Ο Κύριος ημών Ιησούς Χριστός | Ορθόδοξοι Πατέρες Our Lord Jesus Christ | Orthodox Fathers

»»»    Παλαιά Διαθήκη / Ἰησοῦς Nαυῆ / Ἰησοῦς Nαυῆ Κεφ. 20

Ἰησοῦς Nαυῆ Κεφ. 20


Κεφάλαια

01 · 02 · 03 · 04 · 05 · 06 · 07 · 08 · 09 · 10 · 11 · 12 · 13 · 14 · 15 · 16 · 17 · 18 · 19 · 20 · 21 · 22 · 23 · 24

1 Καὶ ἐλάλησε Κύριος τῷ Ἰησοῖ λέγων· 2 λάλησον τοῖς υἱοῖς Ἰσραὴλ λέγων· δότε τὰς πόλεις τῶν φυγαδευτηρίων, ἃς εἶπα πρὸς ὑμᾶς διὰ Μωυσῆ. 3 φυγαδευτήριον τῷ φονευτῇ τῷ πατάξαντι ψυχὴν ἀκουσίως, καὶ ἔσονται ὑμῖν αἱ πόλεις φυγαδευτήριον, καὶ οὐκ ἀποθανεῖται ὁ φονευτὴς ὑπό τοῦ ἀγχιστεύοντος τὸ αἷμα, ἕως ἂν καταστῇ ἐναντίον τῆς συναγωγῆς εἰς κρίσιν. * 7 καὶ διέστειλε τὴν Κάδης ἐν τῇ Γαλιλαίᾳ ἐν τῷ ὄρει τῷ Νεφθαλὶ καὶ Συχὲμ ἐν τῷ ὄρει τῷ Ἐφραὶμ καὶ τὴν πόλιν Ἀρβὸκ (αὕτη ἐστὶ Χεβρών) ἐν τῷ ὄρει τῷ Ἰούδα. 8 καὶ ἐν τῷ πέραν τοῦ Ἰορδάνου ἔδωκε Βοσὸρ ἐν τῇ ἐρήμῳ ἐν τῷ πεδίῳ ἀπὸ τῆς φυλῆς Ρουβὴν καὶ Ἀρημὼθ ἐν τῇ Γαλαὰδ ἐκ τῆς φυλῆς Γάδ, καὶ τὴν Γαυλὼν ἐν τῇ Βασανίτιδι ἐκ τῆς φυλῆς Μανασσῆ. 9 αὗται αἱ πόλεις αἱ ἐπίκλητοι τοῖς υἱοῖς Ἰσραὴλ καὶ τῷ προσηλύτῳ τῷ προσκειμένῳ ἐν αὐτοῖς καταφυγεῖν ἐκεῖ παντὶ παίοντι ψυχὴν ἀκουσίως, ἵνα μὴ ἀποθάνῃ ἐν χειρὶ τοῦ ἀγχιστεύοντος τὸ αἷμα, ἕως ἂν καταστῇ ἔναντι τῆς συναγωγῆς εἰς κρίσιν.


* (Ἐκ τοῦ κώδ. Α) 4 Καὶ φεύξεται εἰς μίαν τῶν πόλεων τούτων καὶ στήσεται ἐπὶ τὴν θύραν τῆς πόλεως καὶ λαλήσει ἐν τοῖς ὠσὶ τῶν πρεσβυτέρων τῆς πόλεως ἐκείνης τοὺς λόγους τούτους καὶ ἐπιστρέψουσιν αὐτὸν ἡ συναγωγὴ πρὸς αὐτοὺς καὶ δώσουσιν αὐτῷ τόπον καὶ κατοικήσει μετ᾿ αὐτῶν 5 καὶ ὅτι διώξεται ὁ ἀγχιστεύων τὸ αἷμα ὀπίσω αὐτοῦ καὶ οὐ συγκλείσουσι τὸν φονεύσαντα ἐν τῇ χειρὶ αὐτοῦ, ὅτι οὐκ εἰδὼς ἐπάταξε τὸν πλησίον αὐτοῦ καὶ οὐ μισῶν αὐτὸς αὐτὸν ἀπ᾿ ἐχθὲς καὶ τῆς τρίτης 6 καὶ κατοικήσει ἐν τῇ πόλει ἐκείνῃ ἕως στῇ κατὰ πρόσωπον τῆς συναγωγῆς εἰς κρίσιν ἕως ἀποθάνῃ ὁ ἱερεὺς ὁ μέγας, ὃς ἔσται ἐν ταῖς ἡμέραις ἐκείναις· τότε ἐπιστρέψει ὁ φονεύσας καὶ ἐλεύσεται εἰς τὴν πόλιν αὐτοῦ καὶ πρὸς τὸν οἶκον αὐτοῦ καὶ πρὸς πόλιν ὅθεν ἔφυγεν ἐκεῖθεν.



Ο Ζυγός της Δικαιοσύνης

Ο Ζυγός της Δικαιοσύνης

Η Θεία Λειτουργία

The Arabic Divine Liturgy of St. John Chrysostomos

The Turkish Divine Liturgy of St. John Chrysostomos

 

Άγιοι Τόποι

24 Ώρες στους Αγίους Τόπους, Οδοιπορικό σε Μονές 20/04/2019

24 Ώρες στο Πατριαρχείο Ιεροσολύμων 25/04/2019

24 Ώρες στα Βήματα του Χριστού 27/04/2019

Η Ελλάδα και ο Υμνος της Ελευθερίας

Ελληνική σημαία - Ελλάς - Ελευθερία

περισσότερα