Ο Κύριος ημών Ιησούς Χριστός | Ορθόδοξοι Πατέρες Our Lord Jesus Christ | Orthodox Fathers

»»»    Εἰς προδοσίαν τοῦ Ἰούδα, καὶ εἰς τὸ πάθος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Τῇ ἁγίᾳ πέμπτῃ.

Εἰς προδοσίαν τοῦ Ἰούδα, καὶ εἰς τὸ πάθος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Τῇ ἁγίᾳ πέμπτῃ.


Στυγνὴν τὴν Ἐκκλησίαν ὁρῶ, σκυθρωπάζουσαν μορφὴν τὴν τοῦ οἰκείου υἱοῦ προδοσίαν σημαίνουσαν. ∆εινὸν γὰρ τὸ μελετηθὲν, καὶ φόνος τὸ κατασκευασθὲν, καὶ κριτὴς ὁ ταῦτα πάσχων νεκρῶν καὶ ζώντων οὐράνιος. Τὸ δὲ πάντων δεινότερον, ἄφνω ἐχθρὸς καὶ ἐπίβουλος ὁ πρὸ μικροῦ μαθητὴς καὶ ὑπήκοος, ἀθρόως θηρίον τὸ πρόβατον, ἀποστάτης φωτὸς ὁ ἀπόστολος, πράτης ∆εσπότου ὁ δοῦλος ἀσύμφωνος, τῶν ἕνδεκα μαθητῶν ὁ δωδέκατος.

Καὶ τί μὴ λέγω τὸ ὄνομα, ἵνα μὴ πᾶσιν ἐπάγω τὴν ὕβριν τοῖς ἀποστόλοις, ἀποκρύπτων τὸν αἴτιον; Πορευθεὶς, φησὶν, Εἷς τῶν δώδεκα. Τίς; Ὁ λεγόμενος Ἰούδας. Καὶ ἄλλο, ἵνα μὴ ὁ ἀναίτιος ἀποκρύψῃ τὸν αἴτιον (εὑρίσκομεν γὰρ τῶν ἀποστόλων καὶ ἕτερον τῷ αὐτῷ κεκλημένον ὀνόματι), Ἰούδας ὁ Ἰσκαριώτης, φησὶν, εἷς πορευθεὶς τῶν δώδεκα. Οὐκ ἔτι οὖν εἷς· εἶχε γὰρ μεθ' ἑαυτοῦ τὸν διάβολον συνεργόν. Οὗτος πορευθεὶς πρὸς τοὺς ἀρχιερεῖς εἶπε· Τί θέλετέ μοι δοῦναι, κἀγὼ ὑμῖν παραδώσω αὐτόν; Εἰπέ μοι ἐνταῦθα, Ἰούδα, τὸν τοῦ κόσμου ∆εσπότην καὶ ἑαυ τοῦ διδάσκαλον εἰς πρᾶσιν προβαλλόμενος, τὴν ἀξίαν τοῦ μαθητοῦ ἐν ποίᾳ καταλιμπάνεις τιμῇ; τί δέ σε καταναγκάζει προδότην τοῦ ἑαυτοῦ βασιλέως στρατεύεσθαι; τίνα προτίμησιν εἶδες τῶν λοιπῶν συμμαθητῶν κατὰ σοῦ γινομένην, ὅτι ταύτην ἄνομον βουλὴν ἐμελέτησας; ὃς οἶδας πρὸς σὲ καὶ τοὺς ἕνδεκα ἀποστόλους τοῦ ∆εσπότου βοήσαντος· Εἴ τις θέλει ἐν ὑμῖν εἶναι πρῶτος, ἔστω πάντων ἔσχατος, καὶ πάντων διάκονος.

Ἆρα οὐ ταῦτα προεῖπε, τὴν σὴν βουλὴν ἀναστέλλων; καὶ διακονεῖν σε τοῖς πρώτοις ἠρέθισεν, ἵνα μὴ σὺ ὡς ἔσχατος ἀδίκῳ πόνῳ κινηθεὶς κατασκευάσῃς τὸν δόλον; Εἰ μὲν ὑπῆρχες χρημάτων ἐκτὸς τοῖς Ἰουδαίοις τὴν προδοσίαν δωρούμενος, ἂν ὑπέλαβεν ἄνθρωπος, ὅτι ἄδικόν τι ὑποστὰς πρὸς τὴν τοῦ ἀδικήσαντος ἐχώρησας ἄμυναν· τὸ δὲ λέγειν σε προφανῶς· Τί θέλετέ μοι δοῦναι, κἀγὼ ὑμῖν παραδώσω αὐτόν; δηλοῖ τὴν σὴν δολιότητα. Οἱ δὲ ἔστησαν αὐτῷ τριάκοντα ἀργύρια. Καὶ ἀπὸ τότε ἐζήτει εὐκαιρίαν, ἵνα αὐτὸν παραδῷ. Τί πράττεις, Ἰούδα, τριάκοντα συμφωνήσας ἀργύρια ὑπὲρ τῆς τοῦ ἀτιμήτου πράσεως μαργαρίτου; Ἐξαρίθμησον πρῶτον ἅπερ μόνῳ τῷ λόγῳ ἐδημιούργησεν ἄστρα, καὶ τότε λόγῳ τὸν Λόγον παραδοῦναι μελέτησον. Ἐζήτει εὐκαιρίαν, ἵνα αὐτὸν παραδῷ. Αὐτὸς τοὺς χρόνους καὶ τοὺς αἰῶνας ἐποίησε, καὶ κατ' ἐκείνου ἐζήτει καιρὸν τῆς ἑαυτοῦ προδοσίας ἁρμόδιον.

Ὀψίας δὲ γενομένης, ἀνέκειτο μετὰ τῶν δώδεκα μαθητῶν, καὶ ἐσθιόντων αὐτῶν εἶπεν· Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, εἷς ἐξ ὑμῶν παραδώσει με· ὁ κατ' ἐμοῦ καὶ ὑμῶν εἰσελθὼν καὶ μαθὼν ἃ φυλάξαι οὐκ ἴσχυσε. Καὶ λυπούμενοι σφόδρα ἤρξαντο λέγειν αὐτῷ ἕκαστος αὐτῶν, μήτι ἐγώ εἰμι, Κύριε; Πάντας ἐκίνει τὸ ῥηθὲν εἰς ἀκριβῆ τοῦ συνειδότος ἐρεύνησιν, οἷς καθαρὰ τὰ τῆς καρδίας κρύφια. Ἀπεκρίθη λέγων ὁ Ἰησοῦς· Τί πάντες ἑαυτοὺς τὸ τοῦ προδότου συκοφαντεῖτε ἐγχείρημα; Ὁ ἐμβάψας μετ' ἐμοῦ ἐν τῷ τρυβλίῳ τὴν χεῖρα, οὗτός με παραδώσει. Ἄκων ὑποδεικνύει ἑαυτὸν, πρὸ τοῦ δράματος λέγει κἂν μὴ θέλων· τὸ ὄνομα κρατεῖται τέως ὑπ' ἐμοῦ, ἕως ἂν εἴπῃ ἐφ' ὑμῶν τὰ ὑπ' αὐτοῦ κατ' ἐμοῦ μελετώμενα. Ἀποκριθεὶς δὲ, φησὶν, ὁ Ἰούδας ὁ παραδιδοὺς αὐτὸν, εἶπε· Μήτι ἐγώ εἰμι, Ῥαββί; Λέγει αὐτῷ· Σὺ εἶπας. Ἠλευθέρωσας τοὺς ἕνδεκα, τῶν παρὰ σοῦ πραττομένων τούτους ἀθώους ποιήσας. ∆έχου καὶ ἄλλην κατάκρισιν ὧν μέλλεις πράττειν φιλαργυρίᾳ. Ἐσθιόντων δὲ αὐτῶν, φησὶ, λαβὼν ὁ Ἰησοῦς τὸν ἄρτον, καὶ εὐχαριστήσας ἔκλασε, καὶ ἐδίδου τοῖς μαθηταῖς αὑτοῦ, καὶ εἶπε· Λάβετε, φάγετε, τοῦτό ἐστι τὸ σῶμά μου. Καὶ λαβὼν τὸ ποτήριον, εὐχαριστήσας ἔδωκε λέγων· Λάβετε, πίετε ἐξ αὐτοῦ πάντες· τοῦτο γάρ ἐστι τὸ αἷμά μου τὸ τῆς καινῆς διαθήκης, τὸ ὑπὲρ πολλῶν ἐκχυνόμενον εἰς ἄφεσιν ἁμαρτιῶν. Λάβετε ἐξ αὐτοῦ πάντες. Καὶ σὺ, φησὶν, ὁ προδότης, τῆς αἰωνίου μετάσχου ζωῆς· καὶ ἐὰν μὲν ἐμμείνῃς ἐν αὐτῇ, τὰ πρὸς Ἰουδαίους συγκεχώρηταί σοι σύμφωνα· ἐὰν δὲ τὴν ἑαυτοῦ μὴ ἀνατρέψῃς ὁρμὴν, ἴσθι εἰδὼς ὁποῖον ∆εσπότην πιπράσκεις φιλάνθρωπον.

Ὁ δὲ τῆς ∆εσποτικῆς εὐσπλαγχνίας μὴ ἀνασχόμενος, πρὸς Ἰουδαίους δραμὼν ἄγειν εἰς ἔργον τὸ μελετηθὲν κατηπείγετο. Καὶ ἰδοὺ, φησὶν, Ἰούδας εἷς τῶν δώδεκα ἦλθε, καὶ μετ' αὐτοῦ ὁ ὄχλος πολὺς μετὰ μαχαιρῶν, καὶ ξύλων ἀπὸ τῶν ἀρχιερέων καὶ πρεσβυτέρων τοῦ λαοῦ. Ὁ δὲ παραδιδοὺς αὐτὸν ἔδωκεν αὐτοῖς σημεῖον λέγων· Ὃν ἐὰν φιλήσω, αὐτός ἐστι· κρατήσατε αὐτόν. Τοῖς ἐμοῖς προσέχετε χείλεσιν· ἄλλως γὰρ ὁ λόγος προδοθῆναι οὐ δύναται. Καὶ εὐθέως προσελθὼν τῷ Ἰησοῦ, εἶπεν αὐτῷ· Χαῖρε, Ῥαββὶ, καὶ κατεφίλησεν αὐτόν. Ὢ φιλήματος, οἰκουμενικῆς εἰρήνης ἀναίρεσις, μᾶλλον δὲ, φιλαλήθως εἰπεῖν, τοῦ κοσμικοῦ πολέμου κατάλυσις, καὶ εἰ μὴ τούτῳ ἀκολουθῶν τῷ σκοπῷ ὁ Ἰούδας τὴν προδοσίαν ἐτόλμησεν. Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ· Ἑταῖρε, ἐφ' ᾧ πάρει; Ἐμοὶ τὸ φίλημα δέδωκας, πρὸς τοὺς παρεστῶτας τὰ σύμφωνα πλήρωσον. Τότε προσελθόντες ἐπέβαλον τὰς χεῖρας ἐπὶ τὸν Ἰησοῦν, καὶ ἐκράτησαν αὐτόν.

Ἀπῆλθεν ὁ προδότης τῶν ἀποστόλων ἀλλότριος, καὶ ὁ τῆς ζωῆς ἀρχηγὸς τοῖς Ἰουδαίοις προσηνέχθη εἰς θάνατον· κατεσκευάσθη σταυρὸς, καὶ τάφος οἰκοδομεῖται εἰς ζωήν· οἱ νεκροὶ ἐπανέρχονται, καὶ εἰς ᾅδην Ἰούδας πορεύεται· σταυροῦται μετὰ λῃστῶν ὁ Σωτὴρ, καὶ πάντας καλεῖ πρὸς παράδεισον. Αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων.


Πανεπιστήμιο Αιγαίου, Τμήμα Πολιτισμικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού με αναφορά στην πηγή προέλευσής του.

Your rating: None Average: 5 (1 vote)


Η Θεία Λειτουργία

Όρος Λιβάνου Χορωδία Αραβικά Ελληνικά
- Θεία Λειτουργία - Ορθόδοξη Εκκλησία -

خدمة القداس الإلهي عربي

جوقة جبل لبنان للروم الأرثوذكس - الأب بندلايمون فرح - موسيقى بيزنطية

Πειραϊκὴ Ἐκκλησία

Ακούστε (((ο)))
Πειραϊκή Εκκλησία 912fm

You are missing some Flash content that should appear here! Perhaps your browser cannot display it, or maybe it did not initialize correctly.

Ὅλα ἀρχίζουν ἐδῶ

Κάθε λογισμὸς καὶ κάθε αἴσθηση ὁδηγοῦν σταδιακὰ τὴν ψυχὴ εἴτε πρὸς τὸν παράδεισο εἴτε πρὸς τὴν κόλαση.

Ἄν ὁ λογισμὸς εἶναι ἔλλογος, τότε συνδέει τὸν ἄνθρωπο μὲ τὸν Θεὸ Λόγο, μὲ τὸν ὕψιστο Λογισμό, μὲ τὴν Παναξία, πρᾶγμα ποὺ εἶναι ἤδη ὁ παράδεισος.

παράδεισος

Ἐάν πάλι εἶναι ἄλογος ὁ λογισμὸς ἤ καὶ παράλογος, τότε συνδέει ἀναπόφευκτα τὸν ἄνθρωπο μὲ τὸν Παράλογο, τὸν Ἀνόητο, μὲ τὸν διάβολο, πρᾶγμα ποὺ εἶναι ἤδη ἡ κόλαση.

Ὅσα ἰσχύουν γιὰ τὸν λογισμὸ, ἰσχύουν καὶ γιὰ τις αἰσθήσεις. Ὅλα ἀρχίζουν ἐδῶ, ἀπὸ τὴν γῆ: καὶ ὁ παράδεισος μὰ καὶ ἡ κόλαση τοῦ ἀνθρώπου.

Ἰουστῖνος Πόποβιτς

Ιωάννου Χρυσοστόμου

Ἐγὼ πατὴρ, ἐγὼ ἀδελφὸς, ἐγὼ νυμφίος, ἐγὼ οἰκία, ἐγὼ τροφὴ, ἐγὼ ἱμάτιον, ἐγὼ ῥίζα, ἐγὼ θεμέλιος, πᾶν ὅπερ ἂν θέλῃς ἐγώ· μηδενὸς ἐν χρείᾳ καταστῇς. Ἐγὼ καὶ δουλεύσω· ἦλθον γὰρ διακονῆσαι, οὐ διακονηθῆναι. Ἐγὼ καὶ φίλος, καὶ μέλος, καὶ κεφαλὴ, καὶ ἀδελφὸς, καὶ ἀδελφὴ, καὶ μήτηρ, πάντα ἐγώ· μόνον οἰκείως ἔχε πρὸς ἐμέ. Ἐγὼ πένης διὰ σέ· καὶ ἀλήτης διὰ σέ· ἐπὶ σταυροῦ διὰ σὲ, ἐπὶ τάφου διὰ σέ· ἄνω ὑπὲρ σοῦ ἐντυγχάνω τῷ Πατρὶ, κάτω ὑπὲρ σοῦ πρεσβευτὴς παραγέγονα παρὰ τοῦ Πατρός. Πάντα μοι σὺ, καὶ ἀδελφὸς, καὶ συγκληρονόμος, καὶ φίλος, καὶ μέλος. Τί πλέον θέλεις; τί τὸν φιλοῦντα ἀποστρέφῃ; τί τῷ κόσμῳ κάμνεις; τί εἰς πίθον ἀντλεῖς τετρημένον;  περισσότερα »»»

Η Ελλάδα και ο Υμνος της Ελευθερίας

Ελληνική σημαία - Ελλάς - Ελευθερία

You are missing some Flash content that should appear here! Perhaps your browser cannot display it, or maybe it did not initialize correctly.

Υπεραγία Παρθένος Θεοτόκος Μαρία

Κύριος διασκεδάζει βουλὰς ἐθνῶν, ἀθετεῖ δὲ λογισμοὺς λαῶν καὶ ἀθετεῖ βουλὰς ἀρχόντων· ἡ δὲ βουλὴ τοῦ Κυρίου εἰς τὸν αἰῶνα μένει, λογισμοὶ τῆς καρδίας αὐτοῦ εἰς γενεὰν καὶ γενεάν. (Ψαλ. 32, 10-11)

εἰ δέ τις τῶν ἰδίων καὶ μάλιστα τῶν οἰκείων οὐ προνοεῖ, τὴν πίστιν ἤρνηται καὶ ἔστιν ἀπίστου χείρων. (Τιμ.Α 5,8)

Ἅγιος Ἀντώνιος ὁ Μέγας

Οἱ ἄνθρωποι καταχρηστικά λέγονται λογικοί. Δεν εἶναι λογικοὶ ὅσοι ἔμαθαν ἀπλῶς τὰ λόγια καὶ τὰ βιβλία τῶν ἀρχαίων σοφῶν, ἀλλ' ὅσοι ἔχουν τὴ λογικὴ ψυχὴ καὶ μποροῦν νὰ διακρίνουν ποιὸ εἶναι τὸ καλὸ καἰ ποιὸ τὸ κακό καὶ ἀποφεύγουν τὰ πονηρὰ καὶ βλαβερὰ στὴν ψυχή, τὰ δὲ ἀγαθὰ καὶ ψυχωφελῆ, τὰ ἀποκτοῦν πρόθυμα μὲ τὴ μελέτη καὶ τὰ ἐφαρμόζουν μὲ πολλὴ εὐχαριστία πρὸς τὸν Θεό. Αὐτοὶ μόνοι πρέπει νὰ λέγονται ἀληθινὰ λογικοὶ ἄνθρωποι.

St Antony the Great

Ἐφ᾿ ὅσον ἐννοεῖς τὰ περὶ Θεοῦ, νὰ εἶσαι εὐσεβής, χωρὶς φθόνο, ἀγαθός, σώφρων, πράος, χαριστικὸς κατὰ δύναμιν, κοινωνικός, ἀφιλόνεικος καὶ τὰ ὅμοια. Διότι αὐτὸ εἶναι τὸ ἀπαραβίαστο ἀπόκτημα τῆς ψυχῆς, νὰ ἀρέσει στὸ Θεὸ μὲ τέτοιες πράξεις καὶ μὲ τὸ νὰ μὴν κρίνει κανέναν καὶ νὰ λέει γιὰ κανέναν, ὅτι ὁ δείνα εἶναι κακὸς καὶ ἁμάρτησε. Ἀλλὰ καλλίτερο εἶναι νὰ συζητᾶμε τὰ δικά μας κακά, καὶ νὰ ἐρευνᾶμε μέσα μας τὴ δική μας πολιτεία, ἐὰν εἶναι ἀρεστὴ στὸ Θεό. Διότι, τί μᾶς μέλει ἐμᾶς, ἐὰν ὁ ἄλλος εἶναι πονηρός;

περισσότερα