Ο Κύριος ημών Ιησούς Χριστός | Ορθόδοξοι Πατέρες Our Lord Jesus Christ | Orthodox Fathers

»»»    Παλαιά Διαθήκη / Ἀμώς / Ἀμώς Κεφ. 08

Ἀμώς Κεφ. 08


Κεφάλαια

01 · 02 · 03 · 04 · 05 · 06 · 07 · 08 · 09

1 Οὕτως ἔδειξέ μοι Κύριος καὶ ἰδοὺ ἄγγος ἰξευτοῦ. 2 καὶ εἶπε· τί σὺ βλέπεις, Ἀμώς; καὶ εἶπα· ἄγγος ἰξευτοῦ. καὶ εἶπε Κύριος πρός με· ἥκει τὸ πέρας ἐπὶ τὸν λαόν μου Ἰσραήλ, οὐ προσθήσω ἔτι τοῦ παρελθεῖν αὐτόν· 3 καὶ ὀλολύξει τὰ φατνώματα τοῦ ναοῦ· ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, λέγει Κύριος, πολὺς ὁ πεπτωκὼς ἐν παντὶ τόπῳ, ἐπιρρίψω σιωπήν. - 4 Ἀκούσατε δὴ ταῦτα οἱ ἐκτρίβοντες εἰς τὸ πρωΐ πένητα καὶ καταδυναστεύοντες πτωχοὺς ἀπὸ τῆς γῆς, 5 οἱ λέγοντες· πότε διελεύσεται ὁ μὴν καὶ ἐμπολεμήσομεν καὶ τὰ σάββατα καὶ ἀνοίξομεν θησαυρὸν τοῦ ποιῆσαι μέτρον μικρὸν καὶ τοῦ μεγαλῦναι στάθμια καὶ ποιῆσαι ζυγὸν ἄδικον 6 τοῦ κτᾶσθαι ἐν ἀργυρίῳ καὶ πτωχοὺς καὶ πένητα ἀντὶ ὑποδημάτων καὶ ἀπὸ παντὸς γεννήματος ἐμπορευσόμεθα; 7 ὀμνύει Κύριος κατὰ τῆς ὑπερηφανίας Ἰακώβ, εἰ ἐπιλησθήσεται εἰς νῖκος πάντα τὰ ἔργα ὑμῶν. 8 καὶ ἐπὶ τούτοις οὐ ταραχθήσεται ἡ γῆ, καὶ πενθήσει πᾶς ὁ κατοικῶν ἐν αὐτῇ, καὶ ἀναβήσεται ὡς ποταμὸς συντέλεια καὶ καταβήσεται ὡς ποταμὸς Αἰγύπτου. 9 καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, λέγει Κύριος ὁ Θεός, καὶ δύσεται ὁ ἥλιος μεσημβρίας, καὶ συσκοτάσει ἐπὶ τῆς γῆς ἐν ἡμέρᾳ τὸ φῶς· 10 καὶ μεταστρέψω τὰς ἑορτὰς ὑμῶν εἰς πένθος καὶ πάσας τὰς ὠδὰς ὑμῶν εἰς θρῆνον καὶ ἀναβιβῶ ἐπὶ πᾶσαν ὀσφὺν σάκκον καὶ ἐπὶ πᾶσαν κεφαλὴν φαλάκρωμα καὶ θήσομαι αὐτὸν ὡς πένθος ἀγαπητοῦ καὶ τοὺς μετ᾿ αὐτοῦ ὡς ἡμέραν ὀδύνης. 11 ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ ἐξαποστελῶ λιμὸν ἐπὶ τὴν γῆν, οὐ λιμὸν ἄρτων οὐδὲ δίψαν ὕδατος, ἀλλὰ λιμὸν τοῦ ἀκοῦσαι τὸν λόγον Κυρίου· 12 καὶ σαλευθήσονται ὕδατα ἀπὸ τῆς θαλάσσης ἕως θαλάσσης, καὶ ἀπὸ βορρᾶ ἕως ἀνατολῶν περιδραμοῦνται ζητοῦντες τὸν λόγον τοῦ Κυρίου καὶ οὐ μὴ εὕρωσιν. 13 ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐκλείψουσιν αἱ παρθένοι αἱ καλαὶ καὶ οἱ νεανίσκοι ἐν δίψει, 14 οἱ ὀμνύοντες κατὰ τοῦ ἱλασμοῦ Σαμαρείας καὶ οἱ λέγοντες· ζῇ ὁ Θεός σου, Δάν, καὶ ζῇ ὁ Θεός σου, Βηρσαβεέ· καὶ πεσοῦνται καὶ οὐ μὴ ἀναστῶσιν ἔτι.



Ο Ζυγός της Δικαιοσύνης

Ο Ζυγός της Δικαιοσύνης

Η Θεία Λειτουργία

The Arabic Divine Liturgy of St. John Chrysostomos

The Turkish Divine Liturgy of St. John Chrysostomos

 

Άγιοι Τόποι

24 Ώρες στους Αγίους Τόπους, Οδοιπορικό σε Μονές 20/04/2019

24 Ώρες στο Πατριαρχείο Ιεροσολύμων 25/04/2019

24 Ώρες στα Βήματα του Χριστού 27/04/2019

περισσότερα