Ο Κύριος ημών Ιησούς Χριστός | Ορθόδοξοι Πατέρες Our Lord Jesus Christ | Orthodox Fathers

»»»    Εἰς τὸν σταυρὸν καὶ εἰς τὸν λῃστὴν, καὶ περὶ τῆς δευτέρας τοῦ Χριστοῦ παρουσίας, καὶ περὶ τοῦ συνεχῶς εὔχεσθαι ὑπὲρ τῶν ἐχθρῶν.

Εἰς τὸν σταυρὸν καὶ εἰς τὸν λῃστὴν, καὶ περὶ τῆς δευτέρας τοῦ Χριστοῦ παρουσίας, καὶ περὶ τοῦ συνεχῶς εὔχεσθαι ὑπὲρ τῶν ἐχθρῶν.


Σταύρωση του Κυρίου ημών Ιησού Χριστού
αʹ. Σήμερον ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς ἐν σταυρῷ, καὶ ἡμεῖς ἑορτὴν ἄγομεν, ἵνα μάθῃς ὅτι ὁ σταυρὸς ἑορτὴ καὶ πανήγυρις πνευματική.
Πρότερον μὲν γὰρ ὁ σταυρὸς ὄνομα καταδίκης ἦν, νυνὶ δὲ πρᾶγμα τιμῆς γέγονε·
πρότερον σύμβολον κατακρίσεως, νυνὶ δὲ ὑπόθεσις σωτηρίας.
Οὗτος γὰρ μυρίων ἡμῖν ἀγαθῶν αἴτιος γέγονεν, οὗτος ἡμᾶς τῆς πλάνης ἀπήλλαξεν, οὗτος ἐν σκότει καθημένους ἐφώτισεν;
οὗτος ἐκπεπολεμωμένους ἡμᾶς τῷ Θεῷ κατήλλαξεν, ἀπηλλοτριωμένους ᾠκείωσε, μακρὰν ὄντας ἐγγὺς εἶναι ἐποίησεν·
οὗτος ἔχθρας ἀναίρεσις, οὗτος εἰρήνης ἀσφάλεια, μυρίων ἡμῖν ἀγαθῶν θησαυρὸς γέγονε.
∆ιὰ τοῦτον οὐκέτι πλανώμεθα ἐν ἐρημίαις·
τὴν γὰρ ἀληθινὴν ὁδὸν ἐπέγνωμεν·
οὐκέτι τῶν βασιλείων ἔξω διάγομεν·
τὴν γὰρ θύραν εὕραμεν·
οὐ φοβούμεθα τὰ πεπυρωμένα βέλη τοῦ διαβόλου·
τὴν γὰρ πηγὴν εἴδομεν.

∆ιὰ τοῦτον οὐκέτι ἐσμὲν ἐν χηρείᾳ·
τὸν γὰρ νυμφίον ἀπειλήφαμεν·
οὐ δεδοίκαμεν τὸν λύκον·
τὸν γὰρ ποιμένα τὸν καλὸν ἔχομεν·
Ἐγὼ γάρ εἰμι, φησὶν, ὁ ποιμὴν ὁ καλός.
∆ιὰ τοῦτον οὐ φρίττομεν τὸν τύραννον·
προσεδρεύομεν γὰρ τῷ βασιλεῖ·
καὶ διὰ ταῦτα ἑορτὴν ἄγομεν, σταυροῦ μνήμην τελοῦντες.
Οὕτω καὶ Παῦλος ἐκέλευσε διὰ τὸν σταυρὸν ἑορτὴν ἄγειν·
Ἑορτάζωμεν γὰρ, φησὶ, μὴ ἐν ζύμῃ παλαιᾷ, ἀλλ' ἐν ἀζύμοις εἰλικρινείας καὶ ἀληθείας.
Εἶτα τὴν αἰτίαν προστιθεὶς, ἐπήγαγεν·
Ὅτι τὸ Πάσχα ἡμῶν ὑπὲρ ἡμῶν ἐτύθη Χριστός.
Ὁρᾷς πῶς διὰ τὸν σταυρὸν ἑορτάζειν κελεύει;
ἐν γὰρ τῷ σταυρῷ ἐτύθη ὁ Χριστός.
Ὅπου δὲ θυσία, ἐκεῖ ἀναίρεσις ἁμαρτημάτων, ἐκεῖ καταλλαγὴ ∆εσπότου, ἐκεῖ ἑορτὴ καὶ χαρά.
Τὸ Πάσχα ἡμῶν ὑπὲρ ἡμῶν ἐτύθη Χριστός.
Καὶ ποῦ ἐτύθη, εἰπέ;
Ἐφ' ὑψηλοῦ τοῦ ἰκρίου.
Καινὸν τὸ θυσιαστήριον τῆς θυσίας ταύτης, ἐπειδὴ καὶ ἡ θυσία καινὴ καὶ παράδοξος.
Ὁ αὐτὸς γὰρ καὶ θυσία καὶ ἱερεὺς ἦν·
θυσία μὲν κατὰ σάρκα, ἱερεὺς δὲ κατὰ πνεῦμα·
ὁ αὐτὸς καὶ προσῆγε καὶ προσήγετο δὲ κατὰ σάρκα.
Ἄκουσον γοῦν πῶς ἀμφότερα ταῦτα ὁ Παῦλος ἐδήλωσε·
Πᾶς ἀρχιερεὺς, φησὶν, ἐξ ἀνθρώπων λαμβανόμενος, ὑπὸ ἀνθρώπων καθίσταται·
ὅθεν ἀναγκαῖον ἔχειν τι καὶ τοῦτον ὃ προσενέγκοι.
Ἰδοὺ αὐτὸς προσφέρει ἑαυτόν.
Ἀλλαχοῦ δέ φησιν, ὅτι Χριστὸς ἅπαξ προσενεχθεὶς εἰς τὸ πολλῶν ἀνενεγκεῖν ἁμαρτίας, ὀφθήσεται τοῖς αὐτὸν ἀπεκδεχομένοις εἰς σωτηρίαν.
Ἰδοὺ ἐνταῦθα προσηνέχθη, ἐκεῖ δὲ ἑαυτὸν προσήνεγκεν.
Εἶδες πῶς καὶ θυσία καὶ ἱερεὺς ἐγένετο, καὶ θυσιαστήριον ὁ σταυρὸς ἦν;
Καὶ τίνος ἕνεκεν οὐκ ἐν τῷ ναῷ, φησὶν, ἡ θυσία προσφέρεται, ἀλλ' ἔξω τῆς πόλεως καὶ τῶν τειχῶν;
Ἵνα ἐκεῖνο πληρωθῇ, ὅτι Ἐν τοῖς ἀνόμοις ἐλογίσθη.

Τίνος δὲ ἕνεκεν ἐφ' ὑψηλοῦ τοῦ ἰκρίου σφάττεται, καὶ οὐχ ὑπὸ στέγην;
Ἵνα τοῦ ἀέρος τὴν φύσιν ἐκκαθάρῃ, διὰ τοῦτο ἐφ' ὑψηλοῦ, οὐκ ἐπικειμένης στέγης, ἀλλ' ἐπικειμένου οὐρανοῦ.
Ἐκαθαίρετο μὲν γὰρ ὁ ἀὴρ ἐφ' ὑψηλοῦ θυομένου τοῦ προβάτου·
ἐκαθαίρετο δὲ καὶ ἡ γῆ·
ἔσταζε γὰρ τὸ αἷμα ἀπὸ τῆς πλευρᾶς ἐπ' αὐτήν.
∆ιὰ τοῦτο οὐχ ὑπὸ στέγην, διὰ τοῦτο οὐκ ἐν τῷ ναῷ τῷ Ἰουδαϊκῷ, ἵνα μὴ νοσφίσωνται τὴν θυσίαν Ἰουδαῖοι, μηδὲ νομίσῃς ὑπὲρ τοῦ ἔθνους ἐκείνου μόνου ταύτην προσάγεσθαι·
διὰ τοῦτο ἔξω πόλεως καὶ τειχῶν, ἵνα μάθῃς ὅτι καθολικὴ ἡ θυσία, ὅτι ὑπὲρ τῆς γῆς ἁπάσης ἡ προσφορὰ, ἵνα μάθῃς ὅτι κοινὸς ὁ καθαρισμός ἐστιν, οὐ μερικὸς, καθάπερ ἐπὶ τῶν Ἰουδαίων.
Ἰουδαίοις μὲν γὰρ διὰ τοῦτο ἐκέλευσεν ὁ Θεὸς πᾶσαν ἀφιέναι τὴν γῆν, καὶ εἰς ἕνα τόπον προσφέρειν τὰς θυσίας καὶ εὔχεσθαι, ἐπειδὴ πᾶσα ἡ γῆ ἀκάθαρτος ἦν, καπνοῦ καὶ κνίσσης καὶ πάντων τῶν ἄλλων μολυσμῶν τῶν ἐκ τῶν θυσιῶν τῶν Ἑλληνικῶν ἐπ' αὐτὴν φερομένων·
ἡμῖν δὲ, ἐπειδὴ λοιπὸν ὁ Χριστὸς ἐλθὼν πᾶσαν τὴν οἰκουμένην ἐξεκάθαρεν, ἅπας τόπος εὐκτήριον γέγονε.
∆ιὰ τοῦτο καὶ Παῦλος θαῤῥῶν παρῄνει λοιπὸν ἀδεῶς προσεύχεσθαι πανταχοῦ, λέγων οὕτω·
Βούλομαι προσεύχεσθαι τοὺς ἄνδρας ἐν παντὶ τόπῳ ἐπαίροντας ὁσίας χεῖρας.
Εἶδες πῶς ἐκαθάρθη ἡ οἰκουμένη;
∆ιὰ γὰρ τοῦ τόπου πανταχοῦ ἐπαίρειν χεῖρας ὁσίας δυνάμεθα, ἐπειδὴ πᾶσα ἡ γῆ ἁγία γέγονεν ἁγιωτέρα τῶν ἁγίων τῶν ἔνδον.
Ἐκεῖ μὲν γὰρ προσηνέχθη πρόβατον ἄλογον, ἐνταῦθα δὲ πνευματικόν·
ὅσῳ δὲ μείζων ἡ θυσία, τοσούτῳ πλείων καὶ ὁ ἁγιασμός.
∆ιὰ τοῦτο ἑορτὴ ὁ σταυρός.

βʹ. Βούλει μαθεῖν αὐτοῦ καὶ ἕτερον κατόρθωμα;
Τὸν παράδεισον πεντακισχίλια ἔτη καὶ πλείω κεκλεισμένον σήμερον ἡμῖν ἠνέῳξεν.
Ἐν ταύτῃ γὰρ τῇ ἡμέρᾳ, ἐν ταύτῃ τῇ ὥρᾳ, τὸν λῃστὴν εἰσήγαγεν ὁ Θεὸς, δύο κατορθώματα ἐργασάμενος·
ἓν μὲν, ὅτι παράδεισον ἠνέῳξεν, ἕτερον δὲ, ὅτι λῃστὴν εἰσήγαγε.
Σήμερον ἀπέδωκεν ἡμῖν τὴν ἀρχαίαν πατρίδα, σήμερον ἐπανήγαγεν ἡμᾶς ἐπὶ τὴν πατρῴαν πόλιν, καὶ τὴν οἰκίαν ἐχαρίσατο τῇ κοινῇ τῶν ἀνθρώπων φύσει·
Σήμερον γὰρ, φησὶν, μετ' ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ.
Τί λέγεις;
ἐσταύρωσαι καὶ προσήλωσαι, καὶ παράδεισον ἐπαγγέλλῃ;
Ναὶ, φησὶν, ἵνα ἐν τῷ σταυρῷ τὴν δύναμιν τὴν ἐμὴν καταμάθῃς.
Ἐπειδὴ γὰρ τὸ πρᾶγμα σκυθρωπὸν ἦν, ἵνα μὴ τῇ φύσει τοῦ σταυροῦ πρόσχῃς, ἀλλὰ τὴν δύναμιν τοῦ σταυρουμένου μάθῃς, ἐν σταυρῷ τὸ θαῦμα ἐργάζεται τοῦτο, ὃ μάλιστα δείκνυσιν αὐτοῦ τὴν ἰσχύν.

Οὐ γὰρ νεκρὸν ἀναστήσας, οὐ θαλάττῃ καὶ πνεύμασιν ἐπιτιμήσας, οὐ δαίμονας ἀπελάσας, ἀλλὰ σταυρούμενος, προσηλούμενος, ὑβριζόμενος, ἐμπτυόμενος, λοιδορούμενος, διασυρόμενος ἴσχυσε τὴν πονηρὰν τοῦ λῃστοῦ διάνοιαν μεταθεῖναι, ἵνα ἑκατέρωθεν τὴν δύναμιν αὐτοῦ ἴδῃς.
Τήν τε γὰρ κτίσιν ἐκλόνησεν ἅπασαν, καὶ τὰς πέτρας διέῤῥηξε, τῆς πέτρας τε ἀναισθητοτέραν τοῦ λῃστοῦ ψυχὴν ἐπεσπάσατο καὶ ἐτίμησε·
Σήμερον γὰρ μετ' ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ, φησί.
Καίτοι τὰ χερουβὶμ ἐτήρει τὸν παράδεισον·
ἀλλ' οὗτος καὶ τῶν χερουβὶμ ∆εσπότης·
φλογίνη ῥομφαία ἐκεῖ στρέφεται·
ἀλλ' αὐτὸς καὶ φλογὸς καὶ γεέννης καὶ ζωῆς καὶ θανάτου ἐξουσίαν ἔχει.
Καίτοι γε βασιλεὺς οὐδεὶς ἄν ποτε ἀνάσχοιτο λῃστὴν ἄνθρωπον, ἢ ἕτερόν τινα τῶν ὁμοδούλων μεθ' ἑαυτοῦ καθίσας, οὕτως εἰς πόλιν εἰσαγαγεῖν.
Ἀλλ' ὁ Χριστὸς τοῦτο ἐποίησε, καὶ εἰς τὴν ἱερὰν εἰσερχόμενος πατρίδα, μεθ' ἑαυτοῦ τὸν λῃστὴν εἰσάγει, οὐ καταπατῶν τὸν παράδεισον, οὐδὲ καταισχύνων τοῖς ποσὶ τοῦ λῃστοῦ, ἀλλὰ μᾶλλον τιμῶν τὸν παράδεισον·
τιμὴ γὰρ παραδείσου, τὸ τοιοῦτον ἔχειν δεσπότην, ὡς καὶ λῃστὴν ἄξιον ποιῆσαι τῆς τρυφῆς τῆς ἐν τῷ παραδείσῳ.

Καὶ γὰρ ὅτε τελώνας καὶ πόρνας εἰσήγαγεν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, οὐκ ἀτιμάζων τοῦτο ἐποίει, ἀλλὰ μᾶλλον ἐτίμα, δεικνὺς ὅτι τοιοῦτός ἐστιν ὁ Κύριος τῆς βασιλείας τῶν οὐρανῶν, ὡς καὶ πόρνας καὶ τελώνας οὕτως ἐργάσασθαι δοκίμους, ὡς ἀξίους φανῆναι τῆς ἐκεῖσε τιμῆς καὶ δωρεᾶς.
Καθάπερ γὰρ ἰατρὸν τότε μάλιστα θαυμάζομεν, ὅταν ἴδωμεν ἀνθρώπους ἀνίατα παθήματα ἔχοντας ἀπαλλάττοντα τῆς ἀῤῥωστίας καὶ πρὸς ὑγείαν ἐπανάγοντα·
οὕτω καὶ τὸν Χριστὸν θαυμάζειν δίκαιον, ὅταν τραύματα ἀνίατα θεραπεύῃ, ὅταν τελώνην καὶ πόρνην εἰς τοσαύτην ὑγείαν ἐπαναγάγῃ, ὡς ἀξίους ἀποφῆναι τῶν οὐρανῶν.
Καὶ τί τοιοῦτον ὁ λῃστὴς ἐπεδείξατο, φησὶν, ἵνα παραδείσου τύχῃ μετὰ σταυρόν;
Βούλει συντόμως εἴπω τὴν ἀνδρείαν αὐτοῦ;
Ὅτε Πέτρος ἠρνήσατο κάτω, τότε ἐκεῖνος ὡμολόγησεν ἄνω.
Καὶ ταῦτα οὐ τοῦ Πέτρου κατηγορῶν λέγω, μὴ γένοιτο, ἀλλὰ τοῦ λῃστοῦ τὴν μεγαλοψυχίαν δεῖξαι βουλόμενος.
Ὁ μαθητὴς ἀπειλὴν οὐκ ἤνεγκεν εὐτελοῦς κορασίου·
ὁ δὲ λῃστὴς ὁρῶν δῆμον ὁλόκληρον περιεστῶτα, βοῶντα, μαινόμενον, βλασφημίας καὶ σκώμματα ἐξακοντίζοντα, οὐ προσέσχεν ἐκείνοις, οὐκ ἐνενόησε τὴν φαινομένην εὐτέλειαν τοῦ σταυρουμένου, ἀλλὰ τοῖς τῆς πίστεως ὀφθαλμοῖς ἅπαντα ταῦτα παραδραμὼν, καὶ τὰ ταπεινὰ κωλύματα ἀφεὶς, ἐπέγνω τὸν τῶν οὐρανῶν ∆εσπότην, καὶ αὐτῷ προσπεσὼν ἔλεγε·
Μνήσθητί μου, Κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου.
Μὴ δὴ παραδράμωμεν ἁπλῶς τὸν λῃστὴν τοῦτον, μηδὲ ἐπαισχυνθῶμεν διδάσκαλον λαβεῖν, ὃν οὐκ ἐπῃσχύνθη ὁ ∆εσπότης ὁ ἡμέτερος πρῶτον εἰσαγαγεῖν εἰς τὸν παράδεισον·
μὴ ἐπαισχυνθῶμεν διδάσκαλον λαβεῖν ἄνθρωπον πρὸ τῆς φύσεως ἁπάσης ἄξιον φανέντα τῆς πολιτείας τῆς ἐν τοῖς οὐρανοῖς, ἀλλὰ τὸ καθ' ἕκαστον ἀκριβῶς ἐξετάσωμεν, ἵνα μάθωμεν τοῦ σταυροῦ τὴν δύναμιν.

Οὐκ εἶπε πρὸς αὐτὸν, καθάπερ πρὸς τὸν Πέτρον·
∆εῦρο ὀπίσω μου, καὶ ποιήσω σε ἁλιέα ἀνθρώπων·
οὐδὲ εἶπε πρὸς αὐτὸν, καθάπερ πρὸς τοὺς δώδεκα, ὅτι Καθίσεσθε ἐπὶ δώδεκα θρόνους κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ·
μᾶλλον δὲ οὐδὲ ῥήματος αὐτὸν ὅλως ἠξίωσεν·
οὐ θαῦμα ἔδειξεν, οὐ νεκρὸν ἀνιστάμενον ἐθεάσατο, οὐ δαίμονας ἀπελαυνομένους·
οὐ θάλατταν εἶδεν ὑπακούσασαν, οὐ περὶ βασιλείας αὐτῷ τι εἶπεν, οὐ περὶ γεέννης·
καὶ πρὸ πάντων αὐτὸν ὡμολόγησε, καὶ ταῦτα, τοῦ ἑτέρου λοιδοροῦντος·
ἐλοιδόρει γὰρ αὐτὸν ὁ ἄλλος λῃστής.
Καὶ γὰρ καὶ ἄλλος λῃστὴς ἦν ἐσταυρωμένος μετ' αὐτοῦ, ἵνα πληρωθῇ ἐκεῖνο, ὅτι Ἐν τοῖς ἀνόμοις ἐλογίσθη.
Ἐβούλοντο γὰρ καὶ τὴν δόξαν αὐτοῦ διαβαλεῖν οἱ Ἰουδαῖοι, καὶ πανταχόθεν ἐπηρέαζον τοῖς γινομένοις·
ἀλλὰ πανταχόθεν διέλαμπεν ἡ ἀλήθεια, καὶ ηὔξετο διὰ τῶν κωλυμάτων αὐτῶν.
Ἐλοιδόρει τοίνυν αὐτὸν ὁ ἄλλος λῃστής.
Εἶδες λῃστὴν καὶ λῃστήν;
ἀμφότεροι ἐν σταυρῷ, ἀμφότεροι ἀπὸ βίου λῃστρικοῦ, ἀμφότεροι ἀπὸ πονηρίας·
ἀλλ' οὐκ ἀμφότεροι ἐν τοῖς αὐτοῖς, ἀλλ' ὁ μὲν βασιλείαν ἐκληρονόμησεν, ὁ δὲ εἰς γέενναν ἐπέμπετο.
Οὕτω καὶ χθές·
μαθηταὶ καὶ μαθητὴς, Ἰούδας καὶ οἱ ἕνδεκα·
ἀλλ' ἐκεῖνοι μὲν ἔλεγον·
Ποῦ θέλεις ἑτοιμάσωμέν σοι φαγεῖν τὸ Πάσχα;
οὗτος δὲ προδοσίαν παρεσκευάζετο καὶ ἔλεγε·
Τί θέλετέ μοι δοῦναι, κἀγὼ ὑμῖν παραδώσω αὐτόν;
κἀκεῖνοι μὲν πρὸς διακονίαν ηὐτρεπίζοντο καὶ τὴν θείαν μυσταγωγίαν, οὗτος δὲ πρὸς τὸ προδοῦναι ἔσπευδεν.
Οὕτω καὶ ἐνταῦθα λῃστὴς καὶ λῃστής·
ἀλλ' ὁ μὲν λοιδορεῖ, ὁ δὲ προσκυνεῖ·
καὶ ὁ μὲν βλασφημεῖ, ὁ δὲ εὐφημεῖ, καὶ τὸν βλασφημοῦντα ἐπιστομίζει λέγων·
Οὐδὲ φοβῇ σὺ τὸν Θεόν;
ἄξια γὰρ ὧν ἐπράξαμεν ἀπολαμβάνομεν.

γʹ. Εἶδες παῤῥησίαν λῃστοῦ;
εἶδες παῤῥησίαν ἐν σταυρῷ;
εἶδες φιλοσοφίαν ἐν τιμωρίᾳ, καὶ εὐλάβειαν ἐν κολάσει;
Ὅτι γὰρ ἐν ἑαυτῷ ἦν, ὅτι φρένας εἶχε, τῶν ἥλων αὐτῷ ἐμπεπαρμένων, τίς οὐκ ἂν ἐκπλαγείη, Ὁ δὲ οὐ μόνον ἐν ἑαυτῷ ἦν, ἀλλὰ καὶ τὰ καθ' ἑαυτὸν ἀφεὶς, τὰ τῶν ἄλλων ἐφρόντιζε, διδάσκαλος ἐν σταυρῷ γινόμενος, καὶ ἐπιτιμῶν καὶ λέγων·
Οὐδὲ φοβῇ σὺ τὸν Θεόν;
Μὴ πρόσεχε, φησὶ, τῷ κάτω δικαστηρίῳ·
ἔστιν ἕτερος κριτὴς ἀόρατος, ἔστιν ἀδέκαστον δικαστήριον.
Μὴ τοίνυν ἴδῃς, ὅτι κατεκρίθη κάτω·
τὰ γὰρ ἄνω οὐ τοιαῦτα·
ἐνταῦθα μὲν γὰρ ἐν τῷ κάτω δικαστηρίῳ καὶ δίκαιοι κατακρίνονται, καὶ ἄδικοι διαφεύγουσι, καὶ ὑπεύθυνοι ἀφίενται, καὶ ἀνεύθυνοι κολάζονται.
Καὶ γὰρ ἑκόντες καὶ ἄκοντες πολλὰ ἁμαρτάνουσιν οἱ δικάζοντες·
ἢ γὰρ ἀγνοοῦντες τὸ δίκαιον καὶ ἀπατώμενοι, ἢ εἰδότες μὲν, ὑπὸ χρημάτων δὲ διαφθαρέντες, προέδωκαν πολλάκις τὴν ψῆφον.
Ἄνω δὲ οὐδὲν τοιοῦτόν ἐστιν·
ὁ γὰρ Θεὸς κριτὴς δίκαιος, καὶ τὸ κρῖμα αὐτοῦ ὡς φῶς ἐξελεύσεται οὐκ ἔχον σκότος οὐδὲ ἄγνοιαν.

Ἵνα γὰρ μὴ λέγῃ, ὅτι κατεδικάσθη κάτω καὶ κατεκρίθη, ἀνήγαγεν αὐτὸν πρὸς τὸ ἄνω δικαστήριον·
ἀνέμνησεν ἐκείνου τοῦ φοβεροῦ βήματος, μονονουχὶ λέγων·
Ἐκεῖ βλέπε, καὶ οὐκ οἴσεις τὴν κατακρίνουσαν ψῆφον, οὐδὲ στήσῃ μετὰ τῶν κάτω διεφθαρμένων κριτῶν, ἀλλ' ἀποδέξῃ τὴν ἄνω γενομένην κρίσιν.
Εἶδες φιλοσοφίαν λῃστοῦ;
εἶδες σύνεσιν καὶ διδασκαλίαν;
Ἀθρόον ἀπὸ τοῦ σταυροῦ εἰς τὸν οὐρανὸν ἀνεπήδησεν.
Εἶτα καὶ ἐκ περιουσίας αὐτὸν ἐπιστομίζων, Οὐ δέδοικας, φησὶν, ὅτι ἐν τῷ αὐτῷ κρίματί ἐσμεν;
Τί ἐστιν, Ὅτι ἐν τῷ αὐτῷ κρίματί ἐσμεν;
Ἐν τῇ αὐτῇ κολάσει.
Μὴ γὰρ οὐχὶ καὶ σὺ ἐν τῷ σταυρῷ εἶ;
Ἐκεῖνον τοίνυν ὀνειδίζων, ἑαυτὸν πρὸ ἐκείνου προβάλλῃ.
Ὥσπερ γὰρ ὁ ἐν ἁμαρτήμασιν ὢν, ἕτερον κατηγορῶν, ἑαυτὸν πρὸ ἐκείνου κατηγορεῖ, οὕτω καὶ ὁ ἐν συμφορᾷ ὢν καὶ ὀνειδίζων ἑτέρῳ συμφορὰν, ἑαυτὸν πρὸ ἐκείνου ὀνειδίζει.
Ὅτι ἐν τῷ αὐτῷ κρίματί ἐσμεν.
Ἀποστολικὸν αὐτῷ νόμον ἀναγινώσκει, εὐαγγελικὰ ῥήματα λέγοντα·
Μὴ κρίνετε, ἵνα μὴ κριθῆτε.
Ὅτι ἐν τῷ αὐτῷ κρίματί ἐσμεν.
Τί ποιεῖς, ὦ λῃστά;
ἀπολογήσασθαι ὑπὲρ αὐτοῦ ἐπιχειρῶν, κοινωνὸν σαυτὸν ἐποίησας τοῦ λῃστοῦ;
Οὐχὶ, φησί·
διορθοῦμαι τὴν ὑπόνοιαν ταύτην διὰ τῶν ἑξῆς.
Ἵνα γὰρ μὴ διὰ τὴν κοινωνίαν τῆς τιμωρίας νομίσῃς ὅτι κοινωνὸν αὐτὸν ἐποίησε τῆς ἁμαρτίας, ἐπήγαγε τὴν διόρθωσιν, λέγων·
Καὶ ἡμεῖς μὲν δικαίως·
ἄξια γὰρ ὧν ἐπράξαμεν πεπόνθαμεν.
Εἶδες ἐξομολόγησιν ἀπηρτισμένην;
εἶδες πῶς ἐν τῷ σταυρῷ τὰ ἁμαρτήματα ἀπεδύσατο;
Λέγε γὰρ, φησὶ, σὺ τὰς ἁμαρτίας σου πρῶτος, ἵνα δικαιωθῇς.
Οὐδεὶς ἠνάγκασεν, οὐδεὶς ἐβιάσατο, ἀλλ' αὐτὸς ἑαυτὸν ἐξεπόμπευσεν, εἰπών·
Καὶ ἡμεῖς μὲν δικαίως·
ἄξια γὰρ ὧν ἐποιήσαμεν πεπόνθαμεν·
οὗτος δὲ οὐδὲν πονηρὸν ἐποίησε.
Καὶ μετὰ ταῦτά φησι·
Μνήσθητί μου, Κύριε, ἐν τῇ βασιλείᾳ σου.
Οὐκ ἐτόλμησε πρότερον εἰπεῖν, Μνήσθητί μου ἐν τῇ βασιλείᾳ σου, ἕως ὅτε διὰ τῆς ἐξομολογήσεως ἀπέθετο τῶν ἁμαρτιῶν τὸ φορτίον.
Ὁρᾷς πόσον ἐστὶν ἐξομολόγησις;
Ἐξωμολογήσατο, καὶ τὸν παράδεισον ἠνέῳξεν·
ἐξωμολογήσατο, καὶ παῤῥησίαν ἔλαβε τοσαύτην, ὡς ἀπὸ λῃστείας βασιλείαν αἰτῆσαι.
Ὁρᾷς πόσων ἀγαθῶν ἡμῖν αἴτιος ὁ σταυρός;
Βασιλείας μέμνησαι;
Τί γὰρ ὁρᾷς τοιοῦτον, εἰπέ μοι;
Ἧλοι καὶ σταυρὸς τὰ ὁρώμενα·
ἀλλ' αὐτὸς οὗτος ὁ σταυρὸς, φησὶ, τῆς βασιλείας ἐστὶ σύμβολον.
∆ιὰ τοῦτο δὲ αὐτὸν βασιλέα καλῶ, ἐπειδὴ βλέπω αὐτὸν σταυρούμενον·
βασιλέως γάρ ἐστι τὸ ὑπὲρ τῶν ἀρχομένων ἀποθνήσκειν.
Αὐτὸς δι' ἑαυτοῦ εἶπεν·
Ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὑτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων.
Οὐκοῦν καὶ ὁ βασιλεὺς ὁ καλὸς τὴν ψυχὴν αὑτοῦ τίθησιν ὑπὲρ τῶν ἀρχομένων.
Ἐπεὶ οὖν τὴν ψυχὴν αὑτοῦ ἔθηκεν, διὰ τοῦτο αὐτὸν βασιλέα καλῶ.
Μνήσθητί μου, Κύριε, ἐν τῇ βασιλείᾳ σου.

δʹ. Εἶδες πῶς καὶ βασιλείας ὁ σταυρὸς σύμβολον;
Βούλῃ καὶ ἑτέρωθεν τοῦτο μαθεῖν;
Οὐκ ἀφῆκεν αὐτὸν εἶναι ἐπὶ τῆς γῆς, ἀλλ' ἀνέσπασεν αὐτὸν, καὶ εἰς τὸν οὐρανὸν ἀνήγαγε.
Πόθεν τοῦτο δῆλον;
Ἐπειδὴ μετ' αὐτοῦ μέλλει ἔρχεσθαι ἐν τῇ δευτέρᾳ καὶ ἐνδόξῳ αὐτοῦ παρουσίᾳ, ἵνα μάθῃς πῶς σεμνὸν πρᾶγμα ὁ σταυρὸς, διὸ καὶ δόξαν αὐτὸν ἐκάλεσεν.
Ἀλλ' ἴδωμεν πῶς μετὰ τοῦ σταυροῦ ἔρχεται·
ἀναγκαῖον γὰρ ἐπαναγαγεῖν τὴν ἀπόδειξιν.
Ἐὰν εἴπωσι, φησὶν, ἰδοὺ ἐν τοῖς ταμείοις ἐστὶν ὁ Χριστὸς, ἰδοὺ ἐν τῇ ἐρήμῳ ἐστὶ, μὴ ἀπέλθητε·
περὶ τῆς δευτέρας αὐτοῦ παρουσίας λέγων τῆς ἐνδόξου διὰ τοὺς ψευδοχρίστους, διὰ τοὺς ψευδοπροφήτας, διὰ τὸν Ἀντίχριστον, ἵνα μή τις πλανηθεὶς ἐκείνῳ περιπέσῃ.
Ἐπειδὴ γὰρ πρὸ τοῦ Χριστοῦ ὁ Ἀντίχριστος ἔρχεται, ἵνα μὴ ζητῶν τις τὸν ποιμένα τῷ λύκῳ περιπέσῃ, διὰ τοῦτό σοι λέγω γνώρισμα τῆς τοῦ ποιμένος παρουσίας.
Ἐπειδὴ γὰρ ἡ πρώτη αὐτοῦ παρουσία λανθάνουσα γέγονεν, ἵνα μὴ νομίσῃς, ὅτι καὶ ἡ δευτέρα τοιαύτη γίνεται, τοῦτο δέδωκε τὸ σημεῖον.
Αὕτη μὲν γὰρ λανθάνουσα εἰκότως γέγονεν·
ἦλθε γὰρ ζητῶν τὸ ἀπολωλός·
ἐκείνη δὲ οὐχ οὕτως·
ἀλλὰ πῶς, εἰπέ;
Ὥσπερ γὰρ ἐξέρχεται ἡ ἀστραπὴ ἀπὸ ἀνατολῶν, καὶ φαίνεται ἕως δυσμῶν, οὕτως ἔσται καὶ ἡ παρουσία τοῦ Υἱοῦ τοῦ ἀνθρώπου.
Ἀθρόον ἅπασι φανήσεται, καὶ οὐ δεήσεται οὐδεὶς ἐρωτῆσαι, εἴτε ἐνταῦθα, εἴτε ἐκεῖ ὁ Χριστός.
Ὥσπερ γὰρ ἀστραπῆς φαινομένης οὐ δεόμεθα ἐξετάζειν εἰ ἐγένετο·
οὕτω τῆς παρουσίας γινομένης τοῦ Χριστοῦ, οὐ δεόμεθα ἐξετάζειν, εἰ παρεγένετο ὁ Χριστός.

Ἀλλὰ τὸ ζητούμενον, εἰ μετὰ σταυροῦ ἔρχεται·
μὴ γὰρ δὴ ἐπιλαθώμεθα τῆς ὑποσχέσεως.
Ἄκουσον τοίνυν τῶν ἑξῆς.
Τότε, φησί·
τότε, πότε;
Ὅταν ἔρχηται ὁ Υἱὸς τοῦ ἀνθρώπου, ὁ ἥλιος σκοτισθήσεται, καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς.
Τοσαύτη γὰρ ἔσται τοῦ φωτὸς τότε ἡ ὑπερβολὴ, ὡς καὶ τὰ φαιδρότατα ἄστρα ἀποκρυβῆναι.
Τότε καὶ οἱ ἀστέρες πεσοῦνται, τότε τὸ σημεῖον φανήσεται τοῦ Υἱοῦ τοῦ ἀνθρώπου ἐν τῷ οὐρανῷ.
Εἶδες πόση ἀρετὴ τοῦ σημείου τοῦ σταυροῦ;
Ὁ ἥλιος σκοτισθήσεται, καὶ ἡ σελήνη οὐ φανήσεται·
ἐκεῖνο δὲ λάμπει καὶ φαίνει, ἵνα μάθῃς ὅτι καὶ ἡλίου καὶ σελήνης φαιδρότερον.
Καὶ καθάπερ βασιλέως εἰς πόλιν εἰσιόντος, οἱ στρατιῶται προλαμβάνοντες τὰ λεγόμενα σίγνα, βαστάζουσιν ἐπὶ τῶν ὤμων αὐτῶν, προαγγέλλοντες τὴν εἴσοδον αὐτοῦ·
οὕτω καὶ τοῦ Κυρίου κατιόντος ἐκ τῶν οὐρανῶν προέρχεται τὰ στρατόπεδα τῶν ἀγγέλων καὶ ἀρχαγγέλων, τὸ σημεῖον ἐκεῖνο φέροντες ἐπὶ τῶν ὤμων, καὶ τὴν βασιλικὴν αὐτοῦ εἴσοδον ἀπαγγέλλοντες ἡμῖν.
Τότε σαλευθήσονται αἱ δυνάμεις τῶν οὐρανῶν, περὶ τῶν ἀγγέλων φησί·
τρόμος λήψεται αὐτοὺς τότε καὶ φόβος πολύς.
Καὶ τίνος ἕνεκεν, εἰπέ μοι;
Φοβερὸν ἔσται τὸ δικαστήριον ἐκεῖνο·
πᾶσα γὰρ ἡμῶν ἡ φύσις μέλλει κρίνεσθαι καὶ παρίστασθαι τῷ φοβερῷ δικαστῇ.

Τίνος οὖν ἕνεκεν οἱ ἄγγελοι δεδοίκασι καὶ φρίττουσιν;
οὐ γὰρ ἐκεῖνοι μέλλουσι κρίνεσθαι.
Καθάπερ γὰρ ἄρχοντος δικάζοντος, οὐχὶ οἱ ὑπεύθυνοι μόνον, ἀλλὰ καὶ οἱ τῆς τάξεως, οἱ μηδὲν ἑαυτοῖς συνειδότες δεδοίκασι καὶ φρίττουσι διὰ τὸν φόβον τοῦ δικαστοῦ·
οὕτω καὶ τότε, τῆς φύσεως τῆς ἡμετέρας κρινομένης, καὶ οἱ μηδὲν ἑαυτοῖς συνειδότες ἄγγελοι δεδοίκασι διὰ τὴν ὑπερβολὴν τοῦ φόβου τοῦ δικαστοῦ.
Ἀλλὰ διὰ τί ὁ σταυρὸς φαίνεται τότε, καὶ διὰ τί ἔχων αὐτὸν ἔρχεται;
Ἵνα μάθωσι τὴν οἰκείαν αὐτῶν ἀγνωμοσύνην οἱ σταυρώσαντες αὐτὸν, διὰ τοῦτο αὐτὸ τὸ σύμβολον τῆς ἀναισχυντίας αὐτῶν δείκνυσι.
Καὶ ὅτι διὰ τοῦτο αὐτὸν φέρει, ἄκουσον τοῦ προφήτου λέγοντος·
Τότε κόψονται αἱ φυλαὶ τῆς γῆς, βλέπουσαι τὸν κατήγορον, καὶ ἐπιγινώσκουσαι τὸ ἁμάρτημα.
Καὶ τί θαυμάζεις, εἰ τὸν σταυρὸν φέρων ἔρχεται, ὅπου γε καὶ αὐτὰ τὰ τραύματα τότε δείκνυσιν·
Ὄψονται γὰρ, φησὶν, εἰς ὃν ἐξεκέντησαν;
Καθάπερ γὰρ ἐπὶ τοῦ Θωμᾶ ἐποίησε, βουλόμενος ἀπιστίαν διορθώσασθαι μαθητοῦ, καὶ ἀναστὰς ἔδειξεν αὐτῷ τὸν τύπον τῶν ἥλων, καὶ τὰ τραύματα, εἰπὼν, Βάλε τὴν χεῖρά σου, καὶ βλέπε, ὅτι πνεῦμα σάρκα καὶ ὀστᾶ οὐκ ἔχει·
οὕτω καὶ τότε δείξει τὰ τραύματα καὶ τὸν σταυρὸν, ἵνα δείξῃ ὅτι οὗτος ἦν ἐκεῖνος ὁ σταυρωθείς.

εʹ. Οὐκ ἀπὸ τοῦ σταυροῦ δὲ μόνον, ἀλλὰ καὶ ἀπὸ αὐτῶν τῶν ῥημάτων τῶν ἐν τῷ σταυρῷ τὴν ἄφατον αὐτοῦ φιλανθρωπίαν ἔστιν ἰδεῖν.
Ἔτι γὰρ προσηλωμένος καὶ κωμῳδούμενος καὶ καταγελώμενος τότε καὶ ἐμπτυόμενος, ἔλεγε·
Πάτερ, ἄφες αὐτοῖς τὴν ἁμαρτίαν·
οὐ γὰρ οἴδασι τί ποιοῦσι.
Καὶ σταυρούμενος ὑπὲρ τῶν σταυρούντων εὔχεται·
καίτοι ἐκεῖνοι τὸ ἐναντίον ἔλεγον·
Εἰ Υἱὸς εἶ τοῦ Θεοῦ, κατάβηθι ἀπὸ τοῦ σταυροῦ, καὶ πιστεύσομέν σοι, φησί.
Καὶ μὴν διὰ τοῦτο οὐ καταβαίνει ἀπὸ τοῦ σταυροῦ, ἐπειδὴ Υἱός ἐστι τοῦ Θεοῦ, καὶ διὰ τοῦτο ἦλθεν, ἵνα σταυρωθῇ ὑπὲρ ἡμῶν.

Κατάβηθι ἀπὸ τοῦ σταυροῦ, φησὶ, καὶ πιστεύσομέν σοι.
Ῥήματα ταῦτα, καὶ πρόφασις ἀπιστίας.
Τοῦ γὰρ καταβῆναι ἀπὸ τοῦ σταυροῦ πολλῷ μεῖζον ἦν τὸ ἀναστῆναι, τοῦ λίθου ἐπικειμένου τῷ τάφῳ·
τοῦ καταβῆναι ἀπὸ τοῦ σταυροῦ πολλῷ μεῖζον ἦν τὸ νεκρὸν δεδεμένον καὶ τετραήμερον ὄντα τὸν Λάζαρον μετὰ τῶν κειριῶν ἐξαγαγεῖν τοῦ μνήματος.
Ἐκεῖνοι μὲν οὖν ἔλεγον·
Εἰ Υἱὸς εἶ τοῦ Θεοῦ, σῶσον σεαυτόν·
αὐτὸς δὲ πάντα ἔπραττεν, ὅπως ἐκείνους σώσῃ τοὺς ὀνειδίζοντας αὐτὸν, λέγων·
Ἄφες αὐτοῖς τὴν ἁμαρτίαν·
οὐ γὰρ οἴδασι τί ποιοῦσι.
Τί οὖν;
ἀφῆκεν αὐτοῖς τὴν ἁμαρτίαν;
Ἀφῆκεν, εἰ ἐβούλοντο μετανοῆσαι.
Εἰ γὰρ μὴ ἀφῆκεν αὐτοῖς τὴν ἁμαρτίαν, οὐκ ἂν Παῦλος ἀπόστολος ἐγένετο·
εἰ μὴ ἀφῆκεν αὐτοῖς τὴν ἁμαρτίαν, οὐκ ἂν εὐθέως τρισχίλιοι ἐπίστευσαν καὶ πεντακισχίλιοι καὶ πολλαὶ μυριάδες.
Ὅτι γὰρ πολλαὶ μυριάδες Ἰουδαίων ἐπίστευσαν, ἄκουσον τί λέγουσιν οἱ ἀπόστολοι τῷ Παύλῳ·
Θεωρεῖς, ἀδελφὲ, πόσαι μυριάδες εἰσὶν Ἰουδαίων τῶν πεπιστευκότων;
Μιμησώμεθα τοίνυν τὸν ∆εσπότην, καὶ ὑπὲρ τῶν ἐχθρῶν εὐχώμεθα.
Πάλιν γὰρ αὐτῆς ἐπιλαμβάνομαι τῆς παραινέσεως·
πέμπτην ἔχω σήμερον ἡμέραν ὑπὲρ ταύτης ὑμῖν τῆς ὑποθέσεως διαλεγόμενος, οὐχὶ καταγινώσκων ὑμῶν παρακοὴν, μὴ γένοιτο, ἀλλὰ μάλιστα ἐλπίζων ὅτι πεισθήσεσθε.
Εἰ δέ τινές εἰσι σκληροὶ καὶ ὀργίλοι καὶ δυσανάγωγοι, ὥστε παρακοῦσαι τῶν περὶ τῆς εὐχῆς ῥηθέντων, κἂν τὸν ἀριθμὸν τῶν ἡμερῶν αἰδεσθέντες ἀπόθωνταί ποτε τὴν ἔχθραν καὶ τὴν μικροψυχίαν.
Μίμησαί σου τὸν ∆εσπότην·
ἐσταυροῦτο, καὶ ὑπὲρ τῶν σταυρούντων τῷ Πατρὶ διελέγετο.
Καὶ πῶς δύναμαι, φησὶ, τὸν ∆εσπότην μιμήσασθαι;
Ἐὰν θέλῃς, δύνασαι.

Εἰ μὴ γὰρ οἷός τε ἦς μιμήσασθαι, πῶς ἔλεγε, Μάθετε ἀπ' ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ;
Εἰ μὴ δυνατὸν ἦν μιμήσασθαι, οὐκ ἂν ἔλεγεν ὁ Παῦλος·
Μιμηταί μου γίνεσθε, καθὼς κἀγὼ Χριστοῦ.
Πλὴν ἀλλ' οὐ βούλει τὸν ∆εσπότην μιμήσασθαι;
μίμησαι τὸν σύνδουλον, Στέφανον λέγω τὸν ἀπόστολον·
καὶ γὰρ ἐκεῖνος τὸν ∆εσπότην ἐμιμήσατο.
Καὶ καθάπερ ὁ Χριστὸς μεταξὺ τῶν σταυρούντων, ἀφεὶς τὸν σταυρὸν, ἀφεὶς τὰ καθ' ἑαυτὸν, ὑπὲρ τῶν σταυρούντων παρακαλεῖ τὸν Πατέρα·
οὕτω καὶ ὁ δοῦλος μεταξὺ τῶν λιθαζόντων, βαλλόμενος ὑπὸ πάντων, δεχόμενος τὰς βολὰς τῶν λίθων, καὶ τὰς ὀδύνας τὰς ἐκ τούτων γινομένας ἀφεὶς, ἔλεγε·
Κύριε, μὴ στήσῃς αὐτοῖς τὴν ἁμαρτίαν ταύτην.
Εἶδες πῶς διαλέγεται ὁ Υἱός;
εἶδες πῶς δέεται ὁ δοῦλος;
Ἐκεῖνός φησι·
Πάτερ, ἄφες αὐτοῖς τὴν ἁμαρτίαν ταύτην·
οὐ γὰρ οἴδασι τί ποιοῦσιν·
οὗτος δέ φησι·
Κύριε, μὴ στήσῃς αὐτοῖς τὴν ἁμαρτίαν ταύτην.
Καὶ ἵνα μάθῃς ὅτι μετὰ σπουδῆς εὔχεται, οὐχ ἁπλῶς εὔχεται ἑστὼς καὶ καταλευόμενος, ἀλλὰ θεὶς τὰ γόνατα εἶπε μετὰ κατανύξεως, μετὰ πολλῆς συμπαθείας.
Βούλει σοι δείξω καὶ ἄλλον σύνδουλον πολλῷ μείζονα ἐκείνου παθόντα;
Ὁ Παῦλός φησιν·
Ὑπὸ Ἰουδαίων τρὶς ἐῤῥαβδίσθην, ἅπαξ ἐλιθάσθην, νυχθήμερον ἐν τῷ βυθῷ πεποίηκα.
Τί οὖν μετὰ ταῦτα;
Ηὐχόμην, φησὶν, αὐτὸς ἀνάθεμα εἶναι ὑπὲρ τῶν ἀδελφῶν μου, τῶν συγγενῶν μου κατὰ σάρκα.
Θέλεις καὶ ἄλλον ἰδεῖν, οὐκ ἀπὸ τῆς Καινῆς, ἀλλ' ἀπὸ τῆς Παλαιᾶς;
Τοῦτο γάρ ἐστι μάλιστα τὸ θαυμαστὸν, ὅτι ὅπου οὐκ ἐκελεύοντο τοὺς ἐχθροὺς φιλεῖν, ἀλλ' ὀφθαλμὸν ἐκκόπτειν ἀντ' ὀφθαλμοῦ, καὶ ὀδόντα ἀντὶ ὀδόντος, καὶ τοῖς ἴσοις ἀμείψασθαι κακοῖς, πρὸς ἀποστολικὴν ἔφθασαν φιλοσοφίαν.
Ἄκουσον τί φησιν ὁ Μωϋσῆς, ὁ λιθασθεὶς ὑπὸ τῶν Ἰουδαίων πολλάκις, καὶ καταφρονηθεὶς ὑπ' αὐτῶν·
Εἰ μὲν ἀφίης αὐτοῖς τὴν ἁμαρτίαν, ἄφες·
εἰ δὲ μὴ, κἀμὲ ἐξάλειψον ἐκ τῆς βίβλου ἧς ἔγραψας.
Ὁρᾷς ἕκαστον τὴν τῶν ἄλλων ἀσφάλειαν πρὸ τῆς οἰκείας σωτηρίας τιθέμενον;
Οὐδὲν ἥμαρτες·
καὶ τί βούλει κοινωνῆσαι αὐτοῖς τῆς τιμωρίας;
Ὅτι οὐ σφόδρα αἰσθάνομαι, φησὶ, τῆς εὐπραγίας, ἑτέρων πασχόντων κακῶς.
Ἤρκει μὲν οὖν καὶ ταῦτα ἡμῖν τὰ παραδείγματα·
ἵνα δὲ ἐκ περιουσίας διορθώσωμεν ἑαυτοὺς, καὶ ἕτερον τὰ αὐτὰ φιλοσοφοῦντα πειράσομαι.
Καὶ γὰρ ὁ ∆αυῒδ, ὁ μακάριος ἐκεῖνος καὶ πρᾶος, τοῦ στρατοπέδου παντὸς κατεξαναστάντος αὐτοῦ, καὶ τὸν υἱὸν καθοπλίσαντος τὸν Ἀβεσαλὼμ, καὶ ἐπιθεμένου τῇ τυραννίδι, καὶ βουληθέντος αὐτὸν σφάξαι, εἶτα τοῦ Θεοῦ διὰ τοῦτο παροξυνθέντος τί γὰρ εἰ καὶ πρόφασιν ἑτέραν ἐπέθηκε τῇ σφαγῇ;
καὶ τὸν ἄγγελον πέμψαντος ῥομφαίαν ἐσπασμένον, καὶ τὴν πληγὴν ἐπιφέροντα ἄνωθεν, ὁρῶν ἀπολλυμένους ἅπαντας, τί φησιν;
Ἐγὼ ὁ ποιμὴν ἥμαρτον, κἀγὼ ὁ ποιμὴν ἐκακοποίησα.
Γενέσθω ἐπ' ἐμὲ ἡ χείρ σου, καὶ ἐπὶ τὸν οἶκον τοῦ πατρός μου.
Ὁρᾷς πάλιν συγγενῆ τὰ κατορθώματα;
Βούλει σοι δείξω καὶ ἄλλον;
οὐδὲ γὰρ ἑτέρου τὰ αὐτὰ φιλοσοφοῦντος ἀπορήσομεν.
Σαμουὴλ ὁ προφήτης ἐκεῖνος ὑβρίσθη παρὰ τῶν Ἰουδαίων, ἀπεχειροτονήθη, ἠτιμάσθη οὕτως, ὡς τὸν Θεὸν θελῆσαι αὐτὸν παραμυθήσασθαι καὶ εἰπεῖν·
Οὐ σὲ ἐξουθενήκασιν, ἀλλ' ἐμέ.

Τί οὖν ἐκεῖνος ὁ ἐξουθενηθεὶς, ὁ ὑβρισθείς;
Ἐμοὶ δὲ μὴ γένοιτο, φησὶν, ἁμαρτεῖν οὕτως, ὡς διαλιπεῖν προσευχόμενον ὑπὲρ ὑμῶν τῷ Κυρίῳ.
Ἁμαρτίαν ἐνόμισεν εἶναι, τὸ μὴ προσεύχεσθαι ὑπὲρ τῶν ἐχθρῶν.
Μὴ γένοιτο γάρ μοι ἁμαρτεῖν οὕτως, ὡς μὴ προσεύχεσθαι ὑπὲρ ὑμῶν.
Ὁ Χριστὸς λέγει·
Πάτερ, ἄφες αὐτοῖς τὴν ἁμαρτίαν·
οὐ γὰρ οἴδασι τί ποιοῦσιν.
Ὁ Στέφανος λέγει·
Κύριε, μὴ στήσῃς αὐτοῖς τὴν ἁμαρτίαν ταύτην.
Ὁ Παῦλος λέγει·
Ηὐχόμην ἀνάθεμα εἶναι ὑπὲρ τῶν ἀδελφῶν μου, τῶν συγγενῶν κατὰ σάρκα.
Ὁ Μωϋσῆς λέγει·
Εἰ μὲν ἀφίης αὐτοῖς τὴν ἁμαρτίαν, ἄφες·
εἰ δὲ μὴ, κἀμὲ ἐξάλειψον ἐκ τῆς βίβλου ἧς ἔγραψας.
Ὁ ∆αυῒδ λέγει·
Γενέσθω ἡ χείρ σου ἐπ' ἐμὲ καὶ ἐπὶ τὸν οἶκον τοῦ πατρός μου.
Ὁ Σαμουὴλ λέγει·
Ἐμοὶ δὲ μὴ γένοιτο ἁμαρτεῖν τοῦ διαλιπεῖν προσευχόμενον ὑπὲρ ὑμῶν τῷ Κυρίῳ.
Ποίας οὖν τύχωμεν συγγνώμης, εἰπέ μοι.
τοῦ ∆εσπότου, τῶν δούλων, τῶν ἀπὸ τῆς Καινῆς, τῶν ἀπὸ τῆς Παλαιᾶς, πάντων ἡμᾶς ὠθούντων εἰς τὴν ὑπὲρ τῶν ἐχθρῶν εὐχὴν, αὐτοὶ τὸ ἐναντίον ποιοῦντες, καὶ κατὰ τῶν ἐχθρῶν εὐχόμενοι;
Μὴ, παρακαλῶ, μὴ, ἀδελφοί.
Καὶ γὰρ ὅσῳ πλείονα τὰ παραδείγματα, τοσούτῳ, ἐὰν μὴ μιμησώμεθα, μείζων ἡ κόλασις.
Μεῖζον τὸ ὑπὲρ τῶν ἐχθρῶν εὔχεσθαι τοῦ ὑπὲρ τῶν φίλων·
οὐδὲ γὰρ οὕτως ὑμᾶς ὠφελεῖ ἐκεῖνο, ὡς τοῦτο.

Ἐὰν γὰρ φιλῆτε τοὺς φιλοῦντας ὑμᾶς, οὐδὲν μέγα ποιεῖτε, φησί·
καὶ γὰρ οἱ τελῶναι τὸ αὐτὸ ποιοῦσιν.
Ὥστε ἐὰν ὑπὲρ τῶν φίλων εὐξώμεθα, οὐδέπω τῶν ἐθνικῶν ἢ τελωνῶν ἐγενόμεθα βελτίους·
ὅταν δὲ τοὺς ἐχθροὺς φιλήσωμεν, τοῦ Θεοῦ κατὰ δύναμιν ἀνθρωπίνην ὅμοιοι γεγόναμεν, ὅτι Τὸν ἥλιον αὐτοῦ ἀνατέλλει ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς, καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους.
Γενώμεθα τοίνυν ὅμοιοι τοῦ Πατρός.
Γίνεσθε γὰρ, φησὶν, ὅμοιοι τοῦ Πατρὸς ὑμῶν τοῦ ἐν τοῖς οὐρανοῖς, ἵνα καὶ τῆς βασιλείας τῶν οὐρανῶν καταξιωθῶμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.


Πανεπιστήμιο Αιγαίου, Τμήμα Πολιτισμικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού με αναφορά στην πηγή προέλευσής του.

No votes yet


Η Θεία Λειτουργία

Όρος Λιβάνου Χορωδία Αραβικά Ελληνικά
- Θεία Λειτουργία - Ορθόδοξη Εκκλησία -

خدمة القداس الإلهي عربي

جوقة جبل لبنان للروم الأرثوذكس - الأب بندلايمون فرح - موسيقى بيزنطية

Πειραϊκὴ Ἐκκλησία

Ακούστε (((ο)))
Πειραϊκή Εκκλησία 912fm

You are missing some Flash content that should appear here! Perhaps your browser cannot display it, or maybe it did not initialize correctly.

Ὅλα ἀρχίζουν ἐδῶ

Κάθε λογισμὸς καὶ κάθε αἴσθηση ὁδηγοῦν σταδιακὰ τὴν ψυχὴ εἴτε πρὸς τὸν παράδεισο εἴτε πρὸς τὴν κόλαση.

Ἄν ὁ λογισμὸς εἶναι ἔλλογος, τότε συνδέει τὸν ἄνθρωπο μὲ τὸν Θεὸ Λόγο, μὲ τὸν ὕψιστο Λογισμό, μὲ τὴν Παναξία, πρᾶγμα ποὺ εἶναι ἤδη ὁ παράδεισος.

παράδεισος

Ἐάν πάλι εἶναι ἄλογος ὁ λογισμὸς ἤ καὶ παράλογος, τότε συνδέει ἀναπόφευκτα τὸν ἄνθρωπο μὲ τὸν Παράλογο, τὸν Ἀνόητο, μὲ τὸν διάβολο, πρᾶγμα ποὺ εἶναι ἤδη ἡ κόλαση.

Ὅσα ἰσχύουν γιὰ τὸν λογισμὸ, ἰσχύουν καὶ γιὰ τις αἰσθήσεις. Ὅλα ἀρχίζουν ἐδῶ, ἀπὸ τὴν γῆ: καὶ ὁ παράδεισος μὰ καὶ ἡ κόλαση τοῦ ἀνθρώπου.

Ἰουστῖνος Πόποβιτς

Ιωάννου Χρυσοστόμου

Ἐγὼ πατὴρ, ἐγὼ ἀδελφὸς, ἐγὼ νυμφίος, ἐγὼ οἰκία, ἐγὼ τροφὴ, ἐγὼ ἱμάτιον, ἐγὼ ῥίζα, ἐγὼ θεμέλιος, πᾶν ὅπερ ἂν θέλῃς ἐγώ· μηδενὸς ἐν χρείᾳ καταστῇς. Ἐγὼ καὶ δουλεύσω· ἦλθον γὰρ διακονῆσαι, οὐ διακονηθῆναι. Ἐγὼ καὶ φίλος, καὶ μέλος, καὶ κεφαλὴ, καὶ ἀδελφὸς, καὶ ἀδελφὴ, καὶ μήτηρ, πάντα ἐγώ· μόνον οἰκείως ἔχε πρὸς ἐμέ. Ἐγὼ πένης διὰ σέ· καὶ ἀλήτης διὰ σέ· ἐπὶ σταυροῦ διὰ σὲ, ἐπὶ τάφου διὰ σέ· ἄνω ὑπὲρ σοῦ ἐντυγχάνω τῷ Πατρὶ, κάτω ὑπὲρ σοῦ πρεσβευτὴς παραγέγονα παρὰ τοῦ Πατρός. Πάντα μοι σὺ, καὶ ἀδελφὸς, καὶ συγκληρονόμος, καὶ φίλος, καὶ μέλος. Τί πλέον θέλεις; τί τὸν φιλοῦντα ἀποστρέφῃ; τί τῷ κόσμῳ κάμνεις; τί εἰς πίθον ἀντλεῖς τετρημένον;  περισσότερα »»»

Η Ελλάδα και ο Υμνος της Ελευθερίας

Ελληνική σημαία - Ελλάς - Ελευθερία

You are missing some Flash content that should appear here! Perhaps your browser cannot display it, or maybe it did not initialize correctly.

Υπεραγία Παρθένος Θεοτόκος Μαρία

Κύριος διασκεδάζει βουλὰς ἐθνῶν, ἀθετεῖ δὲ λογισμοὺς λαῶν καὶ ἀθετεῖ βουλὰς ἀρχόντων· ἡ δὲ βουλὴ τοῦ Κυρίου εἰς τὸν αἰῶνα μένει, λογισμοὶ τῆς καρδίας αὐτοῦ εἰς γενεὰν καὶ γενεάν. (Ψαλ. 32, 10-11)

εἰ δέ τις τῶν ἰδίων καὶ μάλιστα τῶν οἰκείων οὐ προνοεῖ, τὴν πίστιν ἤρνηται καὶ ἔστιν ἀπίστου χείρων. (Τιμ.Α 5,8)

Ἅγιος Ἀντώνιος ὁ Μέγας

Οἱ ἄνθρωποι καταχρηστικά λέγονται λογικοί. Δεν εἶναι λογικοὶ ὅσοι ἔμαθαν ἀπλῶς τὰ λόγια καὶ τὰ βιβλία τῶν ἀρχαίων σοφῶν, ἀλλ' ὅσοι ἔχουν τὴ λογικὴ ψυχὴ καὶ μποροῦν νὰ διακρίνουν ποιὸ εἶναι τὸ καλὸ καἰ ποιὸ τὸ κακό καὶ ἀποφεύγουν τὰ πονηρὰ καὶ βλαβερὰ στὴν ψυχή, τὰ δὲ ἀγαθὰ καὶ ψυχωφελῆ, τὰ ἀποκτοῦν πρόθυμα μὲ τὴ μελέτη καὶ τὰ ἐφαρμόζουν μὲ πολλὴ εὐχαριστία πρὸς τὸν Θεό. Αὐτοὶ μόνοι πρέπει νὰ λέγονται ἀληθινὰ λογικοὶ ἄνθρωποι.

St Antony the Great

Ἐφ᾿ ὅσον ἐννοεῖς τὰ περὶ Θεοῦ, νὰ εἶσαι εὐσεβής, χωρὶς φθόνο, ἀγαθός, σώφρων, πράος, χαριστικὸς κατὰ δύναμιν, κοινωνικός, ἀφιλόνεικος καὶ τὰ ὅμοια. Διότι αὐτὸ εἶναι τὸ ἀπαραβίαστο ἀπόκτημα τῆς ψυχῆς, νὰ ἀρέσει στὸ Θεὸ μὲ τέτοιες πράξεις καὶ μὲ τὸ νὰ μὴν κρίνει κανέναν καὶ νὰ λέει γιὰ κανέναν, ὅτι ὁ δείνα εἶναι κακὸς καὶ ἁμάρτησε. Ἀλλὰ καλλίτερο εἶναι νὰ συζητᾶμε τὰ δικά μας κακά, καὶ νὰ ἐρευνᾶμε μέσα μας τὴ δική μας πολιτεία, ἐὰν εἶναι ἀρεστὴ στὸ Θεό. Διότι, τί μᾶς μέλει ἐμᾶς, ἐὰν ὁ ἄλλος εἶναι πονηρός;

περισσότερα