Ο Κύριος ημών Ιησούς Χριστός | Ορθόδοξοι Πατέρες Our Lord Jesus Christ | Orthodox Fathers

»»»    Εἰς τὸν τίμιον καὶ ζωοποιὸν σταυρὸν, καὶ περὶ τῆς τῶν πρώτων ἀνθρώπων παραβάσεως.

Εἰς τὸν τίμιον καὶ ζωοποιὸν σταυρὸν, καὶ περὶ τῆς τῶν πρώτων ἀνθρώπων παραβάσεως.


Τί εἴπω, ἢ τί λαλήσω;
ἢ τίνας ὑμᾶς καλέσω;
πρόβατα, ἢ ποιμένας;
ναύτας, ἢ κυβερνήτας;
μαθητὰς, ἢ διδασκάλους;
πῶς ὑμῶν θαυμάσω τὸν ζῆλον τὸν πυρὸς λαβρότερον;

Πρόβατα ὑμᾶς καλέσω, καὶ γάρ ἐστε πραεῖς καὶ ἡσύχιοι.
Ποιμένας ὑμᾶς καλέσω;
καὶ γάρ ἐστε μιμούμενοι τὸν ἑαυτῶν ∆εσπότην.
Ναύτας ὑμᾶς καλέσω;
καὶ γάρ ἐστε τῇ πείρᾳ τῶν κλυδωνίων χειμῶνα ὑπομείναντες.
Κυβερνήτας ὑμᾶς καλέσω;
καὶ γάρ ἐστε καθάπερ γάρ τις ἄριστος κυβερνήτης καθήμενος ἐπὶ τῶν οἰάκων,
τῇ τέχνῃ τὰς τρικυμίας διαφεύγων,
καὶ σῶον ἀποσώζων τὸ σκάφος,
ἐπ' εὔδιον λιμένα χειραγωγεῖ·
οὕτω δὴ καὶ ὑμεῖς.
Ἀλλὰ μαθητὰς ὑμᾶς καλέσω;
καὶ γάρ ἐστε ἕτοιμοι πρὸς τὴν ὑπακοήν.
Ἀλλὰ διδασκάλους ὑμᾶς καλέσω;

Πάλιν ἐρῶ,
Ἐστὲ, ἁπάσης γὰρ τῆς οἰκουμένης διδάσκαλοι ἐγένεσθε.
Τί οὖν ἐροῦμεν;
Βούλομαι σήμερον ὑμῖν τράπεζαν παραθεῖναι πνευματικὴν, οὐ σῶμα τρέφουσαν, ἀλλὰ πνεῦμα τειχίζουσαν,
μᾶλλον δὲ καὶ σῶμα τρέφουσαν, καὶ ψυχὴν ἀποσμήχουσαν.

Τοιαύτη γάρ ἐστιν ἡ τράπεζα πνευματικὴ,
οὐ καθὼς ἡ τράπεζα τῶν γαστριμάργων κόρον ἐμποιοῦσα.
Λόγος γάρ ἐστι πνευματικὸς εὐωδίας πνέων·
ὑπομιμνησκόμενος γὰρ αὐτὸν ἄνθρωπος, καθάπερ μύρον μασσώμενος, εὐωδίαν τινὰ ἐκπέμπει, οὐ μόνον ἑαυτὸν τῇ εὐωδίᾳ παραμυθούμενος, ἀλλὰ καὶ τοὺς παρεστῶτας αὐτῷ πληροῦσθαι τῆς εὐωδίας ἐκείνης παρασκευάζων.


Συντείνατε δὴ ἑαυτούς·
λόγον γὰρ ἐξαγαγεῖν βούλομαι.
Καὶ γάρ τινές εἰσι τῶν κολυμβητῶν ῥίπτοντες ἑαυτοὺς ἀπὸ τοῦ σκάφους ἐπὶ τὴν θάλασσαν, περιερχόμενοι τὸν βυθὸν, βουλόμενοι μαργαρίτην ἀνιμήσασθαι·
ἡμεῖς δὲ ἔχοντες ἀντὶ σκάφους τὴν Παλαιὰν καὶ Καινὴν ∆ιαθήκην,
ἀντὶ πηδαλίου τὸν σταυρὸν,
ἀντὶ κυβερνήτου τὸν Χριστὸν,
ἀντὶ πρωρέως τὸν Πατέρα,
ἀντὶ ζεφύρου τὸ Πνεῦμα τὸ ἅγιον,
ἀντὶ ἱστίου τὴν χάριν,
ἀντὶ ναυτῶν τοὺς μαθητὰς,
ἀντὶ ἐπιβατῶν τοὺς προφήτας,
οὐκοῦν καὶ ἡμεῖς ῥίψωμεν ἑαυτοὺς ἀπὸ τοῦ σκάφους ἐπὶ τὸ πέλαγος τῶν νοημάτων, οὐχ ἵνα μαργαρίτην ἀνιμησώμεθα, ἀλλὰ μαργαρίτου τιμιώτερον.

Συντείνατέ μοι ἑαυτοὺς, παρακαλῶ,
παρέχοντές μοι τὴν ὑπακοήν·
καθὼς γὰρ προλαβὼν εἶπον, ὅτι μαργαρίτου τιμιώτερον μέλλω ἀνιμᾶσθαι ἐκ τοῦ βάθους τῶν νοημάτων.
Μὴ οὖν παραπέμψησθε,
καὶ ὡς ἀλογίστοις χρήσησθε ἑαυτοῖς.
Γέγραπται γάρ·

Μὴ βάλητε τὸν μαργαρίτην ὑμῶν ἔμπροσθεν τῶν χοίρων, καὶ μὴ ῥίπτητε τὰ ἅγια τοῖς κυσί.

Χοίρους δὲ ὅταν ἀκούσῃς, μὴ τὰ ἄλογα ζῶα ταῦτα νομίσῃς·
καὶ κύνας ὅταν ἀκούσῃς, μὴ τοὺς κύνας τούτους νομίσῃς.
Χοίρους γὰρ λέγει τοὺς ἐν ἀσωτίᾳ ζῶντας·
κύνας δὲ λέγει τοὺς εἰκῆ λυσσῶντας κατὰ τοῦ ∆εσπότου.

Ποιήσατε οὖν ἀξίους ἑαυτοὺς εἶναι τοῦ μαργαρίτου οὗ μέλλω ὑμῖν σήμερον παρατιθέναι.

Καὶ γὰρ οἱ γηπόνοι οὐχ ἁπλῶς τὰ σπέρματα καταβάλλονται, ἐὰν μὴ πρῶτον βοῦς ζεύξωσι, καὶ ἄροτρον ἑλκύσωσι,
καὶ ἀκάνθας ἀνασπάσωσι, καὶ αὔλακας ἀνατέμωσι,
καὶ τότε τὰ σπέρματα καταβάλλονται ἐπὶ τὴν γῆν,
ἵνα εὑρὼν αὐτὰ ὁ ὑετὸς κατενέγκῃ εἰς τὰς λαγόνας τῆς γῆς·
καὶ τότε λαβοῦσα ἡ γῆ, τίκτει τὸν ἄσταχυν.

Ἀλλὰ ἐκεῖνα μὲν ἐκδέχονται καὶ χειμῶνα, καὶ θέρος,
καὶ ὄμβρον οὐράνιον, καὶ ἡλίου ἀκτῖνας, καὶ καιρὸν θερισμοῦ, καὶ τότε συνάγουσιν αὐτὰ εἰς τὰς ἀποθήκας·
ἐγὼ δὲ οὐ χειμῶνα ἐκδέχομαι, οὐδὲ θέρος, οὐδὲ ἡλίου ἀκτῖνας, οὐδὲ ὄμβρον, οὐδὲ βόας ζευγνύω, οὐδὲ ἄροτρον ἑλκύω, οὐδὲ αὔλακας ἀνατέμνω, οὔτε ἀκάνθας ἀνασπῶ·
σήμερον γὰρ σπείρω, σήμερον καὶ θερίζω.

Οὐκ ἐργάζομαι γὰρ γῆν ἄλογον,
ἀλλὰ γῆν λογικὴν,
οὐκ ἀναίσθητον, ἀλλ' αἰσθητὴν,
οὐκ ἄψυχον, ἀλλὰ ψυχικήν.
Καὶ μακάριος ἐγὼ ποταπῆς γῆς γεωργὸς ἐκληρώθην·
τότε γὰρ μακάριός εἰμι, ὅταν λαλῶ εἰς ὦτα ἀκουόντων. Καὶ πάλιν λέγει·
Παρακοὴ θάνατον κατεργάζεται.
Μακάριος οὖν ἐγώ·
μακάριοι καὶ ὑμεῖς.
Καὶ γὰρ Ἰησοῦς ἐν τῷ Εὐαγγελίῳ λέγει τοῖς μαθηταῖς·

Μακάριοί ἐστε, ἐὰν τὸν ἐμὸν λόγον τηρήσετε.


Συντείναντες οὖν ἑαυτοὺς προσέχετε τοῖς λεγομένοις.
Βούλομαι δὲ ὑμῖν ἐν ὑποδείγμασι δεῖξαι τί ἐστι Θεός·
λόγῳ χρησάμενος λέγω·

Ἔοικεν ὁ Θεὸς ἀνδρὶ καθημένῳ ἐπὶ σκοπέλῳ,
καὶ θεωροῦντι πᾶσαν τὴν θάλασσαν,
πλοῖα δὲ βαδίζοντα ἐν αὐτῇ, τὴν δὲ ἐπίσαλον οὖσαν, τρικυμίαις δὲ ἐγείρουσαν ἑαυτὴν,
διὰ τὸ σφοδροὺς ἐν αὐτῇ πνεῖν ἀνέμους·
ἄριστος δέ τις κυβερνήτης φιλονεικῶν τοῖς κύμασιν ἐπ' εὔδιον λιμένα τὸ σκάφος ὁρμίσαι,
διὰ τὸ ὀψίαν αὐτοὺς καταλαμβάνειν, δεδοικὼς μήποτε ὑποβρύχιον γένηται τὸ πλοῖον, ἄλλων πλοίων τὴν ὀρθὴν ὁδὸν βαδιζόντων, ἑτέρων δὲ τῇ ῥύμῃ τῶν ἀνέμων ὑποβρυχίων γενομένων καὶ διαλυθέντων, τεθνηκότων δέ τινων, τινῶν δὲ περιγενομένων, καὶ ἐπιλαβομένων οἰκτροῦ τινος πηδαλίου, καὶ ταῖς τρικυμίαις ἐπὶ τὴν στερεὰν ἐξελκομένων, καὶ τῶν ἤδη τεθνηκότων τὰ σώματα ἐξεῤῥιμμένα.

Ταῦτα δὲ πάντα θεωρεῖ ὁ καθήμενος ἐπὶ τῷ σκοπέλῳ·
οὗτός ἐστιν ὁ Θεός·
καὶ καθὼς προλαβὼν εἶπον, ὅτι λόγῳ χρησάμενος λέγω.

Ὅταν δὲ εἴπω Θεὸν καθήμενον ἐν ὑψηλοῖς,
μὴ νόμιζε αὐτὸν ἐν τοῖς ὑψηλοῖς εἶναι μόνον,
ἀλλὰ καὶ πανταχοῦ.
Οὐ γὰρ τόπου διάστασιν ἔχει, αὐτὸς ἑαυτοῦ τόπος ὢν,
αὐτὸς τὰ πάντα χωρῶν, χωρεῖ δὲ αὐτὸν οὐδέν.

Τί γὰρ δύναται χωρῆσαι τὴν ἀσώματον φύσιν καὶ ἄϋλον καὶ ἀπέραντον καὶ ἀνεξιχνίαστον, καὶ ἀνώλεθρον καὶ ἄφθαρτον καὶ ἀκατάληπτον;
παρὰ γὰρ τοῖς εὐσεβοῦσιν οὕτω δεῖ νοεῖν Θεόν.
Αὕτη γὰρ ἡμῶν ἡ ἐλπὶς, καθὼς γέγραπται·

Αὕτη ἐστὶν ἡ αἰώνιος ζωὴ, ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν Θεὸν, καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν.


Ἐντεῦθεν ἡμῶν ἐπιλαμβάνονται οἱ αἱρετικοὶ, οἱ ὄντες ἀγνώμονες, οἱ ἀναγινώσκοντες, καὶ μὴ ἐπιγινώσκοντες·
Χριστὸν δὲ σὺ ὅταν ἀκούσῃς, μὴ τὸν Θεὸν λογίζου μόνον, μήτε τὴν ἔνσαρκον οἰκονομίαν μόνην,
ἀλλὰ τὸ συναμφότερον,
καὶ τὸν Θεὸν Λόγον καὶ τὴν ἔνσαρκον οἰκονομίαν.

Ἐπεὶ οἶδα Χριστὸν πεινάσαντα,
καὶ οἶδα Χριστὸν ἐκ πέντε ἄρτων καὶ δύο ἰχθύων
θρέψαντα πεντακισχιλίους χωρὶς γυναικῶν καὶ παιδίων·

οἶδα Χριστὸν διψήσαντα,
καὶ οἶδα Χριστὸν τὸ ὕδωρ εἰς οἶνον μεταβαλόντα·

οἶδα Χριστὸν πλεύσαντα,
καὶ οἶδα Χριστὸν ἐπὶ τῶν ὑδάτων περιπατήσαντα·

οἶδα Χριστὸν ἀποθανόντα,
καὶ οἶδα Χριστὸν νεκροὺς ἐγείραντα·

οἶδα Χριστὸν Πιλάτῳ παρεστῶτα,
καὶ οἶδα Χριστὸν τῷ Πατρὶ συγκαθεζόμενον·

οἶδα Χριστὸν ὑπὸ Ἰουδαίων ἐμπτυόμενον,
καὶ οἶδα Χριστὸν ὑπὸ ἀγγέλων προσκυνούμενον·

καὶ τὸ μὲν ἐπάγω τῇ θεότητι, τὸ δὲ τῇ ἀνθρωπότητι.

∆ιὰ γὰρ τοῦτο συναμφότερον εἴρηται, ἐπεὶ οἶδα Χριστὸν ἐκ Μαρίας γεννηθέντα, καὶ οἶδα Χριστὸν πρὸ τῶν αἰώνων ὄντα.


∆οξάσωμεν μὲν οὖν Ἰησοῦν τὸν Χριστὸν,
τὸ τεῖχος τὸ ἄῤῥηκτον,
τὸν θεμέλιον τὸν ἐπὶ τὴν πέτραν τεθεμελιωμένον.

Αὐτὸς λέγει τῷ Πέτρῳ·

Σὺ εἶ Πέτρος, καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν Ἐκκλησίαν, καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς.

Ὁμοίως δὲ καὶ Παῦλος λέγει·

Θεμέλιον ἄλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον,
ὅς ἐστιν Ἰησοῦς Χριστός.

Παρακαλῶ οὖν ὑμᾶς ἵνα πάσῃ πραότητι προσέχωμεν ἀλλήλοις,
ἐν μὲν γὰρ τῷ παρόντι βίῳ
βρώσει καὶ πόσει καὶ ποικίλαις ἡδοναῖς δελεαζόμεθα,
ἐν δὲ τῷ μέλλοντι,
κρίσις καὶ δίκη.

Μὴ δώσωμεν οὖν τόπον τῷ διαβόλῳ.

Οὐ γὰρ ἡμῖν ἐστιν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα,
ἀλλὰ πρὸς τὰς ἀρχὰς,
πρὸς τὰς ἐξουσίας,
πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τοῦ αἰῶνος τούτου.

Σπεύσωμεν οὖν φυγεῖν τὴν αἰώνιον κόλασιν.

Οὐ γὰρ ἐποίησεν ὁ Θεὸς τὴν κόλασιν, ἵνα ἡμᾶς ἐμβάλῃ,
ἀλλ' ἵνα ἐμπεσόντα σε ἐκβάλῃ·
τοιοῦτον γὰρ ἔχομεν φιλάνθρωπον Θεὸν καὶ ἐλεήμονα.

Μαρτυρεῖ γὰρ ∆αυῒδ λέγων·

Ὁ Θεὸς κριτὴς δίκαιος, καὶ ἰσχυρὸς, καὶ μακρόθυμος,
καὶ μὴ ὀργὴν ἐπάγων καθ' ἑκάστην ἡμέραν.

Ἐὰν μὴ ἐπιστραφῆτε, τὴν ῥομφαίαν αὐτοῦ στιλβώσει·
τὸ τόξον αὐτοῦ ἐνέτεινε, καὶ ἡτοίμασεν αὐτὸ,
καὶ ἐν αὐτῷ ἡτοίμασε σκεύη θανάτου
.

Ταῦτα λέγει ὁ Θεὸς, οὐχ ἵνα ἡμᾶς κρίνῃ,
ἀλλ' ἵνα μὴ ῥᾳθυμότεροι γενώμεθα.

Εἰ γὰρ ἐβούλετο ἡμᾶς ἀπολέσαι,
οὐκ ἂν τὸ αἷμα αὐτοῦ ἐξέχεεν ὑπὲρ ἡμῶν.

Ἀπέθανεν οὖν, ἵνα σοι ἀθανασίαν χαρίσηται·

ἐπείνασεν, ἵνα σε τὴν ἑαυτοῦ σάρκα χορτάσῃ·

ἐδίψησεν, ἵνα σε τὸ ἑαυτοῦ αἷμα ποτίσῃ·

ἐν πλοίῳ ἐκάθισεν, ἵνα σε ὑπεράνω τῶν Χερουβὶμ καθίσῃ·

ἐβαπτίσθη, ἵνα σε φωτίσῃ·

ἐῤῥαπίσθη, ἵνα σε ἐλευθερώσῃ·

ὡδοιπόρησεν, ἵνα σε ἀκάματον ποιήσῃ·

ἔπλευσε, ἵνα σε ἄφοβον καταστήσῃ·

ἐκοιμήθη, ἵνα σε ἀμέριμνον ποιήσῃ·

ἐκ γυναικὸς προσῆλθεν, ἵνα τὴν παράβασιν τὴν ἐν τῷ παραδείσῳ οἰκτειρήσῃ·

ἐκλήθη ἄνθρωπος, ἵνα σε θεὸν καλέσῃ·

ἐκλήθη Υἱὸς ἀνθρώπου, ἵνα σε υἱὸν Θεοῦ καλέσῃ·

ἔλαβε τὰ ἡμέτερα, καὶ ἔδωκεν ἡμῖν τὰ ἑαυτοῦ·

ηὔξατο, ἵνα σε πιστὸν ποιήσῃ, καθὼς λέγει ἐπὶ τοῦ Λαζάρου·

Πάτερ, δόξασόν σου τὸν Υἱὸν, ἵνα καὶ ὁ Υἱός σου δοξάσῃ σε.

Καὶ ἦλθε φωνὴ ἐκ τῶν οὐρανῶν, λέγουσα·

Καὶ ἐδόξασα, καὶ πάλιν δοξάσω.
Οἶδα ὅτι πάντοτέ μου ἀκούεις, ἀλλὰ διὰ τὸν παρεστῶτα ὄχλον εἶπον, ἵνα πάντες πιστεύσωσιν ὅτι σύ με ἀπέστειλας.

Εἴ τι οὖν ὑπέστη, οὐ δι' ἑαυτὸν ὑπέστη, οὐδὲ διὰ τὸν Πατέρα τὸν ἑαυτοῦ, ἀλλ' ἵνα σώσῃ τὸ ἀνθρώπινον γένος διὰ τοῦ σταυροῦ.

Καὶ εἰ θέλεις γνῶναι, ἀγαπητὲ,
τὴν δύναμιν τοῦ σταυροῦ,
καὶ ὅσα δὴ ἐγκώμια περὶ τοῦ σταυροῦ, ἄκουε.


Σταυρὸς Χριστιανῶν ἐλπὶς,
σταυρὸς νεκρῶν ἀνάστασις,
σταυρὸς τυφλῶν ὁδηγὸς,
σταυρὸς ἀπηλπισμένων ἐλπὶς,
σταυρὸς πεπλανημένων ὁδὸς,
σταυρὸς ἀδικουμένων ἔκδικος,
σταυρὸς χωλῶν βακτηρία,
σταυρὸς πενήτων παραμυθία,
σταυρὸς πλουσίων χαλινὸς,
σταυρὸς ὑπερηφάνων καθαίρεσις,
σταυρὸς ἀκολάστων μετάνοια,
σταυρὸς τρόπαιον κατὰ δαιμόνων,
σταυρὸς διαβόλου νῖκος,
σταυρὸς νηπίων παιδαγωγὸς,
σταυρὸς ἀπόρων εὐπορία,
σταυρὸς πλεόντων κυβερνήτης,
σταυρὸς χειμαζόντων λιμὴν,
σταυρὸς πολεμουμένων τεῖχος,
σταυρὸς πατὴρ ὀρφανῶν,
σταυρὸς προστάτης χηρῶν,
σταυρὸς ἀδίκων κριτὴς,
σταυρὸς δικαίων στῦλος,
σταυρὸς θλιβομένων ἄνεσις,
σταυρὸς νηπίων φύλαξ,
σταυρὸς ἀνδρῶν κεφαλὴ,
σταυρὸς πρεσβυτέρων τέλος,
σταυρὸς φῶς τοῖς ἐν σκότει καθημένοις,
σταυρὸς βασιλέων μεγαλοπρέπεια,
σταυρὸς βαρβάρων φιλανθρωπία,
σταυρὸς δούλων ἐλευθερία,
σταυρὸς ἀπαιδεύτων σοφία,
σταυρὸς ἀνόμων νόμος,
σταυρὸς προφητῶν κήρυγμα,
σταυρὸς ἀποστόλων κατάγγελμα,
σταυρὸς μαρτύρων καύχημα,
σταυρὸς μοναζόντων ἄσκησις,
σταυρὸς παρθένων σωφροσύνη,
σταυρὸς ἱερέων χαρὰ,
σταυρὸς Ἐκκλησίας θεμέλιος,
σταυρὸς οἰκουμένης ἀσφάλεια,
σταυρὸς ναῶν καθαίρεσις,
σταυρὸς βωμῶν ἀνατροπὴ,
σταυρὸς κνίσσης ἀφανισμὸς,
σταυρὸς Ἰουδαίων σκάνδαλον,
σταυρὸς ἀσεβῶν ἀπώλεια,
σταυρὸς ἀδυνάμων δύναμις,
σταυρὸς νοσούντων ἰατρὸς,
σταυρὸς λεπρῶν καθαρισμὸς,
σταυρὸς παραλυτικῶν σφίγξις,
σταυρὸς πεινώντων ἄρτος,
σταυρὸς διψώντων πηγὴ,
σταυρὸς γυμνῶν σκέπη·

γυμνότητα δὲ ὅταν εἴπω, οὐ τὴν τοῦ σώματος λέγω,
ἀλλὰ τὴν τῆς πίστεως.

Ὅταν δὲ πιστεύσας βαπτισθῇς, τότε ἀκούσεις ἐνδεδυμένος.

Καὶ ἄκουε Παύλου λέγοντος·

Ὅσοι εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε.

Χριστὸν δὲ ὅταν ἀκούσῃς, μὴ τὸν Θεὸν λογίσῃ μόνον,
μηδὲ τὴν ἔνσαρκον οἰκονομίαν μόνην,
ἀλλὰ τὸ συναμφότερον.

Πολλάκις γὰρ εἶπον, καὶ νῦν λέγων οὐ παύσομαι·

Ἐμοὶ μὲν γὰρ τὸ λέγειν οὐκ ὀκνηρὸν, ὑμῖν δὲ ἀσφαλές·
βούλομαι γὰρ πάντας διδασκάλους εἶναι.

Χριστὸς οὖν εἴρηται, ἐπειδὴ σάρκα ἐνεδύσατο·

Ἰησοῦς Χριστὸς εἴρηται, τὸ ὄνομα τῆς σαρκὸς αὐτοῦ·

Λόγος εἴρηται, ἐπειδὴ ἔκ τινος Υἱός·

Υἱὸς, ἐπειδὴ ἐκ Πατρός·

Μονογενὴς, ἐπειδὴ μόνος ἐκ μόνου Θεοῦ·

Θεὸς, ἐπειδὴ ποιητής.

Καὶ ἄκουε Ἰωάννου λέγοντος·

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν,
καὶ Θεὸς ἦν ὁ Λόγος·
οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν·
πάντα δι' αὐτοῦ ἐγένετο
καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἓν,
ὃ γέγονεν.

Ὁρᾷς ὅτι οὗτός ἐστιν ὁ λόγῳ τὸν οὐρανὸν ἐκτείνας,
καὶ τὸν ποικίλον χορὸν τῶν ἄστρων κοσμήσας,
καὶ δείξας καθάπερ λειμῶνα τὸν οὐρανόν;

Οὗτός ἐστιν ὁ τὸν ἥλιον ἀνάψας, καὶ τοὺς αὐτῷ τάξας δρόμους·
οὗτός ἐστιν ὁ τὴν σελήνην ὁρίσας εἰς δυσμάς·
οὗτός ἐστιν ὁ τὴν γῆν θεμελιώσας ἐπὶ τῶν ὑδάτων·
οὗτός ἐστιν, ὁ τῇ γῇ ἐπιτάξας ἀνατεῖλαι βοτάνην χόρτου,
καὶ ταῖς πηγαῖς βρύειν ὕδατα, καὶ ποταμοῖς ῥέειν,
καὶ λίμναις συναχθῆναι·
καὶ τῇ θαλάσσῃ ὅρια θεὶς διὰ ψάμμου,
καὶ τοῖς ὕδασιν ἐπιτάξας ἐκβαλεῖν ψυχὰς ζώσας,
καὶ τοῖς ἀνέμοις πνέειν,
καὶ τὰ ὄρη σταθμήσας ζυγῷ, νεφέλαις κινεῖσθαι, κτήνεσι, τετράποσιν, ἑρπετοῖς, πετεινοῖς διατρέχειν ἐπὶ τῆς γῆς.


Τί δὲ λέγω ἀγγέλους, ἀρχαγγέλους, θρόνους, τὰ Χερουβὶμ, τὰ Σεραφὶμ, Ἀρχὰς, Ἐξουσίας, τάξεις, χρόνους, καὶ ἐνιαυτοὺς, καὶ μῆνας, καὶ ἑβδομάδας, καὶ ἡμέρας, καὶ ὥρας, καὶ νύκτας, καὶ φῶς, καὶ σκότος, καὶ τὰς τῶν πραγμάτων οὐσίας;

Ἔσχατον δὲ ποιήσας τὸν ἄνθρωπον κατ' εἰκόνα καὶ καθ' ὁμοίωσιν ἑαυτοῦ, ἐν τῷ παραδείσῳ ἔθετο αὐτόν.

Ἰδὼν δὲ τὸ ἀνθρώπινον γένος νικώμενον ὑπὸ τῆς τοῦ διαβόλου κακίας, ἐβουλήθη τὴν ἀπαρχὴν τὴν ἡμετέραν ἐνδύσασθαι, καὶ προσηλῶσαι αὐτὴν ἐν τῷ ξύλῳ, ἵν',
ὥσπερ διὰ τοῦ ξύλου ἡ παράβασις, οὕτω πάλιν διὰ τοῦ ξύλου ἡ σωτηρία.

Ζηλώσας οὖν ὁ διάβολος ὅτι αὐτὸς μὲν ἐκ τοῦ οὐρανοῦ ἐῤῥίφη, ὁ δὲ Ἀδὰμ ἐν τῷ παραδείσῳ ἦν, καθάπερ ὅπλῳ χρησάμενος τῷ ὄφει ἐνήργησεν εἰς αὐτόν·
καὶ οὕτω προδιελέχθη αὐτοῖς οὖσιν ἐν τῷ παραδείσῳ·
ἀσώματος γὰρ σωματικοῖς διαλεχθῆναι οὐκ ἠδύνατο·
καί φησι πρὸς τὴν Εὔαν, ὅτι καλὸν τὸ ξύλον τοῦτο καὶ ὡραῖον εἰς βρῶσιν·
καὶ, Ἐν ᾗ ἂν ἡμέρᾳ φάγησθε ἀπ' αὐτοῦ, ἔσεσθε ὡς θεοὶ πάντα γινώσκοντες.

Πείσας οὖν τὴν Εὔαν, ἠπάτησεν·
εἶτα ἐκείνη συνέπεισε τὸν ἑαυτῆς ἄνδρα,
καὶ ἔφαγον ἀπὸ τοῦ ξύλου.

Φαγόντων δὲ αὐτῶν ὤφθησαν γυμνοί·
καί φησιν ὁ Θεὸς πρὸς τὸν Ἀδάμ·

Ποῦ εἶ;

Ὅταν ἀκούσῃς, Ποῦ εἶ, μὴ ἄγνοιαν λογίσῃ.
τῷ Θεῷ·
ἔλεγε δὲ, Ποῦ εἶ, ἐπειδὴ ἔλεγεν αὐτοῖς ὁ διάβολος, ὅτι Ἐν ᾗ ἡμέρᾳ φάγητε, ἔσεσθε ὡς θεοί·
ὡς ὑπολαμβανόντων αὐτῶν, ὅτι μέλλουσι γενέσθαι ὡς θεοὶ, διὰ τοῦτο ἔλεγεν ὁ Θεὸς αὐτῷ·

Ἀδὰμ, ποῦ εἶ;

ἀνθ' ὧν, ὅτι ἔφαγες καὶ ἔμεινας ἄνθρωπος·
οὐ παρήγγειλά σοι ἐκ τοῦ ξύλου τούτου μὴ φαγεῖν;
ἔφαγες δὲ, καὶ παρέβης·
τοῦτό ἐστι τὸ, Ποῦ εἶ;

Φύλλα δὲ συκῆς ἦσαν περιβεβλημένοι, σκέποντες τὸ εἶδος τῆς ἁμαρτίας.

Καὶ τί φησιν ὁ Ἀδάμ;

Ἤκουσά Σου τῆς φωνῆς περιπατοῦντος ἐν τῷ παραδείσῳ, καὶ ἐκρύβην.

Καί φησι·

Τί τοῦτο ἐποίησας;

Καί φησι πρὸς τὸν Θεόν·

Ἡ γυνὴ, ἣν ἔδωκάς μοι, αὕτη με ἠπάτησεν.

Εἶτα πρὸς τὴν Εὔαν,

Τίς σέ;

Καὶ τί φησιν ἐκείνη;

Ὁ ὄφις ἠπάτησέ με.

Ὦ Εὔα, ἔστω, σὲ τῷ ἀνδρί σου ἔδωκα,
μὴ καὶ τῷ ὄφει σε ἔδωκα;


Ταῦτα δὲ προεφασίζοντο,
ὡς βουλόμενοι ἑαυτοὺς ὑπεξαιρεῖν τῆς τιμωρίας.

Καί φησιν ὁ Θεὸς πρὸς τὸν Ἀδάμ·

Ἐπικατάρατος ἡ γῆ ἐν τοῖς ἔργοις σου,
ἀκάνθας καὶ τριβόλους ἀνατελεῖ σοι·
ἐν ἱδρῶτι τοῦ προσώπου σου φάγῃ τὸν ἄρτον σου.

Εἶτα πρὸς τὴν γυναῖκα·

Ἐν λύπαις τέξῃ τέκνα,
καὶ πληθύνων πληθυνῶ τὰς λύπας σου·
καὶ πρὸς τὸν ἄνδρα σου ἡ ἀποστροφή σου, καὶ αὐτός σου κυριεύσει.

Εἶτα πρὸς τὸν ὄφιν·

Ἐν τῷ στήθει καὶ τῇ κοιλίᾳ σου πορεύσῃ,
καὶ γῆν φάγῃ πάσας τὰς ἡμέρας τῆς ζωῆς σου·
καὶ ὁ ἄνθρωπος σοῦ κυριεύσει·
αὐτός σου τηρήσει κεφαλὴν, καὶ σὺ αὐτοῦ πτέρναν.

∆ιὰ τί δὲ τῷ ὄφει ἐπικατηράσατο ἐπὶ τῷ στήθει καὶ τῇ κοιλίᾳ πορεύεσθαι, καὶ γῆν τρώγειν πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ;

Τὸ στῆθος κατηράσατο, ἐπειδὴ ἐν αὐτῷ ἐγκάθηται ἡ καρδία ἡ ἐνθυμηθεῖσα τὸ κακόν·
τὴν κοιλίαν, ἐπειδὴ διὰ βρώσεως ἠπάτησε·
γῆν δὲ ἐκέλευσε φαγεῖν πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ, ἐπειδὴ ὁ Ἀδὰμ ἐκ γῆς χοϊκὸς ἦν.

Ἔλαβον οὖν οἱ τρεῖς τὴν ἀπόφασιν,
ἐπειδὴ καὶ οἱ τρεῖς τὴν παράβασιν ἐποιήσαντο.
Ἐπειδὴ ἀπὸ ξύλου ἡ παράβασις ἐγένετο,
καθὼς προλαβὼν εἶπον, διὰ τοῦτο εἰς ξύλον ἠβουλήθη τὴν ἀπαρχὴν ταύτην προσηλῶσαι, ἵν' ὥσπερ διὰ ξύλου ἡ παράβασις, οὕτω διὰ ξύλου ἡ σωτηρία.

Ὑπὲρ δὲ τούτων ἁπάντων δόξαν ἀναπέμψωμεν τῷ Πατρὶ,
καὶ τῷ Υἱῷ, καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ,
καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


Πανεπιστήμιο Αιγαίου, Τμήμα Πολιτισμικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού με αναφορά στην πηγή προέλευσής του.

No votes yet


Η Θεία Λειτουργία

Η Θεία Λειτουργία στα Αραβικά -

خدمة القداس الإلهي عربي

Πειραϊκὴ Ἐκκλησία

Ακούστε (((ο)))
Πειραϊκή Εκκλησία 912fm

You are missing some Flash content that should appear here! Perhaps your browser cannot display it, or maybe it did not initialize correctly.

Ὅλα ἀρχίζουν ἐδῶ

Κάθε λογισμὸς καὶ κάθε αἴσθηση ὁδηγοῦν σταδιακὰ τὴν ψυχὴ εἴτε πρὸς τὸν παράδεισο εἴτε πρὸς τὴν κόλαση.

Ἄν ὁ λογισμὸς εἶναι ἔλλογος, τότε συνδέει τὸν ἄνθρωπο μὲ τὸν Θεὸ Λόγο, μὲ τὸν ὕψιστο Λογισμό, μὲ τὴν Παναξία, πρᾶγμα ποὺ εἶναι ἤδη ὁ παράδεισος.

παράδεισος

Ἐάν πάλι εἶναι ἄλογος ὁ λογισμὸς ἤ καὶ παράλογος, τότε συνδέει ἀναπόφευκτα τὸν ἄνθρωπο μὲ τὸν Παράλογο, τὸν Ἀνόητο, μὲ τὸν διάβολο, πρᾶγμα ποὺ εἶναι ἤδη ἡ κόλαση.

Ὅσα ἰσχύουν γιὰ τὸν λογισμὸ, ἰσχύουν καὶ γιὰ τις αἰσθήσεις. Ὅλα ἀρχίζουν ἐδῶ, ἀπὸ τὴν γῆ: καὶ ὁ παράδεισος μὰ καὶ ἡ κόλαση τοῦ ἀνθρώπου.

Ἰουστῖνος Πόποβιτς

Ιωάννου Χρυσοστόμου

Ἐγὼ πατὴρ, ἐγὼ ἀδελφὸς, ἐγὼ νυμφίος, ἐγὼ οἰκία, ἐγὼ τροφὴ, ἐγὼ ἱμάτιον, ἐγὼ ῥίζα, ἐγὼ θεμέλιος, πᾶν ὅπερ ἂν θέλῃς ἐγώ· μηδενὸς ἐν χρείᾳ καταστῇς. Ἐγὼ καὶ δουλεύσω· ἦλθον γὰρ διακονῆσαι, οὐ διακονηθῆναι. Ἐγὼ καὶ φίλος, καὶ μέλος, καὶ κεφαλὴ, καὶ ἀδελφὸς, καὶ ἀδελφὴ, καὶ μήτηρ, πάντα ἐγώ· μόνον οἰκείως ἔχε πρὸς ἐμέ. Ἐγὼ πένης διὰ σέ· καὶ ἀλήτης διὰ σέ· ἐπὶ σταυροῦ διὰ σὲ, ἐπὶ τάφου διὰ σέ· ἄνω ὑπὲρ σοῦ ἐντυγχάνω τῷ Πατρὶ, κάτω ὑπὲρ σοῦ πρεσβευτὴς παραγέγονα παρὰ τοῦ Πατρός. Πάντα μοι σὺ, καὶ ἀδελφὸς, καὶ συγκληρονόμος, καὶ φίλος, καὶ μέλος. Τί πλέον θέλεις; τί τὸν φιλοῦντα ἀποστρέφῃ; τί τῷ κόσμῳ κάμνεις; τί εἰς πίθον ἀντλεῖς τετρημένον;  περισσότερα »»»

Η Ελλάδα και ο Υμνος της Ελευθερίας

Ελληνική σημαία - Ελλάς - Ελευθερία

You are missing some Flash content that should appear here! Perhaps your browser cannot display it, or maybe it did not initialize correctly.

Υπεραγία Παρθένος Θεοτόκος Μαρία

Κύριος διασκεδάζει βουλὰς ἐθνῶν, ἀθετεῖ δὲ λογισμοὺς λαῶν καὶ ἀθετεῖ βουλὰς ἀρχόντων· ἡ δὲ βουλὴ τοῦ Κυρίου εἰς τὸν αἰῶνα μένει, λογισμοὶ τῆς καρδίας αὐτοῦ εἰς γενεὰν καὶ γενεάν. (Ψαλ. 32, 10-11)

εἰ δέ τις τῶν ἰδίων καὶ μάλιστα τῶν οἰκείων οὐ προνοεῖ, τὴν πίστιν ἤρνηται καὶ ἔστιν ἀπίστου χείρων. (Τιμ.Α 5,8)

Ἅγιος Ἀντώνιος ὁ Μέγας

Οἱ ἄνθρωποι καταχρηστικά λέγονται λογικοί. Δεν εἶναι λογικοὶ ὅσοι ἔμαθαν ἀπλῶς τὰ λόγια καὶ τὰ βιβλία τῶν ἀρχαίων σοφῶν, ἀλλ' ὅσοι ἔχουν τὴ λογικὴ ψυχὴ καὶ μποροῦν νὰ διακρίνουν ποιὸ εἶναι τὸ καλὸ καἰ ποιὸ τὸ κακό καὶ ἀποφεύγουν τὰ πονηρὰ καὶ βλαβερὰ στὴν ψυχή, τὰ δὲ ἀγαθὰ καὶ ψυχωφελῆ, τὰ ἀποκτοῦν πρόθυμα μὲ τὴ μελέτη καὶ τὰ ἐφαρμόζουν μὲ πολλὴ εὐχαριστία πρὸς τὸν Θεό. Αὐτοὶ μόνοι πρέπει νὰ λέγονται ἀληθινὰ λογικοὶ ἄνθρωποι.

St Antony the Great

Ἐφ᾿ ὅσον ἐννοεῖς τὰ περὶ Θεοῦ, νὰ εἶσαι εὐσεβής, χωρὶς φθόνο, ἀγαθός, σώφρων, πράος, χαριστικὸς κατὰ δύναμιν, κοινωνικός, ἀφιλόνεικος καὶ τὰ ὅμοια. Διότι αὐτὸ εἶναι τὸ ἀπαραβίαστο ἀπόκτημα τῆς ψυχῆς, νὰ ἀρέσει στὸ Θεὸ μὲ τέτοιες πράξεις καὶ μὲ τὸ νὰ μὴν κρίνει κανέναν καὶ νὰ λέει γιὰ κανέναν, ὅτι ὁ δείνα εἶναι κακὸς καὶ ἁμάρτησε. Ἀλλὰ καλλίτερο εἶναι νὰ συζητᾶμε τὰ δικά μας κακά, καὶ νὰ ἐρευνᾶμε μέσα μας τὴ δική μας πολιτεία, ἐὰν εἶναι ἀρεστὴ στὸ Θεό. Διότι, τί μᾶς μέλει ἐμᾶς, ἐὰν ὁ ἄλλος εἶναι πονηρός;

περισσότερα