Ο Κύριος ημών Ιησούς Χριστός | Ορθόδοξοι Πατέρες Our Lord Jesus Christ | Orthodox Fathers

»»»    Τῇ γὰρ ἐλευθερίᾳ, φησὶν, ᾗ Χριστὸς ὑμᾶς ἐξηγόρασε, στήκετε.

Τῇ γὰρ ἐλευθερίᾳ, φησὶν, ᾗ Χριστὸς ὑμᾶς ἐξηγόρασε, στήκετε.


Μὴ γὰρ ἑαυτοὺς ἠλευθερώσατε, ὅτι πάλιν ἐπὶ προτέραν τρέχετε δεσποτείαν;
ἀλλ' αὐτός ἐστιν ὁ ὑμᾶς ἐξηγορακὼς, ἄλλος ὁ τὴν τιμὴν δοὺς ὑπὲρ ὑμῶν;
Ὁρᾷς δι' ὅσων αὐτοὺς ἀπάγει τῆς Ἰουδαϊκῆς πλάνης;
Πρῶτον δεικνὺς, ὅτι ἐσχάτης ἀνοίας ἐλευθέρους ἀντὶ δούλων γενομένους δούλους ἀντ' ἐλευθέρων ἐπιθυμεῖν εἶναι·
δεύτερον, ὅτι περὶ τὸν εὐεργέτην ἀγνώμονες καὶ ἀχάριστοι δειχθήσονται, τοῦ μὲν ἐλευθερώσαντος καταφρονοῦντες, τὸν δὲ δουλωσάμενον στέργοντες·
τρίτον, ὅτι οὐ δυνατὸν τοῦτο.
Οὐ γὰρ ἔχει τὴν δεσποτείαν ὁ νόμος, ἅπαξ ἑτέρου παρ' αὐτοῦ πάντας ἡμᾶς πριαμένου.
Στήκετε δὲ εἰπὼν, τὸν σάλον ἔδειξε.
Καὶ μὴ πάλιν ζυγῷ δουλείας ἐνέχεσθε.
Τῷ μὲν τοῦ ζυγοῦ ὀνόματι τὸ βαρὺ τοῦ πράγματος αὐτοῖς ἐνδείκνυται·
τῷ δὲ, Πάλιν, εἰπεῖν, πολλὴν αὐτῶν δείκνυσι τὴν ἀναισθησίαν.
Εἰ μὲν γὰρ ἄπειροι ἦτε τοῦ βάρους ἐκείνου, οὐ τοσούτων ἦτε ἐγκλημάτων ἄξιοι·
οἱ δὲ τῇ πείρᾳ μαθόντες τὸ φορτικὸν τοῦ ζυγοῦ, εἶτα ὑποτιθέντες ἑαυτοὺς ἐκείνῳ πάλιν, ποίας ἂν εἴητε δίκαιοι τυχεῖν συγγνώμης;
Ἰδὲ ἐγὼ Παῦλος λέγω ὑμῖν, ὅτι ἐὰν περιτέμνεσθε, Χριστὸς ὑμᾶς οὐδὲν ὠφελήσει.
Ὅρα πόση ἀπειλή.
Εἰκότως ἄρα καὶ ἀγγέλους ἀνεθεμάτιζε.

Πῶς δὲ Χριστὸς αὐτοὺς οὐδὲν ὠφελήσει;
Αὐτὸς μὲν γὰρ τοῦτο οὐ κατεσκεύασεν, ἀλλ' ἀπεφήνατο, ὡς τῆς τοῦ προσώπου ἀξιοπιστίας ἀρκούσης ἀντὶ πάσης ἀποδείξεως λοιπὸν (διὰ τοῦτο γὰρ προλαβὼν εἶπεν·
Ἰδὲ ἐγὼ Παῦλος λέγω ὑμῖν, ὅπερ ἦν θαῤῥοῦντος οἷς λέγει)·
ἡμεῖς δὲ ὡς ἂν οἷόν τε τὰ παρ' ἑαυτῶν προσθήσομεν.
Πῶς οὐδὲν ὠφελήσει τὸν περιτεμνόμενον ὁ Χριστός;
Ὁ περιτεμνόμενος, ὡς νόμον δεδοικὼς περιτέμνεται·
ὁ δὲ δεδοικὼς, ἀπιστεῖ τῇ δυνάμει τῆς χάριτος, ὁ δὲ ἀπιστῶν, οὐδὲν κερδαίνει παρὰ τῆς ἀπιστουμένης.
Πάλιν ἑτέρως, ὁ περιτεμνόμενος τὸν νόμον κύριον ποιεῖ·
κύριον δὲ εἶναι νομίζων, καὶ ἐκ τοῦ μείζονος αὐτὸν παραβαίνων μέρους, ἐκ δὲ τοῦ ἐλάττονος τηρῶν, πάλιν ὑπὸ τὴν ἀρὰν ἑαυτὸν τίθησιν·
ὑποβάλλων δὲ ἑαυτὸν τῇ ἀρᾷ, καὶ διακρουσάμενος τὴν ἀπὸ τῆς πίστεως ἐλευθερίαν, πῶς δύναται σωθῆναι;
Εἰ γὰρ χρή τι καὶ παράδοξον εἰπεῖν, οὗτος οὔτε τῷ Χριστῷ, οὔτε τῷ νόμῳ πιστεύει, ἀλλ' ἐν μέσῳ ἕστηκε, κἀκεῖθεν καὶ ἔνθεν βουλόμενος κερδαίνειν·
διόπερ οὐδαμόθεν οὐδὲν καρπώσεται.
Εἶτα εἰπὼν, ὅτι Οὐδὲν ὠφελήσει, αἰνιγματωδῶς καὶ διὰ βραχέων τὴν ἀπόδειξιν τίθησιν, οὕτω λέγων·
Μαρτύρομαι δὲ παντὶ ἀνθρώπῳ περιτεμνομένῳ, ὅτι ὀφειλέτης ἐστὶν ὅλον τὸν νόμον πληρῶσαι.
Ἵνα γὰρ μὴ νομίσῃς κατ' ἔχθραν ταῦτα λέγεσθαι, οὐχ ὑμῖν λέγω μόνον, φησὶν, ἀλλὰ καὶ παντὶ ἀνθρώπῳ περιτεμνομένῳ, ὅτι ὀφειλέτης ἐστὶν ὅλον τὸν νόμον πληρῶσαι·
ἀλλήλων γὰρ ἔχεται τὰ νόμιμα.
Καὶ καθάπερ ὁ ἀπογραψάμενος εἶναι δοῦλος ἐξ ἐλευθέρου, οὐκέτι ποιεῖ ὃ βούλεται, ἀλλὰ πᾶσι τοῖς τῆς δουλείας κατέχεται νόμοις·
οὕτω καὶ ἐπὶ τοῦ νόμου ὅταν ἀναδέξῃ μικρόν τι τοῦ νόμου, καὶ ὑπάγῃς σεαυτὸν τῷ ζυγῷ, ὅλην ἐφειλκύσω τὴν δεσποτείαν.
Οὕτω καὶ ἐπὶ τῆς ἔξωθεν κληρονομίας·
ὁ μὲν μηδενὸς ἁψάμενος, πάντων ἀπήλλακται τῶν ἐπαγομένων τῷ κλήρῳ τοῦ τετελευτηκότος πραγμάτων·
ἂν δὲ μικρόν τι χειρίσῃ, κἂν μὴ πάντα λάβῃ, πᾶσιν ἑαυτὸν ὑπεύθυνον κατέστησε διὰ τοῦ μέρους.
Τοῦτο καὶ ἐπὶ τοῦ νόμου συμβαίνει, οὐ διὰ τοῦτον δὲ μόνον ὃν εἴρηκα τρόπον, ἀλλὰ καὶ δι' ἕτερον·
ἀλλήλων γὰρ τὰ νόμιμα ἔχεται.
Οἷόν τι λέγω·
Ἡ περιτομὴ θυσίαν ἔχει συνεζευγμένην καὶ ἡμερῶν παρατήρησιν·
ἡ θυσία πάλιν καὶ ἡμέρας καὶ τόπου φυλακὴν, ὁ τόπος μυρίων καθαρμῶν τρόπους, οἱ καθαρμοὶ ἐσμόν τινα παρατηρήσεων εἰσάγουσι ποικίλων.
Τὸν γὰρ ἀκάθαρτον οὐ θύειν, οὐχ ἱερῶν ἐπιβαίνειν ἀδύτων, οὐκ ἄλλο τι τῶν τοιούτων ποιεῖν θέμις.
∆ιὸ καὶ πολλὰ ἐφέλκεται καὶ διὰ τῆς μιᾶς ἐντολῆς ὁ νόμος.
Ἂν τοίνυν περιτμηθῇς, μὴ ἐν τῇ ὀγδόῃ δὲ ἡμέρᾳ, ἢ ἐν τῇ ὀγδόῃ μὲν, μὴ οὔσης δὲ θυσίας, θυσίας δὲ οὔσης, μὴ ἐν τῷ ὡρισμένῳ δὲ τόπῳ, ἢ ἐν τῷ ὡρισμένῳ τόπῳ, μὴ τὰ νενομισμένα δὲ, ἢ τὰ νενομισμένα μὲν, μὴ καθαρὸς δὲ ὢν, ἢ καθαρὸς μὲν ὢν, οὐ τοῖς προσήκουσι δὲ θεσμοῖς καθαρθεὶς, πάντα οἴχεται ἐκεῖνα.
∆ιὰ τοῦτό φησιν, ὅτι Ὀφειλέτης ἐστὶν ὅλον τὸν νόμον πληρῶσαι.
Εἰ μὲν κύριος ὁ νόμος, μὴ μέρος πληρώσῃς, ἀλλὰ τὸ πᾶν·
εἰ δὲ οὐκ ἔστι κύριος, μηδὲ τὸ μέρος.
Κατηργήθητε ἀπὸ τοῦ Χριστοῦ, οἵτινες ἐν νόμῳ δικαιοῦσθε·
τῆς χάριτος ἐξεπέσετε.
Ἐπειδὴ γὰρ κατεσκεύασεν, ἀποφαίνεται λοιπὸν, καὶ τὸν περὶ τῶν ἐσχάτων κρημνῶν κίνδυνον.
Ὅταν γὰρ ὁ τῷ νόμῳ προστρέχων, μήτε ἐκεῖθεν δύνηται σώζεσθαι, καὶ τῆς χάριτος ἐκπίπτῃ, τί τὸ λοιπὸν, ἀλλ' ἢ κόλασις ἀπαραίτητος, τοῦ μὲν ἀτονοῦντος, τῆς δὲ οὐ προσιεμένης αὐτόν;

Αὐξήσας τοίνυν αὐτῶν οὕτω τὸν φόβον, καὶ κατασείσας αὐτῶν τὴν διάνοιαν, καὶ δείξας τὸ ναυάγιον, ὃ μέλλουσιν ὑπομένειν, πᾶν, ἐγγύθεν ἀνοίγει αὐτοῖς τῆς χάριτος τὸν λιμένα·
ὃ πανταχοῦ ποιεῖ, εὐκολωτάτην τε καὶ ἀσφαλεστάτην ἐντεῦθεν ἀποφαίνων τὴν σωτηρίαν.
∆ιὸ καὶ ἐπάγει λέγων·
Ἡμεῖς γὰρ διὰ πίστεως ἐν πνεύματι ἐλπίδα δικαιοσύνης ἀπεκδεχόμεθα.
Οὐδενὸς ἐκείνων τῶν νομίμων δεόμεθα, φησίν·
ἀρκεῖ γὰρ ἡ πίστις ἡμῖν πνεῦμα παρασχεῖν, καὶ δι' αὐτοῦ δικαιοσύνην, καὶ τὰ πολλὰ καὶ μεγάλα ἀγαθά.
Ἐν γὰρ Χριστῷ Ἰησοῦ οὔτε περιτομή τί ἐστιν, οὔτε ἀκροβυστία, ἀλλὰ πίστις δι' ἀγάπης ἐνεργουμένη.
Ὁρᾷς πῶς λοιπὸν μετὰ πλείονος ἀποδύεται παῤῥησίας;
Ὁ γὰρ τὸν Χριστὸν ἐνδυσάμενος, μηκέτι ταῦτα περιεργαζέσθω, φησί.
Καὶ μὴν ἔλεγεν, ὅτι βλαβερὸν ἡ περιτομή·
πῶς οὖν ἀδιάφορον αὐτὸ τίθησιν;
Ἀδιάφορον ἐπὶ τῶν ἤδη πρὸ τῆς πίστεως ἐσχηκότων, οὐκ ἐπὶ τῶν μετὰ τὴν πίστιν περιτεμνομένων.
Ὅρα δὲ ποῦ αὐτὴν ἐξέβαλε, μετὰ ἀκροβυστίας στήσας αὐτήν.
Τὸ γὰρ ποιοῦν τὴν διαφορὰν ἡ πίστις ἐστίν.
Ὥσπερ οὖν ἂν ἀθλητάς τις καταλέγῃ, ἄν τε γρυποὺς, ἄν τε σιμοὺς, ἄν τε μέλανας, ἄν τε λευκοὺς, οὐδὲν διαφέρει πρὸς τὴν δοκιμασίαν ταῦτα, ἀλλ' ἵνα ἰσχυροὶ καὶ ἐπιστήμονες ὦσι μόνον, τοῦτο δεῖ ζητεῖν·
οὕτω καὶ τὸν μέλλοντα ἀπογράφεσθαι εἰς τὴν Καινὴν ∆ιαθήκην, οὐδὲν βλάπτει τὰ σωματικὰ ταῦτα ἅπαντα, ὥσπερ οὖν οὔτε ὀνίνησιν, ἂν προσῇ.
Τί δέ ἐστι, ∆ι' ἀγάπης ἐνεργουμένη;
Μεγάλην ἐνταῦθα πληγὴν αὐτοὺς ἔπληξεν, ἐμφήνας ὅτι ἐκ τοῦ τὴν πρὸς Χριστὸν ἀγάπην μὴ ῥιζωθῆναι αὕτη ἡ παρείσδυσις γέγονεν·
οὐ γὰρ τὸ πιστεῦσαί ἐστι τὸ ζητούμενον μόνον, ἀλλὰ καὶ τὸ μεῖναι ἀγαπῶντας.
Ὡς ἂν εἰ ἔλεγεν·
Εἰ ἠγαπᾶτε τὸν Χριστὸν ὡς ἐχρῆν, οὐκ ἂν ηὐτομολήσατε πρὸς τὴν δουλείαν, οὐκ ἂν τὸν ἐξαγοράσαντα ὑμᾶς ἀφήκατε, οὐκ ἂν ὑβρίσατε τὸν ἐλευθερώσαντα.
Αἰνίττεται δὲ ἐνταῦθα καὶ τοὺς ἐπιβουλεύοντας αὐτοῖς, δεικνὺς ὅτι καὶ ἐκεῖνοι, εἰ ἀγάπην εἶχον πρὸς αὐτοὺς, οὐκ ἂν ἐτόλμησαν ταῦτα ποιεῖν.
Βούλεται δὲ καὶ τὸν βίον αὐτοῖς διορθοῦν ἀπὸ τοῦ ῥήματος τούτου.

Ἐτρέχετε καλῶς, τίς ὑμᾶς ἐνέκοψεν;
Οὐκ ἐρωτῶντός ἐστι τοῦτο, ἀλλ' ἀποροῦντος καὶ ὀλοφυρομένου.
Πῶς ὁ τοσοῦτος ἐνεκόπη δρόμος;
τίς ὁ τοσοῦτον ἰσχύσας;
Οἱ πάντων ἀνώτεροι καὶ ἐν τάξει διδασκάλων ὄντες, οὐδὲ ἐν τάξει μαθητῶν ἐμείνατε.
Τί γέγονε;
τίς τοσοῦτον ἴσχυσε;
Ταῦτα ἀνακαλοῦντός ἐστι καὶ θρηνοῦντος μᾶλλον, ὥσπερ καὶ ἔμπροσθεν ἔλεγε·
Τίς ὑμᾶς ἐβάσκανεν;
Ἡ πεισμονὴ οὐκ ἐκ τοῦ καλοῦντος ὑμᾶς.
Οὐκ ἐπὶ τούτοις ἐκάλεσεν ὑμᾶς ὁ καλῶν, ὥστε οὕτω σαλεύεσθαι·
οὐ ταῦτα ἐνομοθέτησεν, ὥστε Ἰουδαΐζειν.
Εἶτα ἵνα μή τις λέγῃ·
Τί οὕτω τὸ πρᾶγμα ἐπαίρεις καὶ δεινοῖς τῷ λόγῳ;
μίαν ἐντολὴν τοῦ νόμου ἐφυλάξαμεν μόνον, καὶ τοσαῦτα θορυβεῖς;
ἄκουσον πῶς φοβεῖ οὐκ ἀπὸ τῶν παρόντων, ἀλλ' ἀπὸ τῶν μελλόντων, λέγων οὕτω·
Μικρὰ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ.
Οὕτω καὶ ὑμᾶς ἰσχύει, φησὶ, τὸ μικρὸν τοῦτο σφάλμα, μὴ διορθωθὲν, καὶ εἰς τέλειον Ἰουδαϊσμὸν ἀγαγεῖν, ὥσπερ ἡ ζύμη τὸ φύραμα.
Ἐγὼ πέποιθα εἰς ὑμᾶς ἐν Χριστῷ, ὅτι οὐδὲν ἄλλο φρονήσετε.
Οὐκ εἶπεν, ὅτι Οὐ φρονεῖτε, ἀλλ' ὅτι Οὐ φρονήσετε·
τουτέστιν, ὅτι ∆ιορθώσεσθε.
Πόθεν οἶδας τοῦτο;
Οὐκ εἶπεν, Οἶδα, ἀλλὰ, Πιστεύω.
Πιστεύω τῷ Θεῷ, φησὶ, καὶ τὴν ἐκείνου καλῶ συμμαχίαν πρὸς τὴν ὑμετέραν διόρθωσιν θαῤῥῶν.
Καὶ οὐχ ἁπλῶς εἶπε, Πέποιθα εἰς ὑμᾶς, ἀλλ', Ἐν Κυρίῳ.
Πανταχοῦ γὰρ μετ' ἐγκωμίων πλέκει τὰς κατηγορίας·
ὡς ἂν εἰ ἔλεγεν·
οἶδα τοὺς ἐμοὺς μαθητὰς, οἶδα ὑμῶν τὸ εὐδιόρθωτον·
θαῤῥῶ τοῦτο μὲν διὰ τὸν Κύριον τὸν οὐκ ἐῶντα ἀπολέσθαι οὐδὲ τὸ τυχὸν, τοῦτο δὲ δι' ὑμᾶς τοὺς δυναμένους ταχέως ἑαυτοὺς ἀνακτήσασθαι.
Ἅμα δὲ καὶ προτρέπει καὶ τὴν παρ' ἑαυτῶν σπουδὴν εἰσενεγκεῖν, ὡς οὐκ ἐνὸν τῶν παρὰ τοῦ Θεοῦ τυχεῖν, ἂν μὴ καὶ τὰ παρ' ἡμῶν εἰσφέρηται.
Ὁ δὲ ταράσσων ὑμᾶς, βαστάσει τὸ κρῖμα, ὅστις ἂν ᾖ.
Ἑκατέρωθεν αὐτοὺς ἀλείφει, καὶ ἐξ ὧν παρεθάῤῥυνε, καὶ ἐξ ὧν ἐκείνοις ἐπηράσατο, ἢ προεφήτευσε.
Σὺ δέ μοι σκόπει πῶς οὐδαμοῦ ὄνομα τίθησι τῶν ἐπιβουλευόντων, ἵνα μὴ ἀναισχυντότεροι γένωνται.
Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν·
Οὐκ ἐπειδὴ ὑμεῖς οὐδὲν ἄλλο φρονήσετε, διὰ τοῦτο οἱ τῆς ἀπάτης αἴτιοι ἀπηλλαγμένοι τῆς κολάσεώς εἰσιν, ἀλλὰ δώσουσι δίκην·
οὐδὲ γὰρ προσῆκον τὴν ἑτέρων σπουδὴν τῆς ἄλλων κακοηθείας γενέσθαι παραμυθίαν.
Γίνεται δὲ τοῦτο, ἵνα μὴ καὶ ἑτέροις πάλιν ἐπίθωνται.
Καὶ οὐχ ἁπλῶς εἶπεν, οἱ ταράσσοντες, ἀλλὰ καὶ ἐπῆρε τὸν λόγον εἰπών·
Ὅστις ἂν ᾖ.
Ἐγὼ δὲ, ἀδελφοὶ, εἰ περιτομὴν ἔτι κηρύττω, τί ἔτι διώκομαι;
Ἐπειδὴ γὰρ διέβαλλον αὐτὸν ὡς πολλαχοῦ Ἰουδαΐζοντα, καὶ ὑποκρινόμενον τὸ κήρυγμα, ὅρα πῶς καθαρῶς ἀπεδύσατο, μάρτυρας αὐτοὺς καλῶν.
Οἴδατε γὰρ, φησὶ, καὶ ὑμεῖς, ὅτι τῶν διωγμῶν μου πρόφασις τοῦτό ἐστιν, ὅτι κελεύω ἀπέχεσθαι τοῦ νόμου·
εἰ δὲ περιτομὴν κηρύσσω, τί ἔτι διώκομαι;
Οὐδὲν γὰρ ἕτερον ἐγκαλεῖν ἔχουσί μοι οἱ ἐξ Ἰουδαίων, ἢ τοῦτο μόνον.
Καὶ γὰρ εἰ συνεχώρουν αὐτοῖς μετὰ τῶν πατρῴων ἐθῶν πιστεύειν, οὐκ ἂν οὔτε οἱ πιστεύσαντες, οὔτε οἱ ἀπιστήσαντες ἐπεβούλευσαν, τῷ μηδὲν τῶν οἰκείων παρασαλεύεσθαι.

Τί οὖν;
Οὐκ ἐκήρυξε περιτομήν;
Οὐ περιέτεμε τὸν Τιμόθεον;
Περιέτεμε μέν.
Πῶς οὖν φησιν, Οὐ κηρύσσω;
Καὶ ἐνταῦθα αὐτοῦ μάθε τὴν ἀκρίβειαν.
Οὐ γὰρ εἶπεν, ὅτι περιτομὴν οὐκ ἐργάζομαι, ἀλλὰ, Οὐ κηρύσσω, τουτέστιν, οὐχ οὕτω κελεύω πιστεύειν.
Μὴ γὰρ εἰς δογμάτων λάβῃς βεβαίωσιν·
περιέτεμον μὲν γὰρ, οὐκ ἐκήρυξα δὲ περιτομήν.
Ἄρα κατήργηται τὸ σκάνδαλον τοῦ σταυροῦ.
Τουτέστι, Τὸ ἐμπόδιον, τὸ κώλυμα ἀνῄρηται, εἰ τοῦτό ἐστιν ὅ φατε.
Οὐδὲ γὰρ οὕτως ὁ σταυρὸς ἦν σκάνδαλον τοῖς Ἰουδαίοις, ὡς τὸ μὴ δεῖν πείθεσθαι τοῖς πατρῴοις νόμοις.
Καὶ γὰρ τὸν Στέφανον προσενεγκόντες, οὐκ εἶπον, ὅτι Οὗτος τὸν ἐσταυρωμένον προσκυνεῖ, ἀλλ' ὅτι Κατὰ τοῦ τόπου καὶ τοῦ νόμου λέγει τοῦ ἁγίου.
Καὶ τῷ Ἰησοῦ τοῦτο ἐνεκάλουν, ὅτι τὸν νόμον παραλύει.
∆ιό φησιν ὁ Παῦλος·
Εἰ συγκεχώρηται περιτέμνεσθαι, λέλυται ἡ φιλονεικία ἡ πρὸς ὑμᾶς·
οὐδεμία λοιπὸν ἔχθρα μένει πρὸς τὸν σταυρὸν καὶ τὸ κήρυγμα·
εἰ δὲ καθ' ἑκάστην ἡμέραν φονῶσι καθ' ἡμῶν, πῶς τοῦτο ἐγκαλοῦσιν ἡμῖν;
Ἐμοὶ γοῦν διὰ τοῦτο ἐπέθεντο, ὅτι εἰσήνεγκα ἀκρόβυστον εἰς τὸν ναόν·
Ἆρ' οὖν οὕτως ἀνόητός εἰμι, φησὶν, ὡς συγκεχωρημένης περιτομῆς, εἰκῆ καὶ μάτην τοσαύτην ἀναδέξασθαι βλάβην, τοσοῦτον σκάνδαλον θεῖναι τῷ σταυρῷ;
Ὁρᾶτε γὰρ, ὅτι δι' οὐδὲν ἡμῖν πολεμοῦσιν οὕτως, ὡς διὰ τὴν περιτομήν.

Οὕτως οὖν ἀνόητος ἤμην, ὡς ὑπὲρ τοῦ μηδενὸς θλίβεσθαι, καὶ σκανδαλίζειν ἑτέρους;
Σταυροῦ δὲ σκάνδαλον ἐκάλεσεν, ἐπειδὴ καὶ ὁ τοῦ σταυροῦ λόγος τοῦτο ἐπέταττε, καὶ τοῦτο μάλιστα ἦν τὸ σκανδαλίζον Ἰουδαίους, καὶ κωλύον τὸν σταυρὸν ἀναδέξασθαι, τὸ κελεύεσθαι τῶν πατρῴων ἀφίστασθαι ἐθῶν.
Ὄφελον καὶ ἀποκόψονται οἱ ἀναστατοῦντες ὑμᾶς.
Ὅρα πῶς ἐστι πικρὸς ἐνταῦθα κατὰ τῶν ἠπατηκότων.
Παρὰ μὲν γὰρ τὴν ἀρχὴν ἐπὶ τοὺς ἠπατημένους τὴν κατηγορίαν ἔτρεπεν, ἀνοήτους καλῶν, καὶ ἅπαξ καὶ δεύτερον·
ἐπειδὴ δὲ καλῶς αὐτοὺς ἐπαίδευσε καὶ διώρθωσε, πρὸς τοὺς ἠπατηκότας τρέπεται λοιπόν.
∆εῖ δὲ ἡμᾶς συνιδεῖν καὶ ἐντεῦθεν αὐτοῦ τὴν σοφίαν, πῶς τούτους μὲν ὡς παῖδας οἰκείους, καὶ δυναμένους λαβεῖν διόρθωσιν, νουθετεῖ καὶ σωφρονίζει·
τοὺς δὲ ἠπατηκότας, ὡς ἀλλοτρίους καὶ ἀνίατα νοσοῦντας, ἐκκόπτει·
τοῦτο μὲν λέγων, Βαστάσει τὸ κρῖμα, ὅστις ἂν ᾖ, τοῦτο δὲ ἐπαρώμενος αὐτοῖς, καὶ λέγων, Ὄφελον καὶ ἀποκόψονται οἱ ἀναστατοῦντες ὑμᾶς.
Καὶ καλῶς εἶπεν, Ἀναστατοῦντες.
Τὴν γὰρ οἰκείαν πατρίδα καὶ τὴν ἐλευθερίαν καὶ τὴν συγγένειαν ἀφέντες τὴν ἄνω, τὴν ἀλλοτρίαν καὶ ξένην μεταδιώκειν ἠνάγκασαν, ἀπὸ μὲν τῆς ἄνω Ἱερουσαλὴμ καὶ τῆς ἐλευθέρας ἐκβάλλοντες, βιαζόμενοι δὲ καθάπερ αἰχμαλώτους καὶ μετανάστας πλανᾶσθαι.
∆ιόπερ αὐτοῖς ἐπαρᾶται.
Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν·
Οὐδέν μοι μέλει περὶ ἐκείνων·
Αἱρετικὸν γὰρ ἄνθρωπον μετὰ πρώτην καὶ δευτέραν νουθεσίαν παραιτοῦ.
Εἰ βούλονται, μὴ περιτεμνέσθωσαν μόνον, ἀλλὰ καὶ περικοπτέσθωσαν.
Ποῦ τοίνυν εἰσὶν οἱ τολμῶντες ἀποκόπτειν ἑαυτοὺς, καὶ τὴν ἀρὰν ἐπισπώμενοι, καὶ τὴν τοῦ Θεοῦ δημιουργίαν διαβάλλοντες, καὶ τοῖς Μανιχαίοις συμπράττοντες;
Ἐκεῖνοι μὲν γάρ φασι τὸ σῶμα ἐπίβουλον εἶναι καὶ ὕλης τῆς πονηρᾶς·
οὗτοι δὲ διὰ τῶν ἔργων τοῖς χαλεποῖς δόγμασι τούτοις διδόασιν ἀφορμήν·
ὡς γὰρ ἐχθρὸν καὶ ἐπίβουλον ἀποκόπτουσι τὸ μέλος.
Οὐκοῦν πολλῷ μᾶλλον τοὺς ὀφθαλμοὺς πηρῶσαι ἐχρῆν·
διὰ γὰρ τῶν ὀφθαλμῶν εἰς τὴν ψυχὴν κάτεισιν ἡ ἐπιθυμία.
Ἀλλὰ οὔτε ὀφθαλμὸς οὔτε τι ἄλλο μέλος αἴτιον, ἀλλ' ἡ πονηρὰ προαίρεσις μόνον.
Εἰ δὲ οὐκ ἀνέχῃ, διὰ τί μὴ καὶ γλῶτταν διὰ τὴν βλασφημίαν, καὶ χεῖρας διὰ τὴν ἁρπαγὴν, καὶ πόδας διὰ τοὺς ἐπὶ πονηρίαν δρόμους, καὶ πᾶν, ὡς εἰπεῖν, τὸ σῶμα κατακόπτεις;
Καὶ γὰρ ἀκοὴ καταυλουμένη πολλάκις κατεμάλαξε τὴν ψυχὴν, καὶ ῥῖνες ὀσμὴν ἡδεῖαν δεξάμεναι κατεγοήτευσαν τὴν διάνοιαν, καὶ πρὸς ἡδονὴν ἐξεβάκχευσαν.
Οὐκοῦν πάντα περικόψωμεν, καὶ ὦτα καὶ χεῖρας καὶ ῥῖνας.
Ἀλλ' ἐσχάτης ταῦτα παρανομίας, καὶ σατανικῆς παραπληξίας.
∆έον γὰρ διορθῶσαι μόνον τὴν ἄτακτον τῆς ψυχῆς ὁρμὴν, ὡς τοῦ τεχνίτου διαμαρτάνοντος, τὸ ὄργανον συντρίβειν ἀνέπεισεν ὁ πονηρὸς δαίμων καὶ φόνοις χαίρων διηνεκῶς.
Πῶς οὖν τοῦ σώματος πιαινομένου, φησὶν, ἐκκαίεται ἐπιθυμία;
Ἰδοὺ πάλιν τὸ ἁμάρτημα τῆς ψυχῆς·
τὸ γὰρ πιαίνειν τὴν σάρκα, οὐ τῆς σαρκός ἐστιν, ἀλλὰ τῆς ψυχῆς.
Εἰ γὰρ βούλοιτο κατατήκειν, αὐτὴ τὴν ἐξουσίαν ἅπασαν ἔχει.
Σὺ δὲ παραπλήσιον ποιεῖς, ὥσπερ ἂν εἴ τις ὁρῶν τινα πῦρ καίοντα, καὶ ἐπιτιθέντα ξύλα, καὶ οἰκίαν ἐμπιπρῶντα, ἀφεὶς τὸν ἅψαντα τὴν πυρὰν, ἐγκαλέσειε τῇ πυρᾷ, ὅτι πολλῶν ἐπιλαβομένη ξύλων εἰς ὕψος ἤρθη·
ἀλλ' οὐκ ἔστι τὸ ἔγκλημα τοῦ πυρὸς, ἀλλὰ τοῦ ἅψαντος τὸ πῦρ.
Τοῦτο γὰρ πρὸς τροφὴν, πρὸς φωτισμὸν, πρὸς ἄλλας τοιαύτας ἐδόθη διακονίας, οὐχ ἵνα καίῃ τὰς οἰκίας·
ὥσπερ οὖν καὶ ἡ ἐπιθυμία εἰς παιδοποιίαν καὶ βίου σύστασιν, οὐ πρὸς μοιχείαν καὶ πορνείαν καὶ ἀσέλγειαν·
ἵνα πατὴρ γένῃ, οὐχ ἵνα μοιχός·
ἵνα νομίμως ὁμιλήσῃς γυναικὶ, οὐχ ἵνα παρανόμως διαφθείρῃς·
ἵνα καταλίπῃς σπέρμα, οὐχ ἵνα τὸ ἑτέρου λυμήνῃ.
Τὸ γὰρ μοιχεύειν οὐ τῆς ἐπιθυμίας ἐστὶ τῆς φυσικῆς, ἀλλὰ τῆς ὕβρεως τῆς παρὰ φύσιν·
ἡ γὰρ ἐπιθυμία μίξιν ἐπιζητεῖ μόνον, οὐ τοιάνδε μίξιν.

Ταῦτα δέ μοι οὐχ ἁπλῶς εἴρηται νῦν, ἀλλὰ προανακρουόμεθά τινας ἀγῶνας, καὶ προακροβολιζόμεθα πρὸς τοὺς λέγοντας τοῦ Θεοῦ τὴν δημιουργίαν πονηρὰν εἶναι, καὶ τῆς μὲν ψυχῆς τὴν ῥᾳθυμίαν ἐῶντας, κατὰ δὲ τοῦ σώματος μαινομένους, καὶ τὴν σάρκα ἡμῶν διαβάλλοντας, περὶ ὧν καὶ μετὰ ταῦτα ὁ ἀπόστολος Παῦλος διαλέγεται, οὐ τῆς σαρκὸς κατηγορῶν, ἀλλὰ τῶν διαβολικῶν λογισμῶν.
Ὑμεῖς δὲ, ἀδελφοὶ, ἐπὶ ἐλευθερίᾳ ἐκλήθητε·
μόνον μὴ τὴν ἐλευθερίαν εἰς ἀφορμὴν τῇ σαρκί.
Ἐνταῦθα λοιπὸν δοκεῖ μὲν εἰς τὸν ἠθικὸν ἐμβαίνειν λόγον, πάσχει δέ τι καινὸν, καὶ ὅπερ οὐδὲ ἐν μιᾷ τῶν ἄλλων ἔπαθεν Ἐπιστολῶν.
Πάσας γὰρ διαλαμβάνων εἰς μέρη δύο, καὶ τὰ μὲν πρῶτα περὶ δογμάτων, τὰ δὲ ἔσχατα περὶ βίου διαλεγόμενος, ἐνταῦθα εἰς τὸν ἠθικὸν ἐμπεσὼν λόγον, πάλιν ἀναμίγνυσι τὸν δογματικόν.
Καὶ γὰρ οὗτος ἐκείνου πάλιν ἔχεται ἐν τῇ πρὸς Μανιχαίους μάχῃ.
Τί δέ ἐστι, Μόνον μὴ τὴν ἐλευθερίαν τῇ σαρκὶ εἰς ἀφορμήν;
Ἀπήλλαξεν ἡμᾶς, φησὶν, ὁ Χριστὸς τοῦ ζυγοῦ τῆς δουλείας, κυρίους ἀφῆκε τοῦ πράττειν ὅ τι βουλόμεθα, οὐχ ἵνα τῇ ἐξουσίᾳ πρὸς κακίαν χρησώμεθα, ἀλλ' ἵνα μείζονος λάβωμεν μισθοῦ πρόφασιν, ἐπὶ φιλοσοφίαν μείζονα ἀνιόντες.
Ἐπειδὴ γὰρ ἄνω καὶ κάτω ζυγὸν δουλείας καλεῖ τὸν νόμον, καὶ τὴν χάριν κατάρας ἀπαλλαγήν·
ἵνα μή τις ὑποπτεύσῃ, ὅτι διὰ τοῦτο κελεύει τοῦ νόμου ἀποστῆναι, ἵνα ἐξῇ παρανόμως ζῇν, διορθοῦται τὴν ὑπόνοιαν, λέγων·
Οὐχ ἵνα παράνομος γένηται ἡ πολιτεία, ἀλλ' ἵνα ὑπὲρ τὸν νόμον ἡ φιλοσοφία·
ἐλύθη γὰρ τοῦ νόμου τὰ δεσμά.
Καὶ ἐγὼ ταῦτα λέγω, οὐχ ἵνα ταπεινότεροι, ἀλλ' ἵνα ὑψηλότεροι γενώμεθα.

Καὶ γὰρ ὁ πορνεύων, καὶ ὁ παρθενεύων, ἀμφότεροι τοῦ νόμου τὰ μέτρα ἐξέβησαν, ἀλλ' οὐκ ἐπὶ τοῖς αὐτοῖς, ἀλλ' ὁ μὲν ἐπὶ τὸ χεῖρον κατενεχθεὶς, ὁ δὲ ἐπὶ τὸ βέλτιον ἐπαρθείς·
ὁ μὲν παραβὰς, ὁ δὲ ὑπερβὰς τὸν νόμον.
Τοῦτ' οὖν φησιν ὁ Παῦλος, ὅτι Ἔλυσε τὸν ζυγὸν ἀφ' ὑμῶν, οὐχ ἵνα σκιρτήσητε, οὐδ' ἵνα λακτίσητε, ἀλλ' ἵνα χωρὶς ζυγοῦ βαδίζητε εὔρυθμα.
Εἶτα καὶ δείκνυσι τρόπον, δι' οὗ ῥᾳδίως ἂν τὸ τοιοῦτον κατορθωθείη.
Τίς οὖν ὁ τρόπος;
∆ιὰ τῆς ἀγάπης δουλεύετε ἀλλήλοις, φησί.
Πάλιν ἐνταῦθα αἰνίττεται ὅτι φιλονεικία καὶ στάσις καὶ φιλαρχία καὶ ἀπόνοια ταύτης τῆς πλάνης αἴτιαι αὐτοῖς ἐγένοντο·
ἡ γὰρ τῶν αἱρέσεων μήτηρ, ἡ τῆς φιλαρχίας ἐστὶν ἐπιθυμία.
Εἰπὼν γὰρ, ὅτι ∆ουλεύετε ἀλλήλοις, ἔδειξεν ὅτι ἐξ ἀπονοίας καὶ τύφου τοῦτο ἔλαβεν ἀρχὴν τὸ κακόν·
διὸ κατάλληλον ἐπεισάγει φάρμακον.
Ἐπειδὴ γὰρ ἀλλήλων ἄρχειν βουλόμενοι διεσχίσθητε, ∆ουλεύσατε ἀλλήλοις·
οὕτω γὰρ συναχθήσεσθε πάλιν.
Ἀλλὰ φανερῶς μὲν οὐ λέγει τὸ ἁμάρτημα, φανερῶς δὲ τίθησι τὴν διόρθωσιν, ἵνα δι' αὐτῆς κἀκεῖνο μάθωσιν·
ὡς ἂν εἴ τις τῷ ἀσελγαίνοντι ὅτι μὲν ἀσελγαίνει μὴ λέγοι, παραινοῖ δὲ συνεχῶς σωφρονεῖν.
Ὁ γὰρ ἀγαπῶν, ὡς χρὴ, τὸν πλησίον, οὐ παραιτεῖται δουλεύειν αὐτῷ παντὸς δούλου ταπεινότερον.
Καθάπερ γὰρ πῦρ ὁμιλῆσαν κηρῷ, μαλάσσει ῥᾳδίως αὐτὸν, οὕτω καὶ ἡ τῆς ἀγάπης θερμότης πάντα τῦφον καὶ ἀπόνοιαν πυρὸς σφοδρότερον διαλύει.
∆ιὰ τοῦτο οὐκ εἶπεν, Ἀγαπᾶτε ἀλλήλους, ἁπλῶς, ἀλλὰ, ∆ουλεύετε, τὴν ἐπιτεταμένην δηλῶν φιλίαν.
Ἐπειδὴ γὰρ τοῦ νόμου τὸν ζυγὸν ἀνεῖλεν, ἵνα μὴ ἀποσκιρτήσωσιν, ἕτερον αὐτοῖς ἐπιτίθησι ζυγὸν τὸν τῆς ἀγάπης, ἰσχυρότερον μὲν ἐκείνου, κουφότερον δὲ καὶ ἡδίω πολλῷ.
Εἶτα δεικνὺς αὐτοῦ τὸ κατόρθωμα, φησίν·
Ὁ γὰρ πᾶς νόμος ἐν ἑνὶ λόγῳ πληροῦται, ἐν τῷ, Ἀγαπήσεις τὸν πλησίον σου ὡς ἑαυτόν.
Ἐπειδὴ γὰρ ἄνω καὶ κάτω τὸν νόμον ἔστρεφον, εἰ βούλει αὐτὸν, φησὶ, πληροῦν, μὴ περιτέμνου·
οὐ γὰρ ἐν τῇ περιτομῇ, ἀλλ' ἐν τῇ ἀγάπῃ πληροῦται.
Ὅρα τῆς ὀδύνης πῶς οὐκ ἐπιλανθάνεται τῆς ἑαυτοῦ, ἀλλὰ τὸ πονοῦν κινεῖ συνεχῶς, καὶ εἰς τὸν ἠθικὸν ἐξελθὼν λόγον.

Εἰ δὲ ἀλλήλους δάκνετε καὶ κατεσθίετε, βλέπετε μὴ ὑπ' ἀλλήλων ἀναλωθῆτε.
Οὐκ ἀποφαίνεται, ἵνα μὴ βαρήσῃ, ἀλλ' οἶδε μὲν αὐτὸ γινόμενον, λέγει δὲ αὐτὸ μετὰ ἀμφιβολίας.
Οὐ γὰρ εἶπεν, Ἐπειδὴ ἀλλήλους δάκνετε·
καὶ τὸ ἑξῆς ὁμοίως·
οὐδὲ γὰρ ἐκεῖ πάλιν ἀπεφήνατο, ὅτι Ὑπ' ἀλλήλων ἀναλώθητε·
ὅπερ ἐστὶ φοβοῦντος καὶ ἀσφαλιζομένου, οὐ καταδικάζοντος.
Καὶ ταῖς λέξεσι δὲ ἐμφαντικῶς ἐχρήσατο.
Οὐ γὰρ εἶπε, ∆άκνετε, μόνον, ὅπερ ἐστὶ θυμουμένου, ἀλλὰ, Καὶ κατεσθίετε, ὅπερ ἐστὶν ἐμμένοντος τῇ πονηρίᾳ.
Ὁ μὲν γὰρ δάκνων, ὀργῆς ἐπλήρωσε πάθος·
ὁ δὲ κατεσθίων θηριωδίας ἐσχάτης παρέσχεν ἀπόδειξιν.
∆ήγματα δὲ καὶ βρώσεις οὐ τὰς σωματικάς φησιν, ἀλλὰ τὰς πολὺ χαλεπωτέρας.
Οὐ γὰρ οὕτως ὁ ἀνθρωπίνης ἀπογευσάμενος σαρκὸς ἔβλαψεν, ὡς ὁ δήγματα εἰς τὴν ψυχὴν πηγνύς·
ὅσον γὰρ ψυχὴ τιμιωτέρα σώματος, τοσοῦτον χαλεπωτέρα ἡ ταύτης βλάβη.
Βλέπετε μὴ ὑπ' ἀλλήλων ἀναλωθῆτε, φησί.
Ἐπειδὴ γὰρ οἱ ἀδικοῦντες καὶ ἐπιβουλεύοντες, ὡς ἄλλους ἀναλίσκοντες, ἐπὶ τοῦτο ἔρχονται, διὰ τοῦτό φησι·
Σκοπεῖτε μὴ εἰς ὑμᾶς τὸ πρᾶγμα περιτραπῇ.
Ἡ γὰρ διάστασις καὶ ἡ μάχη φθοροποιὸν καὶ ἀναλωτικὸν καὶ τῶν δεχομένων αὐτὴν, καὶ τῶν εἰσαγόντων, καὶ σητὸς μᾶλλον ἅπαντα διατρώγει.
Λέγω δὲ, πνεύματι περιπατεῖτε, καὶ ἐπιθυμίαν σαρκὸς οὐ μὴ τελέσητε.

Ἰδοὺ καὶ ἑτέραν δείκνυσιν ὁδὸν εὔκολον ποιοῦσαν τὴν ἀρετὴν, καὶ κατορθοῦσαν τὰ εἰρημένα, ὁδὸν τίκτουσαν ἀγάπην, καὶ σφιγγομένην ὑπὸ τῆς ἀγάπης.
Οὐδὲν γὰρ, οὐδὲν οὕτως ἀγαπητικοὺς ποιεῖ, ὡς τὸ πνευματικοὺς εἶναι, καὶ οὐδὲν οὕτω πείθει παραμένειν ἡμῖν τὸ πνεῦμα, ὡς ἡ τῆς ἀγάπης ἰσχύς.
∆ιό φησι·
Πνεύματι περιπατεῖτε, καὶ ἐπιθυμίαν σαρκὸς οὐ μὴ τελέσητε.
Ἐπειδὴ γὰρ εἶπε τὸ ποιοῦν τὴν νόσον, λέγει καὶ τὸ τὴν ὑγείαν χαριζόμενον φάρμακον.
Ποῖον δὲ τοῦτό ἐστι, καὶ τίς ἡ δύναμις τῶν εἰρημένων καλῶν, ἢ τὸ πνεύματι ζῇν;
∆ιό φησι·
Πνεύματι περιπατεῖτε, καὶ ἐπιθυμίαν σαρκὸς οὐ μὴ τελέσητε.
Ἡ γὰρ σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ πνεύματος, τὸ δὲ πνεῦμα κατὰ τῆς σαρκός·
ταῦτα δὲ ἀντίκειται ἀλλήλοις, ἵνα μὴ, ἃ ἂν θέλητε, ταῦτα ποιῆτε.
Ἐνταῦθα δὲ ἐπιτίθενταί τινες λέγοντες, ὅτι διεῖλεν εἰς δύο τὸν ἄνθρωπον ὁ Ἀπόστολος, ὥσπερ ἐξ ἐναντίας οὐσίας κατεσκευασμένον εἰσάγων, καὶ μάχην τῷ σώματι πρὸς τὴν ψυχὴν δεικνὺς οὖσαν.
Ἀλλ' οὐκ ἔστι ταῦτα, οὐκ ἔστι·
σάρκα γὰρ ἐνταῦθα, οὐ τὸ σῶμα καλεῖ·
εἰ γὰρ τοῦτό φησι, πῶς ἔχει λόγον τὸ ἑξῆς εἰρημένον;
Ἐπιθυμεῖ γὰρ, φησὶ, κατὰ τοῦ πνεύματος.
Καὶ μὴν τοῦτο οὐ τῶν κινούντων, ἀλλὰ τῶν κινουμένων ἐστὶν, οὐ τῶν ἐνεργούντων, ἀλλὰ τῶν ἐνεργουμένων·
πῶς οὖν ἐπιθυμεῖ;
ἡ γὰρ ἐπιθυμία οὐ σαρκὸς, ἀλλὰ ψυχῆς.
Καὶ γὰρ ἀλλαχοῦ φησι·
Κατεπίθυμός ἐστιν ἡ ψυχή μου·
καὶ τί ἐπιθυμεῖ ἡ ψυχή σου, καὶ ποιήσω σοι, Καὶ, Μὴ πορεύου κατὰ τὴν ἐπιθυμίαν τῆς ψυχῆς σου·
καὶ πάλιν, Οὕτως ἐπιποθεῖ ἡ ψυχή μου.
Πῶς οὖν Παῦλός φησιν, Ἡ σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ πνεύματος;
Οἶδε σάρκα καλεῖν, οὐ τὴν τοῦ σώματος φύσιν, ἀλλὰ τὴν πονηρὰν προαίρεσιν, ὡς ὅταν λέγῃ·
Ὑμεῖς οὐκ ἐστὲ ἐν σαρκὶ, ἀλλ' ἐν πνεύματι·
Καὶ πάλιν, Οἱ δὲ ἐν σαρκὶ ὄντες, Θεῷ ἀρέσαι οὐ δύνανται.
Τί οὖν;
ἀνελεῖν δεῖ τὴν σάρκα;
Αὐτὸς δὲ ὁ ταῦτα λέγων, οὐ σάρκα περιέκειτο;
Οὐ τῆς σαρκὸς, ἀλλὰ τοῦ διαβόλου ταῦτα τὰ διδάγματα·
Ἐκεῖνος γὰρ ἀνθρωποκτόνος ἦν ἀπαρχῆς.
Τί οὖν φησι;
Σάρκα ἐνταῦθα τὸν λογισμὸν καλεῖ τὸν γεώδη, τὸν ῥᾴθυμον καὶ ἠμελημένον.

Τοῦτο δὲ οὐ σώματος κατηγορία, ἀλλὰ ῥᾳθύμου ψυχῆς ἔγκλημα·
ὄργανον γάρ ἐστιν ἡ σὰρξ, τὸ δὲ ὄργανον οὐδεὶς ἀποστρέφεται καὶ μισεῖ, ἀλλὰ τὸν τὸ ὄργανον κακῶς μεταχειριζόμενον.
Καὶ γὰρ οὐ τὸν σίδηρον, ἀλλὰ τὸν ἀνδροφόνον καὶ μισοῦμεν καὶ κολάζομεν.
Ἀλλὰ καὶ αὐτὸ τοῦτο, φησὶ, κατηγορία τοῦ σώματος, τὸ τὰ ἁμαρτήματα τῆς ψυχῆς τῷ τῆς σαρκὸς ὀνόματι καλεῖσθαι.
Ἐγὼ δὲ ὁμολογῶ μὲν ἐλάττονα εἶναι τῆς ψυχῆς τὴν σάρκα, καὶ αὐτὴν δὲ καλήν.
Τὸ γὰρ ἔλαττον τοῦ καλοῦ, καὶ αὐτὸ καλόν·
τὸ δὲ κακὸν, οὐκ ἔλαττον τοῦ καλοῦ, ἀλλ' ἐναντίον.
Σὺ δὲ, εἰ μὲν ἔχεις δεῖξαι ἀπὸ τοῦ σώματος κατασκευαζομένην τὴν κακίαν, κατηγόρει τῆς σαρκός·
εἰ δὲ ἀπὸ τῆς προσηγορίας διαβάλλειν ἐπιχειρεῖς, ὥρα σοι καὶ τῆς ψυχῆς κατηγορεῖν·
καὶ γὰρ ψυχικὸς ἄνθρωπος λέγεται ὁ τῆς ἀληθείας ἐστερημένος, καὶ πνεύματα πονηρίας λέγεται τὰ τῶν δαιμόνων πλήθη.
Τῷ δὲ τῆς σαρκὸς ὀνόματι πάλιν καὶ τὰ μυστήρια καλεῖν εἴωθεν ἡ Γραφὴ, καὶ τὴν Ἐκκλησίαν ἅπασαν, σῶμα λέγουσα εἶναι τοῦ Χριστοῦ.
Εἰ δὲ βούλει καὶ κατορθώματα καλεῖν τὰ δι' αὐτῆς γινόμενα, σβέσον τῷ λόγῳ τὰς αἰσθήσεις, καὶ ἔρημον ὄψει τὴν ψυχὴν γνώσεως ἁπάσης, καὶ οὐδὲν εἰδυῖαν ὧν οἶδεν.
Εἰ γὰρ ἡ δύναμις τοῦ Θεοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοουμένη καθορᾶται, πῶς ἂν ἴδοιμεν χωρὶς ὀφθαλμῶν;
εἰ δὲ καὶ ἡ πίστις ἐξ ἀκοῆς, πῶς ἀκουσόμεθα χωρὶς ὤτων;
Καὶ τὸ κηρῦξαι δὲ καὶ τὸ περιελθεῖν, διὰ γλώττης καὶ ποδῶν.
Πῶς γὰρ κηρύξουσιν, ἐὰν μὴ ἀποσταλῶσι;
καὶ τὸ γράψαι διὰ χειρῶν.
Ὁρᾷς ὅτι μυρίων ἡμῖν ἀγαθῶν ἐστιν αἰτία τῆς σαρκὸς ἡ διακονία;
Εἰ δὲ λέγει, Ἡ σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ πνεύματος, περὶ δύο φησὶ λογισμῶν·
οὗτοι γὰρ ἀλλήλοις ἀντίκεινται, ἡ ἀρετὴ καὶ ἡ κακία, οὐχ ἡ ψυχὴ καὶ τὸ σῶμα.
Εἰ γὰρ ταῦτα ἀντίκειται, ἀλλήλων ἐστὶν ἀναιρετικὰ, ὡς τὸ πῦρ τοῦ ὕδατος, ὡς τὸ σκότος τοῦ φωτός·
εἰ δὲ ἐπιμελεῖται σώματος ψυχὴ, καὶ πολλὴν αὐτοῦ ποιεῖ πρόνοιαν, καὶ μυρία πάσχει, ὥστε αὐτὸ μὴ καταλιπεῖν, καὶ ἀποῤῥηγνυμένη κωλύει, καὶ τὸ σῶμα αὐτῇ διακονεῖται, καὶ πολλὴν εἰσάγει γνῶσιν αὐτῇ, καὶ πρὸς τὴν ἐκείνης ἐνέργειαν τοῦτο κατεσκεύασται·
πῶς ἂν ἐναντία ταῦτα εἴη καὶ μαχόμενα ἀλλήλοις;
Ἐγὼ γὰρ οὐ μόνον οὐκ ἐναντία, ἀλλὰ καὶ σφόδρα ὁμονοοῦντα, καὶ ἀλλήλων ἀντεχόμενα διὰ τῶν ἔργων ὁρῶ.
Οὐ τοίνυν περὶ τούτων φησὶν, ὅτι ἀντίκεινται ἀλλήλοις, ἀλλὰ λογισμῶν πονηρῶν, καὶ ἀγαθῶν μάχην εἰσάγει.
Τὸ γὰρ θέλειν καὶ μὴ θέλειν, τῆς ψυχῆς.
∆ιὰ τοῦτό φησι·
ταῦτα δὲ ἀντίκειται, ἵνα μὴ συγχωρήσῃς τῇ ψυχῇ πορεύεσθαι ἐν ταῖς ἐπιθυμίαις αὐτῆς ταῖς πονηραῖς.
Καθάπερ γάρ τις παιδαγωγὸς καὶ διδάσκαλος φοβῶν, ταῦτα ἐφθέγξατο.
Εἰ δὲ πνεύματι ἄγεσθε, οὐκ ἐστὲ ὑπὸ νόμον.

Ποία αὕτη ἀκολουθία;
Μεγίστη μὲν καὶ σαφής.
Ὁ γὰρ πνεῦμα ἔχων, ὡς χρὴ, σβέννυσι διὰ τούτου πονηρὰν ἐπιθυμίαν ἅπασαν·
ὁ δὲ τούτων ἀπαλλαγεὶς, οὐ δεῖται τῆς ἀπὸ τοῦ νόμου βοηθείας, ὑψηλότερος πολλῷ τῆς ἐκείνου παραγγελίας γενόμενος.
Ὁ γὰρ μὴ ὀργιζόμενος, πῶς δεῖται ἀκούειν, Οὐ φονεύσεις;
ὁ μὴ βλέπων ἀκολάστοις ὀφθαλμοῖς, πῶς χρῄζει τοῦ παιδεύοντος μὴ μοιχεύειν;
Τίς γὰρ διαλέγεται περὶ τοῦ καρποῦ τῆς κακίας τῷ τὴν ῥίζαν αὐτὴν ἀνασπάσαντι;
Ῥίζα γὰρ φόνου θυμὸς, καὶ μοιχείας ἡ περίεργος θεωρία τῶν ὄψεων.
∆ιὰ τοῦτό φησιν·
Εἰ πνεύματι ἄγεσθε, οὐκ ἐστὲ ὑπὸ νόμον.
Ἐνταῦθα δέ μοι δοκεῖ καὶ ἐγκώμιον τοῦ νόμου εἰρηκέναι μέγα καὶ θαυμαστόν·
εἰ δὲ ἐν τάξει τοῦ πνεύματος ὁ νόμος ἦν κατὰ δύναμιν τὴν ἑαυτοῦ πρὸ τῆς τοῦ πνεύματος ἐπιφοιτήσεως, οὐ μὴν διὰ τοῦτο ἐναπομένειν χρὴ τῷ παιδαγωγῷ.
Τότε μὲν εἰκότως ὑπὸ νόμον ἦμεν, ἵνα τῷ δέει κολάζωμεν τὰς ἐπιθυμίας, οὔπω τοῦ πνεύματος φανέντος·
νῦν δὲ τῆς χάριτος δεδομένης τῆς οὐ κελευούσης μόνον αὐτῶν ἀπέχεσθαι, ἀλλὰ καὶ μαραινούσης αὐτὰς, καὶ πρὸς μείζονα πολιτείαν ἀναγούσης, τίς χρεία νόμου;
Τῷ γὰρ οἴκοθεν κατορθοῦντι τὰ μείζω, ποῦ χρεία παιδαγωγοῦ;
οὐδὲ γὰρ γραμματιστοῦ τις δεῖται φιλόσοφος ὤν.

Τί τοίνυν ἑαυτοὺς ἐξευτελίζετε, τῷ πνεύματι πρότερον ἑαυτοὺς ἐκδόντες, καὶ νῦν προσκαθήμενοι τῷ νόμῳ;
Φανερὰ δέ ἐστι τὰ ἔργα τῆς σαρκὸς, ἅτινά ἐστι πορνεία, μοιχεία, ἀκαθαρσία, ἀσέλγεια, φαρμακεία, εἰδωλολατρεία, ἔχθραι, ἔρεις, ζῆλοι, θυμοὶ, ἐρίθειαι, διχοστασίαι, αἱρέσεις, φθόνοι, φόνοι, μέθαι, κῶμοι, καὶ τὰ ὅμοια τούτοις, ἃ προλέγω ὑμῖν, καθὼς καὶ προεῖπον, ὅτι οἱ τὰ τοιαῦτα πράσσοντες, βασιλείαν Θεοῦ οὐ κληρονομήσουσιν.
Ἐνταῦθα λοιπὸν ὁ τῆς σαρκός σου κατηγορῶν, εἰπέ μοι, καὶ νομίζων ὡς περὶ ἐχθρᾶς καὶ πολεμίας ταῦτα εἰρῆσθαι (ἔστω γὰρ ἡ μοιχεία καὶ ἡ πορνεία τῆς σαρκὸς καθ' ὑμᾶς), αἱ ἔχθραι, καὶ αἱ ἔρεις, καὶ οἱ ζῆλοι, καὶ αἱ ἐρίθειαι, καὶ αἱ αἱρέσεις, καὶ αἱ φαρμακεῖαι (προαιρέσεως γὰρ ταῦτα διεφθαρμένης μόνον, ὥσπερ οὖν καὶ τὰ ἄλλα) πῶς ἂν εἶεν σαρκός;
Ὁρᾷς ὅτι οὔ φησι τὴν σάρκα ἐνταῦθα, ἀλλὰ τὸν γεώδη λογισμὸν καὶ χαμαὶ συρόμενον;
∆ιὸ καὶ φοβεῖ λέγων, ὅτι Οἱ τὰ τοιαῦτα πράσσοντες, βασιλείαν Θεοῦ οὐ κληρονομήσουσιν.
Εἰ δὲ φύσεως ταῦτα πονηρᾶς, καὶ οὐ προαιρέσεως μοχθηρᾶς, περιττῶς εἶπε, Πράσσουσιν, ἀλλὰ, Πάσχουσι.
Τίνος δὲ ἕνεκεν καὶ βασιλείας ἐκπίπτουσιν;
Οὐδὲ γὰρ τῶν ἐν φύσει, ἀλλὰ τῶν ἐν προαιρέσει καὶ οἱ στέφανοι καὶ αἱ κολάσεις.
∆ιὸ καὶ ταῦτα ἠπείλησεν ὁ Παῦλος.
Ὁ δὲ καρπὸς τοῦ πνεύματος ἀγάπη, χαρὰ, εἰρήνη.
Οὐκ εἶπε, τὸ ἔργον τοῦ πνεύματος, ἀλλ', Ὁ καρπός.
Οὐκοῦν ἡ ψυχὴ περιττή·
εἰ γὰρ περὶ σαρκὸς καὶ πνεύματος ὁ λόγος, ποῦ ἡ ψυχή;
Ἆρα περὶ ἀψύχων διαλέγεται;
Ὅταν γὰρ τὰ μὲν πονηρὰ τῆς σαρκὸς, τὰ δὲ χρήσιμα τοῦ πνεύματος ᾖ, περιττὴ ἡ ψυχή.
Οὐδαμῶς·
καὶ γὰρ ἡ ἐγκράτεια τῶν παθῶν ταύτης καὶ περὶ αὐτῆς·
καὶ ἐν μέσῳ κειμένης κακίας καὶ ἀρετῆς, ἂν μὲν εἰς δέον χρήσηται τῷ σώματι, πνευματικὸν αὐτὸ κατειργάσατο·
ἂν δὲ ἀποστῇ μὲν τοῦ πνεύματος, ἐκδῷ δὲ αὑτὴν ταῖς πονηραῖς ἐπιθυμίαις, γεωδεστέραν αὐτὴν κατεσκεύασεν.
Ὁρᾷς πάντοθεν πῶς οὐ περὶ οὐσίας αὐτῷ τῆς σαρκὸς νῦν ὁ λόγος, ἀλλὰ περὶ προαιρέσεως μοχθηρᾶς, καὶ οὐ τοιαύτης;
∆ιὰ τί δὲ καρπὸν καλεῖ τοῦ πνεύματος;
Ὅτι τὰ μὲν πονηρὰ ἔργα ἐξ ἡμῶν γίνεται μόνων·
διὸ καὶ ἔργα καλεῖ·
τὰ δὲ καλὰ οὐ τῆς ἡμετέρας ἐπιμελείας δεῖται μόνον, ἀλλὰ καὶ τῆς τοῦ Θεοῦ φιλανθρωπίας.
Εἶτα μέλλων αὐτὰ διηγεῖσθαι, τὴν ῥίζαν τίθησι πρῶτον τῶν ἀγαθῶν, οὕτω λέγων·
Ἀγάπη, χαρὰ, εἰρήνη, μακροθυμία, χρηστότης, ἀγαθοεργία, πίστις, πραότης, ἐγκράτεια.
Κατὰ τῶν τοιούτων οὐκ ἔστι νόμος.
Τί γὰρ ἄν τις ἐπιτάξειε τῷ πάντα ἔχοντι παρ' ἑαυτῷ, καὶ διδάσκαλον ἀπηρτισμένην τῆς φιλοσοφίας τὴν ἀγάπην;
Ὥσπερ γὰρ οἱ τῶν ἵππων εὐήνιοι καὶ ἀφ' ἑαυτῶν ἅπαντα πράττοντες, οὐκ ἂν δεηθεῖεν μάστιγος·
οὕτω καὶ ψυχὴ κατορθοῦσα τὴν ἀρετὴν ἀπὸ πνεύματος, οὐ δεῖται τοῦ νουθετοῦντος νόμου.
Πάνυ δὲ καὶ ἐνταῦθα τὸν νόμον θαυμαστικῶς ἐξέβαλεν, οὐχ ὡς φαῦλον, ἀλλ' ὡς ἐλάττονα τῆς δεδομένης παρὰ τοῦ Πνεύματος φιλοσοφίας.
Οἱ δὲ τοῦ Χριστοῦ, τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις.
Ἵνα γὰρ μὴ λέγωσι·
Καὶ τίς ἐστι τοιοῦτος;
δείκνυσιν ἐπὶ τῶν ἔργων τοὺς τὰ τοιαῦτα κατορθοῦντας, σάρκα πάλιν ἐνταῦθα τὰς πονηρὰς πράξεις καλῶν.
Οὐ γὰρ δὴ τὴν σάρκα ἀνεῖλον·
ἐπεὶ πῶς ἔμελλον ζῇν;
Τὸ γὰρ ἐσταυρωμένον, νεκρόν ἐστι καὶ ἀνενέργητον·
ἀλλὰ τὴν ἀκριβῆ φιλοσοφίαν δηλοῖ.
Καὶ γὰρ αἱ ἐπιθυμίαι, κἂν ἐνοχλῶσι, κενὰ λυσσῶσιν·
ἐπεὶ οὖν τοσαύτη τοῦ πνεύματος ἡ ἰσχὺς, ἐκείνῳ ζῶμεν, ἐκείνῳ ἀρκώμεθα·
ὃ καὶ αὐτὸς ἐπάγει λέγων·
Ζῶμεν οὖν ἐν πνεύματι, καὶ πνεύματι στοιχῶμεν, κατὰ τοὺς ἐκείνου νόμους πολιτευόμενοι.
Τοῦτο γάρ ἐστι τὸ, Στοιχῶμεν·
τουτέστι, Ἀρκεσθῶμεν τῇ τοῦ πνεύματος δυνάμει, καὶ μὴ ἐπιζητῶμεν τὴν ἀπὸ τοῦ νόμου προσθήκην.
Εἶτα δεικνὺς ἐκείνους τοὺς ἐπεισάγοντας τὴν περιτομὴν διὰ φιλοτιμίαν τοῦτο ποιοῦντας, φησί·
Μὴ γενώμεθα κενόδοξοι, ὃ πάντων ἐστὶν αἴτιον τῶν κακῶν, ἀλλήλους προκαλούμενοι, ἀλλήλους φθονοῦντες.
Ἀπὸ γὰρ κενοδοξίας ὁ φθόνος, καὶ ἀπὸ φθόνου τὰ μυρία ταῦτα κακά.


Πανεπιστήμιο Αιγαίου, Τμήμα Πολιτισμικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού με αναφορά στην πηγή προέλευσής του.

No votes yet


Η Θεία Λειτουργία

Η Θεία Λειτουργία στα Αραβικά -

خدمة القداس الإلهي عربي

Πειραϊκὴ Ἐκκλησία

Ακούστε (((ο)))
Πειραϊκή Εκκλησία 912fm

You are missing some Flash content that should appear here! Perhaps your browser cannot display it, or maybe it did not initialize correctly.

Ὅλα ἀρχίζουν ἐδῶ

Κάθε λογισμὸς καὶ κάθε αἴσθηση ὁδηγοῦν σταδιακὰ τὴν ψυχὴ εἴτε πρὸς τὸν παράδεισο εἴτε πρὸς τὴν κόλαση.

Ἄν ὁ λογισμὸς εἶναι ἔλλογος, τότε συνδέει τὸν ἄνθρωπο μὲ τὸν Θεὸ Λόγο, μὲ τὸν ὕψιστο Λογισμό, μὲ τὴν Παναξία, πρᾶγμα ποὺ εἶναι ἤδη ὁ παράδεισος.

παράδεισος

Ἐάν πάλι εἶναι ἄλογος ὁ λογισμὸς ἤ καὶ παράλογος, τότε συνδέει ἀναπόφευκτα τὸν ἄνθρωπο μὲ τὸν Παράλογο, τὸν Ἀνόητο, μὲ τὸν διάβολο, πρᾶγμα ποὺ εἶναι ἤδη ἡ κόλαση.

Ὅσα ἰσχύουν γιὰ τὸν λογισμὸ, ἰσχύουν καὶ γιὰ τις αἰσθήσεις. Ὅλα ἀρχίζουν ἐδῶ, ἀπὸ τὴν γῆ: καὶ ὁ παράδεισος μὰ καὶ ἡ κόλαση τοῦ ἀνθρώπου.

Ἰουστῖνος Πόποβιτς

Ιωάννου Χρυσοστόμου

Ἐγὼ πατὴρ, ἐγὼ ἀδελφὸς, ἐγὼ νυμφίος, ἐγὼ οἰκία, ἐγὼ τροφὴ, ἐγὼ ἱμάτιον, ἐγὼ ῥίζα, ἐγὼ θεμέλιος, πᾶν ὅπερ ἂν θέλῃς ἐγώ· μηδενὸς ἐν χρείᾳ καταστῇς. Ἐγὼ καὶ δουλεύσω· ἦλθον γὰρ διακονῆσαι, οὐ διακονηθῆναι. Ἐγὼ καὶ φίλος, καὶ μέλος, καὶ κεφαλὴ, καὶ ἀδελφὸς, καὶ ἀδελφὴ, καὶ μήτηρ, πάντα ἐγώ· μόνον οἰκείως ἔχε πρὸς ἐμέ. Ἐγὼ πένης διὰ σέ· καὶ ἀλήτης διὰ σέ· ἐπὶ σταυροῦ διὰ σὲ, ἐπὶ τάφου διὰ σέ· ἄνω ὑπὲρ σοῦ ἐντυγχάνω τῷ Πατρὶ, κάτω ὑπὲρ σοῦ πρεσβευτὴς παραγέγονα παρὰ τοῦ Πατρός. Πάντα μοι σὺ, καὶ ἀδελφὸς, καὶ συγκληρονόμος, καὶ φίλος, καὶ μέλος. Τί πλέον θέλεις; τί τὸν φιλοῦντα ἀποστρέφῃ; τί τῷ κόσμῳ κάμνεις; τί εἰς πίθον ἀντλεῖς τετρημένον;  περισσότερα »»»

Η Ελλάδα και ο Υμνος της Ελευθερίας

Ελληνική σημαία - Ελλάς - Ελευθερία

You are missing some Flash content that should appear here! Perhaps your browser cannot display it, or maybe it did not initialize correctly.

Υπεραγία Παρθένος Θεοτόκος Μαρία

Κύριος διασκεδάζει βουλὰς ἐθνῶν, ἀθετεῖ δὲ λογισμοὺς λαῶν καὶ ἀθετεῖ βουλὰς ἀρχόντων· ἡ δὲ βουλὴ τοῦ Κυρίου εἰς τὸν αἰῶνα μένει, λογισμοὶ τῆς καρδίας αὐτοῦ εἰς γενεὰν καὶ γενεάν. (Ψαλ. 32, 10-11)

εἰ δέ τις τῶν ἰδίων καὶ μάλιστα τῶν οἰκείων οὐ προνοεῖ, τὴν πίστιν ἤρνηται καὶ ἔστιν ἀπίστου χείρων. (Τιμ.Α 5,8)

Ἅγιος Ἀντώνιος ὁ Μέγας

Οἱ ἄνθρωποι καταχρηστικά λέγονται λογικοί. Δεν εἶναι λογικοὶ ὅσοι ἔμαθαν ἀπλῶς τὰ λόγια καὶ τὰ βιβλία τῶν ἀρχαίων σοφῶν, ἀλλ' ὅσοι ἔχουν τὴ λογικὴ ψυχὴ καὶ μποροῦν νὰ διακρίνουν ποιὸ εἶναι τὸ καλὸ καἰ ποιὸ τὸ κακό καὶ ἀποφεύγουν τὰ πονηρὰ καὶ βλαβερὰ στὴν ψυχή, τὰ δὲ ἀγαθὰ καὶ ψυχωφελῆ, τὰ ἀποκτοῦν πρόθυμα μὲ τὴ μελέτη καὶ τὰ ἐφαρμόζουν μὲ πολλὴ εὐχαριστία πρὸς τὸν Θεό. Αὐτοὶ μόνοι πρέπει νὰ λέγονται ἀληθινὰ λογικοὶ ἄνθρωποι.

St Antony the Great

Ἐφ᾿ ὅσον ἐννοεῖς τὰ περὶ Θεοῦ, νὰ εἶσαι εὐσεβής, χωρὶς φθόνο, ἀγαθός, σώφρων, πράος, χαριστικὸς κατὰ δύναμιν, κοινωνικός, ἀφιλόνεικος καὶ τὰ ὅμοια. Διότι αὐτὸ εἶναι τὸ ἀπαραβίαστο ἀπόκτημα τῆς ψυχῆς, νὰ ἀρέσει στὸ Θεὸ μὲ τέτοιες πράξεις καὶ μὲ τὸ νὰ μὴν κρίνει κανέναν καὶ νὰ λέει γιὰ κανέναν, ὅτι ὁ δείνα εἶναι κακὸς καὶ ἁμάρτησε. Ἀλλὰ καλλίτερο εἶναι νὰ συζητᾶμε τὰ δικά μας κακά, καὶ νὰ ἐρευνᾶμε μέσα μας τὴ δική μας πολιτεία, ἐὰν εἶναι ἀρεστὴ στὸ Θεό. Διότι, τί μᾶς μέλει ἐμᾶς, ἐὰν ὁ ἄλλος εἶναι πονηρός;

περισσότερα