Ο Κύριος ημών Ιησούς Χριστός | Ορθόδοξοι Πατέρες Our Lord Jesus Christ | Orthodox Fathers

»»»    Παλαιά Διαθήκη / Ἰώβ / Ἰώβ Κεφ. 27

Ἰώβ Κεφ. 27


Κεφάλαια

01 · 02 · 03 · 04 · 05 · 06 · 07 · 08 · 09 · 10 · 11 · 12 · 13 · 14 · 15 · 16 · 17 · 18 · 19 · 20 · 21 · 22 · 23 · 24 · 25 · 26 · 27 · 28 · 29 · 30 · 31 · 32 · 33 · 34 · 35 · 36 · 37 · 38 · 39 · 40 · 41 · 42

1 Ἔτι δὲ προσθεὶς Ἰὼβ εἶπε τῷ προοιμίῳ· 2 ζῇ ὁ Θεός, ὃς οὕτω με κέκρικε, καὶ ὁ Παντοκράτωρ ὁ πικράνας μου τὴν ψυχήν. 3 ἦ μὴν ἔτι τῆς πνοῆς μου ἐνούσης, πνεῦμα δὲ θεῖον τὸ περιόν μοι ἐν ρινί, 4 μὴ λαλήσειν τὰ χείλη μου ἄνομα, οὐδὲ ἡ ψυχή μου μελετήσει ἄδικα 5 μή μοι εἴη δικαίους ὑμᾶς ἀποφῆναι, ἕως ἂν ἀποθάνω, οὐ γὰρ ἀπολλάξω μου τὴν ἀκακίαν μου. 6 δικαιοσύνῃ δὲ προσέχων οὐ μὴν προῶμαι, οὐ γὰρ σύνοιδα ἐμαυτῷ ἄτοπα πράξας. 7 οὐ μὴν δὲ ἀλλὰ εἴησαν οἱ ἐχθροί μου ὥσπερ ἡ καταστροφὴ τῶν ἀσεβῶν, καὶ οἱ ἐπ᾿ ἐμὲ ἐπανιστάμενοι, ὥσπερ ἡ ἀπώλεια τῶν παρανόμων. 8 καὶ τίς γάρ ἐστιν ἐλπὶς ἀσεβεῖ ὅτι ἐπέχει; πεποιθὼς ἐπὶ Κύριον ἄρα σωθήσεται; 9 ἦ τὴν δέησιν αὐτοῦ εἰσακούσεται ὁ Θεός; ἢ ἐπελθούσης αὐτῷ ἀνάγκης 10 μὴ ἔχει τινὰ παρρησίαν ἔναντι αὐτοῦ; ἢ ὡς ἐπικαλεσαμένου αὐτοῦ εἰσακούσεται αὐτοῦ, 11 ἀλλὰ δὴ ἀναγγελῶ ὑμῖν τί ἐστιν ἐν χειρὶ Κυρίου, ἅ ἐστι παρὰ Παντοκράτορι, οὐ ψεύσομαι. 12 ἰδοὺ πάντες οἴδατε ὅτι κενὰ κενοῖς ἐπιβάλλετε. 13 αὕτη ἡ μερὶς ἀνθρώπου ἀσεβοῦς παρὰ Κυρίου, κτῆμα δὲ δυναστῶν ἐλεύσεται παρὰ Παντοκράτορος ἐπ᾿ αὐτούς. 14 ἐὰν δὲ πολλοὶ γένωνται οἱ υἱοὶ αὐτοῦ, εἰς σφαγὴν ἔσονται· ἐὰν δὲ καὶ ἀνδρωθῶσι, προσαιτήσουσιν· 15 οἱ δὲ περιόντες αὐτοῦ ἐν θανάτῳ τελευτήσουσι, χήρας δὲ αὐτῶν οὐδεὶς ἐλεήσει. 16 ἐὰν συναγάγῃ ὥσπερ γῆν ἀργύριον, ἴσα δὲ πηλῷ ἑτοιμάσῃ χρυσίον, 17 ταῦτα πάντα δίκαιοι περιποιήσονται, τὰ δὲ χρήματα αὐτοῦ ἀληθινοὶ καθέξουσιν. 18 ἀπέβη δὲ οἱ οἶκος αὐτοῦ ὥσπερ σῆτες καὶ ὥσπερ ἀράχνη. 19 πλούσιος κοιμηθήσεται καὶ οὐ προσθήσει, ὀφθαλμοὺς αὐτοῦ διήνοιξε, καὶ οὐκ ἔστι. 20 συνήντησαν αὐτῷ ὥσπερ ὕδωρ αἱ ὀδύναι, νυκτὶ δὲ ὑφείλετο αὐτὸν γνόφος· 21 ἀναλήψεται δὲ αὐτὸν καύσων καὶ ἀπελεύσεται, καὶ λικμήσει αὐτὸν ἐκ τοῦ τόπου αὐτοῦ. 22 καὶ ἐπιρρίψει ἐπ᾿ αὐτὸν καὶ οὐ φείσεται, ἐκ χειρὸς αὐτοῦ φυγῇ φεύξεται. 23 κροτήσει ἐπ᾿ αὐτοὺς χεῖρας αὐτοῦ καὶ συριεῖ αὐτὸν ἐκ τοῦ τόπου αὐτοῦ.



Ο Ζυγός της Δικαιοσύνης

Ο Ζυγός της Δικαιοσύνης

Η Θεία Λειτουργία

The Arabic Divine Liturgy of St. John Chrysostomos

The Turkish Divine Liturgy of St. John Chrysostomos

 

Άγιοι Τόποι

24 Ώρες στους Αγίους Τόπους, Οδοιπορικό σε Μονές 20/04/2019

24 Ώρες στο Πατριαρχείο Ιεροσολύμων 25/04/2019

24 Ώρες στα Βήματα του Χριστού 27/04/2019

περισσότερα