Ο Κύριος ημών Ιησούς Χριστός | Ορθόδοξοι Πατέρες Our Lord Jesus Christ | Orthodox Fathers

»»»    Εἰς τὸν ρ` ψαλμόν - Ἁγίου Ἰωάννου τοῦ Χρυσοστόμου

Εἰς τὸν ρ` ψαλμόν - Ἁγίου Ἰωάννου τοῦ Χρυσοστόμου


Πάλιν ἡμῖν, ἀγαπητοὶ, πνευματικῶς ᾄδειν ὁ μακάριος ∆αυῒδ ὁ προφήτης παρακελεύεται·
πάλιν τὸ καλὸν ᾆσμα μελῳδεῖν ἡμᾶς ὁμοφρόνως παρασκευάζει·
πάλιν τὸ πνευματικὸν καὶ ἐπουράνιον μέλος προβαλλόμενος, πνευματικοὺς ἡμᾶς διὰ τῆς ᾠδῆς ἀπεργάζεται.
Πνεύματι γὰρ ἁγίῳ τὴν μελῳδίαν ποιούμενος, καὶ ὥσπερ κιθάρα ἔμψυχος καὶ λογικὴ ὑπὸ τοῦ ἁγίου Πνεύματος ἀνακρουόμενος, πνευματικῶς καὶ ἡμᾶς ᾄδειν κατὰ πάντα διδάσκει.
Ἄδει δὲ, οὐ τέρψαι καὶ ἡδῦναι τὰ ὦτα προθέμενος,
ἀλλ' εὐφρᾶναι καὶ ὠφελῆσαι τὴν διάνοιαν βουλόμενος.
Οὐδὲ γὰρ ἕως ἀκοῆς μόνον ἵστησι τὰ ᾀδόμενα,
ἀλλὰ καὶ ἕως ψυχῆς παραπέμπει τὰ λεγόμενα
Ἀκοῇ μὲν γὰρ παραδίδωσι πρὸς παίδευσιν καὶ γνῶσιν τῆς ἀληθείας,
ψυχῇ δὲ ἐντίθησι πρὸς ἀσφάλειαν καὶ βεβαίωσιν τῆς σωτηρίας.
Ἄδει γὰρ τὸ ᾆσμα, οὐ ψιλοῖς ῥήμασι τὰς λέξεις προφερόμενος, ἀλλὰ ὠφελίμοις τῶν ᾀδόντων τὸν βίον ἐπανορθούμενος.
Οὐδὲ γὰρ βιωτικὸν ἢ κοσμικὸν τὸ ᾄσμα τοῦτο, ἀλλὰ θεϊκὸν καὶ πνευματικὸν, καὶ πάσης κοσμιότητος πεπληρωμένον.
Τὰ μὲν γὰρ βιωτικὰ ᾄσματα, καὶ αἱ τοῦ κόσμου μελῳδίαι ἀπηχοῦσαι τὴν ἀκοὴν, καὶ ἀπατῶσαι τὴν διάνοιαν, μακρὰν ἀπάγουσι τῆς ὠφελείας, εἰς ἐπιθυμίας καθέλκουσαι τῆς ἀπωλείας.

Αἰσχρῶν γὰρ ῥημάτων ἀνάπλεοι τυγχάνουσαι, καὶ ἀθέσμων ὀρέξεων ἔμπλεοι καθεστηκυῖαι, πρὸς τὴν τῶν ᾀδομένων ἡδυπάθειαν, καὶ πρὸς τὴν ἔκλυσιν τῆς μελῳδίας, ἐκθηλύνουσι τῆς ψυχῆς τὴν ἀνδρείαν, καὶ συνεκλύουσι τὴν τοῦ σώμα τος εὐγένειαν.
Τὰ δὲ ἐπουράνια, καὶ ἐκ Πνεύματος ἁγίου ἔχοντα τὴν χορηγίαν, πρὸς τὴν τῶν ῥημάτων εὐταξίαν καὶ πρὸς τὴν τῶν νοημάτων εὐκοσμίαν εἰς τάξιν ἄγοντα τὴν διάνοιαν, κοσμίαν καὶ τὴν ψυχὴν ἀπεργάζεται.
Συγκινουμένη γὰρ ἡ ψυχὴ τοῖς λαλουμένοις, καὶ συνεπινεύουσα τοῖς νοουμένοις, ἐκεῖ φέρει τὴν ἕξιν, ἔνθα καὶ ἡ λέξις ἐφέλκεται τὸ κινητικὸν ὄργανον τῆς τοῦ πνεύματος μελῳδίας.
Τοσαύτης οὖν οὔσης τῆς ἐν τῷ ᾄσματι δυνάμεως, καὶ τηλικαύτης ὑπαρχούσης τῆς ἐν τῇ μελωδίᾳ ἐνεργείας, φέρε δὴ θεασώμεθα, τί περιέχει καὶ τὸ σήμερον ἡμῖν ὑπαναγνωσθὲν μελῴδημα τῆς προφητείας.
Τί οὖν φησιν;
Ἔλεον καὶ κρίσιν ᾄσομαί σοι, Κύριε, Πάνυ ὠφέλιμον, ἀγαπητοὶ, καὶ σωτήριον τὸ ᾆσμα τοῦτο, ἐξ ἐλέους καὶ κρίσεως τὴν ἀρχὴν ποιούμενον.
Τὸ μὲν γὰρ ἐπιδείκνυσι τὴν ἀφθονίαν τῆς τοῦ Θεοῦ φιλανθρωπίας, τὸ δὲ τὴν μεγάλην αὐτοῦ εἰς ἡμᾶς γεγενημένην εὐεργεσίαν.
Σημαίνει μὲν γὰρ τὸ ἔλεος τὴν ἐκ χάριτος εἰς ἀνθρώπους γεγενημένην εὐδοκίαν·
∆όξα γὰρ ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία·
ἡ δὲ κρίσις τὴν ἄνωθεν προωρισμένην σωτηρίαν·
Οὓς γὰρ προώρισε, τούτους καὶ ἐκάλεσεν·
οὓς δὲ ἐκάλεσε, τούτους καὶ ἐδικαίωσεν.
Ἔκρινε γὰρ ὁ ἀγαθὸς Θεὸς ἐλέει καὶ φιλανθρωπίᾳ σῶσαι τοὺς ὑπὸ τῆς ἁμαρτίας ἀπολλυμένους.
Τοῦτο οὖν κατανοήσας ὁ προφήτης κηρύττει, διδάσκων ἡμᾶς διὰ τοῦ ᾄσματος ἀδιάλειπτον ποιεῖσθαι τὴν εὐχαριστίαν, λέγων·
Ἔλεον καὶ κρίσιν ᾄσομαί σοι, Κύριε.

Σημαίνει δὲ καὶ ἕτερον, καὶ κατὰ διάνοιαν προφητεύων, καὶ Πνεύματι ἁγίῳ τὰ μέλλοντα ὡς παρόντα ἐκδιηγούμενος.
Θεωρῶν γὰρ τὴν δικαίαν κρίσιν τοῦ Θεοῦ, τὴν ἐπὶ τὸν ἄπιστον λαὸν τῶν Ἰουδαίων γεγενημένην, τὸν μὴ δεξάμενον τὸν ὑπὸ τοῦ νόμου καὶ τῶν προφητῶν κηρυττόμενον, δικαίως μὲν δι' ἀπιστίαν τιμωρούμενον, δικαίως δὲ καὶ ἐκ τῆς νόμου ἐπαγγελίας ἀποστερούμενον·
ὁρῶν δὲ καὶ τὸν ἐξ ἐθνῶν λαὸν ἐν ἐλέει σωζόμενον, διὰ τὸ εὐπειθὲς τῆς περὶ τὸν ∆εσπότην ὑπακοῆς τε καὶ πίστεως, προαναφωνεῖ, ἡδείᾳ φωνῇ καὶ γλυκείᾳ τὴν ἀγαθότητα τοῦ ∆εσπότου τοῖς πᾶσι παρατιθέμενος·
ἵν' ἕκαστος ἐπὶ γλώσσης φέρων τὸ ᾆσμα, καὶ ἡδυφώνως ἀναφθεγγόμενος τὴν ἐν τῷ ᾄσματι μελῳδίαν, ἀειμνημόνευτον ἔχῃ τῆς ∆εσποτικῆς εὐεργεσίας τὴν χάριν.
Ἔλεον, φησὶ, καὶ κρίσιν ᾄσομαί σοι, Κύριε.
Καλὸν οὖν καὶ ἡμᾶς ᾄδειν ἀδιαλείπτως τὸ ᾆσμα τοῦτο, ἵν' ὁμοῦ ἐπὶ τὸ αὐτὸ εὐχάριστοι γενώμεθα περὶ τὸν εὐεργέτην Θεὸν, καὶ τὸν ἑαυτῶν βίον διορθώμεθα, ἐλέει καὶ κρίσει τὰ πάντα διαπραττόμενοι.
Ποιεῖτε γὰρ, φησὶν, ἔλεον καὶ κρίσιν ἐν μέσῳ τῆς γῆς·
∆ιότι ἔλεον θέλω, καὶ οὐ θυσίαν, λέγει Κύριος.
Ἀλλὰ καὶ, Ἔλεον, φησὶ, ποιεῖτε ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ, καὶ κρῖμα δίκαιον κατευθύνετε, ὅτι ἐν τούτοις τὸ θέλημά μου, λέγει Κύριος.

Ἐὰν γὰρ οὕτω πορευώμεθα, καὶ ἐν τούτοις ἀναστρεφώμεθα, λέξομεν καὶ ἡμεῖς μετὰ παῤῥησίας ᾄδοντες, Ἔλεον καὶ κρίσιν ᾄσομαί σοι, Κύριε.
Καὶ ἵνα μάθῃς, ἀγαπητὲ, ὅτι ταῦτα τοῦτον ἔχει τὸν τρόπον, κατανόησον τὴν τῶν γεγραμμένων ἀκολουθίαν, καὶ εὑρήσεις τὴν τῶν εἰρημένων ἀλήθειαν.
Ἐπιφέρει γὰρ λέγων·
Ψαλῶ, καὶ συνήσω ἐν ὁδῷ ἀμώμῳ·
πότε ἥξεις πρός με;
Ὁρᾷς ὡς διορθωσάμενος τὸν ἑαυτοῦ βίον, καὶ πορευθεὶς πάσῃ ὁδῷ δικαιοσύνης, μηδένα δὲ μῶμον ἢ σπῖλον θέμενος ταῖς ἑαυτοῦ ὁδοῖς, συνιείς τε πᾶσαν εὐθύτητα καὶ κρίσιν, καὶ τὴν ἐν ἔργοις μαρτυρομένην ἔννομον πολιτείαν, ᾄδει ἐν τῷ ᾄσματι ἱλαρῷ τῷ προσώπῳ τὰς πράξεις ἐκδιηγούμενος;


Ἔψαλε δὲ ἐν συνέσει, ἀκαταγνώστῳ καρδίᾳ τὰ ἔργα καταριθμούμενος.
Ἑτοιμάσας δὲ, κατὰ τὸ γεγραμμένον, τὰς ὁδοὺς Κυρίου, καὶ εὐθείας ποιήσας τὰς τρίβους τοῦ Θεοῦ, ἐξεδέχετο δὴ τὴν ∆εσποτικὴν παρουσίαν προσκαλούμενος καὶ λέγων, Πότε ἥξεις πρός με; μονονουχὶ τοιαῦτα ἀποκρινόμενος ἔλεγεν.
Ἡτοίμασά μου τὸ δοχεῖον τῆς διανοίας, ἐξωμάλισά μου τὰ σκληρὰ τῆς καρδίας, πᾶν σκῶλον ἀπέῤῥιψα, μὴ ἐάσας ἐμπόδιόν τι τῆς σῆς παρουσίας.
Εὐθεῖαν ἐποίησα τὴν ὁδὸν τῆς ψυχῆς μου, ἀπέσμηξα τὰ αἰσθητήρια τῆς καρδίας μου, καθαροὺς ἀπειργασάμην τοὺς ἐν ἐμοὶ λογισμούς.

Ἕτοιμός εἰμι πρὸς ὑποδοχὴν τῆς σῆς παρουσίας.
Πότε ἥξεις πρός με;
Ἐπίβαινε ἀκωλύτως, ∆έσποτά μου, οὐχ εὑρήσεις ἐν ἐμοὶ ὁδὸν κακίας.
∆ιεπορευόμην γὰρ ἐν ἀκακίᾳ καρδίας μου, ἐν μέσῳ τοῦ οἴκου μου.
Καὶ ἵνα γνῷς, ὡς ἕτοιμος ἦν πᾶσαν δικαιοσύνην κατεργαζόμενος, ἄκουε αὐτοῦ τὰ ἔργα μετὰ ἡδείας τῆς φωνῆς ἐξαγγέλλοντος·
∆ιεπορευόμην, φησὶν, ἐν ἀκακίᾳ καρδίας μου, ἐν μέσῳ τοῦ οἴκου μου.
Οὐ προετιθέμην πρὸ ὀφθαλμῶν μου πρᾶγμα παράνομον·
ποιοῦντας παραβάσεις ἐμίσησα.
Οὐκ ἐκολλήθη μοι καρδία σκαμβή·
ἐκκλίνοντος ἀπ' ἐμοῦ τοῦ πονηροῦ οὐκ ἐγίνωσκον.
Τὸν καταλαλοῦντα λάθρα τὸν πλησίον αὐτοῦ, τοῦτον ἐξεδίωκον.
Ὑπερηφάνῳ ὀφθαλμῷ καὶ ἀπλήστῳ καρδίᾳ, τούτῳ οὐ συνήσθιον.
Οἱ ὀφθαλμοί μου ἐπὶ τοὺς πιστοὺς τῆς γῆς, τοῦ συγκαθῆσθαι αὐτοὺς μετ' ἐμοῦ.

Βλέπεις, ἀγαπητὲ, πόσων καὶ πηλίκων ἐργάτης ἐτύγχανεν ὁ μακάριος, καὶ πῶς μετὰ πολλῆς τῆς παῤῥησίας καὶ πεποιθήσεως διεξῄει τῶν πράξεων τὰ κατορθώματα;
Ἆρ' οὖν ἑρμηνεύσω τὰ εἰρημένα, ἢ καταλείψω ὑμῖν ἐκ τῶν λέξεων γινώσκειν τὴν δύναμιν τῶν γεγραμμένων;
Τί γὰρ φανερώτερον τῶν εἰρημένων;
τί δὲ οὕτως αὐθερμήνευτον τῶν νῦν καταλελεγμένων;
Ἀλλ' ἵνα καὶ κατὰ μέρος ἐξετάσωμεν αὐτὰς, ὡς ἔχει, τὰς λέξεις παρατιθέμενοι, φέρε δὴ πάλιν αὐτὰ ἐπαναλαβόντες, μνημονεύσωμεν, καὶ ἴδωμεν πόσην ὠφέλειαν παρέχουσι συνεχῶς μνημονευόμενα.
∆ιεπορευόμην, φησὶν, ἐν ἀκακίᾳ καρδίας μου, ἐν μέσῳ τοῦ οἴκου μου.

Πρῶτον, μέγα καὶ καλὸν κατόρθωμα ἡ ἀκακία, οὐχ ἕως δὲ τούτου μόνου ἱσταμένη τοῦ κεκτημένου, ἀλλὰ καὶ ἐπὶ τοὺς πλησίον παραπεμπομένη·
καθώς φησιν ἡ Σοφία·
Τέκνον, ἐὰν ἀγαθὸς ᾖς, σεαυτῷ σοφὸς ἔσῃ καὶ τοῖς πλησίον σου·
ἐὰν δὲ κακὸς ἀποβῇς, μόνος ἀντλήσεις τὰ κακά.
Καλὴ οὖν ἡ ἀκακία, ∆εσποτικὴ ἡ μίμησις, θεϊκὴ ἡ ὁμοίωσις.
Ἄκακος γὰρ καὶ ὅσιος ὁ Κύριος.
Αὕτη ἡ ἀκακία, ψυχῆς ἐστι φυλακτήριον, διανοίας καθάρσιον, ἠθῶν καταστολὴ, λογισμῶν ἡσυχία, προσώπου ἡμερότης, πραότης ὀφθαλμῶν, φιλίας καθηγεμὼν, μήτηρ ἀγάπης, πίστεως ὁμοδίαιτος, τελείωσις δικαιοσύνης·
καὶ ἁπαξαπλῶς ῥίζα πάσης ἀρετῆς, καὶ θεμέλιος τῆς ὅλης ἀγαθότητος ὑπάρχει ἡ ἀκακία.
Οὐκ οἶδεν ἔχθρας τὴν ὑπόστασιν, οὐκ ἐπίσταται ὀργῆς τὴν ἀγριότητα, οὐ γινώσκει κακίας τὴν ἐνέργειαν·
ἀλλ' ἔστιν ὥσπερ βασίλισσα ὑπὸ πασῶν τῶν ἀρετῶν δορυφορουμένη.
Καλὴ οὖν ἡ ἀκακία, τοσούτων ἀγαθῶν αἰτία τυγχάνουσα.
Ἐκ ταύτης κατάρχεται λέγων·
∆ιεπορευόμην ἐν ἀκακίᾳ καρδίας μου.
Καὶ οὐχ ἁπλῶς εἶπεν, Ἐν ἀκακίᾳ, ἀλλ', Ἐν ἀκακίᾳ καρδίας μου, ἀντὶ τοῦ, οὐχ ἕτερα μὲν εἶχον ἐπὶ στόματος, ἕτερα δὲ ἐν καρδίᾳ·
οὐδὲ τῷ μὲν στόματι ἐλάλουν εἰρηνικὰ, τῇ δὲ καρδίᾳ διελογιζόμην κακά·
ἀλλ' οἷος ἤμην τῷ στόματι, τοιοῦτος καὶ τῇ καρδίᾳ διαλογιζόμενος.
∆ιεπορευόμην οὖν ἐν ἀκακίᾳ καρδίας μου, ἐν μέσῳ τοῦ οἴκου μου.

Ἐνταῦθα οἶκον, ἀγαπητοὶ, οὐ τὸν χειροποίητον τοῦτον, ἐκ λίθων καὶ ξύλων συγκείμενον, οὐδὲ τὸν ἐξ ἀμόρφου ὕλης σκευαζόμενον, ἀλλὰ τὸν λογικὸν τῆς ψυχῆς ναὸν, τὸν πρὸς τὴν ἔνδοθεν ἀόρατον εἰκόνα τὴν ἔξωθεν ἀποτυπούμενον, τὸν ὑπὸ τῆς νοερᾶς καὶ λογικῆς φύσεως μορφούμενον, τὸν ὑπὸ τοῦ θείου ἐμφυσήματος ζωοποιούμενον, τὸν φέροντα τὴν ψυχὴν καὶ ὑπὸ τῆς ψυχῆς φερόμενον, τὸν δεκτικὸν χαρισμάτων τῆς ἀκινήτου δυνάμεως.
Ἐν μέσῳ τούτου ἐπορευόμην.
Μέσον δὲ καλεῖ τὸ ἡγεμονικὸν τῆς καρδίας, ἐπειδὴ μέσον κεῖται τοῦ ὅλου σώματος τοῦ ἀνθρωπείου.
Κακαὶ ὁδοὶ ὑπάρχουσιν οἱ διαλογισμοὶ καὶ αἱ ἐνθυμήσεις, ὡς καὶ ὁ Σωτήρ φησιν·
Ἐκ καρδίας ἐξέρχονται διαλογισμοὶ πονηροί.
Ἐν ταύτῃ γὰρ καὶ πᾶσα ἡ κίνησις τῆς φύσεως τῆς ἀνθρωπίνης.
Ὃ δὲ λέγει, τοιοῦτόν ἐστι·
Θόρυβος ἐὰν γένηται, ἡ καρδία κινεῖται·
τάραχος ἐὰν συμβῇ, ἡ καρδία θορυβεῖται ἐχθρῷ ἐπανάστασις ἐὰν τύχῃ, ἡ καρδία ταράσσεται·
φόβος ἐὰ γένηται, ἡ καρδία παλμοῖς ἔνδοθεν τινασσομένη συντινάσσει καὶ τὸ παρακείμενον μέλος τοῦ σώματος, καὶ ἀπολείπουσα, καὶ πάλιν ἐπισπωμένη, οὐ συγχωρεῖ ἡσυχάζειν, ἀλλὰ συχνότερον κινουμένη μείζονα τὸν ἀγῶν παρέχει, καὶ ὅλον ταράσσει τὸ σῶμα, ἀλλοιοῖ καὶ τὸ χρῶμα, μεταβάλλει καὶ τὸ σχῆμα, μεταποιεῖ τε τὴν ἕξιν, πελιδνὸν καὶ τὸ πρόσωπον ἀπεργάζεται, ἵστησι τῶν ὀφθαλμῶν τὴν ἐνέργειαν, ὑπότρομα ποιεῖ τὰ χείλη, τῶν γονάτων παραλύει τὴν εὐτονίαν, καὶ τὴν τὰ πάντα κινοῦσαν γλῶσσαν συνδήσασα, ψελλὴν ἀποδείκνυσι, καὶ ὅλον, ὥς ἐστιν εἰπεῖν, ἄγριον καὶ νεκροειδῆ ἀποτελεῖ τὸ ἄνθρωπον·
καὶ πολέμου συμβάντος, σπεύδει μὲν ἐπείγουσα πρὸς τὴν μάχην, ἀγωνιᾷ δὲ μὴ ἠρεμοῦσα, ἕως ἂν καταγωνίσηται τὴν πάλην.

Ταύτης δὲ παυσαμένης, καὶ νίκης γενομένης, ὑπὸ τὴν αὐτὴν ῥοπὴν μεταβληθεῖσα, στρέφεται εἰς εὐφροσύνην, ἡσυχίαν ἀσπάζεται καὶ χαίρειν ποιεῖ τὸν ἄρτι τεταραγμένον, καὶ πάλιν εἰ τὴν πρώτην ἐπανακαλεῖται κατάστασιν, ἑνὶ ἑκάστῳ μέλε ἀποδιδοῦσα τὴν χρῆσιν·
πάλιν χαροποιεῖ τοὺς ὀφθαλμοὺς, καταστέλλει τὰ χείλη, ὑγιὲς ἀποτελεῖ τὸ τῆς γλώσσης ὄργανον, ἡμεροῖ τὴν ὄψιν, καὶ ὥσπερ τις καλὸς ἡνίοχος ἐπαναστρέφουσα εἰς τὴν ἀρχαίαν τάξιν φέρε τὸν ἄνθρωπον.


Ἀλλ' οὐ τοιοῦτος ὁ δίκαιος, οὐδὲ τάραχον ἢ φόβον δεχόμενος ἐν τῇ καρδίᾳ.
Κἂν γὰρ ἐχθρῶν συμβῇ ἐπανάστασις, λέγει θαῤῥῶν·
Ἐὰν παρατάξηται ἐπ' ἐμὲ παρ εμβολὴ, οὐ φοβηθήσεται ἡ καρδία μου·
ἐὰν ἐπαναστῇ ἐπ' ἐμὲ πόλεμος, ἐν τούτῳ ἐγὼ ἐλπίζω.
∆ιὰ τοῦτό φησι ∆ιεπορευόμην ἐν ἀκακίᾳ καρδίας μου, ἐν μέσῳ τοῦ οἴκου μου·
τουτέστι, ∆ιεσκόπουν, ἠρεύνων τὰ κατὰ ἐμαυτὸν, ἵνα μή τις ῥίζα πικρίας ἀναφύουσα ἐνοχλῇ καὶ μιαίνῃ τὸ αἰσθητήριον τῆς καρδίας μου·
ἀλλ' ἵνα ἡ ἀκακία ἐν ἐμοὶ σωζομένη πάντων γένηταί μοι πρόξενος·
τῶν ἀρετῶν·
ὅθεν Οὐ προετιθέμην πρὸ ὀφθαλμῶν μου πρᾶγμα παράνομον.

Οὐ γὰρ εἶχον σκοπὸν τοῦ ἁμαρτάνειν, οὐδὲ προέκειτό μοι παρανομεῖν, ἀλλότρια τῆς σωτηρίας κατεργαζομένῳ·
ἀλλ' ἦν πρὸ τῶν ὀφθαλμῶν μου φόβος Θεοῦ, τήρησις ἐντολῶν, ἔργα δικαιοσύνης, πᾶσα κατὰ νόμον πολιτεία.
Οὐ προετιθέμην πρὸ ὀφθαλμῶν μου πρᾶγμα παράνομον.
Ὅσοις γὰρ σκοπὸς τοῦ ἁμαρ τάνειν, τούτοις πρόκειται καὶ τὸ παρανομεῖν, καὶ ἔχουσιν ὥσπερ προηγουμένην τὴν ἁμαρτίαν, πρότερον ὁριζόμενον κατὰ καρδίαν, ἔπειτα καὶ ὅλον εἰς αὐτὴν ἀνατείναντες τὸ ὄμμα τῆς διανοίας, οὕτω τρέχουσιν εἰς τὴν παρανομίαν.
Ἐγὼ δὲ τούτων ἀλλότριος ἤμην.
Οὐ γὰρ ἦν πρὸ ὀφθαλμῶν μου πρᾶγμα παράνομον, ἀλλ' ὅλος μοι ὁ σκοπὸς ἦν, τὸ κατὰ νόμον πολιτεύεσθαι.
Ἀλλὰ καὶ Ποιοῦν τας παραβάσεις ἐμίσησα.
Οὐ μόνον αὐτὸς ἐγὼ οὐδὲ παρὰ τὸν τοῦ Θεοῦ νόμον πράττειν ἠβουλόμην, ἀλλὰ καὶ τοὺς παραβαίνοντάς τι τῶν ἐντολῶν ἐμίσουν·
Ποιοῦντας γὰρ παραβάσεις ἐμίσησα.

Ἐνταῦθα δὲ διττῶς νοητέον τὸ, Ποιοῦντας παραβάσεις ἐμίσησα.
Οἱ μὲν γάρ εἰσι παραβαίνοντες τὰς τοῦ Θεοῦ ἐντολὰς, καὶ τὰ δικαιώματα.
καὶ τὰ κρίματα·
καὶ εἰσὶν οὗτοι παραβάται νόμου.
Ἄλλοι πάλιν παραβαίνουσιν αὐτὴν τὴν σωτήριον τοῦ ∆εσπότου ὁμολογίαν, καὶ εἰσὶ παραβάται Θεοῦ.
Πολλὴ δὲ διαφορὰ μεταξὺ τῆς τῶν ἀμφοτέρων παραβάσεως.
Οἱ μὲν γὰρ ἔτι ἐλπίδα ἔχουσι σωτηρίας, τὴν ῥίζαν τῆς τοῦ Θεοῦ γνώσεως κεκτημένοι οἱ δὲ πάντη τῆς σωτηρίας ἐκπεπτώκασιν, αὐτὸν τὸν αἴτιον τῆς σωτηρίας ἀρνησάμενοι.
Ἐγὼ οὖν, φησὶ πάντας Τοὺς ποιοῦντας παραβάσεις ἐμίσησα.
Ἀρχὴ γὰρ ἁμαρτίας, ἀφίστασθαι ἀπὸ τοῦ Θεοῦ, ὥς φησιν ὁ σοφώτατος.
Ἡμεῖς δὲ οὐ μόνον οὐ μισοῦμεν τοὺς παραβάτας, ἀλλὰ καὶ ὡς φίλους ἀσπαζόμεθα, δέον τοῖς τοιούτοις μηδὲ τὸ χαίρειν λέγειν·
Οὐκ ἔστι γὰρ εἰρήνη τοῖς ἀσεβέσι, λέγει Κύριος·
καὶ μετ' αὐτῶν ἐσθίομεν καὶ πίνομεν, ὧν καὶ τὴν ἀπάντησιν ἀποφεύγειν ὀφείλομεν.
καὶ μηδὲ ἀνθρώπους ἡγεῖσθαι τοῖς δαίμοσιν ἑαυτοὺς παραδεδωκότας, καὶ ἀψύχοις λίθοις, καὶ ξύλοις τὴν ἑαυτῶν ζωὴν ἀνατεθεικότας.
Ἢ οὐ διδάσκει ἡμᾶς ἀλλαχοῦ ὁ αὐτὸς προφήτης λέγων·
Οὐχὶ τοὺς μισοῦντάς σε, Κύριε, ἐμίσησα, καὶ ἐπὶ τοὺς ἐχθρούς σου ἐξετηκόμην·
Τέλειον μῖσος ἐμίσουν αὐτοὺς, εἰς ἐχθροὺς ἐγένοντό μοι;
Μιμησώμεθα οὖν καὶ ἡμεῖς τὸν προφήτην, καὶ μισήσωμεν τοὺς ποιοῦντας τὰς παραβάσεις, ἵνα μὴ διὰ τῆς ἀδιαφόρου ἡμῶν κοινωνίας πρὸς αὐτοὺς συνεργοὶ τῆς παραβάσεως αὐτῶν εὑρεθῶμεν.
Κατὰ πάντα γὰρ μισητέον τὴν πρὸς αὐτοὺς κοινωνίαν, ὅτι τὸ φῶς ἀποστραφέντες ἐν τῷ σκότει πορεύονται (Τίς δὲ κοινωνία φωτὶ πρὸς σκότος;), καὶ ὅτι τοῦ Χριστοῦ τὸ ὄνομα ἀρνησάμενοι, τὸ τοῦ Βελιὰρ ὄνομα ἑαυτοῖς περιτιθέασι (Τίς δὲ συμφώνησις Χριστοῦ πρὸς Βελιάρ;), καὶ ὅτι ἀποφυγόντες τὴν ἐνταῦθα εἴσοδον, ναοῖς εἰδώλων περιμεμήνασι, τὴν ἑαυτῶν ζωὴν τοῖς μιάσμασι συμμιάναντες·
Τίς δὲ συγκατάθεσις ναῷ Θεοῦ μετὰ εἰδώλων;
Ποιοῦντας οὖν παραβάσεις ἐμίσησα.
Οὐκ ἐκολλήθη μοι καρδία σκαμβή·
ἐκκλίνοντος ἀπ' ἐμοῦ τοῦ πονηροῦ οὐκ ἐγίνωσκον.

Πάλιν ἐνταῦθα, ἀγαπητὲ, πρόσεχε τὴν δύναμιν τῶν εἰρημένων.
Οὐκ ἐκολλήθη μοι καρδία σκαμβή.
Οὐδὲν ἦν ἐν ἐμοὶ σκολιὸν, οὐδὲ στραγγαλιῶδες, ἀλλὰ κἂν μυρία ᾖ τὰ θλίβοντα, κἂν πονηρὰ τὰ συμβαίνοντα, κἂν ἐναντία τὰ ἀντιπίπτοντα, Ἐμοὶ οὐκ ἐκολλήθη καρδία σκαμβὴ, οὐ διαλογισμὸς πονηρὸς, οὐκ ἐνθύμησις ἀλλοτρία.
Οὐχ ὅτι θλίβομαι, οὐχ ὅτι στενοχωροῦμαι, οὐκ ἐπειδὴ ὁρῶ ἁμαρτωλοὺς εὐθηνοῦντας, καὶ ἀσεβεῖς πλουτοῦντας, καὶ πάντας τοὺς παρανόμους κατευθυνομένους, ἐγὼ διαστρέφομαι τῇ καρδίᾳ πονηρὰ λογιζόμενος, καὶ λέγων·
Ἵνα τί ἀσεβεῖς ζῶσι, καὶ κραταιοῦνται ἐν τῷ πλούτῳ;
Ὁ σπόρος αὐτῶν κατὰ ψυχὴν, οἱ οἶκοι αὐτῶν εὐθηνοῦσιν·
Οἱ βόες αὐτῶν παχεῖς.
Οὐκ ἐλογισάμην περὶ τούτων οὐδαμοῦ, ἀλλὰ κἂν ἐκεῖνοι εὐθηνῶσιν, ἐγὼ δὲ θλίβωμαι, οἶδα ὅτι Ἡ θλίψις ὑπομονὴν κατεργάζεται, ἡ δὲ ὑπομονὴ δοκιμὴν, ἡ δὲ δοκιμὴ ἐλπίδα, ἡ δὲ ἐλπὶς οὐ καταισχύνει.
Οὐκ ἐκολλήθη μοι καρδία σκαμβή.
Οὕτω λογιζόμενος ὀρθῶς, καὶ κατ' εὐθὺ πορευόμενος, τοῦ Πονηροῦ ἀναβαίνοντος ἐπὶ τὴν καρδίαν μου, καί μου τόπον αὐτῷ μὴ διδόντος, ἐν τῷ μὴ ἔχειν χώραν κατ' ἐμοῦ, οὐκ ἐγίνωσκον πότε παρεγένετο, ἐμοῦ μὴ παραδεχομένου αὐ τόν·
οὕτως οὐδὲ ἐγίνωσκον, ὅτε ἐξέκλινεν.
Ἡ πονηρία γὰρ ὡς σκιὰ παρατρέχουσα ὑπεχώρει, μηδεμίαν ἐν ἐμοὶ κατεργαζομένη βλάβην.


Καὶ ἡμεῖς οὖν παιδευώμεθα, ἐάν ποτε συμβῇ τινι ἡμῶν χαλεπὸν ἢ περιστατικὸν πρᾶγμα, καὶ ἐπανέλθῃ λογισμὸς τοῦ Πονηροῦ, μὴ κυριεύσῃ ἡμῶν τοῦ ἡγεμονικοῦ, ἀλλὰ παρέλθῃ ἀβλαβῆ τηρήσας ἡμῶν τὴν καρδίαν, ὥστε λέγειν καὶ ἡμᾶς·
Ἐκκλίνοντος ἀπ' ἐμοῦ τοῦ πονηροῦ οὐκ ἐγίνωσκον.

Τὸν καταλαλοῦντα λάθρα τὸν πλησίον αὐτοῦ, τοῦτον ἐξεδίωκον.
Μάθωμεν καλὸν μάθημα, ἀγαπητοὶ, μὴ μόνον μὴ καταλαλεῖν, ἀλλὰ μηδὲ ἀκούειν καταλαλιᾶς.
∆εινὸν γὰρ κακὸν ἡ καταλαλιὰ, ἀκατάστατον δαιμόνιον, μηδέποτε εἰρηνικὸν τὸν ἄνθρωπον ἀπεργαζόμενον.
Τί γὰρ οὐκ ἔστι κακὸν ἀπὸ καταλαλιᾶς;
Ἐξ αὐτῆς ἔχθραι ἀναφύονται, ἔρεις δι' αὐτῆς συνίστανται, διχοστασίαι ἀπ' αὐτῆς τὴν ἀρχὴν λαμβάνουσιν, ὑπόνοιαι πονηραὶ ἐκεῖθεν γενόμεναι τῶν μυρίων κακῶν τὰς αἰτίας παρέχουσι·
μῖσος ὥσπερ ἀπὸ πηγῆς ἐξ αὐτῆς βρύει·
καὶ ὅσα ἄν τις λογισάμενος εὑρήσει κακὰ, ταῦτα πάντα ἐκ τῆς καταλαλιᾶς εὕρῃ προχεόμενα, πάντας εἰς κακίαν ἑλκύουσα.
Οἶδεν ἡ καταλαλιὰ, θυμῷ πληρώσασα τὸν ἄνθρωπον, καὶ φόνον ἐξ αὐτῆς μεταλαμβάνοντα, φονικὸν αὐτὸν κατὰ τοῦ πλησίον ἐργάζεσθαι.
Οἶδε καὶ τὴν ψυχὴν ἀγριάνασαν ἀπο στῆσαι τῆς ἀδελφικῆς κοινωνίας, καὶ ἐχθρὸν τὸν πρὸ ὀλίγου φίλον ἄνευ αἰτίας ἀποδεῖξαι.
Αὕτη καὶ Μαρίας τῆς ἀδελφῆς Μωϋσέως ἁψαμένη, λεπρῶσαν ἀφ' ἑαυτῆς παρευθὺ ἀπέδειξεν, ὀργὴν δὲ κατ' αὐτῆς καὶ θυμὸν ἐπήγαγε παρὰ τοῦ ∆εσπότου.

Αὕτη καὶ ὅλους οἴκους ἀνατρέπει καὶ πόλεις εἰρηνευούσας εἰς πόλεμον ἐξεγείρει.
Αὕτη καὶ τῆς καλῆς εἰρήνης τὰ δεσμὰ διαλύει, καὶ τῆς μεγάλης ἀγάπης τὸν σύνδεσμον διαῤῥήσσει.
Αὕτη καὶ τῶν ἐντολῶν τοῦ Θεοῦ ἀφιστῶσα παρανομεῖν ἐκδιδάσκει, καὶ τῆς τοῦ Θεοῦ φιλίας ἀποσπῶσα, μακρὰν τῆς ἀληθείας ἀπάγει.
Αὕτη παρὰ τὴν πρώτην καὶ τῆς ἀπωλείας τοῦ πρωτοπλάστου Ἀδὰμ αἰτία γεγένηται, καὶ τῆς ἐν τῷ παραδείσῳ διαίτης, καὶ τῆς ἐπουρανίου τρυφῆς ἀπεστέρησεν.
Εἰσελθοῦσα γὰρ εἰς τὸ στόμα τοῦ ὄφεως καὶ ψεῦδος ἐργασαμένη κατὰ τῆς ἀψευδοῦς τοῦ Θεοῦ ἀγαθότητος, καὶ εἰποῦσα, Τί ὅτι εἶπεν ὁ Θεὸς, Οὐ μὴ φάγησθε ἀπὸ παντὸς ξύλου τοῦ ἐν τῷ παραδείσῳ; παράβασιν ἤγαγε τῆς ἐντολῆς, ἀπὸ τῆς ἀληθείας διαστρέψασα τὸν ὑπήκοον·
καὶ τὸν συνόμιλον ὄντα τῷ ∆εσπότῃ πρὸς ἑαυτὴν ἐπισπασαμένη, ἄρτι ἐχθρὸν διὰ τῆς ἀπάτης κατέστησε, καὶ ἀλλότριον εἰς ἅπαξ τῶν ἀγαθῶν ἀπέδειξε.
Φεισώμεθα τοίνυν τῆς καταλαλιᾶς, μακρὰν αὐτῆς γινό μενοι, ἵνα μὴ μάτην ἔχθραν πρὸς τὸν ἑαυτῶν ∆εσπότην κτησώμεθα.

Παυσώμεθα τῆς καταλαλιᾶς, ἵνα μὴ ἄδικοι κριταὶ τῆς ἀληθείας γινώμεθα, καὶ κατὰ τοῦ νόμου ὡς ψευδεῖς μάρτυρες εὑρεθῶμεν.
Ὁ γὰρ καταλαλῶν, φησὶν, ἀδελφοῦ, ἢ κρίνων τὸν ἀδελφὸν, καταλαλεῖ νόμου, καὶ κρίνει νόμον.
Εἰ δὲ νόμον κρίνεις, οὐκέτι ποιητὴς νόμου εἶ, ἀλλὰ κριτής.
Εἷς δέ ἐστιν ὁ κριτὴς καὶ νομοθέτης, ὁ δυνάμενος σῶσαι καὶ ἀπολέσαι.
Βλέπεις, ἀγαπητὲ, πόσον ἔχει βάρος ἡ καταλαλιά;
Παυσώμεθα ταύτης, ἵνα μὴ κρίσιν αὑτοῖς ἐπαγάγωμεν.
Ἀπο διώξωμεν ἀφ' ἡμῶν καὶ τοὺς καταλαλεῖν βουλομένους, ἵνα μὴ ἀλλοτρίοις κακοῖς συντιθέμενοι, ἑαυτοῖς ἀπώλειαν προξενήσωμεν·
καὶ μὴ ἡδέως ἀκούωμεν τῶν καταλαλούντων, ἵνα μὴ διαβολικῶν ἐνθυμημάτων πληρωθῶμεν.
Καὶ γὰρ αὕτη ἡ καταλαλιὰ διαβολικὴ ὀνομάζεται, φυσικὴν ἐκ τῆς τοῦ γεγεννηκότος δεξαμένη τὴν προσηγορίαν, ὅταν τῇ καταλαλιᾷ σχολάζων δουλεύῃ τῷ διαβόλῳ, τὰ τῆς διαβολῆς ἔργα διαπραττόμενος.
Ὁ δὲ τὸν τοιοῦτον μὴ προσιέμενος, ἑαυτὸν μὲν ἐλευθεροῖ τῆς διακένου ταύτης ἁμαρτίας, τὸν δὲ ἁμαρτάνοντα ἀνατρέπει μὴ ἄδικον ἐπιφέρειν κατὰ τοῦ πλησίον κατηγορίαν·
ἐλεύθερον δὲ καὶ τὸν καταλαλούμενον τῆς κατηγορίας ἀπεργάζεται·
εἰρήνης δὲ βραβευτὴς καὶ φιλίας καθηγητὴς γίνεται, τὴν τοῦ καταλάλου προαίρεσιν μυσαττόμενος.
Μάθωμεν καὶ ἡμεῖς τὸ ἔργον μυσαττόμενοι λέγειν·
Τὸν καταλαλοῦντα λάθρα τοῦ πλησίον αὐτοῦ, τοῦτον ἐξεδίωκον.

Ἵνα δὲ μάθῃς, ἀγαπητὲ, πῶς ἡ καταλαλιὰ οὐδεμιᾶς ἀληθείας ἐστὶν ἐργάτις, πρόσχες καὶ αὐτῇ τῇ τοῦ ὀνόμα τος προσηγορίᾳ, καὶ τῷ ἐπακολουθοῦντι ῥητῷ τὴν διάκρισιν ποιούμενος.
Ἡ μὲν γὰρ καταλαλιὰ κατηγορίας ἐστὶ διδάσκαλος·
τὸ δὲ, Λάθρα, τὸ ψευδὲς τοῦ πράγματος καὶ ἀπαῤῥησίαστον ἐπιδείκνυται.
Εἰ γὰρ ἀληθὲς, καλὸν τὸ εἰς πρόσωπον ἐλέγχειν, καὶ μετὰ παῤῥησίας εἰρηνοποιεῖν·
εἰ δὲ λάθρα, φέρεις τὴν κατηγορίαν ψευδῆ, κακὴν ὑπόνοιαν κατὰ τοῦ πλησίον ἐργαζόμενος, μηδὲ ἐλέγξαι τὰ ὑπὸ σοῦ προφερόμενα δυνάμενος.
Καλὸν οὖν ὡς ψεύστην καὶ λωποδύτην τὸν κατάλαλον ἀποδιώκειν, ἵνα μὴ τὴν εἰρηνεύουσαν ψυχὴν ταράσσοντες, πολεμικὴν αὐτὴν πρὸς τὸν πλησίον διὰ τῆς καταλαλιᾶς ἐργαζώμεθα.
Τὸν καταλαλοῦντα οὖν λάθρα τοῦ πλησίον αὐτοῦ, τοῦ τον ἐξεδίωκον.
Ὑπερηφάνῳ ὀφθαλμῷ καὶ ἀπλήστῳ καρδίᾳ, τούτῳ οὐ συνήσθιον.
Ὅτι δὲ ὑπερηφανία μισητὴ καὶ παρ' αὐτῷ τῷ Θεῷ, ἄκουε τῆς Γραφῆς λεγούσης·
Ὁ Θεὸς ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσι χάριν.
Καὶ πάλιν ἀλλαχοῦ·
Μισητὴ ὑπερηφανία ἐναντίον.
Κυρίου καὶ ἀνθρώπων.

Καὶ, Ἵνα τί ὑπερηφανεύεται γῆ καὶ σποδός; Καὶ πολλαχοῦ εὑρήσεις τὴν ὑπερηφανίαν βδελυκτὴν καὶ πάνυ μεμισημένην.
Οὕτως οὖν καὶ ἐνταῦθά φησιν, Ὑπερηφάνῳ ὀφθαλμῷ καὶ ἀπλήστῳ καρδίᾳ, τούτῳ οὐ συνήσθιον·
ὡς πάνυ βλαβερωτάτης καὶ ἐπιζημίου τῆς ὑπερηφανίας οὔσης, οὐ μόνον αὐτῷ τῷ ταύτην ἀνειληφότι, ἀλλὰ καὶ τῷ πρὸς ὀλίγον αὐτὴν ὑποκρινομένῳ.
Ἐπισυνῆψε δὲ καὶ τὸν ἄπληστον τῇ καρδίᾳ τῷ ὑπερηφάνῳ, ὡς μιᾶς οὔσης τῆς τῶν ἀμφοτέρων προαιρέσεως, τοῦ τε κατὰ τοῦ πλησίον ἐπαιρομένου καὶ τοῦ ὁμοίως κατὰ τοῦ πλησίον ἀπληστευομένου.


Καλὸν οὖν, ἀγαπητοὶ, ἀποθέσθαι ἡμᾶς τὴν ὑπερηφα νίαν, ἀναλαβεῖν δὲ τὴν ταπεινοφροσύνην, ἵνα μὴ ἀκούσω μεν, Ὁ ὑψῶν ἑαυτὸν, ταπεινωθήσεται, ἀλλ' ἀκούσωμεν, Ὁ ταπεινῶν ἑαυτὸν, ὑψωθήσεται·
ἀρκεσθῆναι δὲ καὶ τῇ συμμέτρῳ αὐταρκείᾳ, καὶ μὴ τῇ ἀπληστίᾳ τῆς καρδίας ἐκκλῖναι τῆς δικαιοσύνης, ἵνα μὴ ἀκούσωμεν·
∆ιὰ τὸ πλῆθος τῆς ἀδικίας σου ἀνεκαλύφθη τὰ ὀπίσθιά σου, τοῦ παραδειγματισθῆναι τὰς πτέρνας σου.
Ἀποφύγωμεν οὖν καὶ τὴν δίαιταν τῶν ὑπερηφά νων καὶ τῶν ἀπλήστων τῇ καρδίᾳ, ἵνα μὴ τῇ συνηθείᾳ τῆς πρὸς αὐτοὺς κοινωνίας μιμηταὶ τῆς κακίας αὐτῶν γενώμεθα.
Ἀσκῶμεν οὖν τὸ πράττειν καὶ λέγειν·
Ὑπερηφάνῳ ὀφθαλμῷ καὶ ἀπλήστῳ καρδίᾳ, τούτῳ οὐ συνήσθιον.
Καὶ ταῦτα ὡς ἐκ προσώπου τοῦ δικαίου λέγεται·
πάλιν δὲ ὡς ἐκ προσώπου τοῦ Θεοῦ τὸ Πνεῦμα τὸ ἅγιον τὴν ἀπόκρισιν ποιούμενόν φησιν·
Οἱ ὀφθαλμοί μου ἐπὶ τοὺς πιστοὺς τῆς γῆς, τοῦ συγκαθῆσθαι αὐτοὺς μετ' ἐμοῦ.
Ἀληθῶς γὰρ οἱ ὀφθαλμοὶ τοῦ Θεοῦ ἐπὶ τοὺς πιστούς εἰσι, προσέχοντες αὐτοῖς, ἵνα μὴ ἔξω γένωνται τῆς ἀληθείας.
Εἰ δὲ βούλει μαθεῖν ὡς ἀληθές ἐστι τὸ εἰρημένον, κατανόησον τοὺς μακαρίους ἀποστόλους, καὶ βλέπε τούτους πιστοὺς ὄντας τῆς γῆς, τὸ καὶ διὰ τῆς αὐτῶν πίστεως ὅλην τὴν οἰκουμένην πεπληρῶσθαι τὸ κήρυγμα τῆς σωτηρίας.
Εἰς πᾶσαν γὰρ τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν.
Καὶ γὰρ πᾶσα ἡ οἰκουμένη τῆς αὐτῶν πίστεως μεταλαβοῦσα πεπλήρωται, ἀκένωτον ἔχουσα τὸν πλοῦτον τῆς εὐσεβείας.
Οὗτοι οὖν οἱ πιστοὶ συγκαθέζονται τῷ ∆εσπότῃ, ἀκούοντες·
Ὑμεῖς δέ οἱ δώδεκα καθίσεσθε ἐπὶ δώδεκα θρόνοις κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ.
Οἱ ὀφθαλμοί μου ἐπὶ τοὺς πιστοὺς τῆς γῆς, τοῦ συγκαθῆσθαι αὐτοὺς μετ' ἐμοῦ.

Ὢ τοῦ θαύματος!
Οἱ πήλινοι καθέζονται, καὶ οἱ ἀσώματοι παραστήκουσιν.
Ἀλλ' οὐ τοὺς ἀγγέλους τοῦ Θεοῦ ἐξουθενῶ·
μὴ γένοιτο·
ἀλλὰ τὴν φιλανθρωπίαν τοῦ Θεοῦ κηρύττω, δι' ἣν ἐτίμησε τὴν ἀνθρωπίνην φύσιν.
Εἰ δὲ οἱ ἅγιοι ἀπόστολοι καθίσονται κριταὶ γενόμενοι τῶν ἀπίστων, ἐπάναγκες καὶ τοὺς τῶν ἀποστόλων τὴν πίστιν ἐσχηκότας καὶ ὁμοίως αὐτοῖς πεπιστευκότας, καὶ αὐτοὺς συγκαθεσθῆναι τοῖς ἀποστόλοις, κριτὰς ἐσομένους τῶν μὴ παραδεξαμένων τὴν πίστιν, μηδὲ ὁμολογησάντων τὸν σωτήριον λόγον.
Τάχα γὰρ, ἵνα οὕτως εἴπω, ἔσονται δώδεκα ἔθνη πιστὰ, τὰ ὑπὸ τῶν ἀποστόλων κατηχηθέντα, ἅτινα κρινεῖ σὺν τοῖς ἀποστόλοις τὰς δώδεκα φυλὰς τοῦ Ἰσραὴλ, τὰς μηδὲ τῷ ἀποστολικῷ πεισθείσας κηρύγματι, μηδὲ τῷ ∆εσποτικῷ πεπιστευκυίας θελήματι, ὥστε καὶ αὐτὰς τῇ πίστει συναχθείσας ἀκοῦσαι·
Οἱ ὀφθαλμοί μου ἐπὶ τοὺς πιστοὺς τῆς γῆς, τοῦ συγκαθῆσθαι αὐτοὺς μετ' ἐμοῖ.
Ἔπειτα ἴδωμεν τὰ ἑξῆς.
Τί φησι; Πορευόμενος ἐν ὁδῷ ἀμώμῳ, οὗτός μοι ἐλειτούργει.
Οὐ κατῴκει ἐν μέσῳ τῆς οἰκίας μου ποιῶν ὑπερηφανίαν·
ὁ λαλῶν ἄδικα οὐ κατεύθυνεν ἐνώπιον τῶν ὀφθαλμῶν μου.
Πρὸς τὴν καύχησιν τοῦ δικαίου καὶ ὁ Θεὸς ὁμοίως ἀνταποκρίνεται, καὶ παρατίθησιν, ὡς τοιούτους εἶναι δεῖ τοὺς τῇ πίστει διεληλυθότας.
Φησὶ, Πορευόμενος ἐν ὁδῷ ἀμώμῳ, οὗτός μοι ἐλειτούργει.

Τοιούτους γὰρ ἐγὼ ἐκλέγομαι λειτουργοὺς, τοὺς πορευομένους ἐν ὁδῷ ἀμώμῳ, καὶ μήτε δεξιὰ ἐκκλίνοντας, μήτε ἀριστερὰ, μήτε διασφαλλομένους τὰ περὶ τὴν ὁδὸν τῆς δικαιοσύνης καὶ τῆς ἀληθείας.
Μακάριοι γὰρ οἱ ἄμωμοι ἐν ὁδῷ, οἱ πορευόμενοι ἐν νόμῳ Κυρίου.
Πρὸς οὖν τὴν εἰρημένην φωνὴν ὑπὸ τοῦ προφήτου, τὴν, Ψαλῶ, καὶ συνήσω ἐν ὁδῷ ἀμώμῳ, ἐνταῦθα λέγει·
Πορευόμενος ἐν ὁδῷ ἀμώμῳ, οὗτός μοι ἐλειτούργει.
Καὶ πάλιν, ὥς φησι, ∆ιεπορευόμην ἐν ἀκακίᾳ καρδίας μου, ἐν μέσῳ τοῦ οἴκου μου·
καὶ, Ὑπερηφάνῳ ὀφθαλμῷ καὶ ἀπλήστῳ καρδίᾳ, τούτῳ οὐ συνήσθιον·
ἀνταποκρίνεται λέγων·
Οὐ κατῴκει ἐν μέσῳ τῆς οἰκίας μου ποιῶν ὑπερηφανίαν, ἀλλὰ καὶ, Λαλῶν, φησὶν, ἄδικα οὐ κατεύθυνεν ἐνώπιον τῶν ὀφθαλμῶν μου.
Ὡς γὰρ ἐκεῖ φησι, Τὸν καταλαλοῦντα λάθρᾳ τοῦ πλησίον αὐτοῦ, τοῦτον ἐξεδίωκον·
οὕτως ἐνταῦθα, Λαλῶν ἄδικα οὐ κατεύθυνεν ἐνώπιον τῶν ὀφθαλμῶν μου.
Εἶτα ὅρα τί φησιν·
Εἰς τὰς πρωΐας ἀπέκτεινον πάντας τοὺς ἁμαρτωλοὺς τῆς γῆς, τοῦ ἐξολοθρεῦσαι ἐκ πόλεως Κυρίου πάντας τοὺς ἐργαζομένους τὴν ἀνομίαν.

Ἐνταῦθα λοιπὸν αἰνίττεται τὰ περὶ τοῦ μέλλοντος αἰῶνος.
Ἐπειδὴ γὰρ νύξ ἐστιν ὁ παρὼν αἰὼν, ἡμέρα δὲ ὁ μέλλων, ὥς φησιν ὁ σοφώτατος Παῦλος, Ἡ νὺξ προέκοψεν;
ἡ δὲ ἡμέρα ἤγγικε·
πρωΐαν ὀνομάζει τὴν ἀνατολὴν τοῦ ἀϊδίου φωτὸς, οὗ μέλλουσιν οἱ δίκαιοι ἀπολαύειν.
Εἰς ταύτην οὖν τὴν πρωΐαν ἀποκτενεῖ τοὺς ἁμαρτωλοὺς, ἀποστέλλων αὐτοὺς εἰς τὸ πῦρ τὸ αἰώνιον.
Οὗτος γὰρ καὶ ὁ τῶν ἁμαρτωλῶν θάνατος, ὥς φησι καὶ αὐτὸς ὁ Σωτήρ·
Φοβήθητε δὲ μᾶλλον τὸν δυνάμενον ἀποκτεῖναι καὶ ψυχὴν καὶ σῶμα ἐν γεέννῃ.
Εἰς τὰς πρωΐας οὖν ἀπέκτεινον πάντας τοὺς ἁμαρτωλοὺς τῆς γῆς, τοῦ ἐξολοθρεῦσαι ἐκ πόλεως Κυρίου πάντας, τουτέστι, τῆς ἄνω Ἱερουσαλὴμ, τοὺς ἐργαζομένους τὴν ἀνομίαν.
Εἰς ἐκείνην γὰρ μόνον οἱ δίκαιοι ἀναπαύονται, ἀπολαύοντες τῆς αἰωνίου βασιλείας, ἧς γένοιτο καὶ ἡμᾶς καὶ ὑμᾶς πάντας ἀπολαῦσαι εὐαρεστήσαντας αὐτῷ, ὁσίως πολιτευσαμένους ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν·
ᾧ ἡ δόξα καὶ τὸ κράτος, εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.


Πανεπιστήμιο Αιγαίου, Τμήμα Πολιτισμικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού με αναφορά στην πηγή προέλευσής του.

No votes yet


Η Θεία Λειτουργία

The Arabic Divine Liturgy of St. John Chrysostomos

Πειραϊκὴ Ἐκκλησία

Ακούστε (((ο)))
Πειραϊκή Εκκλησία 912fm

You are missing some Flash content that should appear here! Perhaps your browser cannot display it, or maybe it did not initialize correctly.

Ὅλα ἀρχίζουν ἐδῶ

Κάθε λογισμὸς καὶ κάθε αἴσθηση ὁδηγοῦν σταδιακὰ τὴν ψυχὴ εἴτε πρὸς τὸν παράδεισο εἴτε πρὸς τὴν κόλαση.

Ἄν ὁ λογισμὸς εἶναι ἔλλογος, τότε συνδέει τὸν ἄνθρωπο μὲ τὸν Θεὸ Λόγο, μὲ τὸν ὕψιστο Λογισμό, μὲ τὴν Παναξία, πρᾶγμα ποὺ εἶναι ἤδη ὁ παράδεισος.

παράδεισος

Ἐάν πάλι εἶναι ἄλογος ὁ λογισμὸς ἤ καὶ παράλογος, τότε συνδέει ἀναπόφευκτα τὸν ἄνθρωπο μὲ τὸν Παράλογο, τὸν Ἀνόητο, μὲ τὸν διάβολο, πρᾶγμα ποὺ εἶναι ἤδη ἡ κόλαση.

Ὅσα ἰσχύουν γιὰ τὸν λογισμὸ, ἰσχύουν καὶ γιὰ τις αἰσθήσεις. Ὅλα ἀρχίζουν ἐδῶ, ἀπὸ τὴν γῆ: καὶ ὁ παράδεισος μὰ καὶ ἡ κόλαση τοῦ ἀνθρώπου.

Ἰουστῖνος Πόποβιτς

Ιωάννου Χρυσοστόμου

Ἐγὼ πατὴρ, ἐγὼ ἀδελφὸς, ἐγὼ νυμφίος, ἐγὼ οἰκία, ἐγὼ τροφὴ, ἐγὼ ἱμάτιον, ἐγὼ ῥίζα, ἐγὼ θεμέλιος, πᾶν ὅπερ ἂν θέλῃς ἐγώ· μηδενὸς ἐν χρείᾳ καταστῇς. Ἐγὼ καὶ δουλεύσω· ἦλθον γὰρ διακονῆσαι, οὐ διακονηθῆναι. Ἐγὼ καὶ φίλος, καὶ μέλος, καὶ κεφαλὴ, καὶ ἀδελφὸς, καὶ ἀδελφὴ, καὶ μήτηρ, πάντα ἐγώ· μόνον οἰκείως ἔχε πρὸς ἐμέ. Ἐγὼ πένης διὰ σέ· καὶ ἀλήτης διὰ σέ· ἐπὶ σταυροῦ διὰ σὲ, ἐπὶ τάφου διὰ σέ· ἄνω ὑπὲρ σοῦ ἐντυγχάνω τῷ Πατρὶ, κάτω ὑπὲρ σοῦ πρεσβευτὴς παραγέγονα παρὰ τοῦ Πατρός. Πάντα μοι σὺ, καὶ ἀδελφὸς, καὶ συγκληρονόμος, καὶ φίλος, καὶ μέλος. Τί πλέον θέλεις; τί τὸν φιλοῦντα ἀποστρέφῃ; τί τῷ κόσμῳ κάμνεις; τί εἰς πίθον ἀντλεῖς τετρημένον;  περισσότερα »»»

Η Ελλάδα και ο Υμνος της Ελευθερίας

Ελληνική σημαία - Ελλάς - Ελευθερία

You are missing some Flash content that should appear here! Perhaps your browser cannot display it, or maybe it did not initialize correctly.

Υπεραγία Παρθένος Θεοτόκος Μαρία

Κύριος διασκεδάζει βουλὰς ἐθνῶν, ἀθετεῖ δὲ λογισμοὺς λαῶν καὶ ἀθετεῖ βουλὰς ἀρχόντων· ἡ δὲ βουλὴ τοῦ Κυρίου εἰς τὸν αἰῶνα μένει, λογισμοὶ τῆς καρδίας αὐτοῦ εἰς γενεὰν καὶ γενεάν. (Ψαλ. 32, 10-11)

εἰ δέ τις τῶν ἰδίων καὶ μάλιστα τῶν οἰκείων οὐ προνοεῖ, τὴν πίστιν ἤρνηται καὶ ἔστιν ἀπίστου χείρων. (Τιμ.Α 5,8)

Ἅγιος Ἀντώνιος ὁ Μέγας

Οἱ ἄνθρωποι καταχρηστικά λέγονται λογικοί. Δεν εἶναι λογικοὶ ὅσοι ἔμαθαν ἀπλῶς τὰ λόγια καὶ τὰ βιβλία τῶν ἀρχαίων σοφῶν, ἀλλ' ὅσοι ἔχουν τὴ λογικὴ ψυχὴ καὶ μποροῦν νὰ διακρίνουν ποιὸ εἶναι τὸ καλὸ καἰ ποιὸ τὸ κακό καὶ ἀποφεύγουν τὰ πονηρὰ καὶ βλαβερὰ στὴν ψυχή, τὰ δὲ ἀγαθὰ καὶ ψυχωφελῆ, τὰ ἀποκτοῦν πρόθυμα μὲ τὴ μελέτη καὶ τὰ ἐφαρμόζουν μὲ πολλὴ εὐχαριστία πρὸς τὸν Θεό. Αὐτοὶ μόνοι πρέπει νὰ λέγονται ἀληθινὰ λογικοὶ ἄνθρωποι.

St Antony the Great

Ἐφ᾿ ὅσον ἐννοεῖς τὰ περὶ Θεοῦ, νὰ εἶσαι εὐσεβής, χωρὶς φθόνο, ἀγαθός, σώφρων, πράος, χαριστικὸς κατὰ δύναμιν, κοινωνικός, ἀφιλόνεικος καὶ τὰ ὅμοια. Διότι αὐτὸ εἶναι τὸ ἀπαραβίαστο ἀπόκτημα τῆς ψυχῆς, νὰ ἀρέσει στὸ Θεὸ μὲ τέτοιες πράξεις καὶ μὲ τὸ νὰ μὴν κρίνει κανέναν καὶ νὰ λέει γιὰ κανέναν, ὅτι ὁ δείνα εἶναι κακὸς καὶ ἁμάρτησε. Ἀλλὰ καλλίτερο εἶναι νὰ συζητᾶμε τὰ δικά μας κακά, καὶ νὰ ἐρευνᾶμε μέσα μας τὴ δική μας πολιτεία, ἐὰν εἶναι ἀρεστὴ στὸ Θεό. Διότι, τί μᾶς μέλει ἐμᾶς, ἐὰν ὁ ἄλλος εἶναι πονηρός;

περισσότερα