Ο Κύριος ημών Ιησούς Χριστός | Ορθόδοξοι Πατέρες Our Lord Jesus Christ | Orthodox Fathers

»»»    Εἰς κήρυγμα νηστείας - Λόγος ά - Ἁγίου Ἰωάννου Χρυσοστόμου

Εἰς κήρυγμα νηστείας - Λόγος ά - Ἁγίου Ἰωάννου Χρυσοστόμου


Ἐπὶ θεραπείαν τήμερον ὁ Θεὸς τὸ γένος καλεῖ.
Ἰατρείαν γὰρ διὰ τοῦ προφήτου τὴν νηστείαν ὡρίσατο, Ἁγιάσατε, λέγων, νηστείαν, κηρύξατε θεραπείαν.
Ἐπειδὴ γὰρ εἶδεν ὁ Θεὸς ἐκ παραδείσου πολυτραυμάτιστον τὸν Ἀδὰμ βληθέντα, θεραπείαν τούτῳ τὴν νηστείαν ἀπένειμε·  καλῶς.

Τί γὰρ οὐκ ἰατρεύει νηστεία;
Ποῖον δὲ πάθος οὐκ ἀφανίζει τοῦ νοῦ;
Τὸν τῆς ἀκρασίας κόρον ἀποδιώξασα, ἀνακαινίζει καρδίαν·
τοῦ βίου τὸ ὑγρὸν ἐκκενώσασα, τοῦ θυμοῦ τὰς φλεγμονὰς καταστέλλει, τοῦ φθόνου τὴν σκληρότητα καταπλάττει, τῶν ἐπιθυμιῶν τοὺς ὄγκους χειρουργεῖ, τῶν ἡδονῶν τοὺς πυρετοὺς ἀφανίζει, τῆς κενοδοξίας τὰς φαντασίας ἐλαύνει, τῆς μερίμνης τὰς ἀγρυπνίας ἀποδιώκει, ὀφθαλμῶν τὰς λήμας καθαίρει, σώματος καὶ ψυχῆς τὰς αἰσθήσεις ἐκκαθαίρει·
τεχνῖτις γὰρ αὕτη ἄνωθεν τὸ ἰατρεύειν δεξαμένη παρὰ τοῦ κτίσαντος.
Ὁ τοίνυν ὑγιείας ἐραστὴς ἑτοίμως τῇ νηστείᾳ ἑαυτὸν ἐπιδότω·
οὐ γὰρ ἀπαιτεῖ ἰατρεύσασα ἰατρικὰ,
ἀλλὰ καὶ προσδίδωσι μισθόν.
Ὁποῖον οὖν προσδίδωσι τὸν μισθόν;
καλὸν γὰρ καὶ τοῦτο μαθεῖν.
∆ίδωσι μισθὸν, οὐκ ὀβολοὺς, ἀλλὰ σώφρονας λογισμούς·
οὐ χρυσὸν, ἀλλ' ἦθος χρηστόν·
οὐκ ἄργυρον, ἀλλὰ καθαρότητα μελῶν·
οὐ λίθους τιμίους, ἀλλ' εὐλαβεῖς λογισμούς·
οὐκ ἐσθῆτας λαμπρὰς,
ἀλλ' ἀπταίστους τῆς σαρκὸς τὰς αἰσθήσεις.
∆ίδωσι πόρναις μισθὸν τὴν σεμνότητα, μεθύσοις τὸ νηφάλιον, σμικρολόγοις τὸ φιλότιμον, φιλαργύροις τὸ φιλόπτωχον, μισαδέλφοις τὸ φιλάδελφον καὶ φιλόξενον, μικροψύχοις τὸ μακρόθυμον·
τὸ δὲ μεῖζον, ζωώσασα συνάπτει Θεῷ.
Οὐ γὰρ ἔστιν, οὐκ ἔστιν ἄλλως ὁμιλῆσαι Θεῷ, μὴ πρότερον τῷ τῆς νηστείας φαρμάκῳ προσομιλήσαντας.
Οὕτω γὰρ ἐξ αἰῶνος οἱ μὲν ἐχθροὶ, οἱ δὲ φίλοι ἐδείχθησαν Θεοῦ, ἀκρασίας καὶ ἐγκρατείας ἐργασαμένης ἑκάτερον.

Φαγὼν γὰρ Ἀδὰμ ἔφυγε Θεὸν ὡς ἐχθρός·
τῶν πρωτείων Κάϊν οὐ παραχωρήσας Θεῷ, ἔστενε καὶ ἔτρεμε, ὡς ἄφιλος Θεῷ·
σπαταλήσαντες οἱ ἐπὶ Νῶε ἤγειραν καθ' ἑαυτῶν τῆς κρίσεως τὸν κριτήν·
θρέψαντες τὰς ἡδονὰς οἱ ἐν Σοδόμοις, ὥσπερ ἐχθροὶ τοῦ Θεοῦ, τοὺς ἄνωθεν ἐδέξαντο κεραυνούς·
βρῶσις οὐ συνεχώρησε τὸν Ἡσαῦ λέγεσθαι ἀγαπητὸν καὶ πρωτότοκον·
βρῶσις καὶ πόσις κατέστησεν ἐχθρὸν τοῦ Ἰσραὴλ τὸν ἐν σημείοις καὶ τέρασιν ὁδηγήσαντα·
δι' οἶνον καὶ σίκερα ὁ προφήτης κατηγόρησε τοῦ λαοῦ·
οἶνος καὶ μέθη τῆς Ἰωάννου καὶ τῆς Χριστοῦ φιλίας τὸν Ἡρώδην ἐστέρησεν.
Ἔγνως τοὺς δι' ἀκρασίας ἐχθροὺς γενομένους τοῦ Θεοῦ·
μάνθανε καὶ τοὺς διὰ νηστείας φίλους κατασταθέντας τοῦ Θεοῦ.
Οὐ γὰρ γευσάμενος, ἀλλὰ προσενέγκας Ἄβελ Θεῷ, φιλοφρονήσας ἐφάνη Θεόν·
νηστεύσας Μωϋσῆς φίλος ὀνομαστὸς καὶ πιστὸς ἐκλήθη·
νηστεύσας Ἠλίας, ὡς φίλος ἀνελήφθη·
νηστεύσαντες προφῆται ἔγνωσαν τὰ τοῦ Θεοῦ, ὡς φίλοι, μυστήρια·
νηστεύσας Ἡσαΐας ἱστόρησε τὰ ἑξαπτέρυγα Σεραφίμ·
ἄσιτος γενόμενος Ἰεζεκιὴλ κατενόησε τὰ πολυόμματα Χερουβίμ·
νηστεύσαντας τοὺς ἐν Βαβυλῶνι ὡς φίλους ἐπέσκεπεν ὁ Θεὸς, τοῖς μὲν ἐν τῇ καμίνῳ τὸν ἄγγελον, τῷ δὲ ἐν τῷ λάκκῳ ἀποστείλας τὸν Ἀμβακούμ·
φίλοι ἐξ ἐχθρῶν Νινευῖται διὰ νηστείας ἐγένοντο·
φίλος ἐξ ἐχθροῦ ὁμοίως καὶ ∆αυΐδ.

Ὅτε μὲν γὰρ τῆς τοῦ Οὐρίου ἤρα γυναικὸς, ἤχθραινε Θεῷ·
ὅτε δὲ ἐταπείνου ἐν νηστείᾳ τὴν ψυχὴν, Ηὗρον, ἤκουσε, ∆αυῒδ τὸν τοῦ Ἰεσσαὶ, ἄνδρα κατὰ τὴν καρδίαν μου.
Ὁ Ζαχαρίου Ἰωάννης τοῦ νυμφίου φίλος, διὰ τί;
Ἐπειδὴ ἐν τῇ ἐρήμῳ ἔμεινεν ἀκρίδας συλλέγων,
καὶ μέλι ἄγριον τρυγῶν.
Ἄννα διὰ τί;
Ἐπειδὴ ἐν νηστείαις καὶ δεήσεσι λατρεύουσα,
νύκτα καὶ ἡμέραν ἐλειτούργει Θεῷ.
Πέτρος καὶ Ἰωάννης φίλοι διὰ τί;
Ἐπειδὴ ἄσιτοι ἀνέβαινον ἐπὶ τὴν ὥραν τῆς προσευχῆς τὴν ἐννάτην πρὸς τὸ ἱερόν.
Παῦλος φίλος διὰ τί;
Ἐπειδὴ ὑποπιέζων ἐδουλαγώγει τὴν σάρκα.
Φίλος Τιμόθεος διὰ τί;
Ἐπειδὴ ὑδροποσίᾳ τῶν ἡδονῶν ἔσβεσε τὴν πυράν.
Φίλος Κορνήλιος διὰ τί;
Ἐπειδὴ ἄσιτος τὴν διὰ Πέτρου σωτηρίαν ἐξεδέχετο.
Φίλοι οἱ Χριστοῦ μάρτυρες διὰ τί;
Ἐπειδὴ σαρκὸς καὶ προσκαίρου κατεφρόνησαν ζωῆς.

Ὁρᾷς ὡς οὐ μόνον ἐπὶ θεραπείαν, ἀλλὰ καὶ θείαν φιλίαν Θεὸς διὰ νηστείας καλεῖ τὸ γένος, ἅγιον καὶ ὑγιῆ σπεύδων ἐργάσασθαι τὸν Ἀδὰμ, σώφρονα, φίλον, ἐγκρατῆ καὶ κοινωνικὸν, σεμνὸν καὶ συγγενῆ;

Τί γάρ ἐστι τὸ φίλον εἶναι Θεοῦ, ἢ Θεοῦ γενέσθαι συγγενῆ;
Γίνου τοίνυν διὰ νηστείας φίλος Θεοῦ, γίνου διὰ νηστείας Θεοῦ συγγενής.
Μὴ μείνῃς ἀκρατὴς, μὴ μείνῃς ἐχθρὸς, μὴ μείνῃς ἄῤῥωστος, μὴ μείνῃς τραυματίας, μὴ μείνῃς παράλυτος.
Ἰδοὺ γάρ σοι καὶ τήμερον ἐπέστη Χριστὸς ἐν τῇ καλῇ ταύτῃ ἐκκλησίᾳ, τῇ νέᾳ Ἱερουσαλήμ·
ἰδοὺ, ἐπέστη τεσσαρακοστὴ πνευματικήν σοι κολυμβήθραν δεικνύουσα, οὐχ ἕνα ἐτησίῳ κύκλῳ ἄῤῥωστον ἰατρεύουσαν, ἀλλ' ὁλόκληρον λαόν.
Ἰδοὺ Ἱερουσαλὴμ,
ἰδοὺ ὁ Χριστὸς,
ἰδοὺ ἡ τεσσαρακοστὴ, κολυμβήθρα πνευματική.

Ἐπίβηθι χαίρων, τῶν αὐτῆς ναμάτων ἀπόλαυε γεγηθὼς, πλῦνον σάρκα, ἀπόπλυνον καρδίαν, σμῆξον ψυχὴν, καθαρὸν νοῦν ἔσωθεν καὶ ἔξωθεν τοῦ τῆς ἁμαρτίας ῥύπου·
ἀπόπλυνον τὸν Ἀδὰμ, ἀκούσας λέγοντος τοῦ Χριστοῦ, Ἔγειρε, ἆρον τὸν κράββατόν σου, καὶ περιπάτει.
Μὴ ὁ πίπτων οὐκ ἀνίσταται;
Στῆθι, πόδας ἔχων εὐαγγελικοὺς, λογισμοὺς φιλοθέους, χεῖρας φιλοτίμους, γόνατα ἀκλινῆ, μηροὺς ἀμοίρους ἡδονῶν, νεφροὺς ἐλευθέρους ἐπιθυμιῶν, ὀσφὺν καὶ κοιλίαν ἀσφαλισθείσας, μελέτην νόμου Θεοῦ, στῆθος, καρδίαν καθαρὰν, τράχηλον, τρόπον εὐπειθῆ, ψυχὴν, γνώμην εὐλαβῆ, στόμα σεμνὸν, κόρην οὐκ ἐκκλίνουσαν, ἀκοὴν εὐσταθοῦσαν, χείλη προφέροντα τὰ φίλα Χριστῷ.

Τοιοῦτος γίνου τῆς τεσσαρακοστῆς,
ὡς κολυμβήθρας πνευματικῆς πεῖραν λαβών.
∆ιὰ ταύτης γάρ σε θέλει ἐπὶ πλεῖον πλῦναι ἀπὸ τῆς ἀνομίας σου Ἰησοῦς·
διὰ ταύτης ἀπὸ τῆς ἁμαρτίας καθᾶραι ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου·
διὰ ταύτης ἰατρεῦσαι, διὰ ταύτης ἀνακαινίσαι, διὰ ταύτης ἁγνίσαι, διὰ ταύτης πάλιν εἰς μέτρον ἡλικίας ἀγαγεῖν.
Καὶ ἵνα σοι καί τι εἴπω κρύφιον ἀλλὰ μὴ τοῦτό σε κατεχέτω, διὰ τὸ τοῦ κριτοῦ φιλότιμον, ἐν νυσταγμῷ·
εἴπω τι κρύφιον;
∆ιὰ νηστείας σε θέλει Χριστὸς τὸν ἅπαξ ἀναγεννηθέντα ὕδατι καὶ Πνεύματι καὶ θείῳ πυρὶ εἰς τὴν ἀρχαίαν εὐγένειαν ἀναγαγεῖν.
Ἰδού σοι τοῦ ἰατροῦ καὶ κριτοῦ τὸ μυστήριον ἀπεκάλυψα.
∆ιό σε λιτανεύω καὶ δέομαι, μὴ ὡς ἑτοίμως ἔχων τὸ φάρμακον, μείνῃς κόπτων συχνά·
μὴ ὡς ἑτοίμην ἔχων τὴν μεσῖτιν μετάνοιαν,
μείνῃς πράττων τὰ οὐ φίλα Θεῷ, κόσμῳ ἐγκυλινδούμενος, καὶ τὴν πρὸς Θεὸν φιλίαν ἀναβαλλόμενος·
μὴ ὡς ἔχων τὸ καθάρσιον, ἀναβάλλου.
Ἄδηλον γὰρ τὸ μέλλον, ἄδηλος ἡ αὔριον,
ἄδηλος ἡ σήμερον, ἄδηλον τὸ παρόν·
ὁδοιπόροι ἐσμὲν ἐν κόσμῳ·
οὐ δεσπόται, ἀλλὰ ξένοι, καὶ παρεπίδημοι ἡμεῖς καλούμενοι.
Ἐκκαλεῖσθαι τὸν κριτὴν οὐκ ἰσχύομεν,
παριστάμενοι τὴν ψυχήν·
ἀπαιτούμενοι, χρόνον καὶ καιροῦ ῥοπὴν δανείσασθαι οὐχ εὑρίσκομεν.
Μὴ τοίνυν, ὃν τρόπον εὐθυμούμενος ὁ πλούσιος, εὕρωσιν ἡμᾶς οἱ τὴν ψυχὴν ἀπαιτοῦντες παρ' ἡμῶν, ἐν ἀκρασίας νυκτὶ, ἐν κακίας ζόφῳ, ἐν πλεονεξίας σκότῳ·
ἀλλ' ἐν ἡμέρᾳ νηστείας, ἐν ἡμέρᾳ σεμνότητος, ἐν ἡμέρᾳ φιλαδελφίας, ἐν φωτὶ θεοσεβείας, ἐν ὄρθρῳ πίστεως, ἐλεημοσύνης τε καὶ εὐχῆς·
ἵνα ἡμᾶς εὑρόντες υἱοὺς ἡμέρας, προσαγάγωσι τῷ τῆς δικαιοσύνης Ἡλίῳ, οὐ καταλύσαντας τῆς κακίας τὰς ἀποθήκας, ἀλλ' ἐκκενώσαντας καὶ καταλύσαντας, ἑαυτοὺς δὲ διὰ μετανοίας καὶ νηστείας ἀνακαινίσαντας, χάριτι τοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας. Ἀμήν.


Πανεπιστήμιο Αιγαίου, Τμήμα Πολιτισμικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού με αναφορά στην πηγή προέλευσής του.

No votes yet


Η Θεία Λειτουργία

The Arabic Divine Liturgy of St. John Chrysostomos

Πειραϊκὴ Ἐκκλησία

Ακούστε (((ο)))
Πειραϊκή Εκκλησία 912fm

You are missing some Flash content that should appear here! Perhaps your browser cannot display it, or maybe it did not initialize correctly.

Ὅλα ἀρχίζουν ἐδῶ

Κάθε λογισμὸς καὶ κάθε αἴσθηση ὁδηγοῦν σταδιακὰ τὴν ψυχὴ εἴτε πρὸς τὸν παράδεισο εἴτε πρὸς τὴν κόλαση.

Ἄν ὁ λογισμὸς εἶναι ἔλλογος, τότε συνδέει τὸν ἄνθρωπο μὲ τὸν Θεὸ Λόγο, μὲ τὸν ὕψιστο Λογισμό, μὲ τὴν Παναξία, πρᾶγμα ποὺ εἶναι ἤδη ὁ παράδεισος.

παράδεισος

Ἐάν πάλι εἶναι ἄλογος ὁ λογισμὸς ἤ καὶ παράλογος, τότε συνδέει ἀναπόφευκτα τὸν ἄνθρωπο μὲ τὸν Παράλογο, τὸν Ἀνόητο, μὲ τὸν διάβολο, πρᾶγμα ποὺ εἶναι ἤδη ἡ κόλαση.

Ὅσα ἰσχύουν γιὰ τὸν λογισμὸ, ἰσχύουν καὶ γιὰ τις αἰσθήσεις. Ὅλα ἀρχίζουν ἐδῶ, ἀπὸ τὴν γῆ: καὶ ὁ παράδεισος μὰ καὶ ἡ κόλαση τοῦ ἀνθρώπου.

Ἰουστῖνος Πόποβιτς

Ιωάννου Χρυσοστόμου

Ἐγὼ πατὴρ, ἐγὼ ἀδελφὸς, ἐγὼ νυμφίος, ἐγὼ οἰκία, ἐγὼ τροφὴ, ἐγὼ ἱμάτιον, ἐγὼ ῥίζα, ἐγὼ θεμέλιος, πᾶν ὅπερ ἂν θέλῃς ἐγώ· μηδενὸς ἐν χρείᾳ καταστῇς. Ἐγὼ καὶ δουλεύσω· ἦλθον γὰρ διακονῆσαι, οὐ διακονηθῆναι. Ἐγὼ καὶ φίλος, καὶ μέλος, καὶ κεφαλὴ, καὶ ἀδελφὸς, καὶ ἀδελφὴ, καὶ μήτηρ, πάντα ἐγώ· μόνον οἰκείως ἔχε πρὸς ἐμέ. Ἐγὼ πένης διὰ σέ· καὶ ἀλήτης διὰ σέ· ἐπὶ σταυροῦ διὰ σὲ, ἐπὶ τάφου διὰ σέ· ἄνω ὑπὲρ σοῦ ἐντυγχάνω τῷ Πατρὶ, κάτω ὑπὲρ σοῦ πρεσβευτὴς παραγέγονα παρὰ τοῦ Πατρός. Πάντα μοι σὺ, καὶ ἀδελφὸς, καὶ συγκληρονόμος, καὶ φίλος, καὶ μέλος. Τί πλέον θέλεις; τί τὸν φιλοῦντα ἀποστρέφῃ; τί τῷ κόσμῳ κάμνεις; τί εἰς πίθον ἀντλεῖς τετρημένον;  περισσότερα »»»

Η Ελλάδα και ο Υμνος της Ελευθερίας

Ελληνική σημαία - Ελλάς - Ελευθερία

You are missing some Flash content that should appear here! Perhaps your browser cannot display it, or maybe it did not initialize correctly.

Υπεραγία Παρθένος Θεοτόκος Μαρία

Κύριος διασκεδάζει βουλὰς ἐθνῶν, ἀθετεῖ δὲ λογισμοὺς λαῶν καὶ ἀθετεῖ βουλὰς ἀρχόντων· ἡ δὲ βουλὴ τοῦ Κυρίου εἰς τὸν αἰῶνα μένει, λογισμοὶ τῆς καρδίας αὐτοῦ εἰς γενεὰν καὶ γενεάν. (Ψαλ. 32, 10-11)

εἰ δέ τις τῶν ἰδίων καὶ μάλιστα τῶν οἰκείων οὐ προνοεῖ, τὴν πίστιν ἤρνηται καὶ ἔστιν ἀπίστου χείρων. (Τιμ.Α 5,8)

Ἅγιος Ἀντώνιος ὁ Μέγας

Οἱ ἄνθρωποι καταχρηστικά λέγονται λογικοί. Δεν εἶναι λογικοὶ ὅσοι ἔμαθαν ἀπλῶς τὰ λόγια καὶ τὰ βιβλία τῶν ἀρχαίων σοφῶν, ἀλλ' ὅσοι ἔχουν τὴ λογικὴ ψυχὴ καὶ μποροῦν νὰ διακρίνουν ποιὸ εἶναι τὸ καλὸ καἰ ποιὸ τὸ κακό καὶ ἀποφεύγουν τὰ πονηρὰ καὶ βλαβερὰ στὴν ψυχή, τὰ δὲ ἀγαθὰ καὶ ψυχωφελῆ, τὰ ἀποκτοῦν πρόθυμα μὲ τὴ μελέτη καὶ τὰ ἐφαρμόζουν μὲ πολλὴ εὐχαριστία πρὸς τὸν Θεό. Αὐτοὶ μόνοι πρέπει νὰ λέγονται ἀληθινὰ λογικοὶ ἄνθρωποι.

St Antony the Great

Ἐφ᾿ ὅσον ἐννοεῖς τὰ περὶ Θεοῦ, νὰ εἶσαι εὐσεβής, χωρὶς φθόνο, ἀγαθός, σώφρων, πράος, χαριστικὸς κατὰ δύναμιν, κοινωνικός, ἀφιλόνεικος καὶ τὰ ὅμοια. Διότι αὐτὸ εἶναι τὸ ἀπαραβίαστο ἀπόκτημα τῆς ψυχῆς, νὰ ἀρέσει στὸ Θεὸ μὲ τέτοιες πράξεις καὶ μὲ τὸ νὰ μὴν κρίνει κανέναν καὶ νὰ λέει γιὰ κανέναν, ὅτι ὁ δείνα εἶναι κακὸς καὶ ἁμάρτησε. Ἀλλὰ καλλίτερο εἶναι νὰ συζητᾶμε τὰ δικά μας κακά, καὶ νὰ ἐρευνᾶμε μέσα μας τὴ δική μας πολιτεία, ἐὰν εἶναι ἀρεστὴ στὸ Θεό. Διότι, τί μᾶς μέλει ἐμᾶς, ἐὰν ὁ ἄλλος εἶναι πονηρός;

περισσότερα