν κανόνα καὶ ἴδωμεν, τί καλὸν καὶ τί τερπνὸν καὶ τί προσδεκτὸν ἐνώπιον τοῦ Ποιήσαντος ἡμᾶς.

Ἀτενίσωμεν εἰς τὸ αἷμα τοῦ Χριστοῦ καὶ γνῶμεν,
ὡς ἔστιν τίμιον τῷ Πατρὶ Αὐτοῦ,
ὅτι διὰ τὴν ἡμετέραν σωτηρίαν ἐκχυθὲν παντὶ τῷ κόσμῳ μετανοίας χάριν ἐπήνεγκεν.

∆ιέλθωμεν εἰς τὰς γενεὰς πάσας καὶ καταμάθωμεν,
ὅτι ἐν γενεᾷ καὶ γενεᾷ μετανοίας τόπον ἔδωκεν ὁ δεσπότης τοῖς βουλομένοις ἐπιστραφῆναι ἐπ' Αὐτόν.

Νῶε ἐκήρυξεν μετάνοιαν καὶ οἱ ὑπακούσαντες ἐσώθησαν.

Ἰωνᾶς Νινευΐταις καταστροφὴν ἐκήρυξεν·
οἱ δὲ μετανοήσαντες ἐπὶ τοῖς ἁμαρτήμασιν αὐτῶν ἐξιλάσαντο τὸν Θεὸν ἱκετεύσαντες καὶ ἔλαβον σωτηρίαν,
καίπερ ἀλλότριοι τοῦ Θεοῦ ὄντες.


ΚΕΦΑΛΑΙΟΝ Η’.

Oἱ λειτουργοὶ τῆς χάριτος τοῦ Θεοῦ διὰ πνεύματος ἁγίου περὶ μετανοίας ἐλάλησαν καὶ Αὐτὸς δὲ ὁ Δεσπότης τῶν ἁπάντων περὶ μετανοίας ἐλάλησεν μετὰ ὅρκου·

«Ζῶ γὰρ ἐγώ, λέγει Κύριος,
οὐ βούλομαι τὸν θάνατον τοῦ ἁμαρτωλοῦ ὡς τὴν μετάνοιαν»,

προστιθεὶς καὶ γνώμην ἀγαθήν·

«Μετανοήσατε, οἶκος Ἰσραήλ, ἀπὸ τῆς ἀνομίας ὑμῶν·
εἶπον τοῖς υἱοῖς τοῦ λαοῦ Μου·

Ἐὰν ὦσιν αἱ ἁμαρτίαι ὑμῶν ἀπὸ τῆς γῆς ἕως τοῦ οὐρανοῦ
καὶ ἐὰν ὦσιν πυρρότεραι κόκκου καὶ μελανώτεραι σάκκου, καὶ ἐπιστραφῆτε πρὸς Μὲ ἐξ ὅλης τῆς καρδίας καὶ εἴπητε·
Πάτερ, ἐπακούσομαι ὑμῶν ὡς λαοῦ ἁγίου.»

Καὶ ἐν ἑτέρῳ τόπῳ λέγει οὕτως·

«Λούσασθε καὶ καθαροὶ γένεσθε,
ἀφέλεσθε τὰς πονηρίας ἀπὸ τῶν ψυχῶν ὑμῶν ἀπέναντι τῶν ὀφθαλμῶν Μου·
παύσασθε ἀπὸ τῶν πονηριῶν ὑμῶν,
μάθετε καλὸν ποιεῖν,
ἐκζητήσατε κρίσιν,
ῥύσασθε ἀδικούμενον,
κρίνατε ὀρφανῷ καὶ δικαιώσατε χήρᾳ,

καὶ δεῦτε καὶ διελεγχθῶμεν, λέγει Κύριος·

καὶ ἐὰν ὦσιν αἱ ἁμαρτίαι ὑμῶν ὡς φοινικοῦν,
ὡς χιόνα λευκανῶ,
ἐὰν δὲ ὦσιν ὡς κόκκινον,
ὡς ἔριον λευκανῶ,
καὶ ἐὰν θέλητε καὶ εἰσακούσητέ Μου,
τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε·
ἐὰν δὲ μὴ θέλητε μηδὲ εἰσακούσητέ Μου,
μάχαιρα ὑμᾶς κατέδεται·

τὸ γὰρ στόμα Κυρίου ἐλάλησεν ταῦτα.»

Πάντας οὖν τοὺς ἀγαπητοὺς Αὐτοῦ βουλόμενος μετανοίας μετασχεῖν ἐστήριξεν τῷ παντοκρατορικῷ βουλήματι Αὐτοῦ.


ΚΕΦΑΛΑΙΟΝ Θ’.

∆ιὸ ὑπακούσωμεν τῇ μεγαλοπρεπεῖ
καὶ ἐνδόξῳ βουλήσει Αὐτοῦ,
καὶ ἱκέται γενόμενοι τοῦ ἐλέους
καὶ τῆς χρηστότητος Αὐτοῦ προσπέσωμεν
καὶ ἐπιστρέψωμεν ἐπὶ τοὺς οἰκτιρμοὺς Αὐτοῦ,
ἀπολιπόντες τὴν ματαιοπονίαν τήν τε ἔριν
καὶ τὸ εἰς θάνατον ἄγον ζῆλος.

Ἀτενίσωμεν εἰς τοὺς τελείως λειτουργήσαντας τῇ μεγαλοπρεπεῖ δόξῃ Αὐτοῦ.

Λάβωμεν Ἐνώχ, ὃς ἐν ὑπακοῇ δίκαιος εὑρεθεὶς μετετέθη,
καὶ οὐχ εὑρέθη αὐτοῦ θάνατος.

Νῶε πιστὸς εὑρεθεὶς διὰ τῆς λειτουργίας αὐτοῦ παλιγγενεσίαν κόσμῳ ἐκήρυξεν, καὶ διέσωσεν δι' αὐτοῦ ὁ Δεσπότης τὰ εἰσελθόντα ἐν ὁμονοίᾳ ζῷα εἰς τὴν κιβωτόν.


ΚΕΦΑΛΑΙΟΝ Ι’.

Ἀβραάμ, ὁ φίλος προσαγορευθείς,
πιστὸς εὑρέθη ἐν τῷ αὐτὸν ὑπήκοον γενέσθαι τοῖς ῥήμασιν τοῦ Θεοῦ.

Oὗτος δι' ὑπακοῆς ἐξῆλθεν ἐκ τῆς γῆς αὐτοῦ καὶ ἐκ τῆς συγγενείας αὐτοῦ καὶ ἐκ τοῦ οἴκου τοῦ πατρὸς αὐτοῦ,
ὅπως γῆν ὀλίγην καὶ συγγένειαν ἀσθενῆ καὶ οἶκον μικρὸν καταλιπὼν κληρονομήσῃ τὰς ἐπαγγελίας τοῦ Θεοῦ.

Λέγει γὰρ αὐτῷ·

«Ἄπελθε ἐκ τῆς γῆς σου καὶ ἐκ τῆς συγγενείας σου
καὶ ἐκ τοῦ οἴκου τοῦ πατρός σου εἰς τὴν γῆν,
ἣν ἄν σοι δείξω·
καὶ ποιήσω σε εἰς ἔθνος μέγα καὶ εὐλογήσω σε
καὶ μεγαλυνῶ τὸ ὄνομά σου, καὶ ἔσῃ εὐλογημένος·
καὶ εὐλογήσω τοὺς εὐλογοῦντάς σε
καὶ καταράσομαι τοὺς καταρωμένους σε,
καὶ εὐλογηθήσονται ἐν σοὶ πᾶσαι αἱ φυλαὶ τῆς γῆς.»

Καὶ πάλιν ἐν τῷ διαχωρισθῆναι αὐτὸν ἀπὸ Λὼτ εἶπεν αὐτῷ ὁ Θεός·

«Ἀναβλέψας τοῖς ὀφθαλμοῖς σου ἴδε ἀπὸ τοῦ τόπου,
οὗ νῦν σὺ εἶ, πρὸς βορρᾶν καὶ λίβα καὶ ἀνατολὰς καὶ θάλασσαν·
ὅτι πᾶσαν τὴν γῆν, ἣν σὺ ὁρᾷς,
σοὶ δώσω αὐτὴν καὶ τῷ σπέρματί σου ἕως αἰῶνος.
Καὶ ποιήσω τὸ σπέρμα σου ὡς τὴν ἄμμον τῆς γῆς·
εἰ δύναταί τις ἐξαριθμῆσαι τὴν ἄμμον τῆς γῆς,
καὶ τὸ σπέρμα σου ἐξαριθμηθήσεται.»

Καὶ πάλιν λέγει·

«Ἐξήγαγεν ὁ Θεὸς τὸν Ἀβραὰμ καὶ εἶπεν αὐτῷ·
Ἀνάβλεψον εἰς τὸν οὐρανὸν καὶ ἀρίθμησον τοὺς ἀστέρας,
εἰ δυνήσῃ ἐξαριθμῆσαι αὐτούς·
οὕτως ἔσται τὸ σπέρμα σου.
Ἐπίστευσεν δὲ Ἀβραὰμ τῷ Θεῷ,
καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην.»

∆ιὰ πίστιν καὶ φιλοξενίαν ἐδόθη αὐτῷ υἱὸς ἐν γήρᾳ,
καὶ δι' ὑπακοῆς προσήνεγκεν αὐτὸν θυσίαν τῷ Θεῷ πρὸς ἓν τῶν ὀρέων ὧν ἔδειξεν αὐτῷ.


ΚΕΦΑΛΑΙΟΝ ΙΑ’.

∆ιὰ φιλοξενίαν καὶ εὐσέβειαν Λὼτ ἐσώθη ἐκ Σοδόμων,
τῆς περιχώρου πάσης κριθείσης διὰ πυρὸς καὶ θείου, πρόδηλον ποιήσας ὁ Δεσπότης ὅτι τοὺς ἐλπίζοντας ἐπ' Αὐτὸν οὐκ ἐγκαταλείπει,
τοὺς δὲ ἑτεροκλινεῖς ὑπάρχοντας
εἰς κόλασιν καὶ αἰκισμὸν τίθησιν.

Συνεξελθούσης γὰρ αὐτῷ τῆς γυναικὸς ἑτερογνώμονος ὑπαρχούσης καὶ οὐκ ἐν ὁμονοίᾳ, εἰς τοῦτο σημεῖον ἐτέθη, ὥστε γενέσθαι αὐτὴν στήλην ἁλὸς ἕως τῆς ἡμέρας ταύτης, εἰς τὸ γνωστὸν εἶναι πᾶσιν ὅτι οἱ δίψυχοι καὶ οἱ διστάζοντες περὶ τῆς τοῦ Θεοῦ δυνάμεως εἰς κρίμα καὶ εἰς σημείωσιν πάσαις ταῖς γενεαῖς γίνονται.


ΚΕΦΑΛΑΙΟΝ ΙΒ’.

∆ιὰ πίστιν καὶ φιλοξενίαν ἐσώθη Ῥαὰβ ἡ πόρνη.

Ἐκπεμφθέντων γὰρ ὑπὸ Ἰησοῦ τοῦ τοῦ Ναυὴ κατασκόπων εἰς τὴν Ἱεριχὼ ἔγνω ὁ βασιλεὺς τῆς γῆς ὅτι ἥκασιν κατασκοπεῦσαι τὴν χώραν αὐτῶν,
καὶ ἐξέπεμψεν ἄνδρας τοὺς συλλημψομένους αὐτούς,
ὅπως συλλημφθέντες θανατωθῶσιν.

Ἡ οὖν φιλόξενος Ῥαὰβ εἰσδεξαμένη αὐτοὺς ἔκρυψεν εἰς τὸ ὑπερῷον ὑπὸ τὴν λινοκαλάμην.

Ἐπισταθέντων δὲ τῶν παρὰ τοῦ βασιλέως καὶ λεγόντων·

‘Πρὸς σὲ εἰσῆλθον οἱ κατάσκοποι τῆς γῆς ἡμῶν·
ἐξάγαγε αὐτούς, ὁ γὰρ βασιλεὺς οὕτως κελεύει’,

ἡ δὲ ἀπεκρίθη·

Ἐἰσῆλθον μὲν οἱ ἄνδρες, οὓς ζητεῖτε, πρὸς μέ,
ἀλλ' εὐθέως ἀπῆλθον καὶ πορεύονται τῇ ὁδῷ’,

ὑποδεικνύουσα αὐτοῖς ἐναλλάξ.

Καὶ εἶπεν πρὸς τοὺς ἄνδρας·

‘Γινώσκουσα γινώσκω ἐγὼ ὅτι Κύριος ὁ Θεὸς παραδίδωσιν ὑμῖν τὴν γῆν ταύτην·
ὁ γὰρ φόβος καὶ ὁ τρόμος ὑμῶν ἐπέπεσεν τοῖς κατοικοῦσιν αὐτήν.
Ὡς ἐὰν οὖν γένηται λαβεῖν αὐτὴν ὑμᾶς,
διασώσατέ με καὶ τὸν οἶκον τοῦ πατρός μου’.

Καὶ εἶπαν αὐτῇ·

‘Ἔσται οὕτως, ὡς ἐλάλησας ἡμῖν.
Ὡς ἐὰν οὖν γνῷς παραγινομένους ἡμᾶς,
συνάξεις πάντας τοὺς σοὺς ὑπὸ τὸ στέγος σου,
καὶ διασωθήσονται·
ὅσοι γὰρ ἐὰν εὑρεθῶσιν ἔξω τῆς οἰκίας, ἀπολοῦνται.’

Καὶ προσέθεντο αὐτῇ δοῦναι σημεῖον,
ὅπως ἐκκρεμάσῃ ἐκ τοῦ οἴκου αὐτῆς κόκκινον,
πρόδηλον ποιοῦντες ὅτι διὰ τοῦ αἵματος τοῦ Κυρίου λύτρωσις ἔσται πᾶσιν τοῖς πιστεύουσιν καὶ ἐλπίζουσιν ἐπὶ τὸν Θεόν.

Ὁρᾶτε, ἀγαπητοί, ὅτι οὐ μόνον πίστις,
ἀλλὰ καὶ προφητεία ἐν τῇ γυναικὶ γέγονεν.


ΚΕΦΑΛΑΙΟΝ ΙΓ’.

Ταπεινοφρονήσωμεν οὖν, ἀδελφοί,
ἀποθέμενοι πᾶσαν ἀλαζονείαν καὶ τῦφος καὶ ἀφροσύνην καὶ ὀργάς, καὶ ποιήσωμεν τὸ γεγραμμένον·

λέγει γὰρ τὸ πνεῦμα τὸ ἅγιον·

«Μὴ καυχάσθω ὁ σοφὸς ἐν τῇ σοφίᾳ αὐτοῦ
μηδὲ ὁ ἰσχυρὸς ἐν τῇ ἰσχύϊ αὐτοῦ
μηδὲ ὁ πλούσιος ἐν τῷ πλούτῳ αὐτοῦ,
ἀλλ' ὁ καυχώμενος ἐν Κυρίῳ καυχάσθω,
τοῦ ἐκζητεῖν Αὐτὸν καὶ ποιεῖν κρίμα καὶ δικαιοσύνην·

μάλιστα μεμνημένοι τῶν λόγων τοῦ Κυρίου Ἰησοῦ,
οὓς ἐλάλησεν διδάσκων ἐπιείκειαν καὶ μακροθυμίαν·

Oὕτως γὰρ εἶπεν·
«Ἐλεᾶτε, ἵνα ἐλεηθῆτε·
ἀφίετε, ἵνα ἀφεθῇ ὑμῖν·
ὡς ποιεῖτε, οὕτω ποιηθήσεται ὑμῖν·
ὡς δίδοτε, οὕτως δοθήσεται ὑμῖν·
ὡς κρίνετε, οὕτως κριθήσεσθε·
ὡς χρηστεύεσθε, οὕτως χρηστευθήσεται ὑμῖν·
ᾧ μέτρῳ μετρεῖτε, ἐν αὐτῷ μετρηθήσεται ὑμῖν.»

Ταύτῃ τῇ ἐντολῇ καὶ τοῖς παραγγέλμασιν τούτοις στηρίξωμεν ἑαυτοὺς εἰς τὸ πορεύεσθαι ὑπηκόους ὄντας τοῖς ἁγιοπρεπέσι λόγοις αὐτοῦ, ταπεινοφρονοῦντες·

φησὶν γὰρ ὁ ἅγιος λόγος·

«Ἐπὶ τίνα ἐπιβλέψω,
ἀλλ' ἢ ἐπὶ τὸν πραΰν καὶ ἡσύχιον καὶ τρέμοντά μου τὰ λόγια;»


ΚΕΦΑΛΑΙΟΝ Ι∆’.

∆ίκαιον οὖν καὶ ὅσιον, ἄνδρες ἀδελφοί, ὑπηκόους ἡμᾶς μᾶλλον γενέσθαι τῷ Θεῷ ἢ τοῖς ἐν ἀλαζονείᾳ καὶ ἀκαταστασίᾳ μυσεροῦ ζήλους ἀρχηγοῖς ἐξακολουθεῖν.

Βλάβην γὰρ οὐ τὴν τυχοῦσαν,
μᾶλλον δὲ κίνδυνον ὑποίσομεν μέγαν,
ἐὰν ῥιψοκινδύνως ἐπιδῶμεν ἑαυτοὺς τοῖς θελήμασιν τῶν ἀνθρώπων, οἵτινες ἐξακοντίζουσιν εἰς ἔριν καὶ στάσεις,
εἰς τὸ ἀπαλλοτριῶσαι ἡμᾶς τοῦ καλῶς ἔχοντος.

Χρηστευσώμεθα ἑαυτοῖς κατὰ τὴν εὐσπλαγχνίαν καὶ γλυκύτητα τοῦ Ποιήσαντος ἡμᾶς.

Γέγραπται γάρ·

«Χρηστοὶ ἔσονται οἰκήτορες γῆς,
ἄκακοι δὲ ὑπολειφθήσονται ἐπ' αὐτῆς·
οἱ δὲ παρανομοῦντες ἐξολεθρευθήσονται ἀπ' αὐτῆς.»

Καὶ πάλιν λέγει·

«Eἶδον τὸν ἀσεβῆ ὑπερυψούμενον
καὶ ἐπαιρόμενον ὡς τὰς κέδρους τοῦ Λιβάνου·
καὶ παρῆλθον, καὶ ἰδού, οὐκ ἦν,
καὶ ἐξεζήτησα τὸν τόπον αὐτοῦ, καὶ οὐχ εὗρον.
Φύλασσε ἀκακίαν καὶ ἴδε εὐθύτητα,
ὅτι ἐστὶν ἐγκατάλειμμα ἀνθρώπῳ εἰρηνικῷ.»


ΚΕΦΑΛΑΙΟΝ ΙΕ’.

Τοίνυν κολληθῶμεν τοῖς μετ' εὐσεβείας εἰρηνεύουσιν,
καὶ μὴ τοῖς μεθ' ὑποκρίσεως βουλομένοις εἰρήνην.

Λέγει γάρ που·

«Oὗτος ὁ λαὸς τοῖς χείλεσίν με τιμᾷ,
ἡ δὲ καρδία αὐτῶν πόρρω ἄπεστιν ἀπ' ἐμοῦ.»

Καὶ πάλιν·

«Τῷ στόματι αὐτῶν εὐλογοῦσαν,
τῇ δὲ καρδίᾳ αὐτῶν κατηρῶντο.»

Καὶ πάλιν λέγει·

«Ἠγάπησαν Αὐτὸν τῷ στόματι αὐτῶν καὶ τῇ γλώσσῃ αὐτῶν ἐψεύσαντο Αὐτόν, ἡ δὲ καρδία αὐτῶν οὐκ εὐθεῖα μετ' Αὐτοῦ, οὐδὲ ἐπιστώθησαν ἐν τῇ διαθήκῃ Αὐτοῦ.»

∆ιὰ τοῦτο

«ἄλαλα γενηθήτω τὰ χείλη τὰ δόλια τὰ λαλοῦντα κατὰ τοῦ Δικαίου ἀνομίαν».

Καὶ πάλιν·

«Ἐξολεθρεύσαι Κύριος πάντα τὰ χείλη τὰ δόλια,
γλῶσσαν μεγαλορήμονα, τοὺς εἰπόντας·
Τὴν γλῶσσαν ἡμῶν μεγαλυνοῦμεν,
τὰ χείλη ἡμῶν παρ' ἡμῖν ἐστίν·
τίς ἡμῶν Κύριός ἐστιν;

Ἀπὸ τῆς ταλαιπωρίας τῶν πτωχῶν καὶ τοῦ στεναγμοῦ τῶν πενήτων νῦν ἀναστήσομαι, λέγει Κύριος·
θήσομαι ἐν σωτηρίῳ, παρρησιάσομαι ἐν αὐτῷ.»


ΚΕΦΑΛΑΙΟΝ ΙϚ’.

Ταπεινοφρονούντων γάρ ἐστιν ὁ Χριστός,
οὐκ ἐπαιρομένων ἐπὶ τὸ ποίμνιον Αὐτοῦ.

Τὸ σκῆπτρον τῆς μεγαλωσύνης τοῦ Θεοῦ,
ὁ Κύριος Ἰησοῦς Χριστός,
οὐκ ἦλθεν ἐν κόμπῳ ἀλαζονείας οὐδὲ ὑπερηφανίας,
καίπερ δυνάμενος, ἀλλὰ ταπεινοφρονῶν,
καθὼς τὸ πνεῦμα τὸ ἅγιον περὶ αὐτοῦ ἐλάλησεν·

φησὶν γάρ·

«Κύριε, τίς ἐπίστευσεν τῇ ἀκοῇ ἡμῶν;
καὶ ὁ βραχίων Κυρίου τίνι ἀπεκαλύφθη;

Ἀνηγγείλαμεν ἐναντίον αὐτοῦ, ὡς παιδίον,
ὡς ῥίζα ἐν γῇ διψώσῃ·
οὐκ ἔστιν αὐτῷ εἶδος οὐδὲ δόξα, καὶ εἴδομεν αὐτόν,
καὶ οὐκ εἶχεν εἶδος οὐδὲ κάλλος,
ἀλλὰ τὸ εἶδος αὐτοῦ ἄτιμον,
ἐκλεῖπον παρὰ τὸ εἶδος τῶν ἀνθρώπων·
ἄνθρωπος ἐν πληγῇ ὢν καὶ πόνῳ
καὶ εἰδὼς φέρειν μαλακίαν,
ὅτι ἀπέστραπται τὸ πρόσωπον αὐτοῦ,
ἠτιμάσθη καὶ οὐκ ἐλογίσθη.

Oὗτος τὰς ἁμαρτίας ἡμῶν φέρει καὶ περὶ ἡμῶν ὀδυνᾶται,
καὶ ἡμεῖς ἐλογισάμεθα αὐτὸν εἶναι ἐν πόνῳ καὶ ἐν πληγῇ καὶ ἐν κακώσει.

Aὐτὸς δὲ ἐτραυματίσθη διὰ τὰς ἁμαρτίας ἡμῶν
καὶ μεμαλάκισται διὰ τὰς ἀνομίας ἡμῶν·
παιδεία εἰρήνης ἡμῶν ἐπ' αὐτόν,
τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν.

Πάντες ὡς πρόβατα ἐπλανήθημεν,
ἄνθρωπος τῇ ὁδῷ αὐτοῦ ἐπλανήθη.

Καὶ Κύριος παρέδωκεν αὐτὸν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν,
καὶ αὐτὸς διὰ τὸ κεκακῶσθαι οὐκ ἀνοίγει τὸ στόμα.
Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη,
καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείραντος ἄφωνος,
οὕτως οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ.
Ἐν τῇ ταπεινώσει ἡ κρίσις αὐτοῦ ἤρθη.

Τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται;
ὅτι αἴρεται ἀπὸ τῆς γῆς ἡ ζωὴ αὐτοῦ.
Ἀπὸ τῶν ἀνομιῶν τοῦ λαοῦ μου ἥκει εἰς θάνατον.
Καὶ δώσω τοὺς πονηροὺς ἀντὶ τῆς ταφῆς αὐτοῦ καὶ τοὺς πλουσίους ἀντὶ τοῦ θανάτου αὐτοῦ·
ὅτι ἀνομίαν οὐκ ἐποίησεν,
οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ.
Καὶ Κύριος βούλεται καθαρίσαι αὐτὸν τῆς πληγῆς.

Ἐὰν δῶτε περὶ ἁμαρτίας, ἡ ψυχὴ ὑμῶν ὄψεται σπέρμα μακρόβιον.

Καὶ Κύριος βούλεται ἀφελεῖν ἀπὸ τοῦ πόνου τῆς ψυχῆς αὐτοῦ, δεῖξαι αὐτῷ φῶς καὶ πλάσαι τῇ συνέσει,
δικαιῶσαι δίκαιον εὖ δουλεύοντα πολλοῖς·
καὶ τὰς ἁμαρτίας αὐτῶν αὐτὸς ἀνοίσει.

∆ιὰ τοῦτο αὐτὸς κληρονομήσει πολλοὺς καὶ τῶν ἰσχυρῶν μεριεῖ σκῦλα, ἀνθ' ὧν παρεδόθη εἰς θάνατον ἡ ψυχὴ αὐτοῦ, καὶ ἐν τοῖς ἀνόμοις ἐλογίσθη·
καὶ αὐτὸς ἁμαρτίας πολλῶν ἀνήνεγκεν καὶ διὰ τὰς ἁμαρτίας αὐτῶν παρεδόθη.»

Καὶ πάλιν αὐτός φησιν·

«Ἐγὼ δέ εἰμι σκώληξ καὶ οὐκ ἄνθρωπος,
ὄνειδος ἀνθρώπων καὶ ἐξουθένημα λαοῦ.

Πάντες οἱ θεωροῦντές με ἐξεμυκτήρισάν με,
ἐλάλησαν ἐν χείλεσιν, ἐκίνησαν κεφαλήν·
Ἤλπισεν ἐπὶ Κύριονν, ῥυσάσθω αὐτόν·
σωσάτω αὐτόν, ὅτι θέλει αὐτόν.»

Ὁρᾶτε, ἄνδρες ἀγαπητοί, τίς ὁ ὑπογραμμὸς ὁ δεδομένος ἡμῖν·
εἰ γὰρ ὁ Κύριος οὕτως ἐταπεινοφρόνησεν,
τί ποιήσωμεν ἡμεῖς οἱ ὑπὸ τὸν ζυγὸν τῆς χάριτος αὐτοῦ δι' αὐτοῦ ἐλθόντες;


ΚΕΦΑΛΑΙΟΝ ΙΖ’.

Μιμηταὶ γενώμεθα κἀκείνων,
οἵτινες ἐν δέρμασιν αἰγείοις καὶ μηλωταῖς περιεπάτησαν κηρύσσοντες τὴν ἔλευσιν τοῦ Χριστοῦ·
λέγομεν δὲ Ἠλίαν καὶ Ἐλισαιέ, ἔτι δὲ καὶ Ἰεζεκιήλ,
τοὺς προφήτας, πρὸς τούτοις καὶ τοὺς μεμαρτυρημένους.

Ἐμαρτυρήθη μεγάλως Ἀβραὰμ καὶ φίλος προσηγορεύθη τοῦ Θεοῦ, καὶ λέγει ἀτενίζων εἰς τὴν δόξαν τοῦ Θεοῦ ταπεινοφρονῶν·

«Ἐγὼ δέ εἰμι γῆ καὶ σποδός.»

Ἔτι δὲ καὶ περὶ Ἰὼβ οὕτως γέγραπται·

«Ἰὼβ δὲ ἦν δίκαιος καὶ ἄμεμπτος, ἀληθινός, θεοσεβής, ἀπεχόμενος ἀπὸ παντὸς κακοῦ.»

Ἀλλ' αὐτὸς ἑαυτοῦ κατηγορεῖ λέγων·

«Oὐδεὶς καθαρὸς ἀπὸ ῥύπου, οὐδ' ἂν μιᾶς ἡμέρας ἡ ζωὴ αὐτοῦ.»

Μωϋσῆς «πιστὸς ἐν ὅλῳ τῷ οἴκῳ αὐτοῦή ἐκλήθη,
καὶ διὰ τῆς ὑπηρεσίας αὐτοῦ ἔκρινεν ὁ Θεὸς Aἴγυπτον διὰ τῶν μαστίγων καὶ τῶν αἰκισμάτων αὐτῶν·

ἀλλὰ κἀκεῖνος δοξασθεὶς μεγάλως οὐκ ἐμεγαλορημόνησεν, ἀλλ' εἶπεν ἐκ τῆς βάτου χρηματισμοῦ αὐτῷ διδομένου·

«Τίς εἰμι ἐγώ, ὅτι με πέμπεις;
Ἐγὼ δέ εἰμι ἰσχνόφωνος καὶ βραδύγλωσσος.»

Καὶ πάλιν λέγει·

«Ἐγὼ δέ εἰμι ἀτμὶς ἀπὸ κύθρας.»


ΚΕΦΑΛΑΙΟΝ ΙΗ’.

Τί δὲ εἴπωμεν ἐπὶ τῷ μεμαρτυρημένῳ ∆αυίδ;

πρὸς ὃν εἶπεν ὁ Θεός·

«Eὗρον ἄνδρα κατὰ τὴν καρδίαν μου, ∆αυὶδ τὸν τοῦ Ἰεσσαί·
ἐν ἐλέει αἰωνίῳ ἔχρισα αὐτόν.»

Ἀλλὰ καὶ αὐτὸς λέγει πρὸς τὸν Θεόν·

«Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου,
καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου,
καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με·
ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω,
καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστὶν διαπαντός.

Σοὶ μόνῳ ἥμαρτον, καὶ τὸ πονηρὸν ἐνώπιόν Σου ἐποίησα·
ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις Σου,
καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί Σε.

Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήμφθην,
καὶ ἐν ἁμαρτίαις ἐκίσσησέν με ἡ μήτηρ μου.

Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας·
τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι.

Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι·
πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.

Ἀκουτιεῖς με ἀγαλλίασιν καὶ εὐφροσύνην·
ἀγαλλιάσονται ὀστᾶ τεταπεινωμένα.

Ἀπόστρεψον τὸ πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου,
καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον.

Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός,
καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.

Μὴ ἀπορίψῃς με ἀπὸ τοῦ προσώπου Σου,
καὶ τὸ Πνεῦμα τὸ Ἅγιόν Σου μὴ ἀντανέλῃς ἀπ' ἐμοῦ.

Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου Σου,
καὶ πνεύματι ἡγεμονικῷ στήρισόν με.

∆ιδάξω ἀνόμους τὰς ὁδούς Σου,
καὶ ἀσεβεῖς ἐπιστρέψουσιν ἐπὶ Σέ.

Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεός,
ὁ Θεὸς τῆς σωτηρίας μου·

ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην Σου.

Κύριε, τὸ στόμα μου ἀνοίξεις,
καὶ τὰ χείλη μου ἀναγγελεῖ τὴν αἴνεσίν Σου.

Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν·
ὁλοκαυτώματα οὐκ εὐδοκήσεις.

Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον·
καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουθενώσει.»


ΚΕΦΑΛΑΙΟΝ ΙΘ’.

Τῶν τοσούτων οὖν καὶ τοιούτων οὕτως μεμαρτυρημένων τὸ ταπεινόφρον καὶ τὸ ὑποδεὲς διὰ τῆς ὑπακοῆς οὐ μόνον ἡμᾶς, ἀλλὰ καὶ τὰς πρὸ ἡμῶν γενεὰς βελτίους ἐποίησεν,
τούς τε καταδεξαμένους τὰ λόγια Αὐτοῦ ἐν φόβῳ καὶ ἀληθείᾳ.

Πολλῶν οὖν καὶ μεγάλων καὶ ἐνδόξων μετειληφότες πράξεων ἐπαναδράμωμεν ἐπὶ τὸν ἐξ ἀρχῆς παραδεδομένον ἡμῖν τῆς εἰρήνης σκοπὸν καὶ ἀτενίσωμεν εἰς τὸν Πατέρα καὶ Κτίστην τοῦ σύμπαντος κόσμου καὶ ταῖς μεγαλοπρεπέσι καὶ ὑπερβαλλούσαις Αὐτοῦ δωρεαῖς τῆς εἰρήνης εὐεργεσίαις τε κολληθῶμεν.

Ἴδωμεν Αὐτὸν κατὰ διάνοιαν
καὶ ἐμβλέψωμεν τοῖς ὄμμασιν τῆς ψυχῆς
εἰς τὸ μακρόθυμον Αὐτοῦ βούλημα·
νοήσωμεν,
πῶς ἀόργητος ὑπάρχει πρὸς πᾶσαν τὴν κτίσιν αὐτοῦ.


ΚΕΦΑΛΑΙΟΝ Κ’.

Oἱ οὐρανοὶ τῇ διοικήσει Αὐτοῦ σαλευόμενοι ἐν εἰρήνῃ ὑποτάσσονται αὐτῷ.

Ἡμέρα τε καὶ νὺξ τὸν τεταγμένον ὑπ' Αὐτοῦ δρόμον διανύουσιν, μηδὲν ἀλλήλοις ἐμποδίζοντα.

Ἥλιός τε καὶ σελήνη, ἀστέρων τε χοροὶ κατὰ τὴν διαταγὴν Αὐτοῦ ἐν ὁμονοίᾳ δίχα πάσης παρεκβάσεως ἐξελίσσουσιν τοὺς ἐπιτεταγμένους αὐτοῖς ὁρισμούς.

Γῆ κυοφοροῦσα κατὰ τὸ θέλημα Αὐτοῦ τοῖς ἰδίοις καιροῖς τὴν πανπληθῆ ἀνθρώποις τε καὶ θηρσὶν καὶ πᾶσιν τοῖς οὖσιν ἐπ' αὐτῆς ζóοις ἀνατέλλει τροφήν, μὴ διχοστατοῦσα μηδὲ ἀλλοιοῦσά τι τῶν δεδογματισμένων ὑπ' Αὐτοῦ.

Ἀβύσσων τε ἀνεξιχνίαστα καὶ νερτέρων ἀνεκδιήγητα κρίματα τοῖς αὐτοῖς συνέχεται προστάγμασιν.

Τὸ κύτος τῆς ἀπείρου θαλάσσης κατὰ τὴν δημιουργίαν Αὐτοῦ συσταθὲν εἰς τὰς συναγωγὰς οὐ παρεκβαίνει τὰ περιτεθειμένα αὐτῇ κλεῖθρα, ἀλλὰ καθὼς διέταξεν αὐτῇ, οὕτως ποιεῖ.

Eἶπεν γάρ·

«Ἕως ὧδε ἥξεις, καὶ τὰ κύματά σου ἐν σοὶ συντριβήσεται.»

ὡκεανὸς ἀπέραντος ἀνθρώποις καὶ οἱ μετ' αὐτὸν κόσμοι ταῖς αὐταῖς ταγαῖς τοῦ δεσπότου διευθύνονται.

Καιροὶ ἐαρινοὶ καὶ θερινοὶ καὶ μετοπωρινοὶ καὶ χειμερινοὶ ἐν εἰρήνῃ μεταπαραδιδόασιν ἀλλήλοις.

Ἀνέμων σταθμοὶ κατὰ τὸν ἴδιον καιρὸν τὴν λειτουργίαν αὐτῶν ἀπροσκόπως ἐπιτελοῦσιν·
ἀέναοί τε πηγαί, πρὸς ἀπόλαυσιν καὶ ὑγείαν δημιουργηθεῖσαι, δίχα ἐλλείψεως παρέχονται τοὺς πρὸς ζωῆς ἀνθρώποις μαζούς·
τά τε ἐλάχιστα τῶν ζώων τὰς συνελεύσεις αὐτῶν ἐν ὁμονοίᾳ καὶ εἰρήνῃ ποιοῦνται.

Ταῦτα πάντα ὁ μέγας Δημιουργὸς καὶ Δεσπότης τῶν ἁπάντων ἐν εἰρήνῃ καὶ ὁμονοίᾳ προσέταξεν εἶναι,
εὐεργετῶν τὰ πάντα,
ὑπερεκπερισσῶς δὲ ἡμᾶς τοὺς προσπεφευγότας τοῖς οἰκτιρμοῖς Αὐτοῦ διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ·
ᾧ ἡ δόξα καὶ ἡ μεγαλωσύνη εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


ΚΕΦΑΛΑΙΟΝ ΚΑ’.

Ὁρᾶτε, ἀγαπητοί, μὴ αἱ εὐεργεσίαι Αὐτοῦ αἱ πολλαὶ γένωνται εἰς κρίμα ἡμῖν, ἐὰν μὴ ἀξίως Αὐτοῦ πολιτευόμενοι τὰ καλὰ καὶ εὐάρεστα ἐνώπιον Αὐτοῦ ποιῶμεν μεθ' ὁμονοίας.

Λέγει γάρ που·

«Πνεῦμα Κυρίου λύχνος ἐρευνῶν τὰ ταμιεῖα τῆς γαστρός.»

Ἴδωμεν, πῶς ἐγγύς ἐστιν, καὶ ὅτι οὐδὲν λέληθεν αὐτὸν τῶν ἐννοιῶν ἡμῶν οὐδὲ τῶν διαλογισμῶν ὧν ποιούμεθα.

∆ίκαιον οὖν ἐστὶν μὴ λειποτακτεῖν ἡμᾶς ἀπὸ τοῦ Θελήματος Αὐτοῦ.

Μᾶλλον ἀνθρώποις ἄφροσι καὶ ἀνοήτοις καὶ ἐπαιρομένοις καὶ ἐγκαυχωμένοις ἐν ἀλαζονείᾳ τοῦ λόγου αὐτῶν προσκόψωμεν ἢ τῷ Θεῷ.

Τὸν Κύριον Ἰησοῦν Χριστόν,
οὗ τὸ αἷμα ὑπὲρ ἡμῶν ἐδόθη, ἐντραπῶμεν,
τοὺς προηγουμένους ἡμῶν αἰδεσθῶμεν,
τοὺς πρεσβυτέρους τιμήσωμεν,
τοὺς νέους παιδεύσωμεν τὴν παιδείαν τοῦ φόβου τοῦ Θεοῦ,
τὰς γυναῖκας ἡμῶν ἐπὶ τὸ ἀγαθὸν διορθωσώμεθα·
τὸ ἀξιαγάπητον τῆς ἁγνείας ἦθος ἐνδειξάσθωσαν,
τὸ ἀκέραιον τῆς πραΰτητος αὐτῶν βούλημα ἀποδειξάτωσαν,
τὸ ἐπιεικὲς τῆς γλώσσης αὐτῶν διὰ τῆς σιγῆς φανερὸν ποιησάτωσαν,
τὴν ἀγάπην αὐτῶν μὴ κατὰ προσκλίσεις,
ἀλλὰ πᾶσιν τοῖς φοβουμένοις τὸν Θεὸν ὁσίως ἴσην παρεχέτωσαν.

Τὰ τέκνα ἡμῶν τῆς ἐν Χριστῷ παιδείας μεταλαμβανέτωσαν·
μαθέτωσαν, τί ταπεινοφροσύνη παρὰ Θεῷ ἰσχύει,
τί ἀγάπη ἁγνὴ παρὰ Θεῷ δύναται,
πῶς ὁ φόβος Αὐτοῦ καλὸς καὶ μέγας καὶ σóζων πάντας τοὺς ἐν αὐτῷ ὁσίως ἀναστρεφομένους ἐν καθαρᾷ διανοίᾳ.

Ἐρευνητὴς γάρ ἐστιν ἐννοιῶν καὶ ἐνθυμήσεων·
οὗ ἡ πνοὴ Αὐτοῦ ἐν ἡμῖν ἐστίν, καὶ ὅταν θέλῃ, ἀνελεῖ αὐτήν.


ΚΕΦΑΛΑΙΟΝ ΚΒ’.

Ταῦτα δὲ πάντα βεβαιοῖ ἡ ἐν Χριστῷ πίστις·
καὶ γὰρ αὐτὸς διὰ τοῦ Πνεύματος τοῦ Ἁγίου οὕτως προσκαλεῖται ἡμᾶς·

«∆εῦτε, τέκνα, ἀκούσατέ μου, φόβον Κυρίου διδάξω ὑμᾶς.
Τίς ἐστιν ἄνθρωπος ὁ θέλων ζωήν, ἀγαπῶν ἡμέρας ἰδεῖν ἀγαθάς;
Παῦσον τὴν γλῶσσάν σου ἀπὸ κακοῦ
καὶ χείλη σου τοῦ μὴ λαλῆσαι δόλον.
Ἔκκλινον ἀπὸ κακοῦ καὶ ποίησον ἀγαθόν.
Ζήτησον εἰρήνην καὶ δίωξον αὐτήν.
Ὀφθαλμοὶ Κυρίου ἐπὶ δικαίους,
καὶ ὦτα Αὐτοῦ πρὸς δέησιν αὐτῶν·
πρόσωπον δὲ Κυρίου ἐπὶ ποιοῦντας κακά,
τοῦ ἐξολεθρεῦσαι ἐκ γῆς τὸ μνημόσυνον αὐτῶν.
Ἐκέκραξεν ὁ δίκαιος, καὶ ὁ Κύριος εἰσήκουσεν αὐτοῦ,
καὶ ἐκ πασῶν τῶν θλίψεων αὐτοῦ ἐρύσατο αὐτόν.»

«Πολλαὶ αἱ μάστιγες τοῦ ἁμαρτωλοῦ, τ
οὺς δὲ ἐλπίζοντας ἐπὶ Κύριον ἔλεος κυκλώσει.»


ΚΕΦΑΛΑΙΟΝ ΚΓ’.

Ὁ οἰκτίρμων κατὰ πάντα καὶ εὐεργετικὸς Πατὴρ ἔχει σπλάγχνα ἐπὶ τοὺς φοβουμένους Αὐτόν,
ἠπίως τε καὶ προσηνῶς τὰς χάριτας Αὐτοῦ ἀποδιδοῖ τοῖς προσερχομένοις Αὐτῷ ἁπλῇ διανοίᾳ.

∆ιὸ μὴ διψυχῶμεν,
μηδὲ ἰνδαλλέσθω ἡ ψυχὴ ἡμῶν ἐπὶ ταῖς ὑπερβαλλούσαις
καὶ ἐνδόξοις δωρεαῖς Αὐτοῦ.

Πόρρω γενέσθω ἀφ' ἡμῶν ἡ γραφὴ αὕτη, ὅπου λέγει·

«Ταλαίπωροί εἰσιν οἱ δίψυχοι, οἱ διστάζοντες τῇ ψυχῇ,
οἱ λέγοντες·

Ταῦτα ἠκούσαμεν καὶ ἐπὶ τῶν πατέρων ἡμῶν, καὶ ἰδού, γεγηράκαμεν, καὶ οὐδὲν ἡμῖν τούτων συνβέβηκεν.

ὢ ἀνόητοι, συμβάλετε ἑαυτοὺς ξύλῳ·
λάβετε ἄμπελον·
πρῶτον μὲν φυλλοροεῖ,
εἶτα βλαστὸς γίνεται,
εἶτα φύλλον,
εἶτα ἄνθος,
καὶ μετὰ ταῦτα ὄμφαξ,
εἶτα σταφυλὴ παρεστηκυῖα.»

Ὁρᾶτε, ὅτι ἐν καιρῷ ὀλίγῳ εἰς πέπειρον καταντᾷ ὁ καρπὸς τοῦ ξύλου.

Ἐπ' ἀληθείας ταχὺ καὶ ἐξαίφνης τελειωθήσεται τὸ βούλημα αὐτοῦ, συνεπιμαρτυρούσης καὶ τῆς γραφῆς, ὅτι·
«Ταχὺ ἥξει καὶ οὐ χρονιεῖ», καί·
«Ἐξαίφνης ἥξει ὁ Κύριος εἰς τὸν ναὸν Αὐτοῦ,
καὶ ὁ Ἅγιος, Ὃν ὑμεῖς προσδοκᾶτε».


ΚΕΦΑΛΑΙΟΝ Κ∆’.

Κατανοήσωμεν, ἀγαπητοί,
πῶς ὁ Δεσπότης ἐπιδείκνυται διηνεκῶς ἡμῖν τὴν μέλλουσαν ἀνάστασιν ἔσεσθαι, ἧς τὴν ἀπαρχὴν ἐποιήσατο τὸν Κύριον Ἰησοῦν Χριστὸν ἐκ νεκρῶν ἀναστήσας.

Ἴδωμεν, ἀγαπητοί, τὴν κατὰ καιρὸν γινομένην ἀνάστασιν.

Ἡμέρα καὶ νὺξ ἀνάστασιν ἡμῖν δηλοῦσιν·
κοιμᾶται ἡ νύξ, ἀνίσταται ἡ ἡμέρα·
ἡ ἡμέρα ἄπεισιν, νὺξ ἐπέρχεται.

Λάβωμεν τοὺς καρπούς·
ὁ σπόρος πῶς καὶ τίνα τρόπον γίνεται;

Ἐξῆλθεν ὁ σπείρων καὶ ἔβαλεν εἰς τὴν γῆν ἕκαστον τῶν σπερμάτων·
ἅτινα πεσόντα εἰς τὴν γῆν ξηρὰ καὶ γυμνὰ διαλύεται·
εἶτ' ἐκ τῆς διαλύσεως ἡ μεγαλειότης τῆς προνοίας τοῦ Δεσπότου ἀνίστησιν αὐτά,
καὶ ἐκ τοῦ ἑνὸς πλείονα αὔξει καὶ ἐκφέρει καρπόν.


ΚΕΦΑΛΑΙΟΝ ΚΕ’.

Ἴδωμεν τὸ παράδοξον σημεῖον τὸ γινόμενον ἐν τοῖς ἀνατολικοῖς τόποις, τουτέστιν τοῖς περὶ τὴν Ἀραβίαν.

”Oρνεον γάρ ἐστιν, ὃ προσονομάζεται φοίνιξ·
τοῦτο μονογενὲς ὑπάρχον ζῇ ἔτη πεντακόσια,
γενόμενόν τε ἤδη πρὸς ἀπόλυσιν τοῦ ἀποθανεῖν αὐτὸ σηκὸν ἑαυτῷ ποιεῖ ἐκ λιβάνου καὶ σμύρνης καὶ τῶν λοιπῶν ἀρωμάτων, εἰς ὃν πληρωθέντος τοῦ χρόνου εἰσέρχεται καὶ τελευτᾷ.

Σηπομένης δὲ τῆς σαρκὸς σκώληξ τις γεννᾶται,
ὃς ἐκ τῆς ἰκμάδος τοῦ τετελευτηκότος ζóου ἀνατρεφόμενος πτεροφυεῖ·
εἶτα γενναῖος γενόμενος αἴρει τὸν σηκὸν ἐκεῖνον,
ὅπου τὰ ὀστᾶ τοῦ προγεγονότος ἐστίν,
καὶ ταῦτα βαστάζων διανύει ἀπὸ τῆς Ἀραβικῆς χώρας ἕως τῆς Aἰγύπτου εἰς τὴν λεγομένην Ἡλιούπολιν.

Καὶ ἡμέρας, βλεπόντων πάντων, ἐπιπτὰς ἐπὶ τὸν τοῦ ἡλίου βωμὸν τίθησιν αὐτὰ καὶ οὕτως εἰς τοὐπίσω ἀφορμᾷ.

Oἱ οὖν ἱερεῖς ἐπισκέπτονται τὰς ἀναγραφὰς τῶν χρόνων καὶ εὑρίσκουσιν αὐτὸν πεντακοσιοστοῦ ἔτους πεπληρωμένου ἐληλυθέναι.


ΚΕΦΑΛΑΙΟΝ ΚϚ’.

Μέγα καὶ θαυμαστὸν οὖν νομίζομεν εἶναι,
εἰ ὁ Δημιουργὸς τῶν ἁπάντων ἀνάστασιν ποιήσεται τῶν ὁσίως αὐτῷ δουλευσάντων ἐν πεποιθήσει πίστεως ἀγαθῆς, ὅπου καὶ δι' ὀρνέου δείκνυσιν ἡμῖν τὸ μεγαλεῖον τῆς ἐπαγγελίας Αὐτοῦ;

Λέγει γάρ που·

«Καὶ ἐξαναστήσεις με, καὶ ἐξομολογήσομαί Σοι», καί·

«Ἐκοιμήθην καὶ ὕπνωσα, ἐξηγέρθην, ὅτι Σὺ μετ' ἐμοῦ εἶ.»

Καὶ πάλιν Ἰὼβ λέγει·

«Καὶ ἀναστήσεις τὴν σάρκα μου ταύτην τὴν ἀναντλήσασαν ταῦτα πάντα.»


ΚΕΦΑΛΑΙΟΝ ΚΖ’.

Ταύτῃ οὖν τῇ ἐλπίδι προσδεδέσθωσαν αἱ ψυχαὶ ἡμῶν τῷ Πιστῷ ἐν ταῖς ἐπαγγελίαις καὶ τῷ Δικαίῳ ἐν τοῖς κρίμασιν.
Ὁ παραγγείλας μὴ ψεύδεσθαι πολλῷ μᾶλλον Αὐτὸς οὐ ψεύσεται·
οὐδὲν γὰρ ἀδύνατον παρὰ τῷ Θεῷ εἰ μὴ τὸ ψεύσασθαι.

Ἀναζωπυρησάτω οὖν ἡ πίστις Αὐτοῦ ἐν ἡμῖν,
καὶ νοήσωμεν ὅτι πάντα ἐγγὺς Αὐτῷ ἐστίν.
Ἐν λόγῳ τῆς μεγαλωσύνης Αὐτοῦ συνεστήσατο τὰ πάντα,
καὶ ἐν λόγῳ δύναται αὐτὰ καταστρέψαι.

«Τίς ἐρεῖ αὐτῷ·
Τί ἐποίησας;
Ἢ τίς ἀντιστήσεται τῷ κράτει τῆς ἰσχύος αὐτοῦ;»

Ὅτε θέλει καὶ ὡς θέλει, ποιήσει πάντα,
καὶ οὐδὲν μὴ παρέλθῃ τῶν δεδογματισμένων ὑπ' Αὐτοῦ.

Πάντα ἐνώπιον Αὐτοῦ εἰσίν, καὶ οὐδὲν λέληθεν τὴν βουλὴν Αὐτοῦ, εἰ «οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ,
ποίησιν δὲ χειρῶν Αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα·
ἡ ἡμέρα τῇ ἡμέρᾳ ἐρεύγεται ῥῆμα,
καὶ νὺξ νυκτὶ ἀναγγέλλει γνῶσιν·
καὶ οὐκ εἰσὶν λόγοι οὐδὲ λαλιαί,
ὧν οὐχὶ ἀκούονται αἱ φωναὶ αὐτῶν».


ΚΕΦΑΛΑΙΟΝ ΚΗ’.

Πάντων οὖν βλεπομένων καὶ ἀκουομένων φοβηθῶμεν Αὐτὸν καὶ ἀπολίπωμεν φαύλων ἔργων μιαρὰς ἐπιθυμίας,
ἵνα τῷ ἐλέει Αὐτοῦ σκεπασθῶμεν ἀπὸ τῶν μελλόντων κριμάτων.

Ποῦ γάρ τις ἡμῶν δύναται φυγεῖν ἀπὸ τῆς κραταιᾶς χειρὸς Αὐτοῦ;
ποῖος δὲ κόσμος δέξεταί τινα τῶν αὐτομολούντων ἀπ' Αὐτοῦ;

Λέγει γάρ που τὸ γραφεῖον·

«Ποῦ ἀφήξω καὶ ποῦ κρυβήσομαι ἀπὸ τοῦ προσώπου Σου; Ἐὰν ἀναβῶ εἰς τὸν οὐρανόν, Σὺ ἐκεῖ εἶ·
ἐὰν ἀπέλθω εἰς τὰ ἔσχατα τῆς γῆς, ἐκεῖ ἡ Δεξιά σου·
ἐὰν καταστρώσω εἰς τὰς ἀβύσσους, ἐκεῖ τὸ Πνεῦμά σου.»

Ποῦ οὖν τις ἀπέλθῃ ἢ ποῦ ἀποδράσῃ ἀπὸ Τοῦ τὰ πάντα ἐμπεριέχοντος;


ΚΕΦΑΛΑΙΟΝ ΚΘ’.

Προσέλθωμεν οὖν αὐτῷ ἐν ὁσιότητι ψυχῆς,
ἁγνὰς καὶ ἀμιάντους χεῖρας αἴροντες πρὸς Αὐτόν,
ἀγαπῶντες τὸν ἐπιεικῆ καὶ εὔσπλαγχνον Πατέρα ἡμῶν,
ὃς ἐκλογῆς μέρος ἡμᾶς ἐποίησεν ἑαυτῷ.

Oὕτω γὰρ γέγραπται·

«Ὅτε διεμέριζεν ὁ Ὕψιστος ἔθνη,
ὡς διέσπειρεν υἱοὺς Ἀδάμ,
ἔστησεν ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων Θεοῦ.
Ἐγενήθη μερὶς Κυρίου λαὸς Αὐτοῦ Ἰακώβ,
σχοίνισμα κληρονομίας Αὐτοῦ Ἰσραήλ.»

Καὶ ἐν ἑτέρῳ τόπῳ λέγει·

«Ἰδού, Κύριος λαμβάνει ἑαυτῷ ἔθνος ἐκ μέσου ἐθνῶν, ὥσπερ λαμβάνει ἄνθρωπος τὴν ἀπαρχὴν αὐτοῦ τῆς ἅλω·
καὶ ἐξελεύσεται ἐκ τοῦ ἔθνους ἐκείνου ἅγια ἁγίων.»


ΚΕΦΑΛΑΙΟΝ Λ’.

Ἁγίου οὖν μερὶς ὑπάρχοντες ποιήσωμεν τὰ τοῦ ἁγιασμοῦ πάντα, φεύγοντες καταλαλιάς, μιαράς τε καὶ ἀνάγνους συμπλοκάς, μέθας τε καὶ νεωτερισμοὺς καὶ βδελυκτὰς ἐπιθυμίας, μυσεράν τε μοιχείαν καὶ βδελυκτὴν ὑπερηφανίαν.

«Θεὸς γάρ, φησίν, ὑπερηφάνοις ἀντιτάσσεται,
ταπεινοῖς δὲ δίδωσιν χάριν.»

Κολληθῶμεν οὖν ἐκείνοις, οἷς ἡ χάρις ἀπὸ τοῦ Θεοῦ δέδοται·
ἐνδυσώμεθα τὴν ὁμόνοιαν ταπεινοφρονοῦντες, ἐγκρατευόμενοι, ἀπὸ παντὸς ψιθυρισμοῦ καὶ καταλαλιᾶς πόρρω ἑαυτοὺς ποιοῦντες,
ἔργοις δικαιούμενοι καὶ μὴ λόγοις.

Λέγει γάρ·

«Ὁ τὰ πολλὰ λέγων καὶ ἀντακούσεται·
ἢ ὁ εὔλαλος οἴεται εἶναι δίκαιος;
Eὐλογημένος γεννητὸς γυναικὸς ὀλιγόβιος.
Μὴ πολὺς ἐν ῥήμασιν γίνου.»

Ὁ ἔπαινος ἡμῶν ἔστω ἐν Θεῷ καὶ μὴ ἐξ αὐτῶν·
αὐτεπαινετοὺς γὰρ μισεῖ ὁ Θεός.

Ἡ μαρτυρία τῆς ἀγαθῆς πράξεως ἡμῶν διδόσθω ὑπ' ἄλλων, καθὼς ἐδόθη τοῖς πατράσιν ἡμῶν τοῖς δικαίοις.

Θράσος καὶ αὐθάδεια καὶ τόλμα τοῖς κατηραμένοις ὑπὸ τοῦ Θεοῦ·
ἐπιείκεια καὶ ταπεινοφροσύνη καὶ πραΰτης παρὰ τοῖς ηὐλογημένοις ὑπὸ τοῦ Θεοῦ.


ΚΕΦΑΛΑΙΟΝ ΛΑ’.

Κολληθῶμεν οὖν τῇ εὐλογίᾳ Αὐτοῦ καὶ ἴδωμεν,
τίνες αἱ ὁδοὶ τῆς εὐλογίας.

Ἀνατυλίξωμεν τὰ ἀπ' ἀρχῆς γενόμενα.

Τίνος χάριν ηὐλογήθη ὁ πατὴρ ἡμῶν Ἀβραάμ,
οὐχὶ δικαιοσύνην καὶ ἀλήθειαν διὰ πίστεως ποιήσας;
Ἰσαὰκ μετὰ πεποιθήσεως γινώσκων τὸ μέλλον ἡδέως προσήγετο θυσία.

Ἰακὼβ μετὰ ταπεινοφροσύνης ἐξεχώρησεν τῆς γῆς αὐτοῦ δι' ἀδελφὸν καὶ ἐπορεύθη πρὸς Λαβὰν καὶ ἐδούλευσεν,
καὶ ἐδόθη αὐτῷ τὸ δωδεκάσκηπτρον τοῦ Ἰσραήλ.


ΚΕΦΑΛΑΙΟΝ ΛΒ’.

Ὃ ἐάν τις καθ' ἓν ἕκαστον εἰλικρινῶς κατανοήσῃ, ἐπιγνώσεται μεγαλεῖα τῶν ὑπ' Αὐτοῦ δεδομένων δωρεῶν.

Ἐξ Αὐτοῦ γὰρ ἱερεῖς καὶ λευΐται πάντες οἱ λειτουργοῦντες τῷ θυσιαστηρίῳ τοῦ Θεοῦ·
ἐξ Αὐτοῦ ὁ Κύριος Ἰησοῦς τὸ κατὰ σάρκα·
ἐξ Αὐτοῦ βασιλεῖς καὶ ἄρχοντες καὶ ἡγούμενοι κατὰ τὸν Ἰούδαν·
τὰ δὲ λοιπὰ σκῆπτρα Αὐτοῦ οὐκ ἐν μικρᾷ δόξῃ ὑπάρχουσιν, ὡς ἐπαγγειλαμένου τοῦ Θεοῦ, ὅτι·
«Ἔσται τὸ σπέρμα σου ὡς οἱ ἀστέρες τοῦ οὐρανοῦ.»

Πάντες οὖν ἐδοξάσθησαν καὶ ἐμεγαλύνθησαν οὐ δι' αὐτῶν
ἢ τῶν ἔργων αὐτῶν ἢ τῆς δικαιοπραγίας ἧς κατειργάσαντο, ἀλλὰ διὰ τοῦ θελήματος Αὐτοῦ.

Καὶ ἡμεῖς οὖν, διὰ θελήματος Αὐτοῦ ἐν Χριστῷ Ἰησοῦ κληθέντες, οὐ δι' ἑαυτῶν δικαιούμεθα οὐδὲ διὰ τῆς ἡμετέρας σοφίας ἢ συνέσεως ἢ εὐσεβείας ἢ ἔργων ὧν κατειργασάμεθα ἐν ὁσιότητι καρδίας, ἀλλὰ διὰ τῆς πίστεως,
δι' ἧς πάντας τοὺς ἀπ' αἰῶνος ὁ παντοκράτωρ Θεὸς ἐδικαίωσεν·
ᾧ ἔστω ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


ΚΕΦΑΛΑΙΟΝ ΛΓ’.

Τί οὖν ποιήσωμεν, ἀδελφοί;
ἀργήσωμεν ἀπὸ τῆς ἀγαθοποιΐας καὶ ἐγκαταλίπωμεν τὴν ἀγάπην;

Μηθαμῶς τοῦτο ἐάσαι ὁ Δεσπότης ἐφ' ἡμῖν γε γενηθῆναι,
ἀλλὰ σπεύσωμεν μετὰ ἐκτενείας
καὶ προθυμίας πᾶν ἔργον ἀγαθὸν ἐπιτελεῖν.

Aὐτὸς γὰρ ὁ Δημιουργὸς καὶ Δεσπότης τῶν ἁπάντων ἐπὶ τοῖς ἔργοις Αὐτοῦ ἀγαλλιᾶται.

Τῷ γὰρ παμμεγεθεστάτῳ Αὐτοῦ κράτει οὐρανοὺς ἐστήρισεν καὶ τῇ ἀκαταλήπτῳ Αὐτοῦ συνέσει διεκόσμησεν αὐτούς·
γῆν τε διεχώρισεν ἀπὸ τοῦ περιέχοντος αὐτὴν ὕδατος καὶ ἥδρασεν ἐπὶ τὸν ἀσφαλῆ τοῦ ἰδίου βουλήματος θεμέλιον,
τά τε ἐν αὐτῇ ζῷα φοιτῶντα τῇ ἑαυτοῦ διατάξει ἐκέλευσεν εἶναι·
θάλασσαν καὶ τὰ ἐν αὐτῇ ζῷα προετοιμάσας ἐνέκλεισεν τῇ ἑαυτοῦ δυνάμει.

Ἐπὶ πᾶσι τὸ ἐξοχώτατον καὶ παμμέγεθες,
ἄνθρωπον,
ταῖς ἱεραῖς καὶ ἀμώμοις χερσὶν ἔπλασεν τῆς ἑαυτοῦ εἰκόνος χαρακτῆρα.

Oὕτως γάρ φησιν ὁ Θεός·

«Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα καὶ καθ' ὁμοίωσιν ἡμετέραν.
Καὶ ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον,
ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς.»

Ταῦτα οὖν πάντα τελειώσας ἐπῄνεσεν αὐτὰ
καὶ ηὐλόγησεν καὶ εἶπεν·

«Aὐξάνεσθε καὶ πληθύνεσθε.»

Ἴδωμεν, ὅτι ἐν ἔργοις ἀγαθοῖς πάντες ἐκοσμήθησαν οἱ δίκαιοι, καὶ αὐτὸς δὲ ὁ Κύριος ἔργοις ἀγαθοῖς ἑαυτὸν κοσμήσας ἐχάρη.

Ἔχοντες οὖν τοῦτον τὸν ὑπογραμμὸν ἀόκνως προσέλθωμεν τῷ θελήματι Αὐτοῦ·
ἐξ ὅλης τῆς ἰσχύος ἡμῶν ἐργασώμεθα ἔργον δικαιοσύνης.


ΚΕΦΑΛΑΙΟΝ Λ∆’.

Ὁ ἀγαθὸς ἐργάτης μετὰ παρρησίας λαμβάνει τὸν ἄρτον τοῦ ἔργου αὐτοῦ·
ὁ νωθρὸς καὶ παρειμένος οὐκ ἀντοφθαλμεῖ τῷ ἐργοπαρέκτῃ αὐτοῦ.

∆έον οὖν ἐστὶν προθύμους ἡμᾶς εἶναι εἰς ἀγαθοποιΐαν·
ἐξ Αὐτοῦ γάρ ἐστιν τὰ πάντα.

Προλέγει γὰρ ἡμῖν·

«Ἰδοὺ ὁ Κύριος, καὶ ὁ μισθὸς Αὐτοῦ πρὸ προσώπου Αὐτοῦ, ἀποδοῦναι ἑκάστῳ κατὰ τὸ ἔργον αὐτοῦ.»

Προτρέπεται οὖν ἡμᾶς πιστεύοντας ἐξ ὅλης τῆς καρδίας ἐπ' Αὐτῷ μὴ ἀργοὺς μηδὲ παρειμένους εἶναι ἐπὶ πᾶν ἔργον ἀγαθόν.

Τὸ καύχημα ἡμῶν καὶ ἡ παρρησία ἔστω ἐν Αὐτῷ·
ὑποτασσώμεθα τῷ θελήματι Αὐτοῦ·
κατανοήσωμεν τὸ πᾶν πλῆθος τῶν ἀγγέλων Αὐτοῦ,
πῶς τῷ θελήματι αὐτοῦ λειτουργοῦσιν παρεστῶτες.

Λέγει γὰρ ἡ γραφή·

«Μύριαι μυριάδες παρειστήκεισαν Αὐτῷ,
καὶ χίλιαι χιλιάδες ἐλειτούργουν Αὐτῷ, καὶ ἐκέκραγον·

Ἅγιος, Ἅγιος, Ἅγιος Κύριος Σαβαώθ,
πλήρης πᾶσα ἡ κτίσις τῆς δόξης Αὐτοῦ.»

Καὶ ἡμεῖς οὖν, ἐν ὁμονοίᾳ,
ἐπὶ τὸ αὐτὸ συναχθέντες τῇ συνειδήσει,
ὡς ἐξ ἑνὸς στόματος βοήσωμεν πρὸς Αὐτὸν ἐκτενῶς εἰς τὸ μετόχους ἡμᾶς γενέσθαι τῶν μεγάλων καὶ ἐνδόξων ἐπαγγελιῶν Αὐτοῦ.

Λέγει γάρ·

«Ὀφθαλμὸς οὐκ εἶδεν καὶ οὖς οὐκ ἤκουσεν καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ὅσα ἡτοίμασεν τοῖς ὑπομένουσιν Αὐτόν.»


ΚΕΦΑΛΑΙΟΝ ΛΕ’.

Ὡς μακάρια καὶ θαυμαστὰ τὰ δῶρα τοῦ Θεοῦ, ἀγαπητοί.

Ζωὴ ἐν ἀθανασίᾳ, λαμπρότης ἐν δικαιοσύνῃ, ἀλήθεια ἐν παρρησίᾳ, πίστις ἐν πεποιθήσει, ἐγκράτεια ἐν ἁγιασμῷ·
καὶ ταῦτα ὑπέπιπτεν πάντα ὑπὸ τὴν διάνοιαν ἡμῶν.

Τίνα οὖν ἄρα ἐστὶν τὰ ἑτοιμαζόμενα τοῖς ὑπομένουσιν;

Ὁ Δημιουργὸς καὶ Πατὴρ τῶν αἰώνων ὁ πανάγιος Αὐτὸς γινώσκει τὴν ποσότητα καὶ τὴν καλλονὴν αὐτῶν.

Ἡμεῖς οὖν ἀγωνισώμεθα εὑρεθῆναι ἐν τῷ ἀριθμῷ τῶν ὑπομενόντων, ὅπως μεταλάβωμεν τῶν ἐπηγγελμένων δωρεῶν.

Πῶς δὲ ἔσται τοῦτο, ἀγαπητοί;

Ἐὰν ἐστηριγμένη ᾖ ἡ διάνοια ἡμῶν πιστῶς πρὸς τὸν Θεόν, ἐὰν ἐκζητῶμεν τὰ εὐάρεστα καὶ εὐπρόσδεκτα Αὐτῷ,
ἐὰν ἐπιτελέσωμεν τὰ ἀνήκοντα τῇ ἀμώμῳ βουλήσει Αὐτοῦ καὶ ἀκολουθήσωμεν τῇ ὁδῷ τῆς ἀληθείας,
ἀπορρίψαντες ἀφ' ἑαυτῶν πᾶσαν ἀδικίαν καὶ πονηρίαν,
πλεονεξίαν, ἔρεις, κακοηθείας τε καὶ δόλους,
ψιθυρισμούς τε καὶ καταλαλιάς, θεοστυγίαν,
ὑπερηφανίαν τε καὶ ἀλαζονείαν,
κενοδοξίαν τε καὶ ἀφιλοξενίαν.

Ταῦτα γὰρ οἱ πράσσοντες στυγητοὶ τῷ Θεῷ ὑπάρχουσιν,

«οὐ μόνον δὲ οἱ πράσσοντες αὐτά,
ἀλλὰ καὶ οἱ συνευδοκοῦντες αὐτοῖς».

Λέγει γὰρ ἡ γραφή·

«Τῷ δὲ ἁμαρτωλῷ εἶπεν ὁ Θεός·

Ἱνατί σὺ διηγῇ τὰ δικαιώματά Μου
καὶ ἀναλαμβάνεις τὴν διαθήκην Μου ἐπὶ στόματός σου;
Σὺ δὲ ἐμίσησας παιδείαν
καὶ ἐξέβαλες τοὺς λόγους Μου εἰς τὰ ὀπίσω.
Eἰ ἐθεώρεις κλέπτην, συνέτρεχες αὐτῷ,
καὶ μετὰ μοιχῶν τὴν μερίδα σου ἐτίθεις.
Τὸ στόμα σου ἐπλεόνασεν κακίαν,
καὶ ἡ γλῶσσά σου περιέπλεκεν δολιότητα.
Καθήμενος κατὰ τοῦ ἀδελφοῦ σου κατελάλεις,
καὶ κατὰ τοῦ υἱοῦ τῆς μητρός σου ἐτίθεις σκάνδαλον.
Ταῦτα ἐποίησας, καὶ ἐσίγησα·
ὑπέλαβες, ἄνομε, ὅτι ἔσομαί σοι ὅμοιος.
Ἐλέγξω σε καὶ παραστήσω σε κατὰ πρόσωπόν σου.
Σύνετε δὴ ταῦτα, οἱ ἐπιλανθανόμενοι τοῦ Θεοῦ,
μήποτε ἁρπάσῃ ὡς λέων καὶ μὴ ᾖ ὁ ῥυόμενος.
Θυσία αἰνέσεως δοξάσει με,
καὶ ἐκεῖ ὁδός, ἣν δείξω αὐτῷ τὸ σωτήριον τοῦ Θεοῦ.»


ΚΕΦΑΛΑΙΟΝ ΛϚ’.

Aὕτη ἡ ὁδός, ἀγαπητοί, ἐν ᾗ εὕρομεν τὸ σωτήριον ἡμῶν, Ἰησοῦν Χριστόν, τὸν ἀρχιερέα τῶν προσφορῶν ἡμῶν,
τὸν προστάτην καὶ βοηθὸν τῆς ἀσθενείας ἡμῶν.

∆ιὰ Τούτου ἀτενίζομεν εἰς τὰ ὕψη τῶν οὐρανῶν,
διὰ Τούτου ἐνοπτριζόμεθα τὴν ἄμωμον καὶ ὑπερτάτην ὄψιν αὐτοῦ,
διὰ Τούτου ἠνεóχθησαν ἡμῶν οἱ ὀφθαλμοὶ τῆς καρδίας,
διὰ Τούτου ἡ ἀσύνετος καὶ ἐσκοτωμένη διάνοια ἡμῶν ἀναθάλλει εἰς τὸ φῶς,
διὰ Τούτου ἠθέλησεν ὁ δεσπότης τῆς ἀθανάτου γνώσεως ἡμᾶς γεύσασθαι,
«ὃς ὢν ἀπαύγασμα τῆς μεγαλωσύνης Αὐτοῦ τοσούτῳ μείζων ἐστὶν ἀγγέλων, ὅσῳ διαφορώτερον ὄνομα κεκληρονόμηκεν».

Γέγραπται γὰρ οὕτως·

«Ὁ ποιῶν τοὺς ἀγγέλους Αὐτοῦ πνεύματα καὶ τοὺς λειτουργοὺς Αὐτοῦ πυρὸς φλόγα.»

Ἐπὶ δὲ τῷ Υἱῷ Αὐτοῦ οὕτως εἶπεν ὁ Δεσπότης·

«Υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά Σε·
αἴτησαι παρ' Ἐμοῦ, καὶ δώσω Σοι ἔθνη τὴν κληρονομίαν Σου καὶ τὴν κατάσχεσίν Σου τὰ πέρατα τῆς γῆς.»

Καὶ πάλιν λέγει πρὸς Αὐτόν·

«Κάθου ἐκ δεξιῶν Μου,
ἕως ἂν θῶ τοὺς ἐχθρούς Σου ὑποπόδιον τῶν ποδῶν Σου.»

Τίνες οὖν οἱ ἐχθροί;

οἱ φαῦλοι καὶ ἀντιτασσόμενοι τῷ θελήματι Αὐτοῦ.


ΚΕΦΑΛΑΙΟΝ ΛΖ’.

Στρατευσώμεθα οὖν, ἄνδρες ἀδελφοί,
μετὰ πάσης ἐκτενείας ἐν τοῖς ἀμώμοις προστάγμασιν Αὐτοῦ.

Κατανοήσωμεν τοὺς στρατευομένους τοῖς ἡγουμένοις ἡμῶν, πῶς εὐτάκτως, πῶς εἰκτικῶς, πῶς ὑποτεταγμένως ἐπιτελοῦσιν τὰ διατασσόμενα.

Oὐ πάντες εἰσὶν ἔπαρχοι οὐδὲ χιλίαρχοι οὐδὲ ἑκατόνταρχοι οὐδὲ πεντηκόνταρχοι οὐδὲ τὸ καθεξῆς,
ἀλλ' ἕκαστος ἐν τῷ ἰδίῳ τάγματι τὰ ἐπιτασσόμενα ὑπὸ τοῦ βασιλέως καὶ τῶν ἡγουμένων ἐπιτελεῖ.
Oἱ μεγάλοι δίχα τῶν μικρῶν οὐ δύνανται εἶναι,
οὔτε οἱ μικροὶ δίχα τῶν μεγάλων·
σύγκρασίς τίς ἐστιν ἐν πᾶσιν, καὶ ἐν τούτοις χρῆσις.

Λάβωμεν τὸ σῶμα ἡμῶν·
ἡ κεφαλὴ δίχα τῶν ποδῶν οὐδέν ἐστιν,
οὕτως οὐδὲ οἱ πόδες δίχα τῆς κεφαλῆς·
τὰ δὲ ἐλάχιστα μέλη τοῦ σώματος ἡμῶν ἀναγκαῖα καὶ εὔχρηστά εἰσιν ὅλῳ τῷ σώματι·
ἀλλὰ πάντα συνπνεῖ καὶ ὑποταγῇ μιᾷ χρῆται εἰς τὸ σώζεσθαι ὅλον τὸ σῶμα.


ΚΕΦΑΛΑΙΟΝ ΛΗ’.

Σῳζέσθω οὖν ἡμῶν ὅλον τὸ σῶμα ἐν Χριστῷ Ἰησοῦ,
καὶ ὑποτασσέσθω ἕκαστος τῷ πλησίον αὐτοῦ,
καθὼς ἐτέθη ἐν τῷ χαρίσματι αὐτοῦ.

Ὁ ἰσχυρὸς τημελείτω τὸν ἀσθενῆ,
ὁ δὲ ἀσθενὴς ἐντρεπέτω τὸν ἰσχυρόν·
ὁ πλούσιος ἐπιχορηγείτω τῷ πτωχῷ,
ὁ δὲ πτωχὸς εὐχαριστείτω τῷ Θεῷ,
ὅτι ἔδωκεν αὐτῷ δι' οὗ ἀναπληρωθῇ αὐτοῦ τὸ ὑστέρημα·
ὁ σοφὸς ἐνδεικνύσθω τὴν σοφίαν αὐτοῦ μὴ ἐν λόγοις,
ἀλλ' ἐν ἔργοις ἀγαθοῖς·
ὁ ταπεινοφρονῶν μὴ ἑαυτῷ μαρτυρείτω,
ἀλλ' ἐάτω ὑφ' ἑτέρου ἑαυτὸν μαρτυρεῖσθαι·
ὁ ἁγνὸς ἐν τῇ σαρκὶ μὴ ἀλαζονευέσθω, γινώσκων,
ὅτι ἕτερός ἐστιν ὁ ἐπιχορηγῶν αὐτῷ τὴν ἐγκράτειαν.

Ἀναλογισώμεθα οὖν, ἀδελφοί,
ἐκ ποίας ὕλης ἐγενήθημεν, ποῖοι καὶ τίνες εἰσήλθαμεν εἰς τὸν κόσμον,
ἐκ ποίου τάφου καὶ σκότους ὁ πλάσας ἡμᾶς καὶ δημιουργήσας εἰσήγαγεν εἰς τὸν κόσμον Αὐτοῦ,
προετοιμάσας τὰς εὐεργεσίας Αὐτοῦ πρὶν ἡμᾶς γεννηθῆναι.

Ταῦτα οὖν πάντα ἐξ αὐτοῦ ἔχοντες ὀφείλομεν κατὰ πάντα εὐχαριστεῖν Αὐτῷ·
ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


ΚΕΦΑΛΑΙΟΝ ΛΘ’.

Ἄφρονες καὶ ἀσύνετοι καὶ μωροὶ καὶ ἀπαίδευτοι χλευάζουσιν ἡμᾶς καὶ μυκτηρίζουσιν, ἑαυτοὺς βουλόμενοι ἐπαίρεσθαι ταῖς διανοίαις αὐτῶν.

Τί γὰρ δύναται θνητός; ἢ τίς ἰσχὺς γηγενοῦς;

Γέγραπται γάρ·

«Oὐκ ἦν μορφὴ πρὸ ὀφθαλμῶν μου,
ἀλλ' ἢ αὔραν καὶ φωνὴν ἤκουον·
Τί γάρ; μὴ καθαρὸς ἔσται βροτὸς ἔναντι Κυρίου,
ἢ ἀπὸ τῶν ἔργων αὐτοῦ ἄμεμπτος ἀνήρ,
εἰ κατὰ παίδων αὐτοῦ οὐ πιστεύει,
κατὰ δὲ ἀγγέλων αὐτοῦ σκολιόν τι ἐπενόησεν;
Oὐρανὸς δὲ οὐ καθαρὸς ἐνώπιον αὐτοῦ·
ἔα δέ, οἱ κατοικοῦντες οἰκίας πηλίνας,
ἐξ ὧν καὶ αὐτοὶ ἐκ τοῦ αὐτοῦ πηλοῦ ἐσμέν.
Ἔπαισεν αὐτοὺς σητὸς τρόπον,
καὶ ἀπὸ πρωΐθεν ἕως ἑσπέρας οὐκ ἔτι εἰσίν·
παρὰ τὸ μὴ δύνασθαι αὐτοὺς ἑαυτοῖς βοηθῆσαι ἀπώλοντο.

Ἐνεφύσησεν αὐτοῖς,
καὶ ἐτελεύτησαν παρὰ τὸ μὴ ἔχειν αὐτοὺς σοφίαν.
Ἐπικάλεσαι δέ, εἴ τίς σοι ὑπακούσεται,
ἢ εἴ τινα ἁγίων ἀγγέλων ὄψῃ·
καὶ γὰρ ἄφρονα ἀναιρεῖ ὀργή,
πεπλανημένον δὲ θανατοῖ ζῆλος.
Ἐγὼ δὲ ἑώρακα ἄφρονας ῥίζας βάλλοντας,
ἀλλ' εὐθέως ἐβρώθη αὐτῶν ἡ δίαιτα.

Πόρρω γένοιντο οἱ υἱοὶ αὐτῶν ἀπὸ σωτηρίας·
κολαβρισθείησαν ἐπὶ θύραις ἡσσόνων,
καὶ οὐκ ἔσται ὁ ἐξαιρούμενος.
Ἃ γὰρ ἐκείνοις ἡτοίμασται, δίκαιοι ἔδονται·
αὐτοὶ δὲ ἐκ κακῶν οὐκ ἐξαίρετοι ἔσονται.»


ΚΕΦΑΛΑΙΟΝ Μ’.

Προδήλων οὖν ἡμῖν ὄντων τούτων καὶ ἐγκεκυφότες εἰς τὰ βάθη τῆς θείας γνώσεως πάντα τάξει ποιεῖν ὀφείλομεν,
ὅσα ὁ Δεσπότης ἐπιτελεῖν ἐκέλευσεν κατὰ καιροὺς τεταγμένους·
Τάς τε προσφορὰς καὶ λειτουργίας ἐπιτελεῖσθαι,
καὶ οὐκ εἰκῇ ἢ ἀτάκτως ἐκέλευσεν γίνεσθαι,
ἀλλ' ὡρισμένοις καιροῖς καὶ ὥραις·
ποῦ τε καὶ διὰ τίνων ἐπιτελεῖσθαι θέλει,
Αὐτὸς ὥρισεν τῇ ὑπερτάτῳ Αὐτοῦ βουλήσει,
ἵν' ὁσίως πάντα γινόμενα ἐν εὐδοκήσει εὐπρόσδεκτα εἴη τῷ θελήματι Αὐτοῦ.

Oἱ οὖν τοῖς προστεταγμένοις καιροῖς ποιοῦντες τὰς προσφορὰς αὐτῶν εὐπρόσδεκτοί τε καὶ μακάριοι·

τοῖς γὰρ νομίμοις τοῦ Δεσπότου ἀκολουθοῦντες οὐ διαμαρτάνουσιν.

Τῷ γὰρ ἀρχιερεῖ ἴδιαι λειτουργίαι δεδομέναι εἰσὶν καὶ τοῖς ἱερεῦσιν ἴδιος ὁ τόπος προστέτακται καὶ λευΐταις ἴδιαι διακονίαι ἐπίκεινται·
ὁ λαϊκὸς ἄνθρωπος τοῖς λαϊκοῖς προστάγμασιν δέδεται.


ΚΕΦΑΛΑΙΟΝ ΜΑ’.

Ἕκαστος ἡμῶν, ἀδελφοί, ἐν τῷ ἰδίῳ τάγματι εὐαρεστείτω τῷ Θεῷ ἐν ἀγαθῇ συνειδήσει ὑπάρχων, μὴ παρεκβαίνων τὸν ὡρισμένον τῆς λειτουργίας αὐτοῦ κανόνα, ἐν σεμνότητι.

Oὐ πανταχοῦ, ἀδελφοί, προσφέρονται θυσίαι ἐνδελεχισμοῦ ἢ εὐχῶν ἢ περὶ ἁμαρτίας καὶ πλημμελείας,
ἀλλ' ἢ ἐν Ἱερουσαλὴμ μόνῃ·
κἀκεῖ δὲ οὐκ ἐν παντὶ τόπῳ προσφέρεται,
ἀλλ' ἔμπροσθεν τοῦ ναοῦ πρὸς τὸ θυσιαστήριον, μωμοσκοπηθὲν τὸ προσφερόμενον διὰ τοῦ ἀρχιερέως καὶ τῶν προειρημένων λειτουργῶν.

Oἱ οὖν παρὰ τὸ καθῆκον τῆς βουλήσεως Αὐτοῦ ποιοῦντές τι θάνατον τὸ πρόστιμον ἔχουσιν.

Ὁρᾶτε, ἀδελφοί·
ὅσῳ πλείονος κατηξιώθημεν γνώσεως,
τοσούτῳ μᾶλλον ὑποκείμεθα κινδύνῳ.


ΚΕΦΑΛΑΙΟΝ ΜΒ’.

Oἱ ἀπόστολοι ἡμῖν εὐηγγελίσθησαν ἀπὸ τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ, Ἰησοῦς ὁ Χριστὸς ἀπὸ τοῦ Θεοῦ ἐξεπέμφθη.

Ὁ Χριστὸς οὖν ἀπὸ τοῦ Θεοῦ, καὶ οἱ ἀπόστολοι ἀπὸ τοῦ Χριστοῦ·
ἐγένοντο οὖν ἀμφότερα εὐτάκτως ἐκ θελήματος Θεοῦ.

Παραγγελίας οὖν λαβόντες καὶ πληροφορηθέντες διὰ τῆς ἀναστάσεως τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ πιστωθέντες ἐν τῷ λόγῳ τοῦ Θεοῦ μετὰ πληροφορίας πνεύματος ἁγίου ἐξῆλθον εὐαγγελιζόμενοι τὴν βασιλείαν τοῦ Θεοῦ μέλλειν ἔρχεσθαι.

Κατὰ χώρας οὖν καὶ πόλεις κηρύσσοντες καθίστανον τὰς ἀπαρχὰς αὐτῶν, δοκιμάσαντες τῷ πνεύματι, εἰς ἐπισκόπους καὶ διακόνους τῶν μελλόντων πιστεύειν.

Καὶ τοῦτο οὐ καινῶς·
ἐκ γὰρ δὴ πολλῶν χρόνων ἐγέγραπτο περὶ ἐπισκόπων καὶ διακόνων·

οὕτως γάρ που λέγει ἡ γραφή·

«Καταστήσω τοὺς ἐπισκόπους αὐτῶν ἐν δικαιοσύνῃ καὶ τοὺς διακόνους αὐτῶν ἐν πίστει.»


ΚΕΦΑΛΑΙΟΝ ΜΓ’.

Καὶ τί θαυμαστόν, εἰ οἱ ἐν Χριστῷ πιστευθέντες παρὰ Θεοῦ ἔργον τοιοῦτο κατέστησαν τοὺς προειρημένους;
ὅπου καὶ ὁ μακάριος
«πιστὸς θεράπων ἐν ὅλῳ τῷ οἴκῳή Μωϋσῆς τὰ διατεταγμένα αὐτῷ πάντα ἐσημειώσατο ἐν ταῖς ἱεραῖς βίβλοις,
ᾧ καὶ ἐπηκολούθησαν οἱ λοιποὶ προφῆται συνεπιμαρτυροῦντες τοῖς ὑπ' αὐτοῦ νενομοθετημένοις.

Ἐκεῖνος γὰρ ζήλου ἐμπεσόντος περὶ τῆς ἱερωσύνης καὶ στασιαζουσῶν τῶν φυλῶν, ὁποία αὐτῶν εἴη τῷ ἐνδόξῳ ὀνόματι κεκοσμημένη, ἐκέλευσεν τοὺς δώδεκα φυλάρχους προσενεγκεῖν αὐτῷ ῥάβδους ἐπιγεγραμμένας ἑκάστης φυλῆς κατ' ὄνομα·
καὶ λαβὼν αὐτὰς ἔδησεν καὶ ἐσφράγισεν τοῖς δακτυλίοις τῶν φυλάρχων καὶ ἀπέθετο αὐτὰς εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου ἐπὶ τὴν τράπεζαν τοῦ Θεοῦ·
καὶ κλείσας τὴν σκηνὴν ἐσφράγισεν τὰς κλεῖδας ὡσαύτως
καὶ τὰς ῥάβδους, καὶ εἶπεν αὐτοῖς·

‘Ἄνδρες ἀδελφοί, ἧς ἂν φυλῆς ἡ ῥάβδος βλαστήσῃ, ταύτην ἐκλέλεκται ὁ Θεὸς εἰς τὸ ἱερατεύειν καὶ λειτουργεῖν αὐτῷ.’

Πρωΐας δὲ γενομένης συνεκάλεσεν πάντα τὸν Ἰσραήλ,
τὰς ἑξακοσίας χιλιάδας τῶν ἀνδρῶν,
καὶ ἐπεδείξατο τοῖς φυλάρχοις τὰς σφραγῖδας
καὶ ἤνοιξεν τὴν σκηνὴν τοῦ μαρτυρίου καὶ προεῖλεν τὰς ῥάβδους·
καὶ εὑρέθη ἡ ῥάβδος Ἀαρὼν οὐ μόνον βεβλαστηκυῖα,
ἀλλὰ καὶ καρπὸν ἔχουσα.

Τί δοκεῖτε, ἀγαπητοί;

οὐ προῄδει Μωϋσῆς τοῦτο μέλλειν ἔσεσθαι;
μάλιστα ᾔδει·
ἀλλ' ἵνα μὴ ἀκαταστασία γένηται ἐν τῷ Ἰσραήλ,
οὕτως ἐποίησεν, εἰς τὸ δοξασθῆναι τὸ ὄνομα τοῦ Ἀληθινοῦ καὶ Μόνου·
ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


ΚΕΦΑΛΑΙΟΝ Μ∆’.

Καὶ οἱ ἀπόστολοι ἡμῶν ἔγνωσαν διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὅτι ἔρις ἔσται περὶ τοῦ ὀνόματος τῆς ἐπισκοπῆς.

∆ιὰ ταύτην οὖν τὴν αἰτίαν πρόγνωσιν εἰληφότες τελείαν κατέστησαν τοὺς προειρημένους καὶ μεταξὺ ἐπινομὴν ἔδωκαν, ὅπως, ἐὰν κοιμηθῶσιν, διαδέξωνται ἕτεροι δεδοκιμασμένοι ἄνδρες τὴν λειτουργίαν αὐτῶν.

Τοὺς οὖν κατασταθέντας ὑπ' ἐκείνων ἢ μεταξὺ ὑφ' ἑτέρων ἐλλογίμων ἀνδρῶν συνευδοκησάσης τῆς ἐκκλησίας πάσης
καὶ λειτουργήσαντας ἀμέμπτως τῷ ποιμνίῳ τοῦ Χριστοῦ μετὰ ταπεινοφροσύνης, ἡσύχως καὶ ἀβαναύσως, μεμαρτυρημένους τε πολλοῖς χρόνοις ὑπὸ πάντων, τούτους οὐ δικαίως νομίζομεν ἀποβάλλεσθαι τῆς λειτουργίας.

Ἁμαρτία γὰρ οὐ μικρὰ ἡμῖν ἔσται, ἐὰν τοὺς ἀμέμπτως καὶ ὁσίως προσενεγκόντας τὰ δῶρα τῆς ἐπισκοπῆς ἀποβάλωμεν.

Μακάριοι οἱ προοδοιπορήσαντες πρεσβύτεροι,
οἵτινες ἔγκαρπον καὶ τελείαν ἔσχον τὴν ἀνάλυσιν·
οὐ γὰρ εὐλαβοῦνται, μή τις αὐτοὺς μεταστήσῃ ἀπὸ τοῦ ἱδρυμένου αὐτοῖς τόπου.

Ὁρῶμεν γάρ, ὅτι ἐνίους ὑμεῖς μετηγάγετε καλῶς πολιτευομένους ἐκ τῆς ἀμέμπτως αὐτοῖς τετιμημένης λειτουργίας.


ΚΕΦΑΛΑΙΟΝ ΜΕ’.

Φιλόνεικοι ἔστε, ἀδελφοί,
καὶ ζηλωταὶ περὶ τῶν ἀνηκόντων εἰς σωτηρίαν.

Ἐνκεκύφατε εἰς τὰς ἱερὰς γραφάς, τὰς ἀληθεῖς,
τὰς διὰ τοῦ Πνεύματος τοῦ Ἁγίου.

Ἐπίστασθε, ὅτι οὐδὲν ἄδικον οὐδὲ παραπεποιημένον γέγραπται ἐν αὐταῖς.

Oὐχ εὑρήσετε δικαίους ἀποβεβλημένους ἀπὸ ὁσίων ἀνδρῶν.
Ἐδιώχθησαν δίκαιοι, ἀλλ' ὑπὸ ἀνόμων·
ἐφυλακίσθησαν, ἀλλ' ὑπὸ ἀνοσίων·
ἐλιθάσθησαν ὑπὸ παρανόμων·
ἀπεκτάνθησαν ὑπὸ τῶν μιαρὸν καὶ ἄδικον ζῆλον ἀνειληφότων.
Ταῦτα πάσχοντες εὐκλεῶς ἤνεγκαν.

Τί γὰρ εἴπωμεν, ἀδελφοί;

∆ανιὴλ ὑπὸ τῶν φοβουμένων τὸν Θεὸν ἐβλήθη εἰς λάκκον λεόντων;

Ἢ Ἀνανίας καὶ Ἀζαρίας καὶ Μισαὴλ ὑπὸ τῶν θρησκευόντων τὴν μεγαλοπρεπῆ καὶ ἔνδοξον θρησκείαν τοῦ ὑψίστου κατείρχθησαν εἰς κάμινον πυρός;

Μηθαμῶς τοῦτο γένοιτο.

Τίνες οὖν οἱ ταῦτα δράσαντες;

Oἱ στυγητοὶ καὶ πάσης κακίας πλήρεις εἰς τοσοῦτο ἐξήρισαν θυμοῦ, ὥστε τοὺς ἐν ὁσίᾳ καὶ ἀμώμῳ προθέσει δουλεύοντας τῷ Θεῷ εἰς αἰκίαν περιβαλεῖν, μὴ εἰδότες, ὅτι ὁ ὕψιστος ὑπέρμαχος καὶ ὑπερασπιστής ἐστιν τῶν ἐν καθαρᾷ συνειδήσει λατρευόντων τῷ παναρέτῳ ὀνόματι Αὐτοῦ·
ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Oἱ δὲ ὑπομένοντες ἐν πεποιθήσει δόξαν καὶ τιμὴν ἐκληρονόμησαν, ἐπήρθησάν τε καὶ ἔγγραφοι ἐγένοντο ἀπὸ τοῦ Θεοῦ ἐν τῷ μνημοσύνῳ Αὐτοῦ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


ΚΕΦΑΛΑΙΟΝ ΜϚ’.

Τοιούτοις οὖν ὑποδείγμασιν κολληθῆναι καὶ ἡμᾶς δεῖ, ἀδελφοί.

Γέγραπται γάρ·

«Κολλᾶσθε τοῖς ἁγίοις,
ὅτι οἱ κολλώμενοι αὐτοῖς ἁγιασθήσονται.»

Καὶ πάλιν ἐν ἑτέρῳ τόπῳ λέγει·

«Μετὰ ἀνδρὸς ἀθώου ἀθῷος ἔσῃ, καὶ μετὰ ἐκλεκτοῦ ἐκλεκτὸς ἔσῃ, καὶ μετὰ στρεβλοῦ διαστρέψεις.»

Κολληθῶμεν οὖν τοῖς ἀθώοις καὶ δικαίοις·
εἰσὶν δὲ οὗτοι ἐκλεκτοὶ τοῦ Θεοῦ.

Ἱνατί ἔρεις καὶ θυμοὶ καὶ διχοστασίαι καὶ σχίσματα πόλεμός τε ἐν ὑμῖν;
Ἢ οὐχὶ ἕνα Θεὸν ἔχομεν καὶ ἕνα Χριστὸν καὶ ἓν πνεῦμα τῆς χάριτος τὸ ἐκχυθὲν ἐφ' ἡμᾶς, καὶ μία κλῆσις ἐν Χριστῷ;

Ἱνατί διέλκομεν καὶ διασπῶμεν τὰ μέλη τοῦ Χριστοῦ καὶ στασιάζομεν πρὸς τὸ σῶμα τὸ ἴδιον καὶ εἰς τοσαύτην ἀπόνοιαν ἐρχόμεθα, ὥστε ἐπιλαθέσθαι ἡμᾶς, ὅτι μέλη ἐσμὲν ἀλλήλων;

Μνήσθητε τῶν λόγων Ἰησοῦ τοῦ Κυρίου ἡμῶν.

Eἶπεν γάρ·

«Oὐαὶ τῷ ἀνθρώπῳ ἐκείνῳ·
καλὸν ἦν αὐτῷ, εἰ οὐκ ἐγεννήθη,
ἢ ἕνα τῶν ἐκλεκτῶν Μου σκανδαλίσαι·
κρεῖττον ἦν αὐτῷ περιτεθῆναι μύλον καὶ καταποντισθῆναι εἰς τὴν θάλασσαν,
ἢ ἕνα τῶν ἐκλεκτῶν μου διαστρέψαι.»

Τὸ σχίσμα ὑμῶν πολλοὺς διέστρεψεν, πολλοὺς εἰς ἀθυμίαν ἔβαλεν, πολλοὺς εἰς δισταγμόν, τοὺς πάντας ἡμᾶς εἰς λύπην·
καὶ ἐπίμονος ὑμῶν ἐστὶν ἡ στάσις.


ΚΕΦΑΛΑΙΟΝ ΜΖ’.

Ἀναλάβετε τὴν ἐπιστολὴν τοῦ μακαρίου Παύλου τοῦ ἀποστόλου.

Τί πρῶτον ὑμῖν ἐν ἀρχῇ τοῦ εὐαγγελίου ἔγραψεν;

Ἐπ' ἀληθείας πνευματικῶς ἐπέστειλεν ὑμῖν περὶ ἑαυτοῦ τε καὶ Κηφᾶ τε καὶ Ἀπολλώ, διὰ τὸ καὶ τότε προσκλίσεις ὑμᾶς πεποιῆσθαι.

Ἀλλ' ἡ πρόσκλισις ἐκείνη ἥττονα ἁμαρτίαν ὑμῖν προσήνεγκεν·
προσεκλίθητε γὰρ ἀποστόλοις μεμαρτυρημένοις καὶ ἀνδρὶ δεδοκιμασμένῳ παρ' αὐτοῖς.

Νυνὶ δὲ κατανοήσατε, τίνες ὑμᾶς διέστρεψαν καὶ τὸ σεμνὸν τῆς περιβοήτου φιλαδελφίας ὑμῶν ἐμείωσαν.

Aἰσχρά, ἀγαπητοί, καὶ λίαν αἰσχρὰ καὶ ἀνάξια τῆς ἐν Χριστῷ ἀγωγῆς ἀκούεσθαι, τὴν βεβαιοτάτην καὶ ἀρχαίαν Κορινθίων ἐκκλησίαν δι' ἓν ἢ δύο πρόσωπα στασιάζειν πρὸς τοὺς πρεσβυτέρους.

Καὶ αὕτη ἡ ἀκοὴ οὐ μόνον εἰς ἡμᾶς ἐχώρησεν, ἀλλὰ καὶ εἰς τοὺς ἑτεροκλινεῖς ὑπάρχοντας ἀφ' ἡμῶν, ὥστε καὶ βλασφημίας ἐπιφέρεσθαι τῷ ὀνόματι Κυρίου διὰ τὴν ὑμετέραν ἀφροσύνην, ἑαυτοῖς δὲ κίνδυνον ἐπεξεργάζεσθαι.


ΚΕΦΑΛΑΙΟΝ ΜΗ’.

Ἐξάρωμεν οὖν τοῦτο ἐν τάχει καὶ προσπέσωμεν τῷ δεσπότῃ καὶ κλαύσωμεν ἱκετεύοντες αὐτόν, ὅπως ἵλεως γενόμενος ἐπικαταλλαγῇ ἡμῖν καὶ ἐπὶ τὴν σεμνὴν τῆς φιλαδελφίας ἡμῶν ἁγνὴν ἀγωγὴν ἀποκαταστήσῃ ἡμᾶς.

Πύλη γὰρ δικαιοσύνης ἀνεῳγυῖα εἰς ζωὴν αὕτη, καθὼς γέγραπται·

«Ἀνοίξατέ μοι πύλας δικαιοσύνης·
εἰσελθὼν ἐν αὐταῖς ἐξομολογήσομαι τῷ Κυρίῳ.
Aὕτη ἡ πύλη τοῦ Κυρίου·
δίκαιοι εἰσελεύσονται ἐν αὐτῇ.»

Πολλῶν οὖν πυλῶν ἀνεῳγυιῶν ἡ ἐν δικαιοσύνῃ αὕτη ἐστὶν ἡ ἐν Χριστῷ, ἐν ᾗ μακάριοι πάντες οἱ εἰσελθόντες καὶ κατευθύνοντες τὴν πορείαν αὐτῶν ἐν ὁσιότητι καὶ δικαιοσύνῃ, ἀταράχως πάντα ἐπιτελοῦντες.

Ἤτω τις πιστός, ἤτω δυνατὸς γνῶσιν ἐξει πεῖν, ἤτω σοφὸς ἐν διακρίσει λόγων, ἤτω ἁγνὸς ἐν ἔργοις·
τοσούτῳ γὰρ μᾶλλον ταπεινοφρονεῖν ὀφείλει, ὅσῳ δοκεῖ μᾶλλον μείζων εἶναι, καὶ ζητεῖν τὸ κοινωφελὲς πᾶσιν, καὶ μὴ τὸ ἑαυτοῦ.


ΚΕΦΑΛΑΙΟΝ ΜΘ’.

Ὁ ἔχων ἀγάπην ἐν Χριστῷ ποιησάτω τὰ τοῦ Χριστοῦ παραγγέλματα.

Τὸν δεσμὸν τῆς ἀγάπης τοῦ Θεοῦ τίς δύναται ἐξηγήσασθαι;
τὸ μεγαλεῖον τῆς καλλονῆς αὐτοῦ τίς ἀρκετὸς ἐξειπεῖν;
Τὸ ὕψος, εἰς ὃ ἀνάγει ἡ ἀγάπη, ἀνεκδιήγητόν ἐστιν.

Ἀγάπη κολλᾷ ἡμᾶς τῷ Θεῷ, «ἀγάπη καλύπτει πλῆθος ἁμαρτιῶν»,
ἀγάπη πάντα ἀνέχεται, πάντα μακροθυμεῖ·
οὐδὲν βάναυσον ἐν ἀγάπῃ, οὐδὲν ὑπερήφανον·
ἀγάπη σχίσμα οὐκ ἔχει, ἀγάπη οὐ στασιάζει, ἀγάπη πάντα ποιεῖ ἐν ὁμονοίᾳ·
ἐν τῇ ἀγάπῃ ἐτελειώθησαν πάντες οἱ ἐκλεκτοὶ τοῦ Θεοῦ·
δίχα ἀγάπης οὐδὲν εὐάρεστόν ἐστιν τῷ Θεῷ.

Ἐν ἀγάπῃ προσελάβετο ἡμᾶς ὁ Δεσπότης·
διὰ τὴν ἀγάπην, ἣν ἔσχεν πρὸς ἡμᾶς, τὸ αἷμα Αὐτοῦ ἔδωκεν ὑπὲρ ἡμῶν Ἰησοῦς Χριστὸς ὁ Κύριος ἡμῶν ἐν θελήματι Θεοῦ, καὶ τὴν σάρκα ὑπὲρ τῆς σαρκὸς ἡμῶν καὶ τὴν ψυχὴν ὑπὲρ τῶν ψυχῶν ἡμῶν.


ΚΕΦΑΛΑΙΟΝ Ν’.

Ὁρᾶτε, ἀγαπητοί, πῶς μέγα καὶ θαυμαστόν ἐστιν ἡ ἀγάπη, καὶ τῆς τελειότητος αὐτῆς οὐκ ἔστιν ἐξήγησις.

Τίς ἱκανὸς ἐν αὐτῇ εὑρεθῆναι, εἰ μὴ οὓς ἂν καταξιώσῃ ὁ Θεός;

∆εώμεθα οὖν καὶ αἰτώμεθα ἀπὸ τοῦ ἐλέους αὐτοῦ, ἵνα ἐν ἀγάπῃ εὑρεθῶμεν δίχα προσκλίσεως ἀνθρωπίνης, ἄμωμοι.

Aἱ γενεαὶ πᾶσαι ἀπὸ Ἀδὰμ ἕως τῆσδε τῆς ἡμέρας παρῆλθον·
ἀλλ' οἱ ἐν ἀγάπῃ τελειωθέντες κατὰ τὴν τοῦ Θεοῦ χάριν ἔχουσιν χῶρον εὐσεβῶν·
οἳ φανερωθήσονται ἐν τῇ ἐπισκοπῇ τῆς βασιλείας τοῦ Χριστοῦ.

Γέγραπται γάρ·

«Eἰσέλθετε εἰς τὰ ταμεῖα μικρὸν ὅσον ὅσον,
ἕως οὗ παρέλθῃ ἡ ὀργὴ καὶ ὁ θυμός Μου·
καὶ μνησθήσομαι ἡμέρας ἀγαθῆς καὶ ἀναστήσω ὑμᾶς ἐκ τῶν θηκῶν ὑμῶν.»

Μακάριοί ἐσμεν, ἀγαπητοί, εἰ τὰ προστάγματα τοῦ Θεοῦ ἐποιοῦμεν ἐν ὁμονοίᾳ ἀγάπης, εἰς τὸ ἀφεθῆναι ἡμῖν δι' ἀγάπης τὰς ἁμαρτίας.

Γέγραπται γάρ·

«Μακάριοι, ὧν ἀφέθησαν αἱ ἀνομίαι, καὶ ὧν ἐπεκαλύφθησαν αἱ ἁμαρτίαι·
μακάριος ἀνήρ, οὗ οὐ μὴ λογίσηται Κύριος ἁμαρτίαν, οὐδέ ἐστιν ἐν τῷ στόματι αὐτοῦ δόλος.»

Oὗτος ὁ μακαρισμὸς ἐγένετο ἐπὶ τοὺς ἐκλελεγμένους ὑπὸ τοῦ Θεοῦ διὰ Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν·
ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


ΚΕΦΑΛΑΙΟΝ ΝΑ’.

Ὅσα οὖν παρεπέσαμεν καὶ ἐποιήσαμεν διά τινας παρεμπτώσεις τοῦ ἀντικειμένου, ἀξιώσωμεν ἀφεθῆναι ἡμῖν·
καὶ ἐκεῖνοι δέ, οἵτινες ἀρχηγοὶ στάσεως καὶ διχοστασίας ἐγενήθησαν, ὀφείλουσιν τὸ κοινὸν τῆς ἐλπίδος σκοπεῖν.

Oἱ γὰρ μετὰ φόβου καὶ ἀγάπης πολιτευόμενοι ἑαυτοὺς θέλουσιν μᾶλλον αἰκίαις περιπίπτειν ἢ τοὺς πλησίον·
μᾶλλον δὲ ἑαυτῶν κατάγνωσιν φέρουσιν ἢ τῆς παραδεδομένης ἡμῖν καλῶς καὶ δικαίως ὁμοφωνίας.


Καλὸν γὰρ ἀνθρώπῳ ἐξομολογεῖσθαι περὶ τῶν παραπτωμάτων ἢ σκληρῦναι τὴν καρδίαν αὐτοῦ,
καθὼς ἐσκληρύνθη ἡ καρδία τῶν στασιασάντων πρὸς τὸν θεράποντα τοῦ Θεοῦ Μωϋσῆν, ὧν τὸ κρίμα πρόδηλον ἐγενήθη.

«Κατέβησαν γὰρ εἰς ᾅδου ζῶντες»,

καὶ «θάνατος ποιμανεῖ αὐτούς».
Φαραὼ καὶ ἡ στρατιὰ αὐτοῦ καὶ πάντες οἱ ἡγούμενοι Aἰγύπτου, τά τε ἅρματα καὶ οἱ ἀναβάται αὐτῶν οὐ δι' ἄλλην τινὰ αἰτίαν ἐβυθίσθησαν εἰς θάλασσαν ἐρυθρὰν καὶ ἀπώλοντο, ἀλλὰ διὰ τὸ σκληρυνθῆναι αὐτῶν τὰς ἀσυνέτους καρδίας μετὰ τὸ γενέσθαι τὰ σημεῖα καὶ τὰ τέρατα ἐν Aἰγύπτῳ διὰ τοῦ θεράποντος τοῦ Θεοῦ Μωϋσέως.


ΚΕΦΑΛΑΙΟΝ ΝΒ’.

Ἀπροσδεής, ἀδελφοί, ὁ δεσπότης ὑπάρχει τῶν ἁπάντων·
οὐδὲν οὐδενὸς χρῄζει εἰ μὴ τὸ ἐξομολογεῖσθαι αὐτῷ.

Φησὶν γὰρ ὁ ἐκλεκτὸς ∆αυίδ·
«Ἐξομολογήσομαι τῷ Κυρίῳ, καὶ ἀρέσει αὐτῷ ὑπὲρ μόσχον νέον κέρατα ἐκφέροντα καὶ ὁπλάς·
ἰδέτωσαν πτωχοὶ καὶ εὐφρανθήτωσαν.»

Καὶ πάλιν λέγει·

«Θῦσον τῷ Θεῷ θυσίαν αἰνέσεως καὶ ἀπόδος τῷ ὑψίστῳ τὰς εὐχάς σου·
καὶ ἐπικάλεσαί με ἐν ἡμέρᾳ θλίψεώς σου, καὶ ἐξελοῦμαί σε, καὶ δοξάσεις με.»

«Θυσία γὰρ τῷ Θεῷ πνεῦμα συντετριμμένον.»


ΚΕΦΑΛΑΙΟΝ ΝΓ’.

Ἐπίστασθε γὰρ καὶ καλῶς ἐπίστασθε τὰς ἱερὰς γραφάς, ἀγαπητοί, καὶ ἐγκεκύφατε εἰς τὰ λόγια τοῦ Θεοῦ.

Πρὸς ἀνάμνησιν οὖν ταῦτα γράφομεν.

Μωϋσέως γὰρ ἀναβάντος εἰς τὸ ὄρος καὶ ποιήσαντος τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας ἐν νηστείᾳ καὶ ταπεινώσει εἶπεν πρὸς αὐτὸν ὁ Θεός·

«Κατάβηθι τὸ τάχος ἐντεῦθεν, ὅτι ἠνόμησεν ὁ λαός σου,
οὓς ἐξήγαγες ἐκ γῆς Aἰγύπτου·
παρέβησαν ταχὺ ἐκ τῆς ὁδοῦ ἧς ἐνετείλω αὐτοῖς,
ἐποίησαν ἑαυτοῖς χωνεύματα.»

Καὶ εἶπεν Κύριος πρὸς αὐτόν·

«Λελάληκα πρὸς σὲ ἅπαξ καὶ δὶς λέγων·
Ἑώρακα τὸν λαὸν τοῦτον, καὶ ἰδού ἐστιν σκληροτράχηλος·
ἔασόν με ἐξολεθρεῦσαι αὐτούς, καὶ ἐξαλείψω τὸ ὄνομα αὐτῶν ὑποκάτωθεν τοῦ οὐρανοῦ, καὶ ποιήσω σε εἰς ἔθνος μέγα καὶ θαυμαστὸν καὶ πολὺ μᾶλλον ἢ τοῦτο.»

Καὶ εἶπεν Μωϋσῆς·

«Μηθαμῶς, Κύριε·
ἄφες τὴν ἁμαρτίαν τῷ λαῷ τούτῳ,
ἢ κἀμὲ ἐξάλειψον ἐκ βίβλου ζώντων.»

Ὢ μεγάλης ἀγάπης, ὢ τελειότητος ἀνυπερβλήτου·
παρρησιάζεται θεράπων πρὸς Κύριονν, αἰτεῖται ἄφεσιν τῷ πλήθει, ἢ καὶ ἑαυτὸν ἐξαλειφθῆναι μετ' αὐτῶν ἀξιοῖ.


ΚΕΦΑΛΑΙΟΝ Ν∆’.

Τίς οὖν ἐν ὑμῖν γενναῖος, τίς εὔσπλαγχνος, τίς πεπληροφορημένος ἀγάπης;

Eἰπάτω·

Eἰ δι' ἐμὲ στάσις καὶ ἔρις καὶ σχίσματα, ἐκχωρῶ, ἄπειμι,
οὗ ἐὰν βούλησθε,
καὶ ποιῶ τὰ προστασσόμενα ὑπὸ τοῦ πλήθους·
μόνον τὸ ποίμνιον τοῦ Χριστοῦ εἰρηνευέτω μετὰ τῶν καθεσταμένων πρεσβυτέρων.

Τοῦτο ὁ ποιήσας ἑαυτῷ μέγα κλέος ἐν Χριστῷ περιποιήσεται, καὶ πᾶς τόπος δέξεται αὐτόν.

«Τοῦ γὰρ Κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς.»

Ταῦτα οἱ πολιτευόμενοι τὴν ἀμεταμέλητον πολιτείαν τοῦ Θεοῦ ἐποίησαν καὶ ποιήσουσιν.


ΚΕΦΑΛΑΙΟΝ ΝΕ’.

Ἵνα δὲ καὶ ὑποδείγματα ἐθνῶν ἐνέγκωμεν·
πολλοὶ βασιλεῖς καὶ ἡγούμενοι λοιμικοῦ τινὸς ἐνστάντος καιροῦ χρησμοδοτηθέντες παρέδωκαν ἑαυτοὺς εἰς θάνατον, ἵνα ῥύσωνται διὰ τοῦ ἑαυτῶν αἵματος τοὺς πολίτας·
πολλοὶ ἐξεχώρησαν ἰδίων πόλεων,
ἵνα μὴ στασιάζωσιν ἐπὶ πλεῖον.

Ἐπιστάμεθα πολλοὺς ἐν ἡμῖν παραδεδωκότας ἑαυτοὺς εἰς δεσμά, ὅπως ἑτέρους λυτρώσονται·
πολλοὶ ἑαυτοὺς παρέδωκαν εἰς δουλείαν καὶ λαβόντες τὰς τιμὰς αὐτῶν ἑτέρους ἐψώμισαν.

Πολλαὶ γυναῖκες ἐνδυναμωθεῖσαι διὰ τῆς χάριτος τοῦ Θεοῦ ἐπετελέσαντο πολλὰ ἀνδρεῖα.

Ἰουδὶθ ἡ μακαρία, ἐν συγκλεισμῷ οὔσης τῆς πόλεως, ᾐτήσατο παρὰ τῶν πρεσβυτέρων ἐαθῆναι αὐτὴν ἐξελθεῖν εἰς τὴν παρεμβολὴν τῶν ἀλλοφύλων.
Παραδοῦσα οὖν ἑαυτὴν τῷ κινδύνῳ ἐξῆλθεν δι' ἀγάπην τῆς πατρίδος καὶ τοῦ λαοῦ τοῦ ὄντος ἐν συγκλεισμῷ, καὶ παρέδωκεν Κύριος Ὀλοφέρνην ἐν χειρὶ θηλείας.

Oὐχ ἥττονι καὶ ἡ τελεία κατὰ πίστιν Ἐσθὴρ κινδύνῳ ἑαυτὴν παρέβαλεν, ἵνα τὸ δωδεκάφυλον τοῦ Ἰσραὴλ μέλλον ἀπολέσθαι ῥύσηται·
διὰ γὰρ τῆς νηστείας καὶ τῆς ταπεινώσεως αὐτῆς ἠξίωσεν τὸν παντεπόπτην δεσπότην, Θεὸν τῶν αἰώνων·
ὃς ἰδὼν τὸ ταπεινὸν τῆς ψυχῆς αὐτῆς ἐρύσατο τὸν λαόν, ὧν χάριν ἐκινδύνευσεν.


ΚΕΦΑΛΑΙΟΝ ΝϚ’.

Καὶ ἡμεῖς οὖν ἐντύχωμεν περὶ τῶν ἔν τινι παραπτώματι ὑπαρχόντων, ὅπως δοθῇ αὐτοῖς ἐπιείκεια καὶ ταπεινοφροσύνη εἰς τὸ εἶξαι αὐτοὺς μὴ ἡμῖν, ἀλλὰ τῷ θελήματι τοῦ Θεοῦ·
οὕτως γὰρ ἔσται αὐτοῖς ἔγκαρπος καὶ τελεία ἡ πρὸς τὸν Θεὸν καὶ τοὺς ἁγίους μετ' οἰκτιρμῶν μνεία.

Ἀναλάβωμεν παιδείαν, ἐφ' ᾗ οὐδεὶς ὀφείλει ἀγανακτεῖν, ἀγαπητοί.

Ἡ νουθέτησις, ἣν ποιούμεθα εἰς ἀλλήλους,
καλή ἐστιν καὶ ὑπεράγαν ὠφέλιμος·
κολλᾷ γὰρ ἡμᾶς τῷ θελήματι τοῦ Θεοῦ.

Oὕτως γάρ φησιν ὁ ἅγιος λόγος·

«Παιδεύων ἐπαίδευσέν με ὁ Κύριος,
καὶ τῷ θανάτῳ οὐ παρέδωκέν με.»

«Ὃν γὰρ ἀγαπᾷ Κύριος, παιδεύει·
μαστιγοῖ δὲ πάντα υἱόν, ὃν παραδέχεται.»

«Παιδεύσει με γάρ, φησίν, δίκαιος ἐν ἐλέει καὶ ἐλέγξει με·
ἔλαιον δὲ ἁμαρτωλῶν μὴ λιπανάτω τὴν κεφαλήν μου.»

Καὶ πάλιν λέγει·

«Μακάριος ἄνθρωπος, ὃν ἤλεγξεν ὁ Κύριος·
νουθέτημα δὲ παντοκράτορος μὴ ἀπαναίνου·
αὐτὸς γὰρ ἀλγεῖν ποιεῖ, καὶ πάλιν ἀποκαθίστησιν·
ἔπαισεν, καὶ αἱ χεῖρες αὐτοῦ ἰάσαντο.
Ἑξάκις ἐξ ἀναγκῶν ἐξελεῖταί σε,
ἐν δὲ τῷ ἑβδόμῳ οὐχ ἅψεταί σου κακόν.
Ἐν λιμῷ ῥύσεταί σε ἐκ θανάτου,
ἐν πολέμῳ δὲ ἐκ χειρὸς σιδήρου λύσει σε·
καὶ ἀπὸ μάστιγος γλώσσης σε κρύψει,
καὶ οὐ μὴ φοβηθήσῃ κακῶν ἐπερχομένων.
Ἀδίκων καὶ ἀνόμων καταγελάσῃ,
ἀπὸ δὲ θηρίων ἀγρίων οὐ μὴ φοβηθῇς·
θῆρες γὰρ ἄγριοι εἰρηνεύσουσίν σοι.
Eἶτα γνώσῃ, ὅτι εἰρηνεύσει σου ὁ οἶκος·
ἡ δὲ δίαιτα τῆς σκηνῆς σου οὐ μὴ ἁμάρτῃ.
Γνώσῃ δέ, ὅτι πολὺ τὸ σπέρμα σου,
τὰ δὲ τέκνα σου ὥσπερ τὸ παμβότανον τοῦ ἀγροῦ.
Ἐλεύσῃ δὲ ἐν τάφῳ ὥσπερ σῖτος ὥριμος κατὰ καιρὸν θεριζόμενος, ἢ ὥσπερ θημωνιὰ ἅλωνος καθ' ὥραν συγκομισθεῖσα.»

Βλέπετε, ἀγαπητοί, πόσος ὑπερασπισμός ἐστιν τοῖς παιδευομένοις ὑπὸ τοῦ Δεσπότου·
Πατὴρ γὰρ ἀγαθὸς ὢν παιδεύει εἰς τὸ ἐλεηθῆναι ἡμᾶς διὰ τῆς ὁσίας παιδείας Αὐτοῦ.


ΚΕΦΑΛΑΙΟΝ ΝΖ’.

Ὑμεῖς οὖν οἱ τὴν καταβολὴν τῆς στάσεως ποιήσαντες ὑποτάγητε τοῖς πρεσβυτέροις καὶ παιδεύθητε εἰς μετάνοιαν κάμψαντες τὰ γόνατα τῆς καρδίας ὑμῶν.

Μάθετε ὑποτάσσεσθαι ἀποθέμενοι τὴν ἀλαζόνα καὶ ὑπερήφανον τῆς γλώσσης ὑμῶν αὐθάδειαν·
ἄμεινον γάρ ἐστιν ὑμῖν, ἐν τῷ ποιμνίῳ τοῦ Χριστοῦ μικροὺς καὶ ἐλλογίμους εὑρεθῆναι, ἢ καθ' ὑπεροχὴν δοκοῦντας ἐκριφῆναι ἐκ τῆς ἐλπίδος Αὐτοῦ.

Oὕτως γὰρ λέγει ἡ πανάρετος σοφία·

«Ἰδοὺ προήσομαι ὑμῖν ἐμῆς πνοῆς ῥῆσιν,
διδάξω δὲ ὑμᾶς τὸν ἐμὸν λόγον.

Ἐπειδὴ ἐκάλουν καὶ οὐχ ὑπηκούσατε,
καὶ ἐξέτεινον λόγους καὶ οὐ προσείχετε,
ἀλλὰ ἀκύρους ἐποιεῖτε τὰς ἐμὰς βουλάς,
τοῖς δὲ ἐμοῖς ἐλέγχοις ἠπειθήσατε·
τοιγαροῦν κἀγὼ τῇ ὑμετέρᾳ ἀπωλείᾳ ἐπιγελάσομαι, καταχαροῦμαι δέ, ἡνίκα ἂν ἔρχηται ὑμῖν ὄλεθρος
καὶ ὡς ἂν ἀφίκηται ὑμῖν ἄφνω θόρυβος,
ἡ δὲ καταστροφὴ ὁμοία καταιγίδι παρῇ,
ἢ ὅταν ἔρχηται ὑμῖν θλῖψις καὶ πολιορκία.

Ἔσται γάρ, ὅταν ἐπικαλέσησθέ με,
ἐγὼ δὲ οὐκ εἰσακούσομαι ὑμῶν·
ζητήσουσίν με κακοί, καὶ οὐχ εὑρήσουσιν.
Ἐμίσησαν γὰρ σοφίαν,
τὸν δὲ φόβον τοῦ Κυρίου οὐ προείλαντο,
οὐδὲ ἤθελον ἐμαῖς προσέχειν βουλαῖς,
ἐμυκτήριζον δὲ ἐμοὺς ἐλέγχους.

Τοιγαροῦν ἔδονται τῆς ἑαυτῶν ὁδοῦ τοὺς καρποὺς καὶ τῆς ἑαυτῶν ἀσεβείας πλησθήσονται.

Ἀνθ' ὧν γὰρ ἠδίκουν νηπίους φονευθήσονται, καὶ ἐξετασμὸς ἀσεβεῖς ὀλεῖ·
ὁ δὲ ἐμοῦ ἀκούων κατασκηνώσει ἐπ' ἐλπίδι πεποιθὼς καὶ ἡσυχάσει ἀφόβως ἀπὸ παντὸς κακοῦ.»

Ὑπακούσωμεν οὖν τῷ παναγίῳ καὶ ἐνδόξῳ ὀνόματι Αὐτοῦ φυγόντες τὰς προειρημένας διὰ τῆς σοφίας τοῖς ἀπειθοῦσιν ἀπειλάς, ἵνα «κατασκηνώσωμεν πεποιθότες ἐπὶ τὸ ὁσιώτατον τῆς μεγαλωσύνης Αὐτοῦ ὄνομα.

∆έξασθε τὴν συμβουλὴν ἡμῶν, καὶ ἔσται ἀμεταμέλητα ὑμῖν.

Ζῇ γὰρ ὁ Θεὸς καὶ ζῇ ὁ Κύριος Ἰησοῦς Χριστὸς καὶ τὸ Πνεῦμα τὸ Ἅγιον, ἥ τε πίστις καὶ ἡ ἐλπὶς τῶν ἐκλεκτῶν, ὅτι ὁ ποιήσας ἐν ταπεινοφροσύνῃ μετ' ἐκτενοῦς ἐπιεικείας ἀμεταμελήτως τὰ ὑπὸ τοῦ Θεοῦ δεδομένα δικαιώματα καὶ προστάγματα, οὗτος ἐντεταγμένος καὶ ἐλλόγιμος ἔσται εἰς τὸν ἀριθμὸν τῶν σῳζομένων διὰ Ἰησοῦ Χριστοῦ, δι' οὗ ἐστὶν Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ἐὰν δέ τινες ἀπειθήσωσιν τοῖς ὑπ' Αὐτοῦ δι' ἡμῶν εἰρημένοις, γινωσκέτωσαν ὅτι παραπτώσει καὶ κινδύνῳ οὐ μικρῷ ἑαυτοὺς ἐνδήσουσιν.

Ἡμεῖς δὲ ἀθῷοι ἐσόμεθα ἀπὸ ταύτης τῆς ἁμαρτίας καὶ αἰτησόμεθα ἐκτενῆ τὴν δέησιν καὶ ἱκεσίαν ποιούμενοι, ὅπως τὸν ἀριθμὸν τὸν κατηριθμημένον τῶν ἐκλεκτῶν Αὐτοῦ ἐν ὅλῳ τῷ κόσμῳ διαφυλάξῃ ἄθραυστον ὁ Δημιουργὸς τῶν ἁπάντων διὰ τοῦ ἠγαπημένου παιδὸς Αὐτοῦ Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν, δι' οὗ ἐκάλεσεν ἡμᾶς ἀπὸ σκότους εἰς φῶς, ἀπὸ ἀγνωσίας εἰς ἐπίγνωσιν δόξης ὀνόματος Αὐτοῦ, ἐλπίζειν ἐπὶ τὸ ἀρχεγόνον πάσης κτίσεως ὄνομά Σου, ἀνοίξας τοὺς ὀφθαλμοὺς τῆς καρδίας ἡμῶν εἰς τὸ γινώσκειν Σε τὸν μόνον Ὕψιστον ἐν ὑψίστοις, Ἅγιον ἐν ἁγίοις ἀναπαυόμενον·
Τὸν ταπεινοῦντα ὕβριν ὑπερηφάνων,
Τὸν διαλύοντα λογισμοὺς ἐθνῶν,
Τὸν ποιοῦντα ταπεινοὺς εἰς ὕψος καὶ τοὺς ὑψηλοὺς ταπεινοῦντα·
Τὸν πλουτίζοντα καὶ πτωχίζοντα,
Τὸν ἀποκτείνοντα καὶ ζῆν ποιοῦντα,
μόνον εὐεργέτην πνευμάτων καὶ Θεὸν πάσης σαρκός·
Τὸν ἐπιβλέποντα ἐν ταῖς ἀβύσσοις,
Τὸν ἐπόπτην ἀνθρωπίνων ἔργων,
Τὸν τῶν κινδυνευόντων βοηθόν,
Τὸν τῶν ἀπηλπισμένων Σωτῆρα,
Τὸν παντὸς πνεύματος κτίστην καὶ ἐπίσκοπον·
Τὸν πληθύνοντα ἔθνη ἐπὶ γῆς καὶ ἐκ πάντων ἐκλεξάμενον τοὺς ἀγαπῶντάς σε διὰ Ἰησοῦ Χριστοῦ τοῦ ἠγαπημένου παιδός σου,
δι' οὗ ἡμᾶς ἐπαίδευσας, ἡγίασας, ἐτίμησας.

Ἀξιοῦμέν Σε, Δέσποτα, βοηθὸν γενέσθαι καὶ ἀντιλήπτορα ἡμῶν·
τοὺς ἐν θλίψει ἡμῶν σῶσον,
τοὺς πεπτωκότας ἔγειρον,
τοῖς δεομένοις ἐπιφάνηθι,
τοὺς ἀσθενεῖς ἴασαι,
τοὺς πλανωμένους τοῦ λαοῦ Σου ἐπίστρεψον·
χόρτασον τοὺς πεινῶντας,
λύτρωσαι τοὺς δεσμίους ἡμῶν,
ἐξανάστησον τοὺς ἀσθενοῦντας,
παρακάλεσον τοὺς ὀλιγοψυχοῦντας·
γνώτωσάν σε πάντα τὰ ἔθνη ὅτι σὺ εἶ ὁ Θεὸς μόνος καὶ Ἰησοῦς Χριστὸς ὁ παῖς σου καὶ «ἡμεῖς λαός σου καὶ πρόβατα τῆς νομῆς σου».

Σὺ γὰρ τὴν ἀέναον τοῦ κόσμου σύστασιν διὰ τῶν ἐνεργουμένων ἐφανεροποίησας·
σύ, Κύριε, τὴν οἰκουμένην ἔκτισας,
ὁ Πιστὸς ἐν πάσαις ταῖς γενεαῖς,
Δίκαιος ἐν τοῖς κρίμασιν,
Θαυμαστὸς ἐν ἰσχύϊ καὶ μεγαλοπρεπείᾳ,
ὁ Σοφὸς ἐν τῷ κτίζειν καὶ Συνετὸς ἐν τῷ τὰ γενόμενα ἑδράσαι,
ὁ Ἀγαθὸς ἐν τοῖς ὁρωμένοις καὶ Χρηστὸς ἐν τοῖς πεποιθόσιν ἐπὶ Σέ,
Ἐλεῆμον καὶ Οἰκτίρμον,
ἄφες ἡμῖν τὰς ἀνομίας ἡμῶν καὶ τὰς ἀδικίας καὶ τὰ παραπτώματα καὶ πλημμελείας.

Μὴ λογίσῃ πᾶσαν ἁμαρτίαν δούλων Σου καὶ παιδισκῶν,
ἀλλὰ καθάρισον ἡμᾶς τὸν καθαρισμὸν τῆς Σῆς ἀληθείας,
καὶ κατεύθυνον τὰ διαβήματα ἡμῶν ἐν ὁσιότητι καρδίας πορεύεσθαι καὶ ποιεῖν τὰ καλὰ καὶ εὐάρεστα ἐνώπιόν Σου καὶ ἐνώπιον τῶν ἀρχόντων ἡμῶν.

Ναί, Δέσποτα, ἐπίφανον τὸ πρόσωπόν Σου ἐφ' ἡμᾶς εἰς ἀγαθὰ ἐν εἰρήνῃ,
εἰς τὸ σκεπασθῆναι ἡμᾶς τῇ χειρί Σου τῇ κραταιᾷ καὶ ῥυσθῆναι ἀπὸ πάσης ἁμαρτίας τῷ βραχίονί Σου τῷ ὑψηλῷ, καὶ ῥῦσαι ἡμᾶς ἀπὸ τῶν μισούντων ἡμᾶς ἀδίκως.

∆ὸς ὁμόνοιαν καὶ εἰρήνην ἡμῖν τε καὶ πᾶσιν τοῖς κατοικοῦσιν τὴν γῆν,
καθὼς ἔδωκας τοῖς πατράσιν ἡμῶν,
ἐπικαλουμένων Σε αὐτῶν ὁσίως ἐν πίστει καὶ ἀληθείᾳ,
ὑπηκόους γινομένους τῷ παντοκράτορι καὶ παναρέτῳ ὀνόματί Σου,
τοῖς τε ἄρχουσιν καὶ ἡγουμένοις ἡμῶν ἐπὶ τῆς γῆς.

Σύ, δέσποτα, ἔδωκας τὴν ἐξουσίαν τῆς βασιλείας αὐτοῖς διὰ τοῦ μεγαλοπρεποῦς καὶ ἀνεκδιηγήτου κράτους Σου,
εἰς τὸ γινώσκοντας ἡμᾶς τὴν ὑπὸ Σοῦ αὐτοῖς δεδομένην δόξαν καὶ τιμὴν ὑποτάσσεσθαι αὐτοῖς, μηδὲν ἐναντιουμένους τῷ θελήματί Σου·
οἷς δός, Κύριε, ὑγείαν, εἰρήνην, ὁμόνοιαν, εὐστάθειαν,
εἰς τὸ διέπειν αὐτοὺς τὴν ὑπὸ Σοῦ δεδομένην αὐτοῖς ἡγεμονίαν ἀπροσκόπως.

Σὺ γάρ, Δέσποτα ἐπουράνιε, Βασιλεῦ τῶν αἰώνων,
δίδως τοῖς υἱοῖς τῶν ἀνθρώπων δόξαν καὶ τιμὴν καὶ ἐξουσίαν τῶν ἐπὶ τῆς γῆς ὑπαρχόντων·
Σύ, Κύριε, διεύθυνον τὴν βουλὴν αὐτῶν κατὰ τὸ καλὸν καὶ εὐάρεστον ἐνώπιόν Σου,
ὅπως διέποντες ἐν εἰρήνῃ καὶ πραΰτητι εὐσεβῶς τὴν ὑπὸ Σοῦ αὐτοῖς δεδομένην ἐξουσίαν ἵλεώ Σου τυγχάνωσιν.

Ὁ μόνος δυνατὸς ποιῆσαι ταῦτα καὶ περισσότερα ἀγαθὰ μεθ' ἡμῶν,
Σοὶ ἐξομολογούμεθα διὰ τοῦ ἀρχιερέως καὶ προστάτου τῶν ψυχῶν ἡμῶν Ἰησοῦ Χριστοῦ,
δι' οὗ Σοι ἡ δόξα καὶ ἡ μεγαλωσύνη καὶ νῦν καὶ εἰς γενεὰν γενεῶν καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Περὶ μὲν τῶν ἀνηκόντων τῇ θρησκείᾳ ἡμῶν καὶ τῶν ὠφελιμωτάτων εἰς ἐνάρετον βίον τοῖς θέλουσιν εὐσεβῶς καὶ δικαίως διευθύνειν, ἱκανῶς ἐπεστείλαμεν ὑμῖν, ἄνδρες ἀδελφοί.
Περὶ γὰρ πίστεως καὶ μετανοίας καὶ γνησίας ἀγάπης καὶ ἐγκρατείας καὶ σωφροσύνης καὶ ὑπομονῆς πάντα τόπον ἐψηλαφήσαμεν, ὑπομιμνήσκοντες δεῖν ὑμᾶς ἐν δικαιοσύνῃ καὶ ἀληθείᾳ καὶ μακροθυμίᾳ τῷ παντοκράτορι Θεῷ ὁσίως εὐαρεστεῖν, ὁμονοοῦντας ἀμνησικάκως ἐν ἀγάπῃ καὶ εἰρήνῃ μετὰ ἐκτενοῦς ἐπιεικείας, καθὼς καὶ οἱ προδεδηλωμένοι πατέρες ἡμῶν εὐηρέστησαν ταπεινοφρονοῦντες τὰ πρὸς τὸν πατέρα καὶ Θεὸν καὶ κτίστην καὶ πάντας ἀνθρώπους.

Καὶ ταῦτα τοσούτῳ ἥδιον ὑπεμνήσαμεν, ἐπειδὴ σαφῶς ᾔδειμεν γράφειν ἡμᾶς ἀνδράσιν πιστοῖς καὶ ἐλλογιμωτάτοις καὶ ἐγκεκυφόσιν εἰς τὰ λόγια τῆς παιδείας τοῦ Θεοῦ.

Θεμιτὸν οὖν ἐστὶν τοῖς τοιούτοις καὶ τοσούτοις ὑποδείγμασιν προσελθόντας ὑποθεῖναι τὸν τράχηλον καὶ τὸν τῆς ὑπακοῆς τόπον ἀναπληρῶσαι, ὅπως ἡσυχάσαντες τῆς ματαίας στάσεως ἐπὶ τὸν προκείμενον ἡμῖν ἐν ἀληθείᾳ σκοπὸν δίχα παντὸς μώμου καταντήσωμεν.

Χαρὰν γὰρ καὶ ἀγαλλίασιν ἡμῖν παρέξετε, ἐὰν ὑπήκοοι γενόμενοι τοῖς ὑφ' ἡμῶν γεγραμμένοις διὰ τοῦ ἁγίου πνεύματος ἐκκόψητε τὴν ἀθέμιτον τοῦ ζήλους ὑμῶν ὀργὴν κατὰ τὴν ἔντευξιν, ἣν ἐποιησάμεθα περὶ εἰρήνης καὶ ὁμονοίας ἐν τῇδε τῇ ἐπιστολῇ.
Ἐπέμψαμεν δὲ ἄνδρας πιστοὺς καὶ σώφρονας ἀπὸ νεότητος ἀναστραφέντας ἕως γήρους ἀμέμπτως ἐν ἡμῖν, οἵτινες καὶ μάρτυρες ἔσονται μεταξὺ ὑμῶν καὶ ἡμῶν.
Τοῦτο δὲ ἐποιήσαμεν, ἵνα εἰδῆτε ὅτι πᾶσα ἡμῖν φροντὶς καὶ γέγονεν καὶ ἔστιν εἰς τὸ ἐν τάχει ὑμᾶς εἰρηνεῦσαι.


ΚΕΦΑΛΑΙΟΝ ΝΗ’.

Λοιπὸν ὁ παντεπόπτης Θεὸς καὶ δεσπότης τῶν πνευμάτων
καὶ Κύριος πάσης σαρκός,
ὁ ἐκλεξάμενος τὸν Κύριον Ἰησοῦν Χριστὸν
καὶ ἡμᾶς δι' Αὐτοῦ εἰς λαὸν περιούσιον,
δóη πάσῃ ψυχῇ ἐπικεκλημένῃ τὸ μεγαλοπρεπὲς καὶ ἅγιον ὄνομα Αὐτοῦ πίστιν, φόβον, εἰρήνην, ὑπομονὴν καὶ μακροθυμίαν, ἐγκράτειαν, ἁγνείαν καὶ σωφροσύνην εἰς εὐαρέστησιν τῷ ὀνόματι Αὐτοῦ διὰ τοῦ ἀρχιερέως καὶ προστάτου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ αὐτῷ δόξα καὶ μεγαλωσύνη, κράτος καὶ τιμή, καὶ νῦν καὶ εἰς πάντας τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


ΚΕΦΑΛΑΙΟΝ ΝΘ’.

Τοὺς δὲ ἀπεσταλμένους ἀφ' ἡμῶν Κλαύδιον Ἔφηβον καὶ Oὐαλέριον Βίτωνα σὺν καὶ Φορτουνάτῳ ἐν εἰρήνῃ μετὰ χαρᾶς ἐν τάχει ἀναπέμψατε πρὸς ἡμᾶς, ὅπως θᾶττον τὴν εὐκταίαν καὶ ἐπιποθήτην ἡμῖν εἰρήνην καὶ ὁμόνοιαν ἀπαγγέλλωσιν, εἰς τὸ τάχιον καὶ ἡμᾶς χαρῆναι περὶ τῆς εὐσταθείας ὑμῶν.

Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μεθ' ὑμῶν καὶ μετὰ πάντων πανταχῆ τῶν κεκλημένων ὑπὸ τοῦ Θεοῦ δι' αὐτοῦ, δι' οὗ αὐτῷ δόξα, τιμή, κράτος καὶ μεγαλωσύνη, θρόνος αἰώνιος ἀπὸ τῶν αἰώνων εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

 


Πανεπιστήμιο Αιγαίου, Τμήμα Πολιτισμικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού με αναφορά στην πηγή προέλευσής του.

No votes yet


Η Θεία Λειτουργία

Η Θεία Λειτουργία στα Αραβικά -

خدمة القداس الإلهي عربي

Πειραϊκὴ Ἐκκλησία

Ακούστε (((ο)))
Πειραϊκή Εκκλησία 912fm

You are missing some Flash content that should appear here! Perhaps your browser cannot display it, or maybe it did not initialize correctly.

Ὅλα ἀρχίζουν ἐδῶ

Κάθε λογισμὸς καὶ κάθε αἴσθηση ὁδηγοῦν σταδιακὰ τὴν ψυχὴ εἴτε πρὸς τὸν παράδεισο εἴτε πρὸς τὴν κόλαση.

Ἄν ὁ λογισμὸς εἶναι ἔλλογος, τότε συνδέει τὸν ἄνθρωπο μὲ τὸν Θεὸ Λόγο, μὲ τὸν ὕψιστο Λογισμό, μὲ τὴν Παναξία, πρᾶγμα ποὺ εἶναι ἤδη ὁ παράδεισος.

παράδεισος

Ἐάν πάλι εἶναι ἄλογος ὁ λογισμὸς ἤ καὶ παράλογος, τότε συνδέει ἀναπόφευκτα τὸν ἄνθρωπο μὲ τὸν Παράλογο, τὸν Ἀνόητο, μὲ τὸν διάβολο, πρᾶγμα ποὺ εἶναι ἤδη ἡ κόλαση.

Ὅσα ἰσχύουν γιὰ τὸν λογισμὸ, ἰσχύουν καὶ γιὰ τις αἰσθήσεις. Ὅλα ἀρχίζουν ἐδῶ, ἀπὸ τὴν γῆ: καὶ ὁ παράδεισος μὰ καὶ ἡ κόλαση τοῦ ἀνθρώπου.

Ἰουστῖνος Πόποβιτς

Ιωάννου Χρυσοστόμου

Ἐγὼ πατὴρ, ἐγὼ ἀδελφὸς, ἐγὼ νυμφίος, ἐγὼ οἰκία, ἐγὼ τροφὴ, ἐγὼ ἱμάτιον, ἐγὼ ῥίζα, ἐγὼ θεμέλιος, πᾶν ὅπερ ἂν θέλῃς ἐγώ· μηδενὸς ἐν χρείᾳ καταστῇς. Ἐγὼ καὶ δουλεύσω· ἦλθον γὰρ διακονῆσαι, οὐ διακονηθῆναι. Ἐγὼ καὶ φίλος, καὶ μέλος, καὶ κεφαλὴ, καὶ ἀδελφὸς, καὶ ἀδελφὴ, καὶ μήτηρ, πάντα ἐγώ· μόνον οἰκείως ἔχε πρὸς ἐμέ. Ἐγὼ πένης διὰ σέ· καὶ ἀλήτης διὰ σέ· ἐπὶ σταυροῦ διὰ σὲ, ἐπὶ τάφου διὰ σέ· ἄνω ὑπὲρ σοῦ ἐντυγχάνω τῷ Πατρὶ, κάτω ὑπὲρ σοῦ πρεσβευτὴς παραγέγονα παρὰ τοῦ Πατρός. Πάντα μοι σὺ, καὶ ἀδελφὸς, καὶ συγκληρονόμος, καὶ φίλος, καὶ μέλος. Τί πλέον θέλεις; τί τὸν φιλοῦντα ἀποστρέφῃ; τί τῷ κόσμῳ κάμνεις; τί εἰς πίθον ἀντλεῖς τετρημένον;  περισσότερα »»»

Η Ελλάδα και ο Υμνος της Ελευθερίας

Ελληνική σημαία - Ελλάς - Ελευθερία

You are missing some Flash content that should appear here! Perhaps your browser cannot display it, or maybe it did not initialize correctly.

Υπεραγία Παρθένος Θεοτόκος Μαρία

Κύριος διασκεδάζει βουλὰς ἐθνῶν, ἀθετεῖ δὲ λογισμοὺς λαῶν καὶ ἀθετεῖ βουλὰς ἀρχόντων· ἡ δὲ βουλὴ τοῦ Κυρίου εἰς τὸν αἰῶνα μένει, λογισμοὶ τῆς καρδίας αὐτοῦ εἰς γενεὰν καὶ γενεάν. (Ψαλ. 32, 10-11)

εἰ δέ τις τῶν ἰδίων καὶ μάλιστα τῶν οἰκείων οὐ προνοεῖ, τὴν πίστιν ἤρνηται καὶ ἔστιν ἀπίστου χείρων. (Τιμ.Α 5,8)

Ἅγιος Ἀντώνιος ὁ Μέγας

Οἱ ἄνθρωποι καταχρηστικά λέγονται λογικοί. Δεν εἶναι λογικοὶ ὅσοι ἔμαθαν ἀπλῶς τὰ λόγια καὶ τὰ βιβλία τῶν ἀρχαίων σοφῶν, ἀλλ' ὅσοι ἔχουν τὴ λογικὴ ψυχὴ καὶ μποροῦν νὰ διακρίνουν ποιὸ εἶναι τὸ καλὸ καἰ ποιὸ τὸ κακό καὶ ἀποφεύγουν τὰ πονηρὰ καὶ βλαβερὰ στὴν ψυχή, τὰ δὲ ἀγαθὰ καὶ ψυχωφελῆ, τὰ ἀποκτοῦν πρόθυμα μὲ τὴ μελέτη καὶ τὰ ἐφαρμόζουν μὲ πολλὴ εὐχαριστία πρὸς τὸν Θεό. Αὐτοὶ μόνοι πρέπει νὰ λέγονται ἀληθινὰ λογικοὶ ἄνθρωποι.

St Antony the Great

Ἐφ᾿ ὅσον ἐννοεῖς τὰ περὶ Θεοῦ, νὰ εἶσαι εὐσεβής, χωρὶς φθόνο, ἀγαθός, σώφρων, πράος, χαριστικὸς κατὰ δύναμιν, κοινωνικός, ἀφιλόνεικος καὶ τὰ ὅμοια. Διότι αὐτὸ εἶναι τὸ ἀπαραβίαστο ἀπόκτημα τῆς ψυχῆς, νὰ ἀρέσει στὸ Θεὸ μὲ τέτοιες πράξεις καὶ μὲ τὸ νὰ μὴν κρίνει κανέναν καὶ νὰ λέει γιὰ κανέναν, ὅτι ὁ δείνα εἶναι κακὸς καὶ ἁμάρτησε. Ἀλλὰ καλλίτερο εἶναι νὰ συζητᾶμε τὰ δικά μας κακά, καὶ νὰ ἐρευνᾶμε μέσα μας τὴ δική μας πολιτεία, ἐὰν εἶναι ἀρεστὴ στὸ Θεό. Διότι, τί μᾶς μέλει ἐμᾶς, ἐὰν ὁ ἄλλος εἶναι πονηρός;

περισσότερα