Ο Κύριος ημών Ιησούς Χριστός | Ορθόδοξοι Πατέρες Our Lord Jesus Christ | Orthodox Fathers

»»»    Εἰς τὴν γυναῖκα τὴν ἁμαρτωλὸν τὴν ἀλείψασαν τὸν Κύριον μύρῳ καὶ εἰς τὸν φαρισαῖον.

Εἰς τὴν γυναῖκα τὴν ἁμαρτωλὸν τὴν ἀλείψασαν τὸν Κύριον μύρῳ καὶ εἰς τὸν φαρισαῖον.


Ἱκανῶς ἡμᾶς πρώην ἐψυχαγώγησεν ὁ Χριστὸς
παρὰ Ζακχαίῳ ἑστιώμενος·
ὅπου γὰρ Χριστὸς ἑστιᾶται καὶ τοῖς ἀνθρώποις συνανακλίνεται καὶ ποτοῦ καὶ τραπέζης ἀπολαύει τῆς ἡμετέρας, πάντα πρὸς τὸν τῆς εὐφροσύνης μετάγεται λόγον.

Τίς γὰρ τελωνῶν ἢ πορνῶν καὶ τῶν τὰ ἄρρητα ἐργασαμένων δεινὰ τὸν οὐρανοῦ καὶ γῆς ποιητὴν στέγην ὑπελθόντα τελωνικὴν βλέπων καὶ τὸν τῶν σταχύων δοτῆρα ἄρτον ἀνθρώπινον μετὰ χεῖρας λαμβάνοντα καὶ τὸν τῶν βοτρύων χορηγὸν τῇ κοινωνίᾳ τοῦ ποτοῦ τὰς ληνοὺς εὐλογοῦντα,
μὴ ἑορτὴν καὶ πανήγυριν θέσθαι τὸ πρᾶγμα δικαιώσειεν;

Αὕτη ἀληθῶς ἑορτή, αὕτη ἀληθῶς ἀγγελικῆς ἑστιάσεως εὐφροσύνη, τὸ τὸν Δεσπότην μετὰ δούλων, τὸν Θεὸν μετὰ ἀνθρώπων, τὸν Δικαστὴν μετὰ τῶν ὑπευθύνων ὁρᾶν κοινῆς ἀπολαύοντα τραπέζης.

∆ιὰ τοῦτο γὰρ ἐπὶ γῆς ἦλθεν οὐκ ἔρημον καταλιπὼν τὸν οὐρανόν, καὶ ἄνθρωπος γέγονεν οὐκ ἀποδὺς τὸ εἶναι Θεός, ἵνα καὶ τὴν θάλασσαν πλέων τοὺς εἰς τὸ βιωτικὸν χειμαζομένους πέλαγος ἐκ τοῦ βυθοῦ ἀνασύρῃ τῆς ἁμαρτίας καὶ κώμας καὶ πόλεις περιϊών, στενωποὺς καὶ ἀτραποὺς καὶ δρόμους περιτρέχων τοὺς ἐν ταῖς τριόδοις πλανωμένους
ὡς ἀποίμαντα πρόβατα ἐπὶ τὴν ἰδίαν ἐπαναγάγῃ ποίμνην.

Αὐτὸς γάρ ἐστιν ὁ τὸ ἀπολωλὸς πρόβατον ἐπιζητῶν,
ὁ τὰ ἐννενήκοντα ἐννέα καταλιπὼν
καὶ περὶ τὴν τοῦ ἑνὸς παραγενόμενος ζήτησιν.

Ἐζήτει γὰρ τὸ ἓν οὔτε τῶν πολλῶν καταφρονῶν
οὔτε τοῦ πλήθους τὸ ἓν προκρίνων.

Ἀλλὰ τὰ μὲν ἐννενήκοντα ἐννέα κατελίμπανεν,
ἔδει γὰρ ἀσφαλῶς αὐτὰ ἐν τῇ μάνδρᾳ αὐλίζεσθαι·
τὸ δὲ ἓν περιϊὼν ἐζήτει, ἵνα μὴ θοίνη τῷ διαβόλῳ γένηται.

Πρόβατον γὰρ ἀποίμαντον θηρσὶν ἕτοιμον δεῖπνον
καὶ ψυχὴ ἀσφράγιστος δαίμοσιν εὐεπιβούλευτος.

Ὅθεν πρώην τὸν Ζακχαῖον ὡς πρόβατον ἐκ στόματος λύκου ἀφήρπασε καὶ τῇ μάνδρᾳ συνέμιξε καὶ σφραγίδος ἠξίωσεν.

Ὡς γὰρ ποιμὴν πρόβατον ἀποπλανηθὲν θηρᾶσαι θέλων χειρόηθες ζῷον ἐᾷ, ἵνα ἀπολύτως νεμόμενον τὸ ἀποπηδῆσαν ἑλκύσῃ θήραμα, οὕτω καὶ ὁ τοῦ Θεοῦ λόγος τὴν σάρκα ἣν ἐκ τῆς παρθένου ἀνέλαβεν, ὡς πρόβατον ἐν νομῇ, ἐν τῇ τραπέζῃ Ζακχαίου ἀφῆκεν, ἵνα τῷ κοινῷ τῆς ἑστιάσεως νόμῳ ἑλκύσας αὐτὸν πρὸς συνουσίαν λανθανόντως τῇ οἰκείᾳ συζεύξῃ ποίμνῃ.

Ἀλλὰ τοῦτο μὴ συνιέντες οἱ φαρισαῖοι ἐγόγγυζον ὁρῶντες Αὐτὸν μετὰ τελωνῶν ἐσθίοντα.

Ἀλλ' ἐκεῖνοι μὲν ὡς ἀσκὸς παλαιὸς διαρρηγνύσθωσαν,
οὐ γὰρ δύνανται τὸν νέον τῆς διδασκαλίας δέξασθαι οἶνον·
ἡμεῖς δὲ κατόπιν τοῦ φιλανθρώπου βαδίσωμεν Ποιμένος.

Ὁ γὰρ Ζακχαῖον τὸν τελώνην τῇ λογικῇ τῶν ἀποστόλων συνάψας ποίμνῃ, αὐτὸς καὶ τὴν πόρνην τὴν ἁμαρτωλόν,
τὴν μυρίων κακῶν ἐργάτιν, ἐκ τοῦ φάρυγγος τοῦ διαβόλου
ὡς ἀμνάδα ἑλκύσας τῇ ἀνεπηρεάστῳ ἀπέδωκεν μάνδρᾳ.

Ἵνα δὲ γνῶτε καὶ τοῦ Χριστοῦ τὴν φιλανθρωπίαν καὶ τῶν φαρισαίων τὴν ἀλογίαν καὶ τῆς ἁμαρτωλοῦ τὴν παλινοδίαν, αὐτὰς ὑμῖν τὰς εὐαγγελικὰς παραθήσομαι ῥήσεις·
ἐὰν γὰρ τοῦ ὕφους τοῦ ἀναγνώσματος ἐπακούσητε,
ῥᾳδίως καὶ τῆς ἑρμηνείας τὴν ἔννοιαν ἀναμάσσεσθε.

Ἠρώτησε, φησί, τις τῶν φαρισαίων τὸν Ἰησοῦν,
ἵνα φάγῃ μετ' αὐτοῦ.
Καὶ εἰσελθὼν εἰς τὸν οἶκον τοῦ φαρισαίου ἀνεκλίθη.

Ὢ χάριτος ἀφράστου!
Ὢ φιλανθρωπίας ἀρρήτου!
Καὶ φαρισαίοις συνεστιᾶται
καὶ τελώνας οὐκ ἀποσείεται
καὶ πόρνας προσδέχεται
καὶ Σαμαρείτιδι διαλέγεται
καὶ Χαναναίαν λόγου ἀξιοῖ
καὶ τῇ αἱμορροούσῃ τὸ κράσπεδον παραχωρεῖ.

Ναί, ἰατρὸς γάρ ἐστι πάντων ἐφαπτόμενος τῶν παθῶν,
ἵνα πάντας ὠφελήσῃ,
πονηροὺς ἅμα καὶ ἀγαθούς,
ἀχαρίστους καὶ εὐγνώμονας.

Ὅθεν καὶ νῦν ὑπὸ τοῦ φαρισαίου κληθεὶς εἰσέρχεται εἰς οἰκίαν τέως μεστὴν κακῶν.
Ὅπου γὰρ φαρισαῖος, ἐκεῖ πονηρίας ὁρμητήριον,
ἁμαρτίας καταγώγιον, ὑπεροψίας ὑποδοχή.

Ἀλλὰ καὶ οὕτως αὐτοῦ διακειμένης τῆς οἰκίας οὐκ ἀπαξιοῖ παραγενέσθαι ὁ Κύριος.

Εἰκότως· ὥσπερ γὰρ ὁ ἥλιος οὐ καταβλάπτεται βορβόρῳ τὰς οἰκείας ἀκτῖνας ἐπιβάλλων,
ἀλλὰ τοὐναντίον καὶ τὴν ἐνοῦσαν ἀηδίαν περιμάσσεται
μηδὲν αὐτὸς ὑβριζόμενος,
οὕτω καὶ ὁ Χριστὸς ὡς ἥλιος δικαιοσύνης πάντα ἐναγῆ
καὶ βέβηλον τόπον καταλαμβάνει
καὶ τὴν δυσώδη ἁμαρτίαν ταῖς ἀκτῖσιν αὐτοῦ τῆς ἀγαθότητος ἀναλίσκει, οὐχ ὕβριν, οὐ μείωσιν, οὐ μολυσμὸν ὑπομένων κατὰ τὸν τῆς θεότητος λόγον.

Ὅθεν ἐπένευσεν εὐκόλως τῷ φαρισαίῳ καλοῦντι,
ἠρεμῶν, σιωπῶν, ἀνεξέλεγκτον αὐτοῦ τὸν βίον ἀφείς.

Πρῶτον μέν, ἵνα ἁγιάσῃ τοὺς κληθέντας, τὸν καλέσαντα,
τῆς οἰκίας τὸ σύστημα, τῆς πολυτελείας τὰ βρώματα·
ἔπειτα δεικνὺς ὡς οὐ φάσμα ἦν ἡ ἐνανθρώπησις,
ἐκ τῆς ἀνακλίσεως, τῆς βρώσεως, τῆς πόσεως,
τῆς τῶν σιτίων δαπάνης.

Ἄλλως δέ, ἐπειδὴ ἤμελλεν ἡ πόρνη προσιέναι καὶ τὸν θερμὸν ἐκεῖνον καὶ διάπυρον τῆς μετανοίας δεικνύναι τρόπον,
διὰ τοῦτο καλοῦντι τῷ φαρισαίῳ ἐπινεύει ταχέως,
ἵνα ἐπ' ὄψεσι γραμματέων καὶ φαρισαίων τὰ οἰκεῖα ἐκτραγῳδήσασα κακὰ διδάξῃ αὐτοὺς πῶς δεῖ τοὺς ἁμαρτωλοὺς ἐπὶ ταῖς ἁμαρτίαις στυγνάζοντας ἐξευμενίζεσθαι Θεόν.

Ἰδοὺ γάρ, φησί, γυνὴ ἐν τῇ πόλει, ἥτις ἦν ἁμαρτωλός.
Γυνή, ἡ εὐόλισθος φύσις, τὸ πρῶτον δίκτυον τοῦ διαβόλου,
ἡ τῆς πλάνης εἰσαγωγή, ἡ τῆς παραβάσεως διδάσκαλος,
ἡ βοηθὸς μὲν γεναμένη, πολεμία δὲ ἀναδειχθεῖσα,
ἡ γεναμένη κατὰ φύσιν καλή, ἐκ προαιρέσεως δὲ ἀποδειχθεῖσα κακή, ἡ θανάτου πρόξενος, ἡ τὸ κάλλος τοῦ ξύλου δείξασα καὶ ὅλον τὸν παράδεισον ἀπολέσασα.
Καὶ ἰδοὺ γυνή, φησίν, ἐν τῇ πόλει, ἥτις ἦν ἁμαρτωλός,
τὰ τῆς Εὔας φέρουσα βάρη, πολλοῖς κακοῖς βριθομένη.

Ἐρῶ δὲ αὐτῆς τῶν προτέρων κακῶν τὴν δαψίλειαν,
ἵνα γνῶτε αὐτῆς τῆς μετανοίας τὴν πολυτέλειαν.

Ὁ Θεὸς ἐκ τῆς πλευρᾶς τοῦ Ἀδὰμ ὀστέον λαβὼν καὶ τοῦτο σαρκώσας τὴν Εὔαν εἰργάσατο, ἣν δὲ γυναῖκα καλέσας ἔδωκε βοηθὸν τῷ Ἀδάμ.

Ἀλλὰ μετὰ τὸ ἁμαρτεῖν καὶ παραβῆναι τὸν νόμον καὶ ἐκβληθῆναι τοῦ παραδείσου καὶ θάνατον τὸ ἐπιτίμιον λαβεῖν, ἵνα μὴ τῷ θανάτῳ δαπανώμενον ἄρδην τὸ γένος ἀπώληται, γάμον ἐπιστρατεύει τῷ θανάτῳ, ἵν' ὁ μὲν σπείρῃ,
ὁ δὲ θερίζῃ, ὁ μὲν τέμνῃ, ὁ δὲ βλαστάνῃ.
Καὶ ὅτι μετὰ τὸ θανάτῳ ὑποβληθῆναι ἡ τοῦ γάμου ἐδόθη χάρις, δῆλον ἐκ τοῦ τὸν Ἀδὰμ μετὰ τὴν ἔξοδον τοῦ παραδείσου συναφθῆναι τῇ Εὔᾳ.

Γέγραπται γὰρ ὅτι μετὰ τὸ ἐξελθεῖν ἐκ τοῦ παραδείσου,
τότε ἔγνω Ἀδὰμ τὴν γυναῖκα αὐτοῦ.
Πρὸ τῆς ἁμαρτίας οὖν παρθενία ἦν ἀμόλυντον τηροῦσα τὸν χιτῶνα τῆς φύσεως, μετὰ δὲ τὴν παράβασιν, μετὰ τὴν τοῦ θανάτου ἀπόφασιν ὁ γάμος ἀντεισήχθη, ἵνα ἀντλοῦντα τὸν θάνατον νικήσῃ βρύων καὶ τρυγῶντα ἡττήσῃ φύων.

Ἐπεὶ οὖν ἐπὶ διαδοχῇ τοῦ γένους καὶ ἐπὶ αὐξήσει τῆς φύσεως ὁ τοῦ γάμου ἐδόθη νόμος, τῷ μὲν ἀνθρώπῳ ἡδόνην ἐνέσπειρε, τὸ δὲ θῆλυ θωπευτικὸν ἐποίησεν·
οὐχ ἵνα ἑταιρικῶς πρὸς μίξεις ἐρεθίζωνται,
ἀλλ' ἵνα ἐννόμως πρὸς γάμον συνάπτωνται.

Ὅθεν ἡ μὲν ἔνθεσμος τοῦ γάμου μῖξις τιμία παρὰ τῷ Θεῷ,
ἡ δὲ πρὸς χάριν τῶν ἡδονῶν ἐκτελουμένη θανάτῳ ὑποβέβληται.

Τίμιος γὰρ ὁ γάμος καὶ ἡ κοίτη ἀμίαντος·
πόρνους δὲ καὶ μοιχοὺς κρινεῖ ὁ Θεός.

Αἱ οὖν χάριν παιδογονίας ἐννόμως τοῖς ἀνδράσι μιγνύμεναι ἀνέγκλητοί εἰσιν, ὥσπερ ἡ Σάρρα καὶ ἡ Ῥεβέκκα καὶ ἡ Ῥαχήλ, καὶ εἴ τις ἄλλη ἀπ' αὐτῆς·
αἱ δὲ λόγῳ ἡδυπαθείας τοὺς νέους πρὸς ἀκολασίαν διεγείρουσαι, ὡς φθείρουσαι τὸν ναὸν τοῦ Θεοῦ,
παραδίδονται φθορᾷ.

Εἴ τις γάρ, φησί, φθείρει τὸν ναὸν τοῦ Θεοῦ,
φθερεῖ τοῦτον ὁ Θεός.
Ὧν καὶ αὕτη μία ἦν, ἡ μετὰ χεῖρας ἁμαρτωλός.
Τὴν γὰρ φύσιν καπηλεύουσα καὶ ταῖς ἔξωθεν βαφαῖς τὰς παρειὰς φοινίσ σουσα καὶ τέχνῃ βιαζομένη φανῆναι καλή, τοὺς νέους πρὸς ἀκολασίαν ὑπέσυρεν, ἀπροόπτως αὐτοὺς εἰς τὸ τῆς πορνείας ἀποκλίνουσα βάραθρον.

Ταῦτα δὲ λέγω οὐ κωμῳδῶν αὐτὴν ἐφ' οἷς ἔδρασε πρίν,
ἀλλ' ἐπαινῶν αὐτὴν ἀφ' οἵων οἵα γέγονεν ἄφνω·
λέγω γὰρ τί ἦν, ἵνα δείξω τί γέγονεν νῦν·
λέγω αὐτῆς τῆς ἁμαρτίας τὰ πταίσματα,
ἵνα δείξω τῆς μετανοίας τὰ κατορθώματα.

Ἀλλ' αὕτη ἡ τῷ σώματι οὐκ ἀμέμπτως χρησαμένη τὸ πρίν, τοὺς μὲν διὰ βοστρύχων σαγηνεύουσα, τοὺς δὲ διὰ δακρύων φαρμάττουσα, τοὺς δὲ δι' ἀλείμματος γοητεύουσα,
πάντας δὲ πανταχόθεν ἐπὶ τὸν βόρβορον τῆς ἀκολασίας προσκαλουμένη, τὸν αἰσχρὸν αὐτῆς καὶ ἡδυπαθῆ ἔρωτα εἰς θεῖον καὶ ἐπουράνιον μεταβάλλει φίλτρον.

Ὡς εἶδε γὰρ τὸν Ἰησοῦν ποτὲ μὲν ἀδέως τῇ Σαμαρείτιδι διαλεγόμενον, ποτὲ δὲ τὴν Χαναναίαν προσιέμενον,
ἄλλοτε τῆς αἱμορροούσης ἀνακηρύττοντα τὴν κλοπήν,
καὶ πῆ μὲν τελώναις συνεσθίοντα,
πῆ δὲ τῶν φαρισαίων τοὺς οἴκους καταλαμβάνοντα, ἐλογίσατο·
Εἰ πόρνας καὶ ἁμαρτωλοὺς καὶ τελώνας προσίεται,
μέχρι πότε ἀκαθέκτως οἰστρῶσα τὸ τῆς ἁμαρτίας πέλαγος ἀντλῶ;
Οὐ μένω νέα, οὐ μένω καλή·
πάντα γὰρ παρέρχεται, πάντα μαραίνεται,
καὶ ἄνθη καὶ κρίνα καὶ τῶν προσώπων τὰ κάλλη.
Τί οὖν πάθω ἐφ' οἷς ἔδρασα;
Ἤδη γὰρ τὸ τῆς γεέννης πῦρ ἐννοῶ, ἤδη μου τὴν ψυχὴν μετάγνωσις λαμβάνει, ὅτι ἐπ' ὀλέθρῳ τῶν νέων βιαζομένη φανῆναι καλὴ ἐν ταῖς ἀγυίαις τῆς πόλεως, ἐν ταῖς ἀγοραῖς,
ἐν ἀμφόδοις ἔτρεχον, δίκτυον μὲν τοὺς πόδας ἔχουσα καὶ σαγήνην τὴν γλῶσσαν.
Ὢ πόσους νεανίσκους κατέθελγον μεστὸν ἀναιδείας βλέμμα περιφέρουσα!
Ἐπὶ λύμῃ γὰρ τῶν θεατῶν ὡραϊζομένη πῆ μὲν πολυπλόκοις σειραῖς τὴν κεφαλὴν ἐπύργουν, πῆ δὲ νομάδας πλοκάμων ἐκ κορυφῆς εἴων κατὰ μετώπου πλανᾶσθαι·
ἄλλοτε δὲ τὰς παρειὰς ἐφοίνισσον καὶ τοὺς ὀφθαλμοὺς κατέγραφον, καὶ ἄλλοτε δακρύων λιβάδας ἠφίουν τῇ κολακείᾳ ἐκτραχηλίζουσα τὴν ψυχήν.
Τίς οὖν ἐπὶ τούτοις γένωμαι;
Τίνα ἰατρὸν εὕρω τῶν ἀπείρων τούτων παθῶν;
Ἐὰν ἀνθρώποις τὰ κατ' ἐμαυτὴν εἴπω,
ἀνωφελής μοι γίνεται τῆς ἐξαγορεύσεως ὁ τρόπος.
Ἀλλὰ καλύψω τὰ κακά;
Ἀλλ' οὐ δύναμαι λαθεῖν·
τίνα γὰρ λάθω Θεὸν λαθεῖν μὴ δυναμένη;
Ποῦ οὖν φύγω πανταχοῦ τὸν δικαστὴν εὑρίσκουσα τὸν μὴ φαινόμενον μέν, πανταχοῦ δὲ διελέγχοντά μου τὰ κακά;
Μία μοι σωτηρίας ὑπολέλειπται ἐλπίς,
ἕν μοι ἐφόδιον πρόκειται ζωῆς,
τὸ τὸν Ἰησοῦν ἐπιγνῶναι καὶ αὐτῷ προσδραμεῖν.

Ὁ γὰρ τελώνας προσδεχόμενος οὐκ ἀπαναίνεται πόρνην,
ὁ φαρισαίοις συνεσθίων οὐ παραιτεῖται τῆς ἁμαρτωλοῦ τὰ δάκρυα.

Ἐπεὶ οὖν ἔγνων ὡς παρὰ Σιμῶνι φαρισαίῳ κατάγεται,
ἀνδρὶ λεπρῷ καὶ ἁμαρτωλῷ, δραμοῦμαι πρὸς αὐτόν.
Ἀλλὰ τί αἰτήσω προσελθοῦσα;
Ὀφθαλμῶν ὑγίειαν;
Ἀλλὰ πρόσκαιρος ἡ χάρις.
Νόσου ἀπαλλαγήν;
Ἀλλὰ μικρὸν τὸ κατόρθωμα,
ὁ γὰρ αἰώνιος θάνατος τοῦ παρόντος ἐστὶ βαρύτερος.
Πάντα παρεῖσα τὰ τοῦ σώματος τὸ τῆς ψυχῆς ἐπιζητήσω ἴαμα.
Μίαν γὰρ εὑρίσκω λύσιν τῶν ἐπηρτημένων κακῶν,
ἐὰν τὸν δικαστὴν ἴδω, ἐὰν προλάβω τῆς κολάσεως τὸν καιρόν.
Μιμήσομαι Ῥαὰβ τὴν πόρνην,
γυναικὸς τὸν ἐνάρετον μεταδιώξω τρόπον·
οὐδὲν γὰρ παρ' ἡμῶν βούλεται Θεὸς ἢ γνώμης ἐναλλαγήν.

Ταῦτα εὐσεβῶς ἐπισκεψαμένη καὶ τὴν διάνοιαν πρὸς πίστιν ἐπαλείψασα ἐπεισέρχεται τῷ Ἰησοῦ ὅπου ἀνέκειτο τὴν προτέραν ἀναίδειαν εἰς ὑπόθεσιν παρρησίας λαβοῦσα.

Καὶ λέγει μὲν αὐτῷ οὐδέν·
οὐ γὰρ ἐτόλμα,
ᾔδει γὰρ ὡς ὁ τῶν λογισμῶν ἔφορος οὐ δεῖται λόγων.
Τί γὰρ εἰπεῖν εἶχε τῷ τὰ πάντα εἰδότι;
Ὅτι ἥμαρτεν;
Ὅτι πολλῶν κακῶν ἐργάτις γέγονεν;
Ὅτι ἐρῶσα καὶ ἐρωμένη τὴν πάνδημον ἡδονὴν ἐθεράπευσεν;
Ταῦτα Θεῷ δῆλα ἦν, οὐ πραττόμενα μόνον,
ἀλλὰ καὶ ἐν τῷ ἀφανεῖ τῆς ψυχῆς βουλευτηρίῳ γυμνούμενα.
Εἰδυῖα οὖν ὡς πάντα οἶδε καὶ λαθεῖν αὐτὸν δύναται οὐδέν, θυροῖ μὲν τὴν γλῶσσαν, λαλεῖ δὲ τοῖς δάκρυσι.

Στᾶσα γάρ, φησί, παρὰ τοὺς πόδας αὐτοῦ κλαίουσα,
ἤρξατο βρέχειν τοὺς πόδας αὐτοῦ τοῖς δάκρυσιν.
Ἀλλ' εἰ καὶ μὴ τῇ γλώσσῃ ἐλάλει,
ἀλλὰ στεναγμοῖς ἀλαλήτοις ἐφθέγγετο τὸν συντριμμὸν τῆς καρδίας ἐκκαλύπτουσα,
τὸ πλῆθος τῶν ἁμαρτιῶν θριαμβεύουσα,
τοὺς ἀτόπους λογισμούς,
τὰς ἐναγεῖς ἐνθυμήσεις,
τὰς βεβήλους πράξεις,
τὰς παρανόμους ὁμιλίας ἐκπομπεύουσα·
οὐδὲν γὰρ ἦν τῶν πεπραγμένων αὐτῇ κακῶν,
ὃ μὴ δάκρυσιν ἐξετραγῴδει.

Ἤδει γὰρ ὅτι ὧν ὡμολόγει τὴν ἀμνηστίαν ἐλάμβανεν.

Εἶπα γάρ, φησίν, Ἐξαγορεύσω τὴν ἀνομίαν μου τῷ Κυρίῳ καὶ Σὺ ἀφῆκας τὴν ἀσέβειαν τῆς καρδίας μου.
Καὶ οὐ μόνον ἀλαλήτως ἐφθέγγετο τοῖς στεναγμοῖς τῆς καρδίας δυσωποῦσα τὸν κύριον, ἀλλὰ καὶ σχήματι τὸ τῆς μετανοίας διέγραφε κάλλος.

Ἐδάκρυσεν μὲν ὡς πολλὰ γελάσασα τοῖς καλοῖς δάκρυσι τὸν κακὸν ἐκπλύνουσα γέλωτα, ταῖς δὲ ῥανίσι τῶν ὀφθαλμῶν τὸν τῶν παρειῶν ἐκπλύνουσα ῥύπον,
ἵνα ἐν οἷς ἥμαρτεν, ἐν τούτοις καὶ ἀπολογήσηται,
ἐν οἷς ἠνόμησεν, ἐν τούτοις τὸν νομοθέτην ἐξιλεώσηται.

Ὥσπερ γὰρ τὴν κοίτην ἣν ἐκθέσμως ἐμόλυνε συμπλοκῇ, δάκρυσιν ἀπέπλυνεν ὁ ∆αβίδ·
Λούσω γάρ, φησί, καθ' ἑκάστην νύκτα τὴν κλίνην μου,
ἐν δάκρυσί μου τὴν στρωμνήν μου βρέξω,
οὕτω καὶ αὕτη δι' ὧν ὀφθαλμῶν πολλοὺς τῶν νέων εἰς ἀκολασίαν ὑπέσυρε δακρύων ἀφεῖσα πηγὰς τὸν δύσπλυτον τῆς ἁμαρτίας ἀπέπλυνε ῥύπον,
αὐτὴ ἑαυτῇ λοῦτρον μετανοίας προβαλλομένη τὰ δάκρυα.

Τὰ μὲν γὰρ δάκρυα ὡς ὕδωρ αὐτὴ παρεῖχε,
τὴν δὲ ἄφεσιν ἀοράτως παρὰ τοῦ Χριστοῦ ὑπεδέχετο.
Ἀλλὰ μὴν καὶ τὸν Ἀβραὰμ τάχα οὐ μιμουμένη μόνον,
ἀλλὰ νικῶσα, τοὺς πόδας ἀπέπλυνε τοῦ Χριστοῦ.

Ὁ μὲν γὰρ νιπτῆρα θεὶς ὕδασιν ἀπέπλυνεν καὶ λεντίῳ κατέμασσεν, αὕτη δὲ οὐχ ὕδωρ ἀντλήσασα, ἀλλὰ κρήνας δακρύων ἀφεῖσα τοὺς πόδας ἀπέπλυνε τοῦ Ἰησοῦ.

Φεισαμένη δὲ μὴ δάκρυσιν ἁμαρτωλοῖς ἁγίους ἐνυβρίσῃ πόδας, τὸ τῶν τριχῶν κάλλος ὡς λέντιον ὑποβαλοῦσα ἀπέμασσε τοὺς πόδας.

Καὶ ἦν ἰδεῖν ὅλον δι' ὅλου τὸ γύναιον πρὸς θεραπείαν τοῦ Ἰησοῦ καμπτόμενον·
οἱ μὲν γὰρ ὀφθαλμοὶ ἄνωθεν ὡς κρῆναι δακρύων ἔπεμπον ὀχετούς, ἡ δὲ ψυχὴ ὥσπερ νιπτὴρ ὑποκειμένη τὰς ἐκ τῶν ποδῶν ἀποσταζούσας ἐδέχετο ῥανίδας, οἱ δὲ πλόκαμοι ἀπέμασσον λεντίου πληροῦντες σχῆμα, αἱ δὲ χεῖρες τὸ ἀλάβαστρον τοῦ μύρου καταχέουσαι τοὺς θείους ἤλειφον πόδας μύρῳ τὸ μύρον τιμῶσαι·
Μύρον γάρ, φησίν, κενωθὲν ὄνομά σοι.

Εἶδες πῶς ἐνίκησε τὴν ἀχάριστον τῶν Ἰουδαίων γνώμην γυνὴ ἁμαρτωλὸς καὶ θείων ἄμοιρος νόμων.

Οἱ μὲν γὰρ λίθοις αὐτὸν ἔβαλλον, ἡ δὲ τοῖς τῆς εὐωδίας ηὔφραινε μύροις.

Ἀλλ' Ἰουδαῖοι μὲν ὡς ἀχάριστοι,
ὡς ἀσύνετοι καὶ ἀγνώμονες,
κακοῖς ἠμείβοντο τὸν εὐεργέτην λίθοις τὸν ἀκρογωνιαῖον φιλοφρονούμενοι λίθον·
ἡ δὲ μύρῳ ἤλειφε τοὺς πόδας τοὺς μέλλοντας δι' αὐτὴν πανημέριον ἐπὶ τῆς ἰκρίας ἰστᾶσθαι τοῦ σταυροῦ.

Καὶ τί λέγω ὅτι τὸν ἀχάριστον τῶν Ἰουδαίων ἐνίκησε δῆμον, ὅπου γε ὅλον τῶν ἁγίων ὑπερηκόντισε τὸν χορόν;

Ἔλαβε γὰρ χάριν ἣν οὐκ ἔλαβον βασιλεῖς,
ἧς οὐκ ἔτυχον δυνάσται·
Βασιλεῖς γὰρ θαρσεῖς καὶ νῆσοι δῶρα προσοίσουσι καὶ προσκυνήσουσιν αὐτῷ πάντες οἱ βασιλεῖς τῆς γῆς.
Καὶ δὴ κατὰ τὸν προφήτην καὶ ἔδωκαν τὰ δῶρα
καὶ πόρρωθεν προσεκύνησαν,
ἀλλ' οὐδεὶς αὐτῶν τοῦ Ἰησοῦ τοὺς πόδας ἐφίλησε.

Πῶς γάρ;
Ἦλθον μάγοι λαβόντες ἀστέρα τῆς ἡγεσίας σύμμαχον,
ἀλλὰ πόρρωθεν ἐδωροφόρουν τῆς οἰκείας τάξεως τὸ μέτρον γινώσκοντες.
Ὁ οὐρανὸς γάρ μοι, φησίν, θρόνος,
ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου.

Ἐπαινείσθω τοίνυν ἡ γυνὴ ὡς ὅλης τῆς γῆς τὴν τιμὴν ὑποδεξαμένη, ὡς ἁψαμένη ποδῶν ἀχράντων ὧν τὸν χοῦν ἔθνη καὶ πατριαὶ λείξουσι, κατὰ τὸ εἰρημένον ὅτι τὸν χοῦν τῶν ποδῶν Αὐτοῦ λείξουσι.

Ἥψατο ποδῶν ἀχράντων,
ἐμερίσατο πρὸς Ἰωάννην τοῦ Χριστοῦ τὸ σῶμα.

Ὁ μὲν γὰρ ἐπὶ τοῦ στήθους ἀνέπεσε,
θείαν γὰρ αὐτόθεν ἔμελλε διδασκαλίαν ἀπομάσσεσθαι·
ἡ δὲ τοὺς ὑπὲρ ἡμῶν βαδίζον τας πόδας ὑπήλειφεν.

Ἀλλ' ὁ Χριστὸς μέν,
ὁ μὴ τὴν ἁμαρτίαν κρίνων,
ἀλλὰ τὴν μετάνοιαν ἐπαινῶν,
ὁ μὴ τὰ παρελθόντα κολάζων,
ἀλλὰ τὰ μέλλοντα δοκιμάζων,
ἀμνηστίᾳ παρελθὼν τὰ προλαβόντα αὐτῆς κακὰ τιμᾷ τὴν γυναῖκα καὶ ἐπαινεῖ τὴν μετάνοιαν, δικαιοῖ τὰ δάκρυα καὶ στεφανοῖ τὴν πρόθεσιν.

Ὁ δὲ φαρισαῖος ὁρῶν τὸ θαῦμα πλήττεται τὴν διάνοιαν
καὶ φθόνῳ βαλλόμενος οὐ παραδέχεται τῆς γυναικὸς τὴν μετάνοιαν, ἀλλὰ καὶ τὴν οὕτω τιμήσασαν τὸν Κύριον ἐπιρραπίζει τῇ λοιδορίᾳ καὶ τοῦ τιμηθέντος ἐλαττοῖ τὸ ἀξίωμα ἄγνοιαν αὐτοῦ καταψηφιζόμενος.

Ἰδὼν γάρ, φησίν,
ὁ φαρισαῖος ὁ καλέσας αὐτὸν εἶπεν ἐν ἑαυτῷ·
Οὗτος εἰ ἦν προφήτης, ἐγίνωσκεν ἂν τίς καὶ ποταπὴ ἡ γυνή, ἥτις ἅπτεται αὐτοῦ, ὅτι ἁμαρτωλός ἐστιν.

Ὦ ἄφρον καὶ ἀσύνετε καὶ τὰ ὅλα φαρισαῖε!
Ταῦτα λέγων οὐ τῆς γυναικὸς διελέγχεις τὸν τρόπον,
ἀλλὰ τῆς ἰδίας κατηγορεῖς προαιρέσεως ἀγνοεῖν αὐτὸν λέγων τίς ποτε ὑπῆρχε ἡ γυνή.

Οὐκοῦν οὐχ ὡς Θεὸν πάντα γινώσκοντα τῇ κλήσει ἐτίμησας·
οὐκ αἰδῇ οὖν, ὦ λαμπρὲ κατήγορε καὶ συκοφάντα,
ὅτι καλεῖς μὲν αὐτὸν ὡς Θεὸν καὶ εὐλογῆσαι δυνάμενον, καταβοᾷς δὲ αὐτοῦ ὡς ἀνθρώπου καὶ μηδὲν ὑπὲρ ἡμᾶς εἰδότος.

Οὗτος, φησίν, εἰ ἦν προφήτης.
Καὶ πόσον σου βελτίων, ὦ φαρισαῖε,
ἡ ἐν Σικήμοις γυνή, ἡ μὴ προφήτην εἰδυῖα καὶ ἐκ πρώτης ὄψεως τὸν σωτῆρα εὐγνωμόνως ὁμολογήσασα.

Κύριε γάρ, φησί, θεωρῶ ὅτι προφήτης εἶ σύ.
Πόσῳ δέ σου θαυμασιωτέρα καὶ αὕτη ἡ ἁμαρτωλός,
ἧς τὴν μὲν ἁμαρτίαν ὁρᾷς, τὴν δὲ μετάνοιαν οὐ βλέπεις.
Ἀλλὰ καὶ κατακρίνεις ἣν ὁ κριτὴς δικαιοῖ, καὶ μέμφῃ καὶ ψέγεις ἣν ὁ Θεὸς ἀποδεξάμενος στεφανοῖ, ὅτι ἰδοῦσα παρά σοι Θεὸν ἐν ἀνθρώπου μορφῇ κατακείμενον ἔγνω καὶ ἐτίμησε·
καὶ τὰ τῆς ψυχῆς ἐκκαλύψασα τραύματα ἔλεον ᾔτησε καὶ τῶν βεβιωμένων τὴν ἀμνηστίαν.

Σὺ δὲ τιμήσας τῇ κλήσει ἀτιμάζεις τῇ λοιδορίᾳ λέγων·
Εἰ ἦν προφήτης ἐγίνωσκεν ἂν τίς καὶ ποταπὴ ἡ γυνὴ ἥτις ἅπτεται αὐτοῦ.

Ἄθλιε!
Ἐπειδὴ τὰ σὰ οὐκ ἤλεγξε κακά, ἄγνοιαν Αὐτοῦ καταψηφίζῃ;
Ἐπειδὴ τὴν πολλοῖς κακοῖς βεβαρημένην σου στέγην ὑπῆλθεν, ἀναιρεῖς Αὐτοῦ τὴν γνῶσιν;

Ἀλλ' ἐπειδὴ ἠξίωσας Αὐτὸν τὴν σὴν ὑπελθεῖν στέγην, ἀνακλιθῆναι μετά σου καὶ χεῖρα ἐπιβαλεῖν τοῖς ἐδέσμασί σου, ἐπένευσε καὶ οὐκ ἀπηξίωσεν, ἕνα αὐτὸν τῶν πολλῶν νομίζεις;
Ἄξιος δὲ ἦσθα ξενοδοχῆσαι Θεὸν
ἢ τράπεζαν παραθῆναι τῷ ἑτοιμάζοντι τράπεζαν ἐν ἐρήμῳ;
Ἀλλὰ φιλάνθρωπος ὢν οὐ παρῃτήσατο καὶ παρὰ τῶν σῶν οἰκετῶν πόμα καὶ σιτίον ὑποδέξασθαι.

Τί οὖν αἰτιᾶσαι φιλάνθρωπον δεσπότην, ὦ φαρισαῖε,
ὁμοίως εἰς πάντας τὸν τῆς χρηστότητος ζυγὸν ταλαντεύοντα;

Τί δὲ τὸν κώνωπα τῆς γυναικὸς διϋλίζων τὴν κάμηλον τῶν οἰκείων κακῶν καταπίνεις;
Καὶ ἐπὶ σοὶ μὲν μακρόθυμον εἶναι τὸν Θεὸν βούλῃ,
ἐπὶ ταύτῃ δὲ ἀπότομον;
Τί ἐπ' ἀλλοτρίοις ἐγκλήμασι παροξύνεις τὸν δικαστήν,
ἐπὶ τοῖς οἰκείοις συγγνώμην αἰτῶν;
Τί συνεφωνήσατε σὺ καὶ Ἰούδας πειρᾶσαι τὸν κύριον;
Σὺ μὲν γὰρ ὡς καθαρὸς ἀπὸ ῥύπου ἐπὶ τοῖς ἁμαρτήμασι διασύρων τὴν ἄνθρωπον ἄγνοιαν καταψηφίζῃ Θεοῦ,
ὁ δὲ ὡς φιλόπτωχος ἀγανακτεῖ λέγων·
Τίς ἡ ἀπώλεια τοῦ μύρου τούτου;
Ἠδύνατο γὰρ πραθῆναι πολλοῦ καὶ δοθῆναι πτωχοῖς.

Ὢ τῆς ἀγνώμονος γνώμης! Ὢ τῶν ἀχαρίστων τρόπων! Ἀπώλειαν τίθεις, Ἰούδα, τὴν θεραπείαν τοῦ Χριστοῦ καὶ μάταιον ἀνάλωμα καλεῖς τὸ εἰς τιμὴν προχωρῆσαν Θεοῦ;

Πόσον ἐδώκαμεν ὧν ἐλάβομεν;
Λογισώμεθα ἀφ' οὗπερ ὁ κόσμος ἀνεδείχθη, πόσοι παρὰ τῆς αὐτοῦ φύσεως ἐλέους ῥέουσι ποταμοί, καὶ οὐ λογίζεται Θεὸς ζημίαν τὴν ἀφθονίαν.
Πόσας ἡ γῆ εὐωδίας βλαστάνει;
Πόας ῥόδων καὶ κρίνων, καὶ στύρακα, νάρδον καὶ στακτὴν καὶ τὰ ἄλλα ἀφ' ὧν τὸ καλὸν κατασκευάζεται μύρον.
Καὶ οὐ λογίζεται Θεὸς ἀπώλειαν.
Καὶ ἵνα μικρὸν ἀλάβαστρον μύρου τοῖς ποσὶ τοῦ Χριστοῦ ἐπιχεθῇ, γογγύζεις;
Μὴ οὖν προῖκα αὐτὸ ἔλαβεν, ἵνα γογγύσῃς;
Ἔλαβεν μύρον καὶ ἔδειξε μετανοίας τρόπον·
ἔλαβε δάκρυα καὶ ἔστησε πηγὴν ἁμαρτημάτων.
Ποία οὖν ἐστιν ἀπώλεια, εἰ ἐσώθη ἡ γυνή,
δι' ἣν ὁ παράδεισος ἀπεκλείσθη, δι' ἣν Ἀδὰμ συνεξεβλήθη;
Ἀλλὰ λυπεῖ σε τοῦτο, Ἰούδα;

Εἰκότως· καὶ γὰρ τὸν διάβολον ἐλύπησεν αὐτῆς ἡ σωτηρία.
Εἶδεν γὰρ δι' αὐτῆς λοιπὸν τὸ γένος πρὸς μετάνοιαν μεταβαλλόμενον καὶ δάκνεται καὶ ἀνιᾶται οὐκ ἔχων λοιπὸν δίκτυον δι' οὗ θηράσει τὸν ἄνθρωπον·
ὅθεν καί σε εἰς τὸ γογγύσαι παρώρμησεν.
Εἰς τί, φησίν, ἡ ἀπώλεια αὕτη;
Ἠδύνατο γὰρ πραθῆναι πολλοῦ.
Ἤδη πρᾶσις, Ἰούδα;
Ἤδη προδοσίας μελέτη, κακῶν αἰνιγμάτων ἀρχή;

Ἀλλ' ὁ Ἰησοῦς οὐκ ἐλέγχει αὐτοῦ τὴν νόσον, οὐ γυμνοῖ τὸ φιλάργυρον, ἵνα μὴ τὴν μέλλουσαν προδοσίαν ἀνακρούσηται.
Χριστὸς δὲ ἐπιπλήττων λέγει·
Τί κόπους παρέχετε τῇ γυναικί;
Τί πρὸς τοῖς προλαβοῦσι κακοῖς κακίζετε τὴν ἄνθρωπον;

Αὐτάρκως ἔκαμε τὸ τῶν γυναικῶν γένος·
μηδεὶς αὐτῶν τὴν σωτηρίαν ἐμποδιζέτω,
μηδεὶς κοπούτω τὴν λούσασαν μύρῳ τοὺς πόδας τοὺς ὑπὲρ αὐτῆς βαδίσαντας ἐπὶ γῆς.

Τοὺς πτωχοὺς γὰρ ἔχετε μεθ' ἑαυτῶν,
λάβετε δὲ κἀμὲ μετὰ τῶν πτωχῶν·
δι' ὑμᾶς γὰρ ἐπτώχευσα πλούσιος ὤν,
ἵνα ὑμεῖς τῇ ἐμῇ πτωχείᾳ πλουτήσητε.
Ἀναιρεῖτέ με καὶ οὐκ ἐγκαλῶ·
ἐνταφιάζει με αὕτη καὶ γογγύζετε;
Βαλοῦσα γὰρ αὕτη τὸ μύρον ἐπὶ τοῦ σώματός μου πρὸς τὸ ἐνταφιάσαι με πεποίηκεν.

Οὐκ αἰδῇ οὖν, Ἰούδα, ὅτι αὕτη μὲν ἁμαρτωλὸς οὖσα μύροις με τιμᾷ, σὺ δὲ ἀπόστολος ὢν πράσει με καθυβρίζεις;

Καὶ ἡ μὲν γυνὴ τὰ πρὸς τάφον ἑτοιμάζει,
ὁ δὲ μαθητὴς τῷ θανάτῳ προδίδωσιν.

Ἁμαρτωλός ἐστιν ἡ γυνή, οἶδα·
ἀλλ' οὐδὲν εἶχέ μοι χαρίσασθαι ἢ πηγὴν δακρύων,
πηγῇ τὴν πηγὴν ἐξευμενίζουσα,
ἀκτήμονι διδασκάλῳ ἄϋλον ἱλαστήριον προσκομίζουσα.

Ἀλλὰ καὶ δοκιμάζεις, ἄθλιε,
τὸ μύρον τριακοσίων δηναρίων ἄξιον λέγων·
δοκιμάζεις δὲ οὐχ ἵνα αὐτῆς τὴν μεγαλοψυχίαν ἐπαινέσῃς,
ὅτι ὅλον τὸν ἐκ κακῶν συναχθέντα πλοῦτον εἰς τιμὴν μύρου κατανάλωσεν, ἀλλ' ἵνα γογγύζων δείξῃς ὡς ἀπεύκτῳ περιέπεσας κακῷ τοσοῦτον ζημιωθείς.

Ἀλλ' οὐ μέγα, εἰ τριακοσίων δηναρίων στέρησιν δυσχεραίνεις, ὅπου τριάκοντα λαβὼν ἀπέδου με τὸν Κύριον.

Τί γάρ, φησί, θέλετέ μοι δοῦναι, κἀγὼ ὑμῖν παραδώσω Αὐτόν.
Ἄθλιε, δοῦλος δεσπότην πωλεῖ;

Ἀντέστραπται ἡ τάξις·
καὶ ἐγὼ μὲν σὲ τῆς ἁμαρτίας τῷ οἰκείῳ ὠνοῦμαι αἵματι,
σὺ δὲ μὲ τριάκοντα ἀπεμπολεῖς ὀβολῶν;
Εἶτα δὲ ἄνθρωπος Θεὸν πωλεῖ;
∆εδόσθω δὲ ὅτι πωλεῖ, τίς ὁ ὠνούμενος;
Πόσου δέ τις ἀγοράσει Θεόν;
Τί δὲ καὶ εὔωνον ποιεῖς τὸ πρᾶγμα;
Τριάκοντά τις ὀβολῶν Θεὸν πωλεῖ ἐν ἀνθρώπου μορφῇ,
ὡς οἰκέτην, ὡς βάρβαρον;
Κἂν διάκρινον, πόσου μὲν τὸν ἐνοικοῦντα Θεόν,
πόσου δὲ τὸν φαινόμενον ἄνθρωπον;
Τί μοι, φησί, θέλετε δοῦναι;
Σὺ τί θέλεις λαβεῖν;
Ἐκεῖνοι γὰρ οὐδὲν ἔχουσι δοῦναι ἀντάξιον Θεοῦ.
Καὶ ἔστησαν αὐτῷ, φησί, τριάκοντα ἀργύρια.
Τριάκοντα ὀβολῶν ἄμισθόν τις ἰατρὸν πωλεῖ,
ἰατρὸν τυφλοὺς ὀμματοῦντα, χωλοὺς πρὸς δρόμον ἐγείροντα;

Ταῦτα λέγω, ἵνα σου κατηχήσω τὴν διάνοιαν, ὅτι κόπους παρέχετε τῇ γυναικί, ὅτι τὸν ἐν νεκροῖς ἐλεύθερον καὶ πρὸ τοῦ θανάτου ὡς νεκρὸν ἐτίμησεν, ὅτι διὰ τοῦ μύρου τῆς ταφῆς καὶ τῆς ἀναστάσεως τὴν χάριν προεσήμανεν.

Ἀλλὰ σὺ μὲν καρπὸν τῆς προδοσίας τὸν σχοῖνον ἕξεις,
ταύτης δὲ ἡ μνήμη, ὅπου ἂν κηρυχθῇ τὸ εὐαγγέλιον, ἀνεξάλειπτος ἔσται.
Εἶπε καὶ γέγονε τὸ ἔργον οὕτως·
ὅτι τὸ τοῦ Ἀαρών, τὸ τοῦ Ἐλεάζαρ πέπαυται μύρον καὶ τὸ κέρας ἤργησε, τὸ δὲ ἀλάβαστρον ταύτης παντὶ τῷ αἰῶνι συνεπεκτείνεται ἀκένωτον ἔχον τῆς μνήμης τὴν εὐωδίαν.
Ἀλλὰ πρὸς μὲν τὸν Ἰούδαν οὕτως, πρὸς δὲ τὸν φαρισαῖον γογγύζοντα Χριστὸς οὕτως λέγει·
Σίμων, ἔχω σοί τι εἰπεῖν.

Ὢ χάριτος ἀφράστου! Ὢ φιλανθρωπίας ἀρρήτου!
Θεὸς καὶ ἄνθρωπος κοινολογοῦνται καὶ προτίθησι πρόβλημα καὶ κανόνα φιλανθρωπίας ἐκλύων αὐτοῦ τὴν πονηρίαν.
Σίμων γάρ, φησίν, ἔχω σοί τι εἰπεῖν·
ἔχω εἰπεῖν ὃ μηδενὶ τῶν παλαιῶν εἶπον, οὐ πατριάρχῃ,
οὐ προφήτῃ, οὐ νομοθέτῃ.

Τότε μὲν γὰρ ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ,
ὀδόντα ἀντὶ ὀδόντος ἐζήτουν τὸ δίκαιον ἀπαιτῶν·
ἀλλ' ἐπειδὴ οὐ δύνασθε φέρειν τὸ δίκαιον,
χάριν ἀντεισάγω τῷ νόμῳ, ἀλάλητόν σοι μυστήριον ἐρῶ.

Ὁ δέ φησι·
διδάσκαλε εἰπέ.
∆ύο χρεωφειλέται ἦσαν ἑνὶ ἀνδρί.

Ὅρα Θεοῦ σοφίαν·
ἀποσιωπᾷ τὴν γυναῖκα, ἵνα μὴ κακουργήσῃ τὴν ἀπόκρισιν.

Ὁ εἷς, φησίν, ὤφειλε δηνάρια πεντακόσια καὶ ὁ ἕτερος πεντήκοντα.

Φοβερὸς τοῦ διηγήματος ὁ τρόπος·
γραμματεῖόν ἐστιν ὁ ἡμέτερος βίος ἀοράτως γράφων καὶ λογισμοὺς καὶ πράξεις καὶ ὀφθαλμῶν ῥεμβασμοὺς καὶ ψυχῆς κινήματα.

Ἀλλὰ λύει τὸν φόβον ὁ φιλάνθρωπος δανειστής,
ὁ τὰ χειρόγραφα διαρρήσσων τῆς ἁμαρτίας
καὶ οὐ μόνον διαρρήσσων
ἀλλὰ καὶ λεαίνων τοῖς ὕδασι τοῦ βαπτίσματος,
ἵνα μὴ ἴχνος στοιχείου ἢ συλλαβῆς ἀπομεῖναν ὑπόμνημα γένηται τῶν παρωχηκότων κακῶν.

Μὴ ἐχόντων οὖν, φησίν,
αὐτῶν ἀποδοῦναι ἀμφοτέροις ἐχαρίσατο.

Εἶδες φιλάνθρωπον δανειστήν, πῶς δανείζει μέν,
οὐκ ἀπολαμβάνει δέ;

Πῶς δὲ ἀγνωμονούμενος οὐ ναρκᾷ,
ἀλλ' ἥπλωται αὐτοῦ τοῖς αἰτοῦσιν ἡ χείρ;

Μὴ ἐχόντων, φησίν, αὐτῶν ἀποδοῦναι ἀμφοτέροις ἐχαρίσατο.

Ἀφῆκε μὴ ἐχόντων, οὐχὶ μὴ θελόντων·
ἕτερον γὰρ μὴ ἔχειν καὶ ἕτερον μὴ θέλειν.

Οἷόν τι λέγω·
Θεὸς οὐδὲν παρ' ἡμῶν ζητεῖ ἢ μετάνοιαν,
ὅθεν βούλεται ἡμᾶς χαίρειν ἀεὶ καὶ προστρέχειν τῇ μετανοίᾳ.

Ἐὰν οὖν θελόντων ἡμῶν μετανοῆσαι τὸ πλῆθος τῶν ἁμαρτιῶν ἄτονον τὴν μετάνοιαν ἡμῶν δείξῃ, οὐ παρὰ τὸ μὴ θέλειν,
ἀλλὰ παρὰ τὸ μὴ ἔχειν οὐκ ἐκτίννυμεν τὸ χρέος.

∆ιὰ τοῦτο οὖν λέγει·
Μὴ ἐχόντων αὐτῶν, ἵνα δείξῃ ὅτι ἰδὼν αὐτοὺς βουλομένους διὰ μετανοίας ἀποδοῦναι τὸ χρέος, μὴ δυναμένους δὲ διὰ τὸ πλῆθος τῶν ἁμαρτιῶν, ὡς φιλάνθρωπος αὐτοῖς συνεχώρησε οὐκ ἀπὸ πράξεως ἀλλ' ἀπὸ προαιρέσεως ἐλευθερώσας τῆς ὀφειλῆς τὸ ὑπόχρεον.
Μὴ ἐχόντων οὖν αὐτῶν ἀποδοῦναι μὴ μαστίξας,
μὴ στρεβλώσας, μὴ ὕβρει παραδοὺς ἀμφοτέροις ἐχαρίσατο.

Τίς οὖν αὐτὸν ὀφείλει πλέον ἀγαπῆσαι;

Ἀποκριθεὶς δὲ ὁ Σίμων εἶπεν·
Ὑπολαμβάνω ὅτι ᾧ τὸ πλεῖον ἐχαρίσατο.
Βλέπε τοῦ φαρισαίου τὸ δεινόν·
ὡς εἶδεν ἑαυτὸν τῷ λόγῳ ἤδη τῆς ἀληθείας ἀποκλειόμενον,
τὸ ὑπολαμβάνω τέθεικε φοβούμενος τελείαν τὴν ἀπόκρισιν δοῦναι.

Ὁ δὲ Κύριος οὐ τὴν γνώμην αὐτοῦ ἀνέγραφεν,
ἀλλὰ τὴν ἀπόκρισιν ἁρπάσας λέγει αὐτῷ·
Ὀρθῶς ἀπεκρίθης.

Καὶ στραφεὶς πρὸς τὴν γυναῖκα τῷ Σίμωνι ἔφη·
Βλέπεις ταύτην τὴν γυναῖκα, τὴν ἁμαρτωλόν,
τήν σοι μὲν ἀπηγορευμένην, ἐμοὶ δὲ σῳζομένην;

Εἰσῆλθον εἰς τὸν οἶκόν σου –σὸς γὰρ ὁ οἶκος καὶ οὐκ ἐμός,
ὁ λοιδορίας μεστός– ὕδωρ ἐπὶ τοὺς πόδας μου οὐκ ἔδωκας, πόδας τοὺς διά σε κονισθέντας, τοὺς κόπον ὑπομείναντας ἵνα κόπων τοὺς κοπιῶντας καὶ πεφορτισμένους ἐλευθερώσω.

Ἐξ ἡμισείας τὴν τιμὴν προσήνεγκας τὰ μὲν ἄνωθεν θαυμάσας, τὰ δὲ κάτωθεν μὴ θεραπεύσας.

Ἀλλὰ σὺ μὲν ὕδωρ εἰς τοὺς πόδας μου οὐκ ἔδωκας,
αὕτη δὲ πηγὰς δακρύων ἐκ τῶν βλεφάρων ἀφεῖσα τῆς ἁμαρτίας αὐτῆς τὸν ῥύπον ἀπέσμηξε.

Σύ μοι φίλημα οὐκ ἔδωκας,
ὡς εἴθε μή τε Ἰούδας ὁ φιλήματι τὴν προδοσίαν ἐργασάμενος·
αὕτη δὲ ἀφ' ἧς εἰσῆλθεν οὐ διέλειπε καταφιλοῦσά μου τοὺς πόδας.

Ἐλαίῳ τὴν κεφαλήν μου οὐκ ἤλειψας,
ἔλαιον γὰρ ἁμαρτωλοῦ μὴ λιπανάτω τὴν κεφαλήν μου.

Πῶς γὰρ εἶχες τὴν κεφαλὴν τιμῆσαι ὁ ποδῶν ἀμελήσας;

Αὕτη δὲ καὶ τοὺς πόδας μου προφητικῶς ἤλειψε μύρῳ·
Μύρον γάρ, φησίν, ἐκκενωθὲν ὄνομά σοι·
ἐκκενωθέν, οὐκ ἐκχυθέν.

Ἐπειδὴ γὰρ τὸ σκεῦος τῆς Ἰουδαϊκῆς γνώμης ὑπόσαθρον ἦν, διὰ τοῦτο ἐκ τῆς ἀλαβαστροθήκης ὑμῶν ἐν τοῖς ποσί μου ἐξεκενώθη τὸ μύρον, ἵνα δι' ἐμοῦ εἰς τὰ ἔθνη μετοχετευθῇ τῆς εὐωδίας ἡ χάρις.

Οὗ χάριν λέγω σοι·
Ἀφέωνται αὐτῆς αἱ ἁμαρτίαι αἱ πολλαί·
ὅτι σὺ μὲν ὁμορρόφιόν με δεξάμενος οὐδὲ φιλήματί με ἐτίμησας οὐδὲ ἀλείμματί με ἐθεράπευσας,
αὕτη δὲ πολλῶν κακῶν ἀμνηστίαν λαβοῦσα ἐτίμησέ με ἐκ δακρύων καὶ μύρων οἱονεὶ διφυῆ κρατῆρα κερασαμένη.

Μακαρίσωμεν οὖν τὴν ἄνθρωπον τὴν τὰ τῆς Εὔας καλύψασαν κακά, τὴν ἁμαρτωλόν, τὴν πόρνην, τὴν πρόξενον τῶν ἀγαθῶν, τὴν δείξασαν μετανοίας τρόπον καὶ γυμνώσασαν φιλανθρωπίας νόμον, τὴν αὐτὸν τὸν κριτὴν συνήγορον ἐσχηκυῖαν, τὴν δάκρυσι νικήσασαν τὸν τῆς κρίσεως ὀδυρμόν.

Ὅσοι οὖν πάρεστε, ζηλώσατε ἅπερ ἠκούσατε καὶ τῆς πόρνης μὴ τὴν ἡδονήν, ἀλλὰ τὸν θρῆνον μιμήσασθε.

Ἡ ἡδονὴ μὲν γὰρ τὸν θρῆνον ἐγέννησεν,
ὁ θρῆνος δὲ τῶν κακῶν τὴν λύσιν προεξένη σε.

Λούσατε οὖν ὑμῶν μὴ ὕδασιν, ἀλλὰ δάκρυσι τὸ σῶμα·
ἀλείψατε μὴ μύροις, ἀλλ' ἁγνείᾳ τὰ μέλη.

Ἐνδύσασθε μὴ τὰ Σηρῶν ὑφάσματα, ἀλλὰ τὸ ἄφθαρτον τῆς σωφροσύνης ἱμάτιον, ἵνα τῆς αὐτῆς τύχητε δόξης, χάριν ἀναπέμποντες τῷ ἀμνῷ τοῦ Θεοῦ τῷ αἴροντι τὴν ἁμαρτίαν τοῦ κόσμου, ᾧ ἡ δόξα καὶ ἡ τιμή, σὺν τῷ πατρὶ καὶ τῷ ἁγίῳ πνεύματι, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


Πανεπιστήμιο Αιγαίου, Τμήμα Πολιτισμικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού με αναφορά στην πηγή προέλευσής του.

No votes yet


Η Θεία Λειτουργία

The Arabic Divine Liturgy of St. John Chrysostomos

Πειραϊκὴ Ἐκκλησία

Ακούστε (((ο)))
Πειραϊκή Εκκλησία 912fm

You are missing some Flash content that should appear here! Perhaps your browser cannot display it, or maybe it did not initialize correctly.

Ὅλα ἀρχίζουν ἐδῶ

Κάθε λογισμὸς καὶ κάθε αἴσθηση ὁδηγοῦν σταδιακὰ τὴν ψυχὴ εἴτε πρὸς τὸν παράδεισο εἴτε πρὸς τὴν κόλαση.

Ἄν ὁ λογισμὸς εἶναι ἔλλογος, τότε συνδέει τὸν ἄνθρωπο μὲ τὸν Θεὸ Λόγο, μὲ τὸν ὕψιστο Λογισμό, μὲ τὴν Παναξία, πρᾶγμα ποὺ εἶναι ἤδη ὁ παράδεισος.

παράδεισος

Ἐάν πάλι εἶναι ἄλογος ὁ λογισμὸς ἤ καὶ παράλογος, τότε συνδέει ἀναπόφευκτα τὸν ἄνθρωπο μὲ τὸν Παράλογο, τὸν Ἀνόητο, μὲ τὸν διάβολο, πρᾶγμα ποὺ εἶναι ἤδη ἡ κόλαση.

Ὅσα ἰσχύουν γιὰ τὸν λογισμὸ, ἰσχύουν καὶ γιὰ τις αἰσθήσεις. Ὅλα ἀρχίζουν ἐδῶ, ἀπὸ τὴν γῆ: καὶ ὁ παράδεισος μὰ καὶ ἡ κόλαση τοῦ ἀνθρώπου.

Ἰουστῖνος Πόποβιτς

Ιωάννου Χρυσοστόμου

Ἐγὼ πατὴρ, ἐγὼ ἀδελφὸς, ἐγὼ νυμφίος, ἐγὼ οἰκία, ἐγὼ τροφὴ, ἐγὼ ἱμάτιον, ἐγὼ ῥίζα, ἐγὼ θεμέλιος, πᾶν ὅπερ ἂν θέλῃς ἐγώ· μηδενὸς ἐν χρείᾳ καταστῇς. Ἐγὼ καὶ δουλεύσω· ἦλθον γὰρ διακονῆσαι, οὐ διακονηθῆναι. Ἐγὼ καὶ φίλος, καὶ μέλος, καὶ κεφαλὴ, καὶ ἀδελφὸς, καὶ ἀδελφὴ, καὶ μήτηρ, πάντα ἐγώ· μόνον οἰκείως ἔχε πρὸς ἐμέ. Ἐγὼ πένης διὰ σέ· καὶ ἀλήτης διὰ σέ· ἐπὶ σταυροῦ διὰ σὲ, ἐπὶ τάφου διὰ σέ· ἄνω ὑπὲρ σοῦ ἐντυγχάνω τῷ Πατρὶ, κάτω ὑπὲρ σοῦ πρεσβευτὴς παραγέγονα παρὰ τοῦ Πατρός. Πάντα μοι σὺ, καὶ ἀδελφὸς, καὶ συγκληρονόμος, καὶ φίλος, καὶ μέλος. Τί πλέον θέλεις; τί τὸν φιλοῦντα ἀποστρέφῃ; τί τῷ κόσμῳ κάμνεις; τί εἰς πίθον ἀντλεῖς τετρημένον;  περισσότερα »»»

Η Ελλάδα και ο Υμνος της Ελευθερίας

Ελληνική σημαία - Ελλάς - Ελευθερία

You are missing some Flash content that should appear here! Perhaps your browser cannot display it, or maybe it did not initialize correctly.

Υπεραγία Παρθένος Θεοτόκος Μαρία

Κύριος διασκεδάζει βουλὰς ἐθνῶν, ἀθετεῖ δὲ λογισμοὺς λαῶν καὶ ἀθετεῖ βουλὰς ἀρχόντων· ἡ δὲ βουλὴ τοῦ Κυρίου εἰς τὸν αἰῶνα μένει, λογισμοὶ τῆς καρδίας αὐτοῦ εἰς γενεὰν καὶ γενεάν. (Ψαλ. 32, 10-11)

εἰ δέ τις τῶν ἰδίων καὶ μάλιστα τῶν οἰκείων οὐ προνοεῖ, τὴν πίστιν ἤρνηται καὶ ἔστιν ἀπίστου χείρων. (Τιμ.Α 5,8)

Ἅγιος Ἀντώνιος ὁ Μέγας

Οἱ ἄνθρωποι καταχρηστικά λέγονται λογικοί. Δεν εἶναι λογικοὶ ὅσοι ἔμαθαν ἀπλῶς τὰ λόγια καὶ τὰ βιβλία τῶν ἀρχαίων σοφῶν, ἀλλ' ὅσοι ἔχουν τὴ λογικὴ ψυχὴ καὶ μποροῦν νὰ διακρίνουν ποιὸ εἶναι τὸ καλὸ καἰ ποιὸ τὸ κακό καὶ ἀποφεύγουν τὰ πονηρὰ καὶ βλαβερὰ στὴν ψυχή, τὰ δὲ ἀγαθὰ καὶ ψυχωφελῆ, τὰ ἀποκτοῦν πρόθυμα μὲ τὴ μελέτη καὶ τὰ ἐφαρμόζουν μὲ πολλὴ εὐχαριστία πρὸς τὸν Θεό. Αὐτοὶ μόνοι πρέπει νὰ λέγονται ἀληθινὰ λογικοὶ ἄνθρωποι.

St Antony the Great

Ἐφ᾿ ὅσον ἐννοεῖς τὰ περὶ Θεοῦ, νὰ εἶσαι εὐσεβής, χωρὶς φθόνο, ἀγαθός, σώφρων, πράος, χαριστικὸς κατὰ δύναμιν, κοινωνικός, ἀφιλόνεικος καὶ τὰ ὅμοια. Διότι αὐτὸ εἶναι τὸ ἀπαραβίαστο ἀπόκτημα τῆς ψυχῆς, νὰ ἀρέσει στὸ Θεὸ μὲ τέτοιες πράξεις καὶ μὲ τὸ νὰ μὴν κρίνει κανέναν καὶ νὰ λέει γιὰ κανέναν, ὅτι ὁ δείνα εἶναι κακὸς καὶ ἁμάρτησε. Ἀλλὰ καλλίτερο εἶναι νὰ συζητᾶμε τὰ δικά μας κακά, καὶ νὰ ἐρευνᾶμε μέσα μας τὴ δική μας πολιτεία, ἐὰν εἶναι ἀρεστὴ στὸ Θεό. Διότι, τί μᾶς μέλει ἐμᾶς, ἐὰν ὁ ἄλλος εἶναι πονηρός;

περισσότερα