Ο Κύριος ημών Ιησούς Χριστός | Ορθόδοξοι Πατέρες Our Lord Jesus Christ | Orthodox Fathers

»»»    Όσιος Μάξιμος ο Ομολογητής

Όσιος Μάξιμος ο Ομολογητής



Όσιος Μάξιμος ο Ομολογητής

Α´. Καί πάντων μέν τῶν κατά Θεόν πολιτευσαμένων ὁ βίος, λυσιτελής καί ὠφέλιμος· οἷα δή προτρέπων εἰς ἀρετήν, καί παραθήγων πρός τήν τοῦ καλοῦ μίμησιν· ὁ δέ γε τοῦ θείου Μαξίμου καί ὁμολογητοῦ, ὅσῳ μέγας καί τοῖς ὅλοις περιφανής, τοσούτῳ καί πρός ἀνδρείαν ἀλεῖψαι ἀνυσιμώτερος, καί ψυχήν ὠφελῆσαι πάντων διαφορώτατος. Ἀνήρ γάρ ἐκεῖνος οὐ μόνον βίον ἔχων ὑπερφυῆ, ἀλλά καί λόγον ἐπιτερπῆ, καί ἄθλησιν γενναίαν καί ἀπαράθετον· οὗ καί μόνη ἡ μνήμη, πολλήν μέν οἶδε φέρειν τήν ἡδονήν, πολύν δέ ταῖς φιλοθέοις ψυχαῖς τόν τῆς ἀρετῆς ἐνίησιν ἔρωτα.Ὅθεν καί ὁ παρών λόγος τά κατ’ ἐκεῖνον μέλλων εἰπεῖν, βούλεται μέν καί διά πολλοῦ ἔχει, τό τά καθ’ ἕκαστα τῶν αὐτῷ πεπραγμένων εἰς μέσον θεῖναι καί παραστήσασθαι· ὡς ἄν αὐτός τε ἡδίων τῇ τούτων γένηται μνήμῃ, καί τοῖς ἀκροωμένοις μεγάλην τήν χάριν κατάθηται· οὐκ ἔχει δ’ ὅπως ἤ πάντων ὁμοῦ τήν περίληψιν σχεῖν, ἤ καί ὧν ἔχει ἐν περιλήψει τόν ὀφειλόμενον ἐπί τούτοις ἔπαινον εἰπεῖν, τῷ κρείττω ἤ κατά λόγου δύναμιν καί τά ἐλάχιστα τῶν εἰργασμένων τῷ θαυμασίῳ τυγχάνειν. Οὐκοῦν ὡς μέν οὐ ῥᾴδιον τῷ λόγῳ οὐδ’ εὔπορον, τό τοῖς πᾶσιν ἐπεξιέναι, παρήσειν καί αὐτός εὐλόγως δοκῶ μοι· μηδέν πάντως ἐγκαλούμενος ἐπί τῷ παραλιπεῖν· ὅτι μηδ’ ἄλλος τέως τῶν πρό ἡμῶν, ὅσα γε αὐτοί σύνισμεν, εἰς ἅπαντα τά τοῦ ἀνδρός καθῆκεν αὑτόν, τῷ χαλεπήν δηλαδή καί δυσέφικτον ὁρᾷν τήν ἐγχείρησιν.Ὡς ἄν δέ λοιπόν μή φαινώμεθα παντελῶς τηλικαύτην ὑπόθεσιν παρατρέχοντες, καί ὅτι μή ἐξόν ἡμῖν τοῦ παντός ἐφικέσθαι καί τό πᾶν ἐλλιμπάνοιμεν, ὅπερ ἀσύμφορον οἶμαι, καί οὐδ’ ἔξω πίπτον αἰτίας· ἀναγκαῖον ἄρα ἐμοί τόν παρόντα λόγον εἰσενεγκεῖ, κἄν ἐλάχιστον οἶδα τοῦτον, κἄν παρά πολύ τῶν πραγμάτων λειπόμενον. Οὕτω γάρ ἄν καί τό τε εἰς ἡμᾶς ἧκον ἀποπληρώσοιμεν, καί ὑμῖν τό χρέος ἀφοσιώσοιμεν, τόν περί ἐκείνου λόγον, εἴπερ τι ἄλλο, ἀπαραιτήτως εἰσπράττουσιν. Εἰ δέ καί ἄλλα τινά τῶν τηνικαῦτα πραχθέντων ἐν τῷ μεταξύ διαμνημονεύσοι ὁ λόγος, ἀλλά τοῦτο οὐκ ἔξω πάντως τοῦ λόγου, οὔτε μή τοῦ εἰκότος· τῶν τότε καιρῶν πολλήν κεκινηκότων, ὡς ἴστε, τήν κατά τῆς ἀληθείας ἐπήρειαν· ἀλλά γάρ ἄνωθεν, ὡς οἷον τε, τά κατά τόν ὅσιον τέως διηγητέον, δι’ ὅν καί τόν λόγον ἤδη ἐνεστησάμεθα.

Β´. Μαξίμῳ τοίνυν τῷ θείῳ καί ὁμολογητῇ πατρός μέν, ἡ πρώτη τῶν πόλεων καί μεγάλη Κωνσταντινούπολις· ἥν καί ΝέανῬώμην ὁ λόγος οἶδε προσονομάζειν. Πατέρες δέ, εὐγενεῖς ἄνωθεν, καί τῇ κατά κόσμον περιφανείᾳ μή πολλῶν δεύτεροι· οἷς εὐσέβεια τό ἐξαίρετον, καί ἡ πρός τήν ἀρετήν νεῦσίς τε καί οἰκείωσις· ὡς ἄν ἔχοιεν ἐντεῦθεν μᾶλλον ἤ ἀπό τοῦ γένους τό λαμπρόν ἐπιφέρεσθαι. Οἵ δή καί εἰς φῶς τόν μακάριον τοῦτον προαγαγόντες, καί ἐν κομιδῇ νέῳ σώματι τῷ θείῳ λουτρῷ προαγαγόντες, ἵν’ ἐκ βρέφους λάβοι τήν κάθαρσιν, οὐδέν εἴων τῶν ὅσα τοῖς νέοις πρός ἡδονήν, πράττειν, οὐδέ τοῖς νηπιώδεσι τούτοις καί παιδικοῖς τήν διάνοιαν ἀσχολεῖν· ὅπως μή ἄπλαστος φύσις καί ἁπαλή, πρός ἄνεσιν ἐλκυσθῇ καί ἠθῶν μαλακότητα· ἀλλά τοῖς στεῤῥοτέροις τε καί ἀνδρώδεσι διαπλάττοντες τόν γενναῖον, πολλήν αὐτῷ τήν πρός τά καλά ἐνετίθουν ῥοπήν, καί ὅλον αὐτόν συννεύειν πρός τήν ἀρετήν ἔπειθον. Ὅς καί αὐτός, καί φύσεως λαχών δεξιᾶς, καί ἀγωγῆς οὕτω τυχών, καί νέος μέν ὤν ἔτι, εἶχεν ἐν ἑαυτῷ τά τῆς ἀρετῆς προχαράγματα, οἷον σκιάς τινας καί γραμμάς οὐκ ἀμυδρῶς τό μέλλον εἰκονίζουσας· εἶχε δέ ἀκριβεστέρους τούς ταύτης τύπους καί χαρακτῆρας, τῆς ἡλικίας αὐτῷ προβαινούσης ἐπί τά πρόσω, καί πῆξιν τῆς διανοίας στάσιμον λαμβανούσης· ὅτε καί λόγος καί φρόνημα καί πάντα ὁμοῦ τά πρός τά κρείττω τούτῳ ἑώρα καί τελεώτερα.

Γ´. Ἐπεί δέ οὗτος καί ἐπί διδασκάλους ἐφοίτα, παιδείας, ὡς εἰκός, παντοίας ἐπιμελούμεος, τί χρή καί λέγειν, ὅσην ἐντός ὀλίγου χρόνου γνῶσιν ἑαυτῷ συνελέξατο; γραμματικήν μέν καί τήν ἄλλην ἐγκύκλιον παίδευσιν ἐξασκήσας ἐπιμελέστατα, ῥητορικῆς δέ καί τῆς ἐν τῷ λέγειν τέχνης ἥκων εἰς τό ἀκρότατον, φιλοσοφίας δέ οὕτω φιλοπόνως ἀκροασάμενος, ὡς μηδένα ἐγγύς αὐτοῦ ἀφεῖναι γενέσθαι καί κατά μικρόν. Σπουδῇ γάρ ἐναμίλλῳ τῇ εὐφυΐᾳ χρησάμενος, ἱκανῶς εἶχεν ἐν πᾶσι μαθήμασι καί περιττῶς· οἷς καί ἑκάστοις μέν συνεχρῆτο, οὐκ ὀλίγα ἔστιν ὅτε τούτῳ πρός τά βελτίω συναιρομένοις. Φιλοσοφίαν δέ καί τούς ἀπ’ αὐτῆς λόγους, μειζόνως καί περιεῖπε καί περιέστεργε, καί τῶν ἄλλων ἁπάντων προέταττεν. Ἐπεί γάρ ᾔδει ταύτην καί γνῶσιν τῶν ὄντων καί ἐπιστήμην, καί περί θεωρίαν καταγινομένην καί πρᾶξιν, καί φύσεως πέρι καί κόσμου διεξιοῦσαν, καί πᾶν ἁπλῶς ἄλλον παραδιδοῦσαν· ταύτῃ καί τήν πλείω σπουδήν ἔνεμε, καί ἐν νῷ διά παντός ἔφερε· πλήν οὐχ ὡς ἔτυχεν οὐδ’ ἀλογίστως· ἀλλά τό μέν σοφιστικόν ταύτης, καί ὅσον ἀπάτης καί παραλογισμῶν ἔχεται, πόῤῥω θείς καί ἀποβαλόμενος, τό δέ περί λόγους καί δόγματα καί λογικάς ἄλλας μεθόδους καί ἀποδείξεις ἐγκρίνας καί οἰκειωσάμενος. Τί γάρ αὐτῷ ψευδής πρότασις, καί πλοκή νόθων συλλογισμῶν, καί τοιοῦτον συμπέρασμα, καί οἷστισιν ἄλλοις ἡ ἀληθής σοφία καταχραίνεται; Ἐκείνῳ γάρ πολλοῦ δέον καί φάναι, ἤ τοιοῦτόν τι ἐμέλησε πώποτε, ἤ περί τι τῶν τοῖς ἄλλοις οὐ καλῶς πονουμένων ἀνεκτόν γέγονε καί μικρόν τήν διάνοιαν ἐπικλῖναι. Ἀμέλει καί διά θαύματος αὐτόν ἅπαντες ἐποιοῦντο οὕτω μέν γνώσεως, οὕτω δέ ἀρετῆς, ἔχοντα οὕτω δέ πλέον μετριοφροσύνης καί ταπεινώσεως· ὅν γε οὐδέν τῶν ὄντων ἐπῆρεν, οὐδέ μεῖζον φρονεῖν ἔπεισεν, οὐ γένους εὔκλεια, οὐ λόγων κατά πάντων ὑπεροχή, οὐκ ἀρετῆς ὕψος, οὐκ ἄλλο τῶν πάντων οὐδέν· ἀλλ’ οὕτως ἦν τῷ μετρίῳ προσκείμενος, ὡς μόνον τοῦτ’ ἔχειν καί σεμνότητα βίου καί καύχημα, καί τούτῳ πλέον φρονεῖν, ἤ εἰ πᾶσαν ὁμοῦ τις τήν ἐν ἀνθρώποις δόξαν αὐτῷ ἐχαρίζετο.

Δ´. Ἀλλά γάρ οὐκ ἦν οὕτω βιοῦντα λαθεῖν τόν θαυμάσιον, οὐδέ μή καί ἐς ἄλλους ἐκφανές τό κοινόν γενέσθαι ὄφελος· καίτοι πολλά ὁσημέραι ποιοῦντα, ὥστε τήν κενήν ἀποδρᾶναι δόξαν, καί τό μή ἁλῶναι ταῖς τοῦ βίου περιπετείαις· ὧν καί τό γενέσθαι ἐν χρῷ, μέγα πρός ἀρετήν ἐμπόδιονιιᾤετο. Ἀλλ’ εἰ καί αὐτός οὕτω καί ἐμελέτα καί ἔπραττεν, ὅμως γοῦν καί ἄκων ἁλίσκεται· πρός τά βασίλεια τοῦτον τοῦ τότε κρατοῦντος (Ἡράκλειος δ’ οὗτος ἦν), εὐνοίᾳ τῇ πάσῃ μετακαλεσαμένου, καί ὑπογραφέα πρῶτον τῶν βασιλικῶν ὑπομνημάτων καταστησαμένου· ᾧ καί, οἷα τηλικῷδε ἀνδρί, καί τοσούτου οἴκου, ἐν πᾶσί τε ἐχρῆτο τοῖς ἀνά χεῖρα, καί ὑπουργόν καί συλλήπτορα τῶν καλλίστων ἐκέκτητο. Ἦν γάρ οὗτος συνιδεῖν μέν τό δέον συνετώτατος, βουλήν δ’ ὑποθέσθαι κομιδῇ δεξιώτατος, λόγον δέ σχεδιάσαι ἐπιεικῶς προχειρότατος· οὗ τῇ συνουσίᾳ καί βασιλεύς αὐτός καί οἱ περί τά βασίλεια σφόδρα τε ἥδοντα, καί διά παντός ἦσαν τόν ἄνδρα ἐκπεπληγμένοι.

Ε´. Ἀλλ’ αὐτός μικρά ταῦτα πρός φιλοσοφίαν, καί δόξαν, καί χρήματα, καί τιμήν, καί ὅσα φιλοτιμίας ἧπται τῆς περιττῆς, ἡγησάμενος· ἄλλως τε καί τήν πίστιν τότε καινοτομουμένην ὁρῶν, τῷ πολλά τήν Ἐκκλησίαν τό τῶν Μονοθελητῶν διαλυμαίνεσθαι δόγμα, καταλείπει μέν ἅπαντα, ψυχῆς ὥσπερ κοίνωσιν τό τοῖς τοιούτους ἀνεστράφθαι οἰόμενος· πρός δέ τόν μονάδα βίον, ἅτε καί πάλαι τοῦ καθ’ ἡσυχίαν βιῶναι ἐρῶν, σπουδῇ προσχωρεῖ, τῷ κατά τήν ἀντιπέραν ἠϊόνα φροντιστηρίῳ, ὅ τῆς Χρυσοπόλεως προσωνόμασται, τότε κατά φιλοσοφίαν ἀνθοῦντι, δούς ἑαυτόν· κἀκεῖ τρίχας τε κειράμενος, καί τό τρίχινον ἐνδυσάμενος ἔνδυμα· ὅσγε καί τό ἀπ’ ἐκείνου τρύχων ἦν τό σῶμα διά παντός, οὐ νηστείᾳ μόνον καί τῇ ἄλλῃ χρώμενος ἤδη κακοπαθείᾳ, ἀλλά καί στάσει παννύχῳ καί εὐχῇ προσανέχων ἐπιτεταμένῃ τῆς ψυχῆς ἐντεῦθεν τό ὄρθιον ἀναστηλῶν, καί τόν νοῦν ἀποσπῶν τῆς ὕλης, καί τοῦ δεσμοῦ λύων καί πρό τῆς διαλύσεως. Ὁ γάρ καί πρό τοῦ ἀκριβεστέρου βίου ἀγῶσιν ἑαυτόν συνεθίζων καί πόνοις, καί τήν κατά φιλοσοφίαν μετιών ἀγωγήν, σχολῇ γ’ ἄν οὗτος μετά τό εἰς αὐτούς ὑπεισδῦναι ἄλλο τι ἤ εἵλετο ἤ κατέπραξεν. Ἀμέλει καί πολλούς ἔχων τούς συνασκουμένους, πάντας τε ὑπερέβαλε, καί δή καί τό κατά πάντων πρεσβεῖον θαυμασίως ἀνῄρητο· οἵ γε καί τοσοῦτον τῆς τοῦδε ἡττήθησαν ἀρετῆς, ὡς καί κοινῇ διαπρεσβεύσασθαι πρός αὐτόν, προστῆναι τούτων ἐκλιπαροῦντες, καί ἡγεμονίαν τήν κατ’ ἐκείνους ἀναδεδέχθαι· ἦσαν γάρ πρό μικροῦ τόν ἑαυτῶν καθηγεμόνα ἀποβαλόμενοι. Ἀλλ’ αὐτός τήν ἀρχήν ὥσπερ τι βάρους ἐφόλκιον διωθούμενος, ἀνένδοτος ἦν περί τήν αἴτησιν καί ἰσχυρογνώμων· μήτε λόγοις αὐτῶν εἴκων, μήθ’ ἱκεσίαις ὑπενδιδούς. Ὡς δέ ἑώρα μᾶλλον ἐπικειμένους, καί τι καί βίας προστιθέντας, πείθεται μόλις, καί καταδέχεται τήν ἐπιστασίαν· οὐκ ἀρχήν μᾶλλον ἤ λειτουργίαν νομίσας ὑπεύθυνον.

Στ´. Ἔνθεν τοι καί ἔμφροντις γίνεται μᾶλλον, καί τό πᾶν μεμεριμνημένος· οὐ τό καθ’ ἑαυτόν μόνον σκοπῶν, οὐδ’ ὅπως ἄν αὐτόν ἄριστα διαβιῴη· ἀλλ’ ὅπως ἄν εἴη τοῖς ἀρχομένοις λυσιτελῶς τόν βίον ἰθύνειν, καί ἀγωγῆς ἐπειλῆφθαι τῆς κρείττονος. Ἑώρα γάρ ἐν ἑαυτῷ, ὅτι τοῖς καθ’ ἑαυτούς τήν ἀρετήν μετιοῦσιν, ἐξέσται πάντως κατά τό δοκοῦν, τά μείζω ἤ ἐλάττω τῶν πραττομένων αἱρεῖσθαι· οἷς καί συγγνοίη ἄν τις, μή τά μεγάλα πράττουσι. Τῷ δ’ ἄγειν ψυχάς ἐγκεχειρισμένῳ, καί μικρόν καθυφιέντι τῆς ἀκριβείας, κίνδυνος ἔσται οὐχ ὁ τυχών, αὐτῷ τε καί τοῖς ἀρχομένοις· ὅν οὐχ ὅπως ἄριστον εἶναι δεῖ μόνον, ἀλλά καί τοῖς ἔμπροσθεν ἐπιδιδόναι ἀεί· εἴπερ μέλλοι τῷ καθ’ ἑαυτόν ὑποδείγματι και τούς ὑπό χεῖρα προσάξειν ἐπί τό βέλτιον, ὡς πρός τό ἀρχέτυπον τόν ἐκείνου βίον ὁρῶντας, κἀντεῦθεν ἤ πρός ἀρετήν, ἤ τό ἐναντίον, πρός κακίαν ἐναγομένους. Ταῦτα ὁ θεῖος Μάξιμος ἐννοῶν, συνετήκετο τήν ψυχήν· τό λεῖπον προσεδαπάνα τῶν σαρκῶν· ταῖς φροντίσι τῶν φοιτητῶν συνείχετο. Διά ταῦτα βελτίω τούτοις ὑποτιθείς, καί νῦν μέν, ἠπιωτέρῳ τῷ λόγῳ, νῦν δέ, τραχυτέρῳ χρώμενος τούτῳ· καί ἄρτι μέν, ὁμαλῶς καί ἀδήκτως ἐπαφιέμενος τήν διδασκαλίαν· ἄρτι δ’ αὐστηράν καί ἀνήδυτον ταύτην προφέρων, ὡς ἕκαστον ἑώρα ἤ ἔξεως ἤ καί φύσεως ἔχοντα. Καί αὐτός μέν οὕτω καί διέκειτο πρός τούς ἀρχομένους, καί τοιαύτῃ διαθέσει τήν τούτων μετῄει ἐπιστασίαν.

Ζ´. Ἐπεί δ’ ἑώρα, ὡς ἀνωτέρω ἔφαμεν, τήν τῶν Μονοθελητῶν τηνικαῦτα αἵρεσιν εἰς τέλειον μᾶλλον ἐκτεινομένην, καί δεινῶς καθ’ ἡμέραν ὑπό τῶν τῆς ἀσεβείας προστατῶν αὐξανομένην· ἔστενε μέν καί πένθει βαρυτάτῳ συνείχετο, οἰκτιζόμενος μάλιστα καί τούς τά παράνομα δρῶντας· οὐκ εἶχε δ’ ὅ τι καί πράξοιεν ἑαυτῷ, οὕτω τοῦ κακοῦ εἰς ἄμετρον ἐκχυθέντος, καί Ἑῴαν μικροῦ πᾶσαν καταλαβόντος καί Ἑσπέριον. Ὅθεν καί ἐν τοσούτοις δεινοῖς, τοῦθ’ εὑρίσκει μόνον ἑαυτῷ τό λυσιτελοῦν, καί τοῖς πράγμασιν. Ἐπεί γάρ ἐγίνωσκε τήν πρεσβυτέρανῬώμην τοῦ τοιούτου καθαρεύουσαν μύσους, καί ὅσον ἐν Ἀφρικῇ, καί ὅσον ἐν ἄλλοις τόποις καί νήσοις ἐκείναις ταῖς πέριξ· λιπών τά ἐνταῦθα, ἐκεῖσε ἐπιφοιτᾷ, συνηγορίαν δώσων τῷ λόγῳ, καί τοῖς ἐκεῖ συνεπόμενος ὀρθοδόξοις· οὐκ ἀμογητί μέν, οὐδ’ ἄνευ καμάτου καί ταλαιπωρίας, τήν τοσαύτην ἠνυκώς ὁδόν· πάντα δ’ ὅμως ἐλάττω τῆς καλῆς προθυμίας τιθέμενος· συμβούλοις τάχα καί τοῖς κατ’ αὐτόν μονάζουσι χρησάμενος τῆς ἀφίξεως· ὧν εἰ καί τήν διάζευξιν βαρεῖαν καί οὐδέ φορητήν εἶχεν, ἀλλ’ οὐκ εἶχεν ἄλλο τι παρά τά βεβουλευμένα δρᾶσαι, τοῦ καιροῦ στενοχωροῦντος αὐτόν, καί τήν ἀναχώρησιν ἐπιτρέποντος. Ἀλλά γάρ ὁ λόγος προεκδραμών, παρῆκε τά ἐν τῷ μέσῳ εἰπεῖν, καί ὅθεν τήν ἀρχήν ἔσχεν ἡ πονηρά αὕτη δόξα καί ἀποτρόπαιος, οὕτω τήν Ἐκκλησίαν ταράξασα, καί πολλούς εἰς τόν ὅμοιον ὑποσύρασα ὄλισθον. Οὐκοῦν ἀναγκαῖον μικρά περί ταύτης διαλαβεῖν· εἶθ’ οὕτως προσθεῖναι τῷ λόγῳ καί ὅσα ἑξῆς τῆς ὑποθέσεως.

Η´. Ἡρακλείου τῶν τῆς βασιλείας σκήπτρων ἐπειλημμένου, καί Σεργίου τόν τῆς Κωνσταντινουπόλεως διέποντος θρόνον· πρῶτα μέν αὐτός Ἡράκλειος καί ὅσον περί τά βασίλεια καί ὅσον ἐν τέλει καί ἀξιώματι, τῇ ὀρθοδόξῳ πίστει συναινοῦντες ἐτύγχανον· φύσεις διττάς καί ἐνεργείας τάς αὐτάς καί θελήματα, ἐπί τῷ θεϊκῷ τε καί ἀνθρωπίνῳ τοῦ ἐμοῦ Χριστοῦ, καί ὁμολογοῦντες καί κηρύττοντες. Ἀλλά τούτου, φεῦ! μετά πολλά κατά τῶν ἐχθρῶν τρόπαια, καί τήν κατά Περσῶν ἐκείνην περιφανῆ ἀριστείαν, τοῦ ὀρθοῦ μεταβαλομένου δόγματος, συμμεταβάλλεσθαι καί τά τῶν Ἐκκλησιῶν ἤρξατο· οὐκ ὀλίγης καί τοῦ λαοῦ μοίρας πρός τό ἐναντίον μετατραπείσης. Αἴτιος δέ τῷ βασιλεῖ μεταβολῆς, Ἀθανάσιος ἐκεῖνος, ὁ τῶν Ἰακωβιτῶν οὕτω καλούμενος πατριάρχης· ἀνήρ γόης, καί συγχέαι ἀλήθειαν πάντων δεινότατος. Οὗτος γάρ ἐν Ἱεραπόλει τῆς Συρίας τῷ Ἡρακλείῳ διατρίβοντι προσιών, καί ὑπούλως τοῦτον καί κακοήθως ὑπελθών, πρός καί ὑποσχέσεσι δελεάσας, ὡς καί τήν ἐν Χαλκηδόνι δέξαιτο σύνοδον, ἤ τάς δύο φύσεις καθ’ ὑπόστασιν ἡνωμένας ἐπρέσβευεν ( εἶχε γάρ πόθος Ἡράκλειον, ὡς ἐδείκνυ τά πράγματα, αὐτόν τε Ἀθανάσιον, ᾧ καί τόν τῆς Ἀντιοχείας ὑπισχνεῖτο δώσειν θρόνον, καί τούς ἄλλους δήπου ὅσους ἑώρα μή συμφρονοῦντας, πρός ἐκείνην συνάψαι τήν σύνοδον· κἄν εὐηθείᾳ καί γνώμης κουφότητι, πρός τῷ μηδένα ἑλκύσαι, καί ἑαυτῷ τήν κακοδοξίαν προσέτριψε). Τοῦτον γοῦν, ὡς εἴρηται, ποικίλως ὁ Ἀθανάσιος ὑποποιησάμενος, ἐπιδοιάζοντά πως περί τάς διττάς ἐνεργείας καί τά θελήματα τῶν δύο φύσεων ἐγκατέστησε· παρ’ ὅ δή καί πείθει καί Σεργίῳ τῷ Κωνσταντινουπόλεως ἀναθέσθαι τά δεδογμένα· ἀλλά μήν καί Κῦρον ἐκεῖνον τόν Φάσιδος, πρός ἑαυτόν ἤδη μετακαλέσασθαι πειθέσθαι τέ φησι κἀκεῖνον, πῶς ἄρα χρή περί τούτου δοξάζειν· καί ὅπερ τούτοις εἴη δοκοῦν, τοῦτ’ εἶναι καί αὐτῷ συνδοκοῦν. Ἤδει γάρ ὁ δύστροπος, ἑκατέρους τῇ μιᾷ ἐνεργείᾳ, καί τῷ ἑνί στοιχοῦντας θελήματι. Ὡς δ’ Ἡράκλειος τόν μέν πρός ἑαυτόν μετάκλητον ἐποιήσατο, τόν Κῦρον, τῷ δέ πατριάρχῃ γράμμασι περί τῶν δεδογμένων ἐσήμανεν, εὗρε δ’ ἀμφοτέρους τό μονοθέλητον ἐπίσης περιθάλποντας δόγμα, συναινοῦντάς τε αὖ κἀκείνῳ τά ἴσα φρονεῖν ἀπεπιδοιάστως· τότε δή ὅλος τῆς ἐναντίας γίνεται μοίρας, καί τοῦ ἀθελήτου μᾶλλον εἰπεῖν, ἤ μονοθελήτου, θελήματος.

Θ´. Καί δή κατά τάχος καί τῷ προέδρῳ τῆςῬώμης ἀνατίθησι τά δογματισθέντα· ὥσπερ ἀδικεῖν νομίζων, εἰ μή καί τούς ἀπανταχοῦ γῆς, τῆς οἰκείας ἀναπλήσειε ζύμης, καί τῆς λοιμώδους μεταδοίη αἱρέσεως. Ἀλλ’ ὁ θεῖος οὗτος ἀνήρ, ἀπάτην νομίσας τά παρ’ ἐκείνου σαφῆ· καί τῆς φαύλης προσοχθίσας κακοδοξίας, οὐ μόνον ἀντιγράφοις καί δυναταῖς ἀντιῤῥήσεσι διελέγχει καί ἀνατρέπει τά προτεινόμενα· ἀλλά καί ἀναθέματι περιβάλλει τούς ἐκεῖνα κρατοῦντας καί περιέποντας. Ἀλλ’ οὐδέν Ἡράκλειον ὥνησεν, ἅτε μή ἐπιπόλαιον, ἀλλά κατά βάθος τήν κακίαν εἰσδεδεγμένον· ὅς σπεύδει μετά μικρόν, καί τήν Ἀλεξάνδρειαν τούτου δή τοῦ μύσους ἐμπλῆσαι, Κῦρον τόν σύμφρονα στείλας ταύτῃ ἐπίσκοπον, ὡς ἄν εἴη καί αὐτή Ἀλεξάνδρεια συμφρονοῦσα τά ἴσα καί διολυμένη. Ἀμέλει καί Κῦρος Θεοδώρῳ τῷ τῆς Φαράν ἐπισκόπῳ πρός λόγους ἐλθών, σφόδρα αὐτῷ τοῖς Μονοθελήταις συνομαρτοῦντι, ποιεῖται ἤδη σύν τούτῳ τήν οὕτω καλουμένην ὑδροβαφῆ ἕνωσιν· οἶμαι δέ τοῦτο σημαίνειν, τήν ἐξίτηλον καί ὑδαρώδη βαφήν, καί οἷον πεφυρμένην καί ἀδιάγνωστον, καί μηδ’ ὁποτέραν τῶν χροιῶν καθαρῶς διασώζουσαν· ἵν’ ἐξῇ πάντως καί τούτοις, ὁπότερως ἄν βούλοιντο, φύρειν καί συγχεῖν καί ἀνακιρνᾷν τήν δογματιζομένην ἐνέργειαν· καί μήθ’ ἁπλῆν ταύτην, μήτε διπλῆν, μήτ’ οὐδετέραν, ὅ καί ἀληθές εἰπεῖν, οἵαν τε οὖσαν ἤ νοεῖσθαι ἤ ὀνομάζεσθαι.

Ι´. Ἀλλ’ οὗτοι μέν, ὡς αὐτοί γε ἔδοξαν καί τούς ἠπατημένους ἔπεισαν, τήν μίαν ἐνέργειαν καί τό ἕν φυσικόν ἐπικυρώσαντες θέλημα, λαβήν καί τοῖς Ἰακωβίταις καί τοῖς ἀπό Θεοδοσίου δεδώκασι, τῆς ἡμετέρας καταυχᾶσθαι πίστεως, καί ἐν γέλωτι καί τωθασμῷ τήν ἐν Χαλκηδόνι τίθεσθαι σύνοδον· οἵ καί κακούργῳ προὔφερον γνώμῃ, ὡς καί αὐτή Χαλκηδών τοῖς ἑαυτῶν ὤφθη συνεπομένη, καί τῆς μιᾶς ἐξεχομένη φύσεως· καί τοῦτο δῆλον ἐξ ὧν καί τήν μίαν πρεσβεύει ἐνέργειαν· ὅπερ οὐκ ἄν ἄλλως, ὥς φασι, κατεπράξατο, εἰ μή τόν ἀληθῆ λόγον ἐδυσωπήθη, καί τήν κατάληψιν ἔσχειν ἐντελεστέραν.

ΙΑ´. Ἐπεί δέ τό κατ’ ἐκεῖνο καιροῦ, Σωφρόνιος τόν ἐν Ἱεροσολύμοις θρόνον ἐνεχειρίσθη, ἀνήρ εὐσεβείᾳ διαλάμπων καί ἀρετῇ· συναθροίζονται περί τοῦτον ὅσον ἀρχιερατικόν καί ὀρθόδοξον, διαβάλλον μέν σύν αὐτῷ καί ἀναθέματι περιβάλλον τούς μίαν ἐπί τοῦ Χριστοῦ φυσικήν ἐνέργειαν καί ἕν δοξάζοντας θέλημα· εὐφημοῦν δέ καί ἀνακηρύττον τούς πρός ταῖς δύο φύσεσι καί τάς διττάς ἐνεργείας μετά τῶν ἴσων θελημάτων ὁμολογοῦντας καί περιέποντας. Βουλόμενος ὁ ἱερός οὗτος ἀνήρ καί μειζόνως διατρανῶσαι τά ἐκτεθέντα, δηλοῖ ἀνά μέρος περί αὐτῶν καί Ἰωάννῃ τῷῬώμης (οὕτω γάρ ἐκαλεῖτο ἐκεῖνος), καί Σεργίῳ τῷ Κωνσταντινουπόλεως, ἀλλά μήν καί Κύρῳ τῷ Ἀλεξανδρείας· τούς μέν, κακίζων καί πολλά φαυλίζων τοῦ δόγματος· τόν δ&rsqu ;, ὡς εἰκός, ἐπαινῶν, τόν Ἰωάννην, καί μυρίοις καταστέφων τοῖς ἐγκωμίοις.

ΙΒ´. Ἅ δή ὁ βασιλεύς ἐνωτισθείς Ἡράκλειος, εἰς δέος ἐμπίπτει καί ἀγωνίαν· ποικιλλόμενος πρός ἑαυτόν καί μετατρεπόμεος, καί οὐκ ἔχων πρός ὅ ἄρα τό καινοτομηθέν διαμείψαιτο δόγμα· τό ὑπόγυον τάχα τῆς μεταβολῆς αἰσχυνόμενος, καί τήν ἀθρόαν πρός τά ἐνάντια μετάθεσιν. Ἀμέλει καί ἀποῤῥήγνυται ἀμφοτέρων, τάς τε δύο φημί καί τήν μίαν πρεσβευόντων ἐνέργειαν· τοῦτο καί τοῦ στυγητοῦ πρός ἐκεῖνον ὑποθεμένου Σεργίου, οἷα εὔκολον εἰδότος περί ἅπαντα καί εὐάγωγον· ἄλλως τε καί ὀῤῥωδήσαντος μή τέλεον ἴδοι τοῦτον τῆς αὐτῶν ἀποσπώμενον συμμορίας, καί διά τοῦτο συγχωρήσαντος τρόπῳ σκαιοτέρῳ πρᾶξαι τόν βασιλέα τά κατά βούλησιν. Ἔνθεν τοι καί ὡς ἑρμαίῳ τῷ γενομένῳ ἡδόμενος Ἡράκλειος, καί ἐγγράφοις τύποις καί τῷ λεγομένῶ ἰδίκτῳ τό ἄτοπον βεβαιοῖ· ὅπερ οἱ τά Σευήρου φρονοῦντες, γράμμασιν οὕτω σεσημασμένον ἑωρακότες, οὐ μόνον οἴκοι καί καθ’ ἑαυτούς, ἀλλά καί ἐπί καπηλείων καί βαλανείων, σκώμμασιν ἔβαλλον, ἀθύρῳ ταῦτα φθεγγόμενοι στόματι, ὅτι Πρώην μέν τά Νεστορίου φρονοῦντες οἱ Χαλκηδονῖται (ἡμᾶς οὕτω λέγοντες, κἄν τά παρ’ ἐκείνων ἦμεν ἠθετηκότες), ἀνένηψάν τε καί τοῦ κακῶς φρονεῖν ἀπέσχοντο, ἑνωθέντες ἡμῖν διά τῆς μιᾶς ἐνεργείας εἰς τήν μίαν τοῦ Χριστοῦ φύσιν· νῦν δέ καταγνόντες τοῦ καλῶς ἔχοντος, ἀπώλεσαν ἀμφότερα, μήτε δύο, μήτε μίαν ἐν τῷ Χριστῷ φύσιν ὁμολογοῦντες. Ἦν οὖν τότε ἰδεῖν σύγχυσιν ἐν ταῖς Ἐκκλησίαις καί ταραχήν, ὅτι καί ποιμένες καί λαοί ἠφρονεύσαντο, καί ἄρχοντες καί ἀρχόμενοι· μή ὄντος τοῦ συνιέντος, μηδέ τοῦ ἐκζητοῦντος τόν Κύριον. Τίς γάρ ἄν τούς πολλούς ἔπεισε τά βέλτιω ἑλέσθαι, οὕτω τῶν προεστώτων διακειμένων, καί βασιλέων καί ἀρχιερέων, ἀντ’ ἄλλων τινῶν διαταγμάτων καί νόμων, τήν ἀσέβειαν θεσπιζόντων, καί ὑποκύπτειν πάντας ἀναγκαζόντων, καί τόν ἄτμητον τῆς Ἐκκλησίας χιτῶνα εἰς πολλάς μοίρας τεμνόντων, καί ἐφήδεσθαι διδόντων τοῖς τά ἡμέτερα μωμοσκοποῦσι καί δαβάλλουσιν;

ΙΓ´. Ἀλλά γάρ οὐ πολύ τό ἐν μέσῳ, καί Σέργιος ὁ τῆς κακοδοξίας σπορεύς, ἡ πολυκέφαλος ὕδρα, τόν τῇδε βίον διέξεισιν, ὅλον ἑαυτῷ τόν τῆς δίκης τρυγίαν ἐκεῖσε ταμιευσάμενος· Πύῤῥον δέ τῷ ἐκείνου θρόνῳ Ἡράκλειος ἐγκαθίστησι, τῆς ἐναντίας ὄντα καί τοῦτον καί μοίρας καί δόξης, καί τά ἴσα τῷ ἀπελθόντι πρεσβεύοντα. Ἐπεί δέ καί αὐτός Ἡράκλειος μετ’ ὀλίγον τόν βίον διέστρεψε, Κωνσταντῖνος ὁ τούτου υἱός ἐπί τῶν σκήπτρων καθίσταται· ὅν καί Πύῤῥος κατά σκειότητα τρόπων, σύν ἅμα καί Μαρτίνῃ ἐκείνῃ γυναικί φαύλῃ καί πρᾶξαι τό κακόν ἐπικαιροτάτῃ, φαρμάκῳ ἀνελών, παρά δόξαν τόν ἐκείνης υἱόν Ἡρακλωνᾶν οὕτω προσονομαζόμενον, πρός τήν βασιλείαν ἀντιμεθίστησι· καλά γε ὁ ἀρχιερεύς δρῶν, καί τῆς αὐτοῦ πραότητος ἄξια. Ἀλλά τόν Ἡρακλωνᾶν ἡ σύγκλητος μυσαχθεῖσα, θᾶττον μετακινεῖ τῆς ἀρχῆς, ἐν ταυτῷ καί τόν δυσσεβῆ Πύῤῥον, σύν τῇ ὁμοτρόπῳ Μαρτίνῃ τῆς βασιλίδος ἀπελασάμενοι· καί τέως ὁ γεννάδας ταύτην τίνει τήν δίκην, θρόνου τε καί πόλεως ἐξωσθείς, ἀνθ’ οὗ τόν ἄδικον φόνον ἐσκαιωρήσατο. Βασιλεύει δέ τότε Κώνστας, ὁ τοῦ ἀναιρεθέντος Κωνσταντίνου υἱός· προχειρισάμενος οὗτος καί Παῦλον τῆς Βυζαντίδος ἐπίσκοπον, ὑποθάλποντας δή καί αὐτούς (ὑποθάλποντα καί αὐτόν) τό ἀλόγιστον ἐκεῖνο δόγμα καί μονοθέλητον. Ἀλλά γάρ ἐπανιτέον ἡμῖν πάλιν πρός τά τοῦ θείου Μαξίμου, ὅν καί ὁ λόγος ἡμῖν ὑπόθεσιν ἐνεστήσατο, εἰ καί περί ἄλλα τήν διήγησιν ἔτρεψεν, ὧν δή καί αὐτῶν ὡς ἀναγκαίων μνησθῆναι ἐν ἀρχῇ καθυπέσχετο.

ΙΔ´. Ὡς οὖν τῇῬώμῃ φοιτῆσαι διά τήν ἐπιπολάσασαν τῆ Κωνσταντινουπόλει κακοδοξίαν, ὁ ἱερός οὗτος ἀνήρ εἵλετο, καθά μοι καί ἀνωτέρω δεδήλωται, πρῶτα μέν τοῖς ἐν Ἀφρικῇ ἐπισκόποις συγγίνεται κατά πάροδον· οἷς καί λόγους προθείς τούς οἰκείου, καί γλῶσσαν τήν τά θεῖα πελαγίζουσαν ἐπαφείς, βεβαιοτέρους τε περί τήν πίστιν καθίστα, καί ὅπως ἄν ἔχοιεν τάς τῶν ἐναντίων διαδιδράσκειν λαβάς, καλόγους αὐτῶν τούς σοφιστικούς ὑπεκβαίνειν, ἐδίδασκε μάλα καί ὑπετίθει. Ἤδει γάρ ὁ εὐσύνετος, ὅτι πολλῆς ἡμῖν δεῖ τῆς ἐμπειρίας καί τῆς διαλέξεως, εἴγε μέλλοιμεν βάλλειν τούς ἀντιτεταγμένους, καί πᾶν αὐτῶν καθαιρεῖν ὕψωμα, κατά τῆς ἀληθοῦς ἐπαιρόμενον γνώσεως. Διά τοῦτο παντί τρόπῳ ἐκείνους παρέθηγε· συνεκρότει, λόγοις ἤλειφε πρός ἀνδρείαν,γενναιοτέρου ἐνεπίπλα φρονήματος. Εἰ γάρ καί τῷ θρόνῳ ὑπερεῖχον, ἀλλά τήν γε σοφίαν καί σύνεσιν, ἐλλάτους ἦσαν καί ἀποδέοντες· ἵνα μή τήν ἄλλην ἀρετήν λέγω, καί τήν ἐν ἅπασι τοῦ ἀνδρός εὔκλειαν. Ὅθεν καί λόγοις τε ἦσαν τοῖς ἐκείνου ὑπείκοντες, καί παραινέσεσιν ἄλλαις καί συβουλαῖς οὕτω πολύ ὠφέλιμον ἐχούσαις, ἀναντιῤῥήτως πειθόμενοι.Ἑώρων γάρ ἐν τῷ ἀνδρί βίον μέν ἀνῳκισμένον καί ὑπερφυῆ, λόγον δέ ἄφθονον καί πολύν, καί οὐ κατά τινας ψεκάδας, ἀλλά κατά ποταμούς ῥέοντα· σύνεσιν δέ καί τήν ἄλλην κατάστασιν ἐν ψυχῇ, οὐδενί οὐδ’ ὅλως παρισουμένην. Δι’ ἅ πάντα, οὐχ ὅσον ἐν ἱερεῦσι καί ἐπισκόποις, ἀλλά καί ὅσοι τοῦ λαοῦ καί ὅσοι τοῦ πλήθους προτεταγμένοι, ἐκείνου τε ἦσαν ὅλοι δι’ ὅλων ἐξηρτημένοι, καί αὐτοῦ οἷα μαγνήτιδος ἐκκρεμάμενοι· ταυτόν πεπονθότες πρός τόν μακάριον, ὅ φασι πρός τήν λίθον ἐκείνην τά σιδήρια· ἤ καί ὅ πρός τάς μυθευομένας Σειρῆνας, οἱ τούτων τοῖς μέλεσιν ἐνισχημένοι. Ἐπεί δ’ οὗτοι ἐπύθοντο τηνικαῦτα συνέλευσιν ἐπισκόπων τόνῬώμης ἀθροίσαντα, ὡς ἄν κοινῇ σύν αὐτοῖς τό ἔκτοπον δόγμα ἀραῖς ὑποβάλῃ καί ἀναθέματι τοῦτο δή καί αὐτοί προτροπῇ καί εἰσηγήσει τοῦ θείου Μαξίμου πρᾶξαι προήχθησαν· οὐκ Ἀφρική μόνον καί ὅσον περί ταύτην, ἀλλά καί εἴ τινες ἐν ἄλλαις ταῖς ἐκεῖ νήσοις, πρός τό ἔργον ἐπαχθέντες, καί σπουδῇ τό καλόν δράσαντες· ὅτι δή καί ἅπαντες οὗτοι, ἐκεῖνον εἶχον καί διδάσκαλον καί καθηγητήν, καί τῶν πραττομένων συλλήπτορα.

ΙΕ´. Χρόνος τό ἀπ’ ἐκείνου διῄει οὐχί συχνός, καί Ἰωάννης ὁ τῆςῬώμης πρόεδρος πρός κύριον ἐκδημεῖ· ἄνεισι δέ πρός τόν ἐκείνου θρόνον Θεόδωρος, οὐχ ἧττον τῆς προεδρείας, ἤ τῆς ὀρθοδοξίας διάδοχος. Ἐν τοσούτῳ δέ καί Πύῤῥος, οἷα τῆς βασιλίδος ἀπελαθείς, καταλαμβάνει τήν Ἀφρικήν, καί τῷ θείῳ Μαξίμῳ συγγίνεται, λόγους τούς οἰκείους αὐτῷ προβαλλλόμενος, καί τούς παρ’ ἐκείνου δεχόμενος· ὧν καί ἀμφοτέρων πρός πεύσεις καί ἀντιῤῥήσεις ἰόντων, πῶς ἄν ἐπί τοῦ παρόντος ἀξίως, ἤ τήν τοῦ ἁγίου μετά τοῦ πιθανοῦ καί τῆς ἀληθείας ἐν ἐκάστῶ προβλήματι παραστήσαιμι λύσιν, ἤ τήν τοῦ Πύῤῥου πρός ἕκαστον τῶν λεγομένων ἧτταν καί συγκατάθεσιν; Ὁ μέν γάρ, ὥς τι τῶν ἀμάχων καί δυσεκλύτων, ἕν εἶναι τῷ ἑνί Χριστῷ προὐβάλλετο καί τό θέλημα, καί οὐκ ἄν φησιν ἄλλως ἔχειν τήν ἐπ’ ἀληθείας κατάληψιν· ὁ δέ, καί ἕνα τοῦτον καθ’ ὑπόστασιν ἐνθυπέφερεν· ἀλλά γε καί τό διπλοῦν διῄρει τῶν φύσεων, αἷς συνδιῃρεῖτο καί τά θελήματα καί τοῦσο ἰσχυρῶς ἄγαν καί ἀναντιῤῥήτως ἐδείκνυ. Καί ὁ μέν αὖθις τοῖς θελήμασι καί τούς θέλοντας συνῆγεν, ἀτόπῳ συνδέων τό ἄτοπον· ὁ δ’ ὅσιος, τοῦτο μέν ὡς ἐκτόπως παράλογον ἀπέτρεπεν ἐκ τοῦ ἀκολούθου καί ἤλεγχεν. "Εἰ γάρ δοθῇ, φησί, τοῖς θελήμασι συνεισάγεσθαι καί τούς θέλοντας (αὐτοῖς γάρ τοῖς τῆς μακαρίας γλώσσης χρήσομαι λόγοις), πάντως καί τοῖς θέλουσι τά θελήματα κατά τήν εὔλογον ἀντιστροφήν συνεισαχθήσεται· καί εὑρεθήσεται, καθ’ ὑμᾶς, τῆς ὑπερουσίου καί ὑπεραγάθου καί ἀρχικωτάτης θεότητος, διά μέν τό ἕν αὐτῆς θέλημα, μία καί ὑπόστασις, κατά Σεβέλλιον· διά δέ τά τρία πρόσωπα, τρία καί τά θελήματα· καί διά τοῦτο τρεῖς φύσεις, κατά Ἄρειον· εἴπερ, κατά τούς πατρικούς ὅρους καί κανόνας, ἡ διαφορά τῶν θελημάτων, καί φύσεων εἰσάγει διαφοράν."

Ιστ´. Καί τί ἄν τά καθ’ ἕκαστα λέγοιμι τῶν τότε ῥηθέντων; ἅ καί ὑπόθεσιν ὅλην ἐνστησάμενος, μόλις ἄν δυνηθείην πᾶσιν εἰς τέλος ἐπεξελθεῖν· οὕτω μακρᾶς οὔσης καί ποικίλης καί περινενοημένης, τῆς τούτων ἐπεξηγήσεως. Οὐκοῦν ἔξεστιν, ἐκεῖνο αὐτό τό πονηθέν σύνταγμα τῷ ἁγίῳ διεξελθοῦσιν, ἐκ τοῦδε καταμαθεῖν ἀκριβέστερον, καί τοῦ ἁγίου τήν μετά συνέσεως καί λογισμῶν ἐπικαιροτάτων πεῦσιν ἐν ἅπασι καί ἀπόκρισιν, καί τοῦ Πύῤῥου τόν ἐν προτάσεσιν ἀσυνάρτητον καί μαχόμενον, ἤ μᾶλλον ἀσυλλόγιστον εἰπεῖν καί ἀνότητον· ὅς καί τοῖς ὅλοις ἀπειρηκώς, βοῦν ἐπί γλώσσης, ὅ φασι, τίθεται, καί τοῦ οἰκείου λόγου καταγινώσκει ἀσθένειαν· ὅν καίτοι εἰς πολλά μορφώσας καί ποικίλας, καί πανταχόθεν ἑλίξας, οὐκ ἔσχεν ὅμως πρός τι τῶν κατά βούλησιν αὐτῷ συναιρόμενον. Ἀμέλει καί συγγνώμην ἐφ’ οἶς ἔδρασεν ἐξαιτεῖται, δόγμα παρευθύς τό οἰκεῖον καί μονοθέλητον, ἐγγράφως ἐξομοσάμενος, δούς καί τῷῬώμης λιβέλλους· καί ὑπ’ αὐτοῦ πῶς ἄν εἴποις δεχθείς ἀσμενέστατα. Ἀλλ’ ὁ ἄφρων καί ἰσχυρῶς ἀνόητος, ὥσπερ οὐδενός ἐπ’ αὐτόν καινοῦ γεγονότος, ἐνῬαβέννῃ κύων ἐπί τόν ἴδιον ἀνέτρεχεν ἔμετον. Ὅσπερ καί εἰς ὦτα τῷ θείῳ Μαξίμῳ πεσόν, καί αὐτῷ τῷ εἰρημένῳ προέδρῳ, κοινῇ συνελεύσει τήν κατ’ αὐτοῦ ψῆφον ἐκφέρουσιν, ὥς τι μέλος σεσηπός καί συνόλως ἀνίατον, τέλεον ἐκκόψαντες τόν ἄθλιον καί ἀποβαλλόμενοι. Ὁ δέ, καί οὕτω παθών, οὐδ’ οὕτως ἔληγεν ἀναιδείας, οὐδέ τοῦ μεῖζον κατωφρυῶσθαι· ἀλλ’ ὁρμῇ αὐθαδεστέρᾳ, τῷ ἐν Κωνσταντινουπόλει καί αὖθις θρόνῳ ἐπιπηδᾷ, καί ἆθλον ἀσεβείας, τήν ἀρχιερωσύνην λαμβάνει δεύτερον.

ΙΖ´. Ἐπεί δέ καί τόν αἴτιον, ὅστις ἐστίν, οὐκ ἠγνόει(καί πῶς γάρ ἄν οὕτω λάμποντα πᾶσι καί ἐν ὑπαίθρῳ τόν λόγον πυρσεύοντα;), σπουδῇ τόν ὅσιον εἰσαχθῆναι προστάττει πρός τά βασίλεια· οἰόμενος ὡς εἰ τούτου κρατήσοι, καί πάντων τῶν ἄλλων ἔσται κρατῶν. Σύν αὐτῷ δέ καί τόν τούτου μαθητήν Ἀναστάσιον, μεθ’ ἅμα τοῦ ὁμωνύμου τούτου καί ὁμότροπου, ὅς καί ἀποκρισιάριος τῆς κατάῬώμην Ἐκκλησίας ἐλέγετο· οὐ μήν ἀλλά καί Μαρτῖνον τόν θειότατον σύν ἐπισκόποις τῶν ἑσπερίων πλείοσι, θᾶττον ἐν Βυζαντίδι παρίστησι· τούτοις, οἷα εἰκός, διά τό τῆς γνώμης ἀντίξοον ἐμπικραινόμενος. Ἀλλά τά μέν κατά τόν ἱεράρχην Μαρτῖνον, καί ὅσα πρός τοῦτον πεπαρῳνήκει ὁ δυσσεβής, μυρίαις αὐτόν πλύνας ταῖς ὕβρεσι καί αἰκίαις, ὤ χειρῶν ἀνοσίων! τόν ἀθῶον τιμωρησάμενος, καί τό τελευταῖον ὑπερορίᾳ μακροτάτῃ καταδικάσας (Χερσών δ’ ἦν αὐτῷ ὁ τῆς ὑπερορίας τόπος), τά ἴσα δηλαδή καί τοῖς αὐτοῦ δράσας ἐπισκόποις· ἀλλά ταῦτα μέν οὐ σχολή τέως ἐμοί καθά ἐπράχθη διεξελθεῖν, πρός τά τοῦ θείου Μαξίμου ἐπειγομένῳ· πολλοί δέ ἴσως ἐκεῖνα, οἱ μέν ἤδη ἐροῦσιν, οἱ δέ καί εἰρήκασιν, οἶμαι, τόν ἄνδρα τιμῶντες, καί τούτου τήν πολιτείαν σεμνύνοντες· ἡμῖν δ’ ὡς ὁ λόγος ἔχει, τά τοῦ σκοποῦ διίτω.

ΙΗ´. Ὡς οὖν λοιπόν ὁ ἱερός οὗτος ἀνήρ χερσίν ἦν φονώντων συνειλημμένος, καί πρός αὐτόν ἦσαν ἅπαντες ἐνορῶντες· ἴδωμεν ποίοις πρῶτον αὐτόν δεξιοῦνται τοῖς ἀπαντήμασι, καί ποταπῇ κρίσει τά κατ’ αὐτόν οἱ καλοί οὗτοι διεξάγουσι θεσμοθέται. Ἅμα γάρ τῷ προσοκεῖλαι τῇ Βυζαντίδι διά πλοίου ἤδη ἀναχθέντα, ἤκουσι πρός αὐτόν οἱ παρά βασιλέως ἀποσταλέντες, ἄνδρες ἀπό μόνης τῆς ὄψεως πολλήν ἐν τῇ ψυχῇ τήν πικρίαν ἐμφαίνοντες· οἵ καί ἀναίδην τοῦ ὁσίου λαβόμενοι, ἀνυποδήτου καί δίχα ὄντος περικαλύμματος, εἷλκον βίᾳ τήν ὁδόν καί ἀπῆγον, συνεπομένου καί τοῦ μαθητοῦ, καί τοῖς δρωμένοις ἐπιστενάζοντος· ὅν δή καί ἀπαγαγόντες, πρός τι καθεῖρξαν ζοφῶδες δωμάτιον, μηδ’ αὐτό μόνον, τῆς τοῦ μαθητοῦ μεταδόντες αὐτῷ συνοικήσεως. Καί δή καί ἡμερῶν διαγενομένων, ἄγουσι τόν δίκαιον ἐν τῷ παλατίῳ τῆς συγκλήτου ἁπάσης προκαθημένης, καί φόνιόν τι καί μανικόν πρός αὐτόν ἀποβλεπομένης· καί τέως μεν τῷ Σακελλαρίῳ, πρώτῳ τήν ἀξίαν τυγχάνοντι, τήν κατ’ αὐτοῦ ἐπιτρέπουσι δίκην· ἀνδρί δεινῷ μέν εἰπεῖν· δεινῷ δέ λόγους συμπλάσαι· κακουργῆσαι δι’ ἀλήθειαν, πάντων οὐχ ἥκιστα δεινοτέρῳ. Ὅς, τί μέν κακίας ἐνέλιπε; τί δέ πονηρίας οὐκ εἴργαστο; μή γῆρας αὐτοῦ τό τίμιον αἰδεσθείς (περί γάρ τά ὀγδοήκοντά που τότε ἐτύγχανεν ἔτη μικροῦ δέοντος), μή τήν ἐπανθοῦσαν τῷ προσώπῳ χάριν, μή τό ἐν ἤθει κόσμιον, καί τήν ἄλλην εὐπρεπῆ, καί σεμνοτάτην κατάστασιν· καί ταῦτ’ ἔχων ὁ ἀδικώτατος, δίκαιον μέν οὐδέν οὐδ’ εὔλογον ἐφ’ οἷς ἔπραττεν ἐγκαλεῖν, μόνην δ’ ὡς εἰπεῖν, τήν οἰκείαν ἐμφαίνων σκαιότητα, καί τό ἰταμόν τοῦ τρόπου καί μοχθηρότατον· ὅς, εἰ καί τά τηλικαῦτα ὤφθη ἀναιδευόμενος, ὅμως γοῦν μάτην ἐφάνη πάντα κυκῶν· δύσνους μόνον ἐξελεγχθείς, καί τήν πονηρίαν διασημότατος. Ἀλλά γάρ τά καθ’ ἕκαστα τῶν τότε ῥηθέντων καί πραχθέντων, καί οἵας τάς συκοφαντίας τῷ ἀναιτίῳ προσῆψαν οἱ τῷ ψεύδει οἰόμενοι σκεπασθήσεσθαι, αὐτός ὁ καλός τοῦ ὁσίου μαθητής ἐπί μέρους διέξεισιν, ἐν ἰδίῳ ἐκθέμενος ὑπομνήματι· παρ’ οὗ καί τῷ βουλομένῳ ἐξέσται πάντα διιέναι πρός ῥῆμα, καί ἀναμαθεῖν ἀκριβέστερον. Πλήν οὐκ ἀπό σκοποῦ καί ἡμῖν βραχέα ἀπ’ ἐκείνων ἐρεῖν, καί τῷ παρόντι ἐνθεῖναι λόγῳ, ὡς ἄν μή ὦμεν παντελῶς τῶν τοιούτων μηδενός μεμνημένοι· καί ταῦτα μέλλοντες, οὐ κατά διήγησιν, ἀλλά κατ’ ἐπιδρομήν, ὡς ἄν εἴποι τις, περί τῶν πεπραγμένων διεξελθεῖν.

ΙΘ´. Ὡς οὖν ὁ δυσώνυμος ἐκεῖνος Σακελλάριος εἰς ὄψιν τόν ἅγιον παρεστήσατο, λόγοις αὐτόν τραχυτέροις καί ἀπειλαῖς εὐθύς προκατασείειν ἤρχετο· ἄδικον καί προδότην, καί τοῖς βασιλεῦσιν ἐχθρόν, καί τά πάτων ἀποκαλῶν αἴσχιστα.Ὡς δ’ ἐπύθετο οὗτος, ὅτου χάριν εἴη ταῦτα καταλέγων αὐτοῦ, καί τίς ἥν εἴργαστο προδοσίαν· τότ’ ἐκεῖνος συμπλάττει διαβολάς, ἅς ἐκεῖνον μόνον συμπλάσσειν εἰκός, παριστῶν ἐφ’ ὁμολογουμένῳ τῷ ψεύδει καί μάρτυρας. Καί δή κατεφλυάρει τοῦ ὁσίου, ὡς εἴη πόλεις μεγάλας προσεδωκώς, Ἀλεξάνδρειαν φημί καί Αἴγυπτον καί Πεντάπολιν, τῶν ἡμετέρων μέν, φησίν, ἀποσπάσας ὁρίων, τοῖς δέ Τῶν Σαρακηνῶν ἤδη προσθέμενος· ὧν καί τά μάλιστα εὔνουν αὐτόν ἐκάλει, καί οἰκειότατον.

Κ´. Ὡς δέ ταύτην αὐτοῦ τήν σκαιωρίαν λόγῳ ἀναντιῤῥήτῳ ὁ ἅγιος ἀπεκρούσατο, συκοφαντίαν σαφῆ καί οὐδέν ἄλλο οὖσαν δείξας (τί γάρ αὐτῷ καί τῇ ἁλώσει τῶν πόλεων, αἷς μᾶλλον τά λυσιτελῆ ἐβούλετο;)· ἑτέραν ὁ ἀναιδής ἐτράπετο, ὀνείρους τινάς πλάττων καί σκιάς καί φαντάσματα· ἐν οἷς καί φωνῶν ἀπηχήσεις μειζόνων τε καί ἐλαττόνων, καί βασιλέων προσηγορίας, καί τῷ τῆς Ἑσπέρας μᾶλλον, ἤ τῷ τῆς Ἑῴας, τήν τρανοτέραν φωνήν ἐπαφιεμένην ἀπήχησιν· κατηγόρους κἀνταῦθα, καί συκοφάντας ἐμφανίζων καί προβαλλόμενος. Ἐφ’ ᾧ καί μᾶλλον ὁ ὅσιος ἐπιστενάξας, "Εὐχαριστῶ τῷ Θεῷ μου, εἶπεν, ὅτι εἰς χεῖρας ὑμῶν παραδέδομαι, καί τοιούτοις αἰτιάμασι βάλλομαι· ὡς ἄν διά τῶν ἀκουσίων τουτωνί, τά ἑκουσίως μοι προστριβέντα ἀπαλιφῇ, καί κηλίδων τῶν ἐν τῷ βίῳ ἐμαυτόν ἀποσμήξαιμι. Πλήν ἵνα μικρόν καί πρός ταῦτα ἀπολογήσωμαι, οὔτε ὀνειροσκόπος ἐγώ, οὔτε ἐπιίστωρ ὀνείρων· ὅτι μηδέ σχολή ἐμοί τοῖς τοιούτοις καταφαντάζειν τόν νοῦν. Ἐπεί δ’ οὕτω μου κατηγορεῖν εἴλεσθε, ὡς καί μάρτυρας παριστᾷν· καί τούτους οὐ τούς εἰδότας, ἀλλά τούς παρά τῶν εἰδότων ἀκηκοότας, ὡς ἐκείνων, φατέ, ἀπολελοιπότων τόν βίον· διά τί μή ἀπ’ ἀρχῆς, καί ἔτι περιόντων τῶν πρώτων, τάς περί τῶν ὀνείρων ἀπῃτεῖτε εὐθύνας; Οὕτω γάρ ἄν αὐτοί τε ἦτε πραγμάτων ἀπηλλαγμένοι, κἀγώ ἄν εἰσεπραξάμην τήν δίκην ἐφ’ ὁμολογουμένοις τοῖς πράγμασιν. Ἀλλ’, ὡς ἔοικεν, οὔτε ἡ ἀλήθεια οὕτως ἔχει, οὔθ’ οἱ κατειπόντες ἡμῶν, τόν ἐτάζοντα καρδίαν ἐν ὀφθαλμοῖς ἔθεντο. Μή γάρ ἴδοιμι τοῦ ἐμοῦ Δεσπότου καί Κυρίου ἐπιφάνειαν, μηδέ Χριστιανός λογισθείην (οὐ γάρ ἄλλο τι ἔχω ἐμαυτῷ ἑπαράσασθαι), εἰ τόν συμπλασθέντα ὄνειρον,ἤ εἶδον ἐγώ ἤ ἀνετυπωσάμην, ἤ ἄλλοις ἐξηγησάμην, ὡς ἑρμαίῳ δῆθεν τῷ πράγματι ἐφηδόμενος."

ΚΑ´. Εἶτα καί τρίτην αὐτῷ ἐπάγουσι κατηγορίαν, ὡς τήν δευτέραν εἶδον ἐληλεγμένην· ἥν οὐδ’ ἐνθεῖναι τῷ λόγῳ δέον ᾠήθην, τῷ πρός τῷ ἀπιθάνῳ καί παιδιώδη εἶναι καί καταγέλαστον. Ἐπεί δ’ οὐδέ τετάρτων λόγων καί ψευδολογιῶν οἱ καλοί ἀπέσχοντο δικασταί, εἰσάγουσί τινα Γρηγόριον, εἰρηκέναι λέγοντα ἐνῬώμῃ τόν τοῦ ἁγίου μαθητήν, μή ὅσιον εἶναι μηδ’ εὔλογον, ἱερέα τόν βασιλέα καλεῖσθαι· ἅτε παρά τοῦ διδασκάλου τοῦτο μεμαθηκότα. Ἀλλ’ ὁ ἱερός ἀνήρ, οὐδέ πρός ταῦτα ἀπολογίας ἠπόρησεν, αὐτῷ κατά πρόσωπον Γρηγορίῳ ἀντικαταστάς, καί δείξας, ἄλλα μέν εἶναι τά τότε ὁμιληθέντα, ἄλλά δέ τά νῦν προβαλλόμενα. "Καί ὅτι, φησίν, ἐκείνῳ τήνῬώμην καταλαβόντι, περί ἑνώσεως ἦν ὁ λόγος, καί τοῦ τό δεδέχθαι τόν τύπον ἡμᾶς, δι’ οὗ τό θρυλλούμενον δόγμα ἐτυποῦτο καί ἐπεγράφετο. Πρός ἅ δηλαδή καί ἡμῖν οἵ τε λόγοι ἦσαν καί ἀπαντή, τά συνοίσοντα ἑαυτοῖς διεξιοῦσι, καί ἅ λυσιτελῆ ἐνομίζομεν. Διά τοῦτο γοῦν οὔτε ἐμά οἶδα τά νῦν προφερόμενα, οὔτε τοῦ ἐνδιαβαλλομένου μαθητοῦ· ᾧτινι οὐδέν ποτε τοιοῦτον ἐπί Θεῷ μάρτυρι ἐκοινολογησάμην. Πλήν τοῦτο μόνον σύνοιδα εἰρηκώς (οὐ τῷ μαθητῇ, ἀλλ’ αὐτῷ δήπου τῷ Γρηγορίῳ· ὅπερ οὐδ’ αὐτός παντελῶς ἀρνηθείη, εἰ μή καί ἑαυτόν τελείως ἀρνήσοιτο), ὅτι τό ὁρίζεσθαι περί δογμάτων καί ζητεῖν, ἱερέων μᾶλλον ἤ βασιλέων ἐστί. Ἐπεί καί τούτοις ἀνεῖται χρίειν, καί χειροθετεῖν, καί τόν ἄρτον προσφέρειν, καί θυσιαστηρίῳ παρίστασθαι, καί ὅσα ἄ λα θειότερα πράττειν καί μυστικώτερα. Ταῦτα καί τότε ἐφθεγξάμην, καί νῦν φθέγγομαι. Ἐπί τούτοις βουλόμενος ἤ ἀφιέτω, ἤ κατακρινέτω· οὐ γάρ ἄν ἀδικηθείη ἄνθρωπος παρά ἀνθρώπων, κἄν εἰ τά πάντων δεινότερα πείσοιτο."

ΚΒ´. Εἶτα μή ἔχοντές τι δρᾶσαι, οἱ τῷ ψεύδει τήν ἐλπίδα τιθέμενοι, ἐξάγουσι μέν τοῦ κριτηρίου τόν δίκαιον, τόν δέ τούτου μαθητήν εἰσάγουσιν Ἀναστάσιον· ὅν λόγοις καί ἀπειλαῖς ἐξεδειμάτουν, τοῦ διδασκάλου κατειπεῖν ἀναγκάζοντες· καί ὡς εἴη τόν Πύῤῥον λελυπηκώς, ὅτ’ εἰς λόγους αὐτῷ συνεγένετο, εἰπεῖν ἐκβιάζοντες· οὐκ οἶδα ἀνθ’ ὅτου τό τοιοῦτον οἱ ψευδολόγοι συσκευαζόμενοι. Ὡς δέ τἀναντία ἤ αὐτοί προσεδόκων εἰρήκει καί Ἀναστάσιος, καί ὅτι οὐδέν οὔμενουν οὐ μόνον τοῦτον λυπήσοι, ἀλλά καί τιμῇ τιμήσοι τῇ πάσῃ, καί οἷα εὔνουν δοκοῦντα φιλοφρονέστατα δεξιώσοιτο, πυγμαῖς αὐτόν καί κονδύλοις κατά κεφαλῆς καί παρειῶν αἰκίσαντες, καί ταύτην τῆς ἀληθείας εἴσπραξιν διδωκότες, φρουρᾷ καί αὖθις ἐγκλεισθῆναι προστάττουσιν.

ΚΓ´. Ἄγουσι δέ πάλιν πρός ἑαυτούς τόν ὅσιον, ὥσπερ οὐκ ἀρκούμενοι τοῖς προλαβοῦσι, καί πεῖραν ἄλλην τῷ ἀπειράστῳ προσάγουσιν. Ἡ δέ ἦν, ὡς εἴη στοιχῶν τοῖς τοῦ Ὡριγένους δόγμασι, καί τούτῳ ἐν ἅπασι συμφρονῶν. Ὡς δέ θᾶττον τήν σαθράν ταύτην καί εὐδιάλυτον κατηγορίαν διέλυσε, φάμενος παῤῥησίᾳ, ὡς εἴη Θεοῦ κεχωρισμένος καί τῆς τῶν Χριστιανῶν μοίρας, ὁ τά Ὠριγένους φρονῶν, καί λόγους αὐτοῦ τούς ληρρώδεις παραδεχόμενος· περί τοῦ Πύῤῥου ἐκ δευτέρου καί τῶν τότε λεχθέντων πυνθάνονται, προσωπεῖον ὑποδύντες χρηστότητος, ἤ εἰδότες, ἤ ἐπί καρδίαν θέμενοι. Εἶθ’ ἑξῆς, καί ὅτῳ τρόπῳ τῆς τοῦ πατριάρχου κοινωνίας ἀπέῤῥηξεν. Ἐφ’ οἷς καί ἄλλας ἐν τῷ μεταξύ πεύσεις καί ἐρωτήσεις προτεινάμενοι, καί τόν παρ’ αὐτοῖς προβαλλόμενον τύπον τιμᾶσθαι δέον ἰσχυρισάμενοι, οὕτω σφόδρα ὑπ’ ἐκείνου βδελυττόμενον καί ἀτιμαζόμενον· καί ἁπλῶς ὅσα τούτοις ἐδόκει ἄφυκτά τινα, καί ταῖς ἀπαντήσεσι δύσληπτα παρενθέμενοι, καί μήτε ἀπειλῶν τῶν κατ’ αὐτοῦ, μήτε ὕβρεων ἀποσχόμενοι· τέλος ὡς εἶδον ἑαυτούς ἡττωμένους ἐν ἅπασι, καί οἰκείοις, τό τοῦ λόγου, πίλοις [πτίλοις] ἁλισκομένους· τό συνέδριον λύσαντες, αὐτοί σπουδῇ πρός τόν βασιλέα εἰσῄεσαν, τήν τοῦ ἀνδρός ἔνστασιν, καί τό ἐν λόγοις ἀήττητον προσαγγέλοντες, καί ὅτι Μάξιμον οὐδείς ἄν πείσοι συνθέσθαι τοῖς ἡμετέροις, κἄν κολάζειν ἐπιχειροίη.

ΚΔ´. Χρόνος τό ἀπ’ ἐκείνου βραχύς, καί ἀφικνοῦνται πρός αὐτόν ἕτεροι, ἔμφρουρον ἤδη τυγχάνοντα· οἰόμενοι τάχα τῷ συχνά προσβάλλειν, καί λόγοις δεδίττειν μαλακωτέρῳ ἐντεύξεσθαι. Ἔφασκον δ’ οἱ ἀφιγμένοι πρός τοῦ πατριάρχου ἐστάλθαι· οἵ καί ταῦτα, ὡς εἶχον, προὔτειναν τῷ ἁγίῳ· "Ποίας εἶ, φασίν, ὦ οὗτος, Ἐκκλησίας;" αὐτοῖς γάρ τοῖς ἐκείνων χρήσομαι ῥήμασι·"Βυζαντίου,Ῥώμης, Ἀντιοχείας, Ἀλεξανδρείας, Ἱεροσολύμων; Ἰδού πᾶσαι μετά τῶν ὑπ’ αὐτάς ἐπαρχιῶν ἡνώθησαν. Εἰ τοίνυν εἶ τῆς Καθολικῆς καί αὐτός Ἐκκλησίας, ἑνώθητι, μήπως ξένην ὁδόν τῷ βίῳ καινοτομῶν, πάθῃς ἅπερ οὐ προσδοκᾷς." Πρός οὕς ὁ μακάριος πῶς ἄν εἴποις ἐπικαίρως καί συνετῶν ἀποκρίνεται· "Καθολικήν Ἐκκλησίαν, τήν ὀρθήν καί σωτήριον τῆς πίστεως ὁμολογίαν, ὁ Κύριος εἶναι εἰπών, ἐπί τούτῳ καί Πέτρον καλῶς ὁμολογήσαντα, ἐμακάρισεν· ἐφ’ ᾧ καί τήν τοιαύτην οἰκοδομήσειν Ἐκκλησίαν, ὁ τῶν ὅλων Θεός ἀπεφήνατο. Πλήν βούλομαι μαθεῖν τήν ὁμολογίαν, ἐφ’ ᾗ πᾶσα ἡ τῶνἘκκλησιῶν γέγονεν ἕνωσις· καί εἰ καλῶς τοῦτο γέγονεν, οὐδ’ αὐτός ἀλλοτριοῦμαι."

ΚΕ´. Πρός ὅν οἱ ἀπεσταλμένοι, "Κἄν οὐκ ἔχωμεν, εἶπον, περί τούτου κέλευσιν, ὅμως ἐροῦμεν, διά τό εἶναί σε παντελῶς ἀπροφάσιστον. Δύο λέγομεν ἐνεργείας διά τήν διαφοράν, καί μίαν διά τήν ἕνωσιν." Ὁ δέ φησι· "Τάς δύο, διά τήν ἕνωσιν μίαν φατέ γεγενῆσθαι, ἤ παρά ταύτας ἑτέραν; Οὔ, φασίν οὗτοι, ἀλλά τάς δύο μίαν διά τήν ἕνωσιν. Ἀπηλλάγημεν, ἔφη, πραγμάτων, ἑαυτοῖς ἀνυπόστατον πίστιν, καί Θεόν ἀνύπαρκτον πλάσαντες. Εἰ γάρ εἰς μίαν συγχέομεν τάς δύο διά τήν ἕνωσιν, καί πάλιν εἰς δύο διαιροῦμεν τήν μίαν διά τήν διαφοράν, οὐκ ἔσται μονάς οὔτε δυάς ἐνεργειῶν· ὑπ’ ἀλλήλων ἀναιρουμένων ἀεί, καί ποιουσῶν ἀνενέργητον, τόν ᾧ προσπεφύκασι, καί παντελῶς ἀνύπαρκτον. Τό γάρ μηδέ μίαν ἔχων ἐκ φύσεως ἀναφαίρετον, καί μηδενί λόγῳ τροπῆς ἀλλοιουμένην καί μεταπίπτουσαν κίνησιν, πάσης οὐσίας ἐστέρηται, κατά τούς Πατέρας· οὐκ ἔχον ἐνέργειαν οὐσιωδῶς αὐτό χαρακτηρίζουσαν. Τοῦτο τοίνυν λέγειν οὐ δύναμαι, οὐδέ ἐδιδάχθην ἐκ τῶν ἁγίων Πατέρων ὁμολογεῖν· δοκοῦν οὖν ὑμῖν οὖσιν ἐξουσιασταῖς, ποιήσατε."

Κστ´. Οἱ δέ μή ἔχοντες πρός ταῦτα ἀντειπεῖν, τό δόξαν τοῖς κρατοῦσι τούτῳ προσεπιφέρουσιν· ὡς εἴη, φάσκοντες αὐτόν ἀναθέματι μή πειθόμενοι ὑποβληθῆναι, καί θάνατον αὐτῷ τόν ὁρισθέντα προσαπενέγκασθαι.Ὁ δέ πράως οὕτω καί ταπεινῶς, "Τό τῷ Θεῷ, φησίν, ὁρισθέν ἐπ’ ἐμοί, νῦν δέξοιτο πέρας, φέρον αὐτῷ δόξαν πρό παντός ἐγνωσμένην αἰῶνος." Ἀλλά τέως μέν ἀναβάλλονται τά ἐξενηνεγμένα· συμβούλιον δέ ποιησάμενοι βασιλεύς ἅμα καί πατριάρχης, οὐδέν ἧττον ἤ Πιλάτος καί Ἰουδαῖοι ἐπί τῷ ἐμῷ Ἰησοῦ, κατακρίνουσιν ἐξορίᾳ τόν δίκαιον· ἐπί τι πολίχνιον, Βυζύη οὕτω καλούμενον, θᾶττον ἀπαγόμενοι· ἐν ταυτῷ δέ καί τόν μαθητήν Ἀναστάσιον, εἴς τινα τόπον ἐκτόπως φαῦλον, καί τῆςῬωμαίων ἀρχῆς ἔσχατον, μόνον ἀπενεγκάμενοι (Πέρβερις οὕτω πως γλώσσῃ βαρβάρῳ ὁ τόπος ὠνόμασται)· τά ἴσα δηλαδή καί τῷ αὐτοῦ δράσαντες συνωνύμῳ, τῷ τῆςῬώμης ἀποκρισιαρίῳ φημί.

ΚΖ´. Καί δή ἡμερῶν συχνῶν διαγενομένων, πέμπουσιν ἐν ἐξορίᾳ πρός τόν ἅγιον Θεοδόσιον ἐκεῖνον τόν Καισαρείας ἐπίσκοπον, καί Παῦλον καί Θεοδόσιον ἕτερον, τήν τοῦ ὑπάτου ἀμφοτέρους περικειμένους ἀξίαν· οἵ καί αὐτοί, πολλούς μέν καί ποικίλους τῷ μακαρίῳ προὔτειναν λόγους· νῦν μέν κολακευόντες, νῦν δ’ ἀπειλοῦντες· νῦν δέ καί πρός τό πύθεσθαι διερωτῶντες. Ὧν καί τήν ἀνά μέρος ὑφήγησιν, τό ἐκτεθέν πρός τοῦ καλοῦ Ἀναστασίου, καθά μοι καί ἀνωτέρω εἴρηται, διεμφαίνει ὑπόμνημα. Οὐκ ἄκαιρον δέ ἴσως καί ἡμῖν ὀλίγα καί ἀπό τούτων ἐρεῖν, ποιουμένοις κἀνταῦθα κατ’ ἐπιδρομήν τήν διήγησιν. Οὕτω γάρ ἄν μᾶλλον, τό ἐν πᾶσιν ἀνάλωτον τοῦ ἀνδρός καταμάθοιμεν, ὅτι καί πολλῶν ὄντων τῶν τινασσόντων, καί διασαλεύειν πολυτρόπως ἐπιχειρούντων, αὐτός οὐδέν ἧττον ἀκλινής ἔμενε, στεῤῥός ὅλος καί τό φρόνημα ἄτρεπτος.

ΚΗ´. Ἀλλά γάρ ἴδωμεν οἷα οἱ ῥηθέντες οὗτοι τῷ ἁγίῳ προσφέρουσι. Τά κατ’ αὐτόν ὅπως ἔχοι, πρῶτον διαπυνθάνονται· φιλικήν δῆθεν ταύτην, ἤ κολακικήν μᾶλλον εἰπεῖν, τήν πεῦσιν τούτῳ προσάγοντες. Ὡς δ’ ἔφη οὗτος· "Καθά προεγνωσμένον τε καί προωρισμένον ἐστί τῷ προνοητικῷ τοῦ Θεοῦ τό περί αὐτόν τῆς βιοτῆς πέρας, οὕτως δή καί ἔχοιμι·" αὖθις ἀντερωτῶσιν αὐτοί· "Τί τό προγνῶναι αὐτό, καί τί τό προωρίσθαι δηλοῖ, καί τί τό τῶν ἑκατέρων διάφορον." Τοῦ δέ φάντος, τό μέν, τῶν ἐν ἡμῖν εἶναι, ἐννοιῶν τέ φημι, καί λόγων, καί ἔργων, τό προγνῶναι· ἐξ ὧν αἱ ἀρεταί καί αἱ κακίαι ἡμῖν ἐπεισίασι· τό δέ, τῶν οὐκ ἐφ’ ἡμῖν, ἀλλά τῶν ἔξωθεν ἐπισυμβαινόντων ἀκουσίως, τό προωρίσθαι· ἐπιφορῶν τε δήπου παντοίων, καί ἄλλων κολαστικῶν τρόπων· καί ἁπλῶς περί ἑκάστου τούτων τοῦ θεοληπτικωτάτου διεξελθόντος· καί ποῖαι μέν τῶν θλίψεων, δι’ ἔκτισιν ἁμαρτιῶν, διελθόντος· ποῖαι δέ διά δοκιμασίαν, ἤ καί οἰκονομίαν δικαίως ἡμῖν, καί ὡς οὐκ ἄν εἴποι τις ἄλλως, συμφερόντως ἐπάγονται· ἐκεῖνοι τούτων τέως ἀφέμενοι, περί ᾧν ἥκοντες ἦσαν ἀντεπῆγον τούς λόγους· πρός κοινωνίαν αὐτόν, ἐκκαλούμενοι, καί ὧν ἔδρασαν, συγκατάθεσιν. Ὡς δέ οὗτος τήν γενομένην τῇ Ἐκκλησίᾳ ἀνθυπέφερε καινοτομίαν, καί τήν τῆς πίστεως σύγχυσιν· τηνικαῦτα καί ὁ Καισαρείας Θεοδόσιος πρός διάλεξιν αὐτῷ ἐπισυνίσταται, καί ὡς οὐδέν ἐναντίον παρά τούτοις πρεσβεύοιτο, οὐδ’ ἔκφυλον καί τοῦ ὀρθοῦ λόγου ἀλλότριον, μάλα ἐνστατικῶς προὔφερε· τήν ἐνέργειαν καί τό μονοθέλητον ἐκεῖνο θέλημα συγκροτῶν, καί ὑπερμαχόμενος.

ΚΘ´. Ἀλλά τήν ἐν τοῖς τοιούτοις ἀτοπίαν ὁ ὅσιος διελέγξας, καί ὡς εἰ μία ἐνέργεια, φησίν, δύο θείη ἐπί θεότητος λέγεσθαι καί ἀνθρωπότητος, συγχυθήσεται πάντως καί ὁ τῆς θεολογίας καί ὁ τῆς οἰκονομίας λόγος· καί τό ἄτοπον, τετράς ἔσται ἤ τριάς, τῷ ὁμοφυῆ τῷ Λόγῳ, γενέσθαι τήν σάρκα· εἴπερ, κατά τούς Πατέρας, " Ὧν οὐσία μία, μία ἔσται καί ἐνέργεια." Ἀλλά μήν καί τά γνωριστικά καί συστατικά τῆς τε θεότητος καί ἀνθρωπότητος ἀφαιρεθήσεται, ἤ καί εἰς τελείαν ἑκατέρα χωρήσει ἀνυπαρξίαν· τῷ μήτε μίαν, μήτε δύο τάς ἐνεργείας ἤ τάς θελήσεις, ἐξόν ἤ νοεῖσθαι ἤ λέγεσθαι κατά τούς ὑμετέρους τούτους λόγους, καί τήν καινήν δογματοποιίαν· καί πολλά ἕτερα τῷ λόγῳ προσθείς, ὥσπερ ἀπορήσας ὁ Θεοδόσιος, " Ἀλλά τό δι’ οἰκονομίαν, φησί, γεγενημένον οὐ δέον ὡς κύριον δόγμα λαμβάνειν, καθά καί νῦν ὁ παρ’ ἡμῶν προτεινόμενος τύπος, οἰκονομικῶς γεγένητο, ἀλλ’ οὐ δογματικῶς."Τοῦ δέ ὁσίου, "Οὔτ’ εὔλογον, οὔτε δίκαιον ταῖς τοιαύταις καινοτομίαις συμφέρεσθαι, ὑπειπόντος, καί ὡς ψευδοδιδασκάλων τό τοιοῦτον καί ἀπατεώνων, οἷς οὐδέ πείθεσθαι χρή, ἀλλ’ ἐκκλίνειν, ὡς ἐγχωροῦν, καί ἀποδιίστασθαι, ἵνα μή καί δόξωμεν κακόν τι τῆς τούτων συνουσίας παραπολαύειν·" ἐνεοί ὥσπερ ἐπί τοῖς λαληθεῖσιν οὗτοι γενόμενοι, σιγῶντες ἦσαν ἐφ’ ἱκανοῦ, καί τάς κεφαλάς κάτω κύπτοντες.

Λ´. Ἀλλά πάλιν ὁ Θεοδόσιος ἐφ’ ἑαυτοῦ γεγονώς, καί πεύσεις ἑτέρας κατά σχολήν συναγηοχώς, ἅς καί ὡσεί τινας ἀκροπόλεις ἀκαθαιρέτους ἑαυτῷ ᾤετο διαμένειν· ταύτας οὖν τάς ῥήσεις προτεθεικώς, καί παραδοχήν φωνῶν τινων ἁπλῶν· καί παραδέχεσθαι τόν Μάξιμον ταύτας ἰσχυρισάμενος· πρός δέ, καί ζητήσεις ἄλλας περί τε ὑποστατικῆς ἐνεργείας, καί φυσικῆς τινος καί σχετικῆς θελήσεως κεκινηκώς, ὧν καί ὁ λόγος μακροτέρας δεῖται, καί οὐ κατά τόν παρόντα λόγον, τῆς διηγήσεως· ἐπεί οὖν ἐκεῖνος μέν ταῦτα, ὁ δ’ ὅσιος, πᾶσαν τήν ἐν λόγοις αὐτοῦ καί λογισμοῖς προβολήν μάλα ῥᾳδίως ἔτυχεν ἀνατετραφώς· τέλος ἀποκαμών οὗτος, καί μή ἔχων τέως ἀντιφθέγξασθαί τι πρός τά παρόντα τρόπον ἕτερον πειρᾶται τόν ἅγιον ἐφελκύσαι· φιλικώτερον τούτῳ δήπου προσομιλῶν, καί ὡς βούλοιτο ἄν καί αὐτός, τά ἐν μέσῳ ἐξαιρεθῆναι σκῶλά τε καί προσκόμματα, καί τήν προτέραν εἰρήνην τῇ Ἐκκλησίᾳ ἀποδοθῆναι. Ὅπερ οὐκ ἄν, φησί, γένοιτο ἄλλως, εἰ μή καί πρός τούς ἐνῬώμῃ ἀφικοίμεθα ἤδη, καί ἐπί συμβάσεις καί διαλλαγάς τούτους ἐκκαλεσοίμεθα· τό ἕν δηλαδή σύν ἐκείνοις καί πνεύσαντες, καί φρονήσαντες. Ἐφ’ ᾧ καί μᾶλλον ὁ ἅγιος εὔθυμος γεγονώς, πῶς ἄν εἴποις αὐτόν πρός τά εἰρημένα διατεθήσεσθαι· ποίαις δ’ εὐθημίαις τόν εἰρηκότα οὐ διαμείψασθαι. Ὅς γε καί οὕτω πονήρως ἔχων τοῦ σώματος, τῷ ἀσκήσει ἅμα καί γήρᾳ ἐκτετρυχῶσθαι, πρόθυμος ἦν ὅμως καί τῇῬώμῃ αὖθις ἐπιφοιτῆσαι, καί συνάμα αὐτοῖς τά λυσιτελῆ καταπρᾶξαι· "Μόνον ἔργον γένοιτο, φησί, τοῦτο, ἄλλά μή λόγος εἴη λελεγμένος τηνάλλως."

ΛΑ´. Τοῦ δέ Θεοδοσίου καί ὅρκῳ τά εἰρημένα ἐπιβεβαιώσαντος, καί χερσί τῶν ἀχράντων Εὐαγγελίων προσψαύσαντος, εἰ καί οὐδέν ὁ ἀσύνετος τούτων διεφυλάξατο, οἷα τοῖς τῶν κρατούντων θελήμασι συνελκόμενος· ἔτι μᾶλλον ὁ ὅσιος εὔθυμος ἦν, ὅλον ἑαυτόν πρός τήν ἀποδημίαν συντείνων, καί τά συνοίσοντα αὐτοῖς τε καί τοῖς κατάῬώμην σκοπῶν. Εἶθ’ ὡς ἐκεῖθεν ἔμελλεν ἀπαίρειν ὁ Θεοδόσιος, ἵνα καί τοῖς κατά τήν βασιλίδα περί τούτων κοινωνήσοιτο, ἀσπασμῷ αὖθις τόν ὅσιον δεξιωσάμενος· καί τι καί στιχάριον αὐτῷ καί φαιόν ἀναδεδωκώς τριβώνιον, οὕτως τήν Βυζαντίδα εἰσέρχεται, μεθ’ ἅμα καί τῶν δύο ὑπάτων, οἵ τούτῳ συνείποντο.

ΛΒ´. Ὀκτώ δέ τό ἀπ’ ἐκείνου διῆλθον ἡμέραι, καί Παῦλος τῇ τοῦ ὑπάτου καί αὐτός ἀξίᾳ τετιμημένος, πρός τόν ἅγιον ἔξεισι· προσταχθέν τούτῳ παρά βασιλέως, σύν αἰδοῖ τόν ὅσιον καί σεβάσματι, οἷα φίλον καί συνήθη καί τῶν ἑαυτοῦ προγόνων τυγχάνοντα, τῆς Βιζύης ἀναλαβεῖν, καί πρός τι τῶν ἐν τῷῬηγίῳ μοναστηρίων, ὅ τοῦ ἁγίου προσωνόμασται Θεοδώρου, τοῦτον μετακομίσαι. Καί τῇ ἑξῆς φοιτῶσι πρός αὐτόν Ἐπιφάνιος καί Τρωΐλος, πατρικίων ἀμφότεροι ἀξίωμα περικείμενοι, σύν ἅμα καί τῷ Καισαρείας Θεοδοσίῳ· ὅν καί τά εἰρημένα ἐμπεδώσειν ὁ ἅγιος ἔμενε, μή ἐκείνου τό ὕπουλον φωρασάμενος, ὁ τήν διάνοιαν ἀδολώτατος· οἵ δή καί αὐτοί πλεῖστα τῷ ὁσίῳ διομιλησάμενοι, τά παρά τοῦ βασιλέως ἐπαγγειλάμενοι, ὡς καί πατέρα θήσειν ἑαυτοῦ καί ἀνώτερον δείξειν πάντων ὑπισχνουμένου, μόνον εἰ γένοιτο τούτῳ ἑνωθῆναι καί συνελθεῖν, καί κοινῇ σύν αὐτοῖς ἑλέσθαι τά δεδογμένα· καί ὅτι τούτου ἀποδιισταμένου καί στασιάζοντος, καί Ἀνατολή μικροῦ πᾶσα καί Δύσις συστασιάζει καί συναφίσταται· καί ἄλλα πρός τούτοις, ἅ πρός ἐκείνων εἶναι ἐδόκει, εἰπόντες καί προβαλλόμενοι, τόν ἀτύπωτον ἐκεῖνον τύπον, ἄνω καί κάτω ἐν οἷς ἔλεγον πᾶσι προσεπιφέροντες· ἐπεί ἔγνωσαν ἤδη οὐδέ βραχύ τόν ὅσιον τῶν παρ’ ἐκείνοις λόγων ἐπιστρεφόμενον, τοῦτο πρό τῶν ἄλλων μέγα ἀνακεκραγότα, ὅτι "Πᾶσα ἡ τῶν οὐρανῶν δύναμις, τό παρ’ ὑμῖν πρᾶξαι οὐ πείσει με· τί γάρ, φησι, ἀπολογήσομαι, οὐ τῷ Θεῷ λέγω, ἀλλά τῷ ἐμῷ συνειδότι, εἴ γε διά δόξαν ἀνθρώπων τήν οὐδέν πρός ὕπαρξιν ἔχουσαν, τήν σώζουσάν με πίστιν ἐξομόσομαι ἤδη;"

ΛΓ´. Ἐπεί οὖν ἐκεῖνον οὕτως ἔχοντα ἔγνωσαν, καί μάλιστα καί τῷ Θεοδοσίῳ ἐπιμεμφόμενον, μάτην οὕτω καί ἐπί κακῷ τῷ σφετέρῳ τούς λόγους καί τούς ὅρκους προϊσχομένῳ, τότε ἀναστάντες οὗτοι σπουδῇ, τά ἑαυτῶν ἔπραττον, καί οἷα ἄν τοιοῦτοι πράξειαν ἄνθρωποι. Οἱ μέν γάρ αὐτόν πυγμαῖς, ὦ χειρῶν ἀνοσίων! ᾔκιζον, παραθήγοντες καί τούς συνεπομένους πρός τήν τόλμαν ὑπηρέτας· οἱ δ’ ἐκολάφιζον· ἄλλοι ῥαπίσμασι καί ὠθισμοῖς ἔβαλλον· οἱ δέ, καί εἰς τό τούτου ἐνέπτυον πρόσωπον, καθά καί τόν ἐμόν Ἰησοῦν οἱ στρατιῶται καί δῆμος ὁ ἄνομος· ὅν οὐ πρίν ἀνῆκαν τοῖς πτύσμασιν οἱ ἀληθῶς κατάπτυστοι ἐπιπάττοντες, πρίν τό πρόσωπον ἅπαν τῶν πτυέλων ἐμπλῆσαι, καί ῥάκια αὐτά κατακλῦσαι· ὡς καί τῷ πλήθει τῶν καταφερομένων σιέλων, δυσωδίαν οὐχ ὅπως καί φορητήν ἐγγίνεσθαι· ἧς ἄλλος μέν οὐδείς, μόνοι δ’ οἱ δυσώδεις ἐκεῖνοι καί ἐξάγιστοι, ὀσφραίνεσθαι ἄξιοι· καί οὐκ ἄν ἐπαύσαντο οὕτω δρῶντες οἱ ἀναιδέστατοι, εἰ μή ὁ Καισαρείας Θεοδόσιος, τάς τούτων ἐπισχών ὁρμάς, πρός ἄλλα τετράφθαι ἀποίησεν. Οἵ καί ὡς μηδέν δεδρακότες, οἱ πῶς εἴποιμι καί κυνῶν ἰταμώτεροι, πάλιν μεταβραχύ, ἐρωτήσεις καί πεύσεις, καί ἄλλα ἄττα ληρήματα τῷ ἁγίῳ προσῆγον· ὡς δ’ ἀνήνυτα τά παρ’ αὐτῶν ἑώρων καί ἄπρακτα, εἰκῆ μόνον πονοῦντες καί ματαιάζοντες, ὕβρεις αὐτοῦ τάς οὐδέ λόγῳ ῥητάς καταχέαντες, καί εἴ τι τῶν χρειωδῶν τούτῳ καί ἀναγκαίων ἐτύγχανεν ἀφελόμενοι, ἐκεῖθεν ἀναχωροῦσιν οἱ δύστροποι.

ΛΔ´. Μετά δέ τινα χρόνου παραδρομήν, εἰσάγουσιν αὐτόν ἐν Κωνσταντινουπόλει, σύν αὐτῷ καί τόν μαθητήν Ἀναστάσιον εἰσάγοντες· πρός δέ, καί τόν ἕτερον Ἀναστάσιον, ὅν καί ἀποκρισιάριον ἔφαμεν. Καί ἀραῖς κατ’ αὐτῶν χρησάμενοι, οἱ ἐπίῤῥητοι οὗτοι καί ἐπάρατοι, καί ἀναθέματι ὑποβαλόντες (οὐκ αὐτούς μόνον, ἀλλά ἅπαντας ὀρθοδόξους, τούς τε περιόντας, καί τούς ἀπελθόντας) παραδιδόασι τότε τοῖς ἐπί τό κολάζειν τεταγμένοις, ὡς ἄν τά ἐξενηνεγμένα κατ’ αὐτῶν διαπράξοιντο· τό μέν ζῇν δῆθεν τούτοις οὐ παντάπασιν ἀφαιρούμενοι, ἵν’ ᾗ τι καί τοῖς ἀφιλανθρώποις φιλάνθρωπον, πικρότερον δ’ αὐτοῦ θανάτου τάς τιμωρίας προσεξεργάζοντες. Ὁ γάρ τῆς πόλεως αὐτούς παραλαβών ἔπαρχος, καί ἐν τῷ πραιτωρίῳ εἰσαγαγών, πρῶτα μέν τόν θεῖον Μάξιμον ἐκ τεσσάρων τείνας, νεύροις ἀπεσκληκόσιν ἐκέλευε τύπτεσθαι· μή γῆρας αὐτοῦ κατοικτίσας ὁ μιαρός, μή τά κατεῤῥικνωμένα τῶν σαρκῶν μέλη, μή σῶμα ἐκεῖνο τό νηστείᾳ καί πόνοις δαπανηθέν· ἀλλ’ οὕτως ὠμῶς ἔξαινεν, ὡς καί τῷ πλήθει τοῦ καταῤῥέοντος αἵματος, τό ὑποκείμενον ἔδαφος ἅπαν φοινίξαι, καί σάρκας πάσας δαπανῆσαι, καί μηδέ βραχύ τῶν μελῶν ὑγιές ἐναπολιπεῖν.

ΛΕ´. Εἶτα ὁ θηριώδης, καί πρός τόν αὐτοῦ μέτεισι μαθητήν· ἑξῆς δέ καί πρός τόν ἐκείνου συνώνυμον, πολλάς καί αὐτοῖς ἐπιθείς τάς πληγάς, καί μωλώπων ὑποπλέους ἀπεργασάμενος· ἐπιστήσας τούτοις καί κήρυκας, ταῦτα μαστιζομένοις ἐπιβοῶντας· "Οἱ τοῖς βασιλικοῖς ἀπειθοῦντες θεσπίσμασι, καί ἀνένδοτοι μένοντες, οὕτω παθεῖν ἄξιοι." Οὕς δή καί μικρά πνέοντας, φέροντες τῇ εἱρκτῇ ἐναπέῤῥιψαν.

Λστ´. Καί τό ἑξῆς παριστῶσι τόν ὅσιον συνάμα καί τῷ μαθητῇ, ὅλον τοῖς μώλωψιν ἐστιγμένον, ὅλον ἐξῳδηκότα, ὅλον ταῖς πληγαῖς ἐμφλεγμαίνοντα· ὅν καί οὕτως ὀδυνῶν ἔχοντα, δρᾶσαι ὅμως ἐπ’ αὐτόν καί ἄλλα χείρω οὐκ ἀπέσχοντο, τήν φύσιν παντάπασι διωσάμενοι. Γλῶσσαν γάρ ἐκείνην τήν θεολόγον, καί τούς λόγους ὑπέρ ποταμούς βλύσασαν, ἔνδον ἀπό τοῦ φάρυγγος καί τῆς παραψαυούσης ἐπιγλωττίδος, παρανόμως ἐκτέμνουσιν· ὡς ἄν τοῦ φωνητικοῦ ἀφαιρεθέντος ὀργάνου, σ ναφαιρεθείη καί λόγος τούτῳ καί διδασκαλία· καί σιγῶν εἴη ἄφθογγος. Ἀλλ’ οὐκ ἔμελλες, ὦ καλέ Μάξιμε, καί τήν γλῶσσαν τεμνόμενος, σιωπᾷν· οὐδέ λόγους ἐκείνους τούς ἡδίστους μή κελαδεῖν· ἀλλ’ ὁ γλῶσσαν καταρτίζων νηπίων, καί ἄλαλον θείς φθέγξασθαι καί κωφόν, αὐτός καί σέ παρά δόξαν καί φθέγγεσθαι πεποίηκε, καί λαλεῖν, καί μεῖζον ἤ πρόσθεν διηρθρωμένους τούς λόγους προΐεσθαι.

ΛΖ´. Ἐπεί δέ τό αὐτό κἀν τῷ μαθητῇ Ἀναστασίῳ ἔδρασαν, καί γλῶσσαν κἀκείνῳ ἔνδον ἀπέτεμον, ἡ αὐτή ἦν καί τοῦτον ἐνισχύουσα χάρις· καί λόγον διδοῦσα δίχα τοῦ φωνοῦντος ὀργάνου, πολύν τινα τοῦτον παραδόξως καί ἄφθονον. Ἐφ’ ᾧ καί μείζονι φθόνῳ πληγέντες οἱ μιαροί, καί ἄλλην τοῖς γενναῖοις καινοτέραν βάσανον προσεπῆγον· ὥσπερ ἀδικεῖν νομίζοντες, εἰ μή πᾶσαν πεῖραν δεινῶν ἐπί τούτοις κινήσαιεν· οὕς καί πολλῷ βέλτιον ἦν θανάτῳ ὑπεξαγαγεῖν, καθό καί ἦν ἐκείνοις δοκοῦν, ἤ οὕτω παραδοῦναι κολάσεσι. Σχοίνοις γάρ λεπταῖς τόν μακάριον ἐνειλίσαντες, καί στρέβλαις πανταχόθεν πιέσαντες, σμίλῃ καί σφύρᾳ τήν δεξιάν τῶν χειρῶν ἀποκόπτουσι, καί ἐπ’ ἐδάφους ῥίπτουσιν· εἶθ’ ὡς εἶχον, καί πρός τόν σύναθλον μετίασιν Ἀναστάσιον· τήν ἴσην κἀκεῖνον τιμωρίας εἰσπράττοντες, ἵν’ ἔχοι πάντως καί τῆς ἴσης δόξης τήν παραπόλαυσιν. Οὕς καί ἀγλώττους καί ἄχειρας ἐκβαλόντες τοῦ πραιτωρίου, εἷλκον καί περιῆγον κατά τήν ἀγοράν, τά κεκομμένα θεατρίζοντες μέλη, καί κραυγαῖς ἀσήμοις χρώμενοι· καί τωθασμοῖς αὐτούς καί σκώμμασι βάλλοντες. Ἐφ’ ᾧ καί μετά τήν ἄτιμον ἐκείνην περιαγωγήν, ἐξορίᾳ μακροτάτῃ παραδιδόασι· μεθ’ ἅμα καί τοῦ ἀποκρισιαρίου Ἀναστασίου· τοῦτο γε μόνον καλῶς ποιησάμενοι τούς ἁγίους, οἱ ἐναγεῖς, ἑαυτῶν ἀποδιαστείλαντες.

ΛΗ´. Ἀλλά γάρ ἡ θεία οὐκ ἡμέλει δίκη, καίτοι μακροθυμοῦσα ὡς τά πολλά· ἀλλά τιμωρίαν μετά μικρόν τόν παρανομίσαντα βασιλέα εἰσέπραξε· πόῤῥω ἐκτοπίσασα, καί εἰς τήν ἐν Σικελίᾳ Συράκουσαν τόν οἴκτιστον δοῦσα θάνατον ἀπενέγκασθαι. Τοῖς γάρ Βυζαντίοις δι’ ἅ ἔδρασεν ὁ μίσους ἄξιος μισηθείς, καί ἔχθιστος μάλα γεγενημένος· δείσας μήτι καί πάθοι πρός τούτων κακόν, μετά συζύγου καί παίδων ἐκεῖσε ἀφίκετο· ᾧ δή καί ἐν βαλανείῳ λούσασθαι εἰσελθόντι, τῶν τις ὑπηρετούντων καιρίαν δούς κατά κεφαλῆς, τό τε κρανίον ἅπαν συνέτριψε, καί τῷ δυστήνῳ τήν ζωήν προσαφείλετο. Ἐπεί δ’ ὁ τούτου υἱός Κωνσταντῖνος ὅς ἐκαλεῖτο, μετά Ἡρακλείου καί Τιβερίου τῶν ἀδελφῶν ἐπί τῶν σκήπτρων κατέστη, ἔγνω δεῖν αὐτός μή τήν ἴσην πατρί πεπορεῦσθαι, ἵνα μή τῶν ἴσων καί ἀντιτύχοι· ὅθεν καί τούς ἀπανταχῆ συναθροίσας Πατέρας, καί σύνοδον μεγάλην κροτήσας, ἤ καί ἕκτη τῶν οἰκουμενικῶν λέγεται· πολλά μέν καί ἄλλα ἐν αὐτῇ μνήμης ἄξια κατεπράξατο, καί διττάς δή τοῦ Χριστοῦ θελήσεις καί ἐνεργείας, ἐπί τῶν δύο φύσεων τρανώτερον διεξήρυξεν· ἀρᾷ καί ἀναθέματι καθυποβαλών τούς τό μονοθέλητον ἐκεῖνο δόγμα παρεισάγοντας καί πρεσβεύοντας. Τοῦτο δέ πρότερον ἐνῬώμῃ καί ὁ ταύτης πρόεδρος Ἀγάθων, ὅς καί μετά Μαρτῖνον τῷ θρόνῳ ἐπικαθιδρύθη, θείῳ κινούμενος Πνεύματι ἔπραξεν· ἐπαράτους καί τῆς Ἐκκλησίας ἐκπτύστους τούς τά παράνομα δεδρακότας καί οὗτος καταστησάμενος. Ἀλλά ταῦτα μέν ὕστερον.

ΛΘ΄ . Ἐπεί δ’ ὡς ὁ λόγος ἔφη, πρός τήν ὑπερορίαν τόν θεῖον ἀπήνεγκαν Μάξιμον, πολλά μέν συνέβη τοῦτον παθεῖν κατά τήν ὁδόν, καί πολλάς ὑπομεῖναι τάς ἀλγηδόνας, οἷα μήτ’ εἰς ὑποζύγιον, μήτ’ εἰς λεκτίκιον καθεσθῆναι δυνάμενον· τῷ πάντη κατειργάσθαι τοῖς πόνοις, καί ταῖς μυρίαις τετρυχῶσθαι ὀδύναις. Ἀμέλει καί εἴς τι χαλάδριον βέργεσι πεπλεγμένον τοῦτον ἐνθέμενοι, μόλις καί κόπῳ διαβαστάζοντες, τήν μακράν ὁδόν ἐκείνην ἀπήγαγον· ὅν καί εἰς ἕν τῶν κατά τήν Ἀλανίαν κάστρων, Σχίμαριν οὕτω λεγόμενον, ἔμφρουρον ποιησάμενοι, εἴασαν αὐτόν παντάπασιν ἀτημέλητον. Ἐπεί δέ καί τόν καλόν μαθητήν μετά τοῦ συνωνύμου αὐτοῦ τήν αὐτήν ὁδόν ἤλαυνον, διαιροῦσι μέν ἀμφοτέρους τοῦ διδασκάλου· διαιροῦσι δέ καί αὐτούς ἀπ’ ἀλλήλων· ἕνα πρός ἕνα πολλούς διαμείβοντας τόπους, καί πόῤῤω που τῆς τῶν Ἀβασγῶν χώρας ἀπαγομένους · ἐξ οὗ καί τόν ἕνα αὐτῶν τῇ πολλῇ ἀπειρηκότα κακοπαθείᾳ, καί αὐτήν τήν πνοήν διαφεῖναι, ἤ μόνη τούτῳ περιελείπετο· καί μηδ’ αὐτήν ἐγνῶσθαι ἀκριβῶς τήν ἡμέραν καθ’ ἥν τῶν ὦδε μετέστη, ὡς ὁ τούτου εἰρήκει ὁμώνυμος· ἀποκρισιάριός φημι Ἀναστάσιος.

Μ´. Ἀλλά γάρ τῷ θείῳ Μαξίμῳ τῷ κατά τήν Ἀλανίαν ἤδη κάστρῳ ἐγκαθειρμένῳ, θεία τις ἐπιφοιτᾷ ἄνωθεν ὄψις· τήν τε ἡμέραν αὐτῷ δηλοῦσα τῆς τελευτῆς, καί πρός τάς ἐκεῖθεν μετακαλουμένη σκηνάς· Ἐπεί δέ καί ἡ ἡμέρα καταλάβοι ἐκείνη· ἡ δέ ἦν ἡ τρισκαιδεκάτη τοῦ Αὐγούστου μηνός, ἀφίησι μέν τά ἐνταῦθα, πρός δέ τούς οὐρανούς ἀνατρέχει, ὁ τῶν οὐρανῶν ἀληθῶς καί τῆς ἐκεῖ κατοικίας ἄξιος. Ἐν ᾧ δέ τό ἱερόν αὐτοῦ σῶμα ἐναπετέθη, τρεῖς διαφανεῖς πυρσοί κατά μίαν τῶν νυκτῶν ἔκτοτε τῷ μνήματι ἐναυγάζουσι· θαυμαστήν μέν τήν αἴγλην ἐναφιέντες, θαυμαστοτέραν δ᾿, ὡς εἰκός, τοῖς ὁρῶσι τήν ἔκπληξιν ἐμποιοῦντες, καί τοῦ μεγαλοδώρου Θεοῦ περί τόν ἑαυτοῦ θεράποντα πλουσιωτάτην χάριν ἐμφαίνοντες.

ΜΑ΄. Ἀλλά σοί μέν, ὦ ἱερώτατε πάτερ, μεγάλη μέν καί ἡ τῶν παρόντων δόξα τε καί λαμπρότης, πλέον σε κἀνταῦθα τοῦ Δεσπότου τετιμηκότος · μείζων δέ πολλῷ καί ὑπεροχικωτάτη ἡ αὐτόθι λῆξις καί οὐρανία · φωτί τῷ μεγάλῳ παρισταμένῳ, καί ὅλην τήν αἴγλην τῆς μακαρίας καί ἀρχιφώτου Τριάδος ἐν ἑαυτῷ δεχομένῳ· καί Θεόν ὁρῶντι, τό παραδοξότατον, θεῷ δηλαδή καί αὐτῷ τῇ ἑνώσει γεγενημένῳ, καί κατά μέθεξιν ὅλῳ θεουμένῳ, καί ἄῤῥητον τήν θέωσιν ὑφισταμένῳ. Οὐκοῦν οὕτω δόξης τυχών, δίδου πολλήν καί τήν παρά σου βοήθειαν τοῖς ἔτι νηχομένοις ἡμῖν τά παρόντα, καί τόν δολιχόν τοῦτον βίον καί πολυκινδυνότατον διαπλέουσιν· ὡς ἄν ὑπό σοί κυβερνήτῃ καί ὁδηγῷ, κοῦφοι τήν ἄστατον θάλασσαν ὑπερπλεύσαντες, τοῖς ἀκλύστοις καί ἀϊδίοις λιμέσι καθορμισθείημεν· ἔνθα ἡ μακαρία διαγωγή καί κατάπαυσις ἡ γαληνοτάτη.

ΜΒ´. Οὗτος ὁ παρ’ ἡμῶν σοι λόγος, ὦ πατέρων ἄριστε καί φιλοτεκνότατε, τῶν μέν πραγμάτων, ὥσγε καί αὐτόν οἶδα, πάντη ἀπολειπόμενος, τοῦ δέ πόθου οἶμαι οὐδενός ἐλαττούμενος. Αἴτιος δέ πάντως τοῦ λόγου καί καθηγεμών, ὁ σοῦ ἐξεχόμενος ἱεράρχης· ὅς καί τήν ὁμωνυμίαν καί ὁμοτροπίαν τοῦ ἐν Μύροις ἐπλούτησε ποιμενάρχου· λόγων οὗτος ἀεί τῶν σῶν θαυμασίως ἐρῶν, καί σέ διαφερόντως ποθῶν· καί τρυφήν γλώσσης, τό ἥδιστόν σου ποιούμενος ὄνομα. Ὧ καί ἀντιδοίης τήν μετά σοῦ συναυλίαν καί συσκηνίαν· πολλήν ὡς ὁρᾷς καί αὐτῷ ὑπέρ τοῦ καλοῦ τεθεμένῳ τήν ἀγωνίαν, καί τήν ψυχήν προϊεμένῳ αὐτήν, μόνον εἴ τι βέλτιον εἴη τούτῳ ἐν τοῖς πράγμασι καταπράξασθαι· ἐν αὐτῷ Χριστῷ τῷ Κυρίῶ ἡμῶν, ᾧ ἡ δόξα καί τό κράτος, νῦν καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.



Η Θεία Λειτουργία

The Arabic Divine Liturgy of St. John Chrysostomos

Πειραϊκὴ Ἐκκλησία

Ακούστε (((ο)))
Πειραϊκή Εκκλησία 912fm

You are missing some Flash content that should appear here! Perhaps your browser cannot display it, or maybe it did not initialize correctly.

Ὅλα ἀρχίζουν ἐδῶ

Κάθε λογισμὸς καὶ κάθε αἴσθηση ὁδηγοῦν σταδιακὰ τὴν ψυχὴ εἴτε πρὸς τὸν παράδεισο εἴτε πρὸς τὴν κόλαση.

Ἄν ὁ λογισμὸς εἶναι ἔλλογος, τότε συνδέει τὸν ἄνθρωπο μὲ τὸν Θεὸ Λόγο, μὲ τὸν ὕψιστο Λογισμό, μὲ τὴν Παναξία, πρᾶγμα ποὺ εἶναι ἤδη ὁ παράδεισος.

παράδεισος

Ἐάν πάλι εἶναι ἄλογος ὁ λογισμὸς ἤ καὶ παράλογος, τότε συνδέει ἀναπόφευκτα τὸν ἄνθρωπο μὲ τὸν Παράλογο, τὸν Ἀνόητο, μὲ τὸν διάβολο, πρᾶγμα ποὺ εἶναι ἤδη ἡ κόλαση.

Ὅσα ἰσχύουν γιὰ τὸν λογισμὸ, ἰσχύουν καὶ γιὰ τις αἰσθήσεις. Ὅλα ἀρχίζουν ἐδῶ, ἀπὸ τὴν γῆ: καὶ ὁ παράδεισος μὰ καὶ ἡ κόλαση τοῦ ἀνθρώπου.

Ἰουστῖνος Πόποβιτς

Ιωάννου Χρυσοστόμου

Ἐγὼ πατὴρ, ἐγὼ ἀδελφὸς, ἐγὼ νυμφίος, ἐγὼ οἰκία, ἐγὼ τροφὴ, ἐγὼ ἱμάτιον, ἐγὼ ῥίζα, ἐγὼ θεμέλιος, πᾶν ὅπερ ἂν θέλῃς ἐγώ· μηδενὸς ἐν χρείᾳ καταστῇς. Ἐγὼ καὶ δουλεύσω· ἦλθον γὰρ διακονῆσαι, οὐ διακονηθῆναι. Ἐγὼ καὶ φίλος, καὶ μέλος, καὶ κεφαλὴ, καὶ ἀδελφὸς, καὶ ἀδελφὴ, καὶ μήτηρ, πάντα ἐγώ· μόνον οἰκείως ἔχε πρὸς ἐμέ. Ἐγὼ πένης διὰ σέ· καὶ ἀλήτης διὰ σέ· ἐπὶ σταυροῦ διὰ σὲ, ἐπὶ τάφου διὰ σέ· ἄνω ὑπὲρ σοῦ ἐντυγχάνω τῷ Πατρὶ, κάτω ὑπὲρ σοῦ πρεσβευτὴς παραγέγονα παρὰ τοῦ Πατρός. Πάντα μοι σὺ, καὶ ἀδελφὸς, καὶ συγκληρονόμος, καὶ φίλος, καὶ μέλος. Τί πλέον θέλεις; τί τὸν φιλοῦντα ἀποστρέφῃ; τί τῷ κόσμῳ κάμνεις; τί εἰς πίθον ἀντλεῖς τετρημένον;  περισσότερα »»»

Η Ελλάδα και ο Υμνος της Ελευθερίας

Ελληνική σημαία - Ελλάς - Ελευθερία

You are missing some Flash content that should appear here! Perhaps your browser cannot display it, or maybe it did not initialize correctly.

Υπεραγία Παρθένος Θεοτόκος Μαρία

Κύριος διασκεδάζει βουλὰς ἐθνῶν, ἀθετεῖ δὲ λογισμοὺς λαῶν καὶ ἀθετεῖ βουλὰς ἀρχόντων· ἡ δὲ βουλὴ τοῦ Κυρίου εἰς τὸν αἰῶνα μένει, λογισμοὶ τῆς καρδίας αὐτοῦ εἰς γενεὰν καὶ γενεάν. (Ψαλ. 32, 10-11)

εἰ δέ τις τῶν ἰδίων καὶ μάλιστα τῶν οἰκείων οὐ προνοεῖ, τὴν πίστιν ἤρνηται καὶ ἔστιν ἀπίστου χείρων. (Τιμ.Α 5,8)

Ἅγιος Ἀντώνιος ὁ Μέγας

Οἱ ἄνθρωποι καταχρηστικά λέγονται λογικοί. Δεν εἶναι λογικοὶ ὅσοι ἔμαθαν ἀπλῶς τὰ λόγια καὶ τὰ βιβλία τῶν ἀρχαίων σοφῶν, ἀλλ' ὅσοι ἔχουν τὴ λογικὴ ψυχὴ καὶ μποροῦν νὰ διακρίνουν ποιὸ εἶναι τὸ καλὸ καἰ ποιὸ τὸ κακό καὶ ἀποφεύγουν τὰ πονηρὰ καὶ βλαβερὰ στὴν ψυχή, τὰ δὲ ἀγαθὰ καὶ ψυχωφελῆ, τὰ ἀποκτοῦν πρόθυμα μὲ τὴ μελέτη καὶ τὰ ἐφαρμόζουν μὲ πολλὴ εὐχαριστία πρὸς τὸν Θεό. Αὐτοὶ μόνοι πρέπει νὰ λέγονται ἀληθινὰ λογικοὶ ἄνθρωποι.

St Antony the Great

Ἐφ᾿ ὅσον ἐννοεῖς τὰ περὶ Θεοῦ, νὰ εἶσαι εὐσεβής, χωρὶς φθόνο, ἀγαθός, σώφρων, πράος, χαριστικὸς κατὰ δύναμιν, κοινωνικός, ἀφιλόνεικος καὶ τὰ ὅμοια. Διότι αὐτὸ εἶναι τὸ ἀπαραβίαστο ἀπόκτημα τῆς ψυχῆς, νὰ ἀρέσει στὸ Θεὸ μὲ τέτοιες πράξεις καὶ μὲ τὸ νὰ μὴν κρίνει κανέναν καὶ νὰ λέει γιὰ κανέναν, ὅτι ὁ δείνα εἶναι κακὸς καὶ ἁμάρτησε. Ἀλλὰ καλλίτερο εἶναι νὰ συζητᾶμε τὰ δικά μας κακά, καὶ νὰ ἐρευνᾶμε μέσα μας τὴ δική μας πολιτεία, ἐὰν εἶναι ἀρεστὴ στὸ Θεό. Διότι, τί μᾶς μέλει ἐμᾶς, ἐὰν ὁ ἄλλος εἶναι πονηρός;

περισσότερα