Ο Κύριος ημών Ιησούς Χριστός | Ορθόδοξοι Πατέρες Our Lord Jesus Christ | Orthodox Fathers

»»»    Λόγοι - Αγίου Συμεώνος του νέου Θεολόγου / 15. Λόγος ιε΄ Περί ἐμπαθοῦς καί ἀπίστου καί πονηρᾶς διαθέσεως. Καί τίς ἡ ἕνωσις τοῦ Θεοῦ πρός τούς υἱούς τοῦ φωτός καί τίνα τρόπον ἐν αὐτοῖς αὕτη γίνεται. Καί πρός τό τέλος, καταδρομή τῶν ἀναξίως κατατολμώντων τῆς ἀρχιερωσύνης.

15. Λόγος ιε΄ Περί ἐμπαθοῦς καί ἀπίστου καί πονηρᾶς διαθέσεως. Καί τίς ἡ ἕνωσις τοῦ Θεοῦ πρός τούς υἱούς τοῦ φωτός καί τίνα τρόπον ἐν αὐτοῖς αὕτη γίνεται. Καί πρός τό τέλος, καταδρομή τῶν ἀναξίως κατατολμώντων τῆς ἀρχιερωσύνης.


n/a

Ἀδελφοί καί πατέρες, ἀεί μέν ἀλλήλοις ἀντίκεινται τῷ φωτί τό σκότος, τῇ πίστει ἡ ἀπιστία, ἡ ἀγνωσία τῇ γνώσει καί τῇ ἀγάπῃ τό μῖσος. Εἰπόντος γάρ ἐξ ἀρχῆς τοῦ Θεοῦ· “Γενηθήτω φῶς” καί γεγονότος, εὐθύς τό σκότος ἠφάντωτο· τῇ δέ τοῦ φωτός ὑποστολῇ νύξ καί αὖθις ἐγένετο. Ὁ δέ Ἀδάμ τῇ πίστει τῇ εἰς Θεόν φρουρούμενος ἐν τῇ ἀθανάτῳ ὑπῆρχε δόξῃ καί ἐν τῷ παραδείσῳ ἦν, ὑπό δέ τοῦ ἐχθροῦ εἰς ἀπιστίαν παρεκτραπείς θανάτῳ καταδικάζεται καί τοῦ παραδείσου ἐκβάλλεται καί ἀντί τῆς θείας καί πνευματικῆς γνώσεως τήν γνῶσιν τήν σαρκικήν ἐκομίσατο. Ἐκτυφλωθείς γάρ τούς τῆς ψυχῆς ὀφθαλμούς καί ἀνωλέθρου ζωῆς ἐκπεσών, τοῖς σωματικοῖς ἀνέβλεψεν ὀφθαλμοῖς· καί ἐμπαθεῖ αἰσθήσει τοῖς ὁρωμένοις τήν τῶν ὀμμάτων ἐπιβαλών ὅρασιν, ἔγνω Εὔαν τήν γυναῖκα αὐτοῦ καί αὐτή συλλαβοῦσα ἔτεκε τόν Κάϊν. (225) Ἡ οὖν γνῶσις αὕτη ἀγνωσία ὄντως ἐστί παντός ἀγαθοῦ· εἰ μή γάρ πρῶτον τῆς τοῦ Θεοῦ γνώσεως καί θεωρίας ἐξέπεσεν, οὐκ ἄν εἰς τήν γνῶσιν ταύτην κατήγετο. Οὕτω δέ καί ὁ Κάϊν ὁ υἱός αὐτοῦ, εἰ μή πρῶτον εἰς μῖσος καί φθόνον ἐξεκαύθη κατά τοῦ ἀδελφοῦ αὐτοῦ Ἄβελ, οὐκ ἄν αὐτόν ἀπέκτεινεν.

Ὅσοι τοιγαροῦν τῷ ἐκ γεννητῆς σκότει κατέχονται καί πρός τό νοητόν φῶς, ὅθεν ὁ προπάτωρ ἐξέπεσεν, ἐνατενίσαι οὐ βούλονται, οὗτοι τούς ἐν αὐτῷ γενομένους τῷ φωτί καί τά τοῦ φωτός διαλεγομένους ὡς ἀντικειμένους ἐχθρούς λογίζονται, πληττόμενοι τοῖς λόγοις αὐτῶν. Καθάπερ γάρ ἡλίου ἀκτίς ἐν οἰκίᾳ σκοτεινῇ ποθεν εἰσελθοῦσα, οἵα δή βέλος τιτρώσκει καί διατέμνει τό σκότος, οὕτω καί λόγος θεόπνευστος ἀνδρός πνευματικοῦ καί ὁσίου, ὡς δίστομος μάχαιρα ἐν καρδίᾳ ἀνθρώπου σαρκικοῦ γίνεται, ἰδύνην ἐμποιοῦσα καί πρός ἀντιλογίαν καί μῖσος ὑπό τῆς ἀγνωσίας καί ἀπιστίας αὐτήν διεγείρουσα.

Ὁ δέ καί οἰόμενος εἰδέναι τι μηδέν εἰδώς, κἄν ἄγγελον ἴδῃ ἐξ οὐρανοῦ πρός αὐτόν κατελθόντα, ὡς δαίμονα πονηρόν ἀποπέμπεται αὐτόν, κἄν ἀπόστολον, κἄν προφήτην Θεοῦ, ὡς ἄλλον τινά Σίμωνα Μάγον καί αὐτόν ἀποστρέφεται. Καί ὤ τῆς ἐσχάτης ἀναισθησίας, ὁ τυφλός τυφλόν ἡγεῖται τόν βλέποντα καί ὁ τῷ ὄντι λῆρος λῆρον ἡγεῖται τούς λόγους αὐτοῦ. Καί καθάπερ ἐν νυκτί πολλάκις λεγόντων τινῶν μή λάμπειν τόν ἥλιον, ἀκούων ὁ τυφλός οὐ πιστεύει αὐτοῖς, καί ἐν ἡμέρᾳ μέσῃ ὤν νύκτα εἶναι πάλιν ἀπιστεῖ, πλανᾶσθαι οἰόμενος ὑπό ἀμφοτέρων, καί κἄν (226) φῶς εἶναι ἐν ἡμέρᾳ ἀκούῃ, κἄν σκότος ἐν νυκτί, ἀμφιβάλλων τούς λέγοντας ἀποσείεται· οὕτω καί οἱ ἐν σκότει παθῶν καθήμενοι καί τετυφλωμένον ἔχοντες τόν νοῦν ἐξ ἀγνοίας, μᾶλλον δέ νοῦν μή κεκτημένοι Χριστοῦ, ὡς μέν ἄνουν τόν ἔχοντα τόν νοῦν τοῦ Χριστοῦ, ὡς δέ ἔννουν τόν μή τοῦτον ἔχοντα λογίζονται, περί ὧν εἰκότως ὁ προφήτης λέγει Δαυίδ· “Ἀφρων καί ἄνους ἀπολοῦνται”. Τοιγαροῦν πᾶσαν οἱ τοιοῦτοι Γραφήν κατά τάς ἰδίας αὐτῶν ἐπιθυμίας στρεβλοῦσι καί παραφθείρουσιν ἑαυτούς ἐν τοῖς ἑαυτῶν πάθεσιν, εἰ καί μή πάσχει τοῦτο ἡ θεία Γραφή, ἀλλ᾿ οἰ ταύτην παραχαράττοντες.

Πῶς οὖν, εἰπέ μοι, ὁ τήν κρίσιν ὀρθήν τῶν πραγμάτων ἐπιφερόμενος, ὀρθῶς ποτε ἀφ᾿ ἑαυτῶν τά νοήματα τοῦ φωτός οἱ τυφλοί ἀναγνώσονται, μή καταδεχόμενοι ἀπό οἰήσεως τό διδάσκεσθαι; Ὁ τυφλός τοῖς ὀφθαλμοῖς καί μή βλέπων τό φῶς, πῶς τά ἐν τῷ φωτί γράμματα ἀναγνώσεται; Ὁ δέ τυφλός ὤν τόν νοῦν καί μή ἔχων ἐν ἑαυτῷ τόν νοῦν τοῦ Χριστοῦ, πῶς τά ἐν τῷ φωτί τοῦ Χριστοῦ ἐναποκείμενα νοήματα ἀναλογίσασθαι δύναται; Κἄν μυριάκις τοῖς σωματικοῖς ὀφθαλμοῖς γεγραμμένα ὄντα αἰσθητῶς αὐτά ἀναγνῷ, οὐκ ἄν, οἶμαι, ποτέ δυνηθῇ τά πνευματικά τε καί ἄϋλα καί φωτοειδῆ ἐν ὑλικῷ καί σκοτεινῷ χώρῳ θεάσασθαι ὁ τοιοῦτος.

Μηδείς οὖν ὑμᾶς πλανάτω. Ὁ Θεός φῶς ἐστι καί, οἷς συναφθῇ, μεταδίδωσιν αὐτοῖς κατά ἀναλογίαν τῆς καθάρσεως τῆς ἰδίας λαμπρότητος. Καί τηνικαῦτα ἡ ἐσβεσμένη γινώσκει λαμπάς τῆς ψυχῆς, ἤγουν ὁ νοῦς, ὅτι πῦρ θεῖον περιδραξάμενον αὐτῆς ἐξανήφθη. (227) Ὤ τοῦ θαύματος, ὅτι ἄνθρωπος Θεῷ ἑνοῦται πνευματικῶς τε καί σωματικῶς, εἴπερ οὐ χωρίζεται τοῦ νοῦ ἡ ψυχή, οὐδέ τῆς ψυχῆς τό σῶμα, ἀλλά τῇ οὐσιωδῶς ἑνώσει γίνεται τρισυπόστατος κατά χάριν καί ὁ ἄνθρωπος, εἷς θέσει Θεός, ἐκ σώματος καί ψυχῆς καί οὗπερ μετείληφε θείου Πνεύματος, καί πληροῦται τηνικαῦτα τό εἰρημ ένον ὑπό τοῦ προφήτου Δαυίδ· “Ἐγώ εἶπα· θεοί ἐστε καί υἱοί Ὑψίστου πάντες “, υἱοί Ὑψίστου κατ᾿ εἰκόνα δηλαδή τοῦ Ὑψίστγου καί καθ᾿ ὁμοίωσιν, γεννήματα θεῖα ἐκ θείου Πνεύματος, πρός οὕς εἶπεν εἰκότως καί ἀεί λέγει ὁ Κύριος· “Μείνατε ἐν ἐμοί, ἵνα καρπόν πολύν φέρητε – καρπόν τά πλήθη φησί τῶν παρ᾿ αὐτῶν σῳζομένων – τό κλῆμα, φησίν, ἐάν μή μείνῃ ἐν τῇ ἀμπέλῳ ξηραίνεται καί εἰς πῦρ βάλλεται· μείνατε οὖν ὑμεῖς ἐν ἐμοί κἀγώ ἐν ὑμῖν”. Πῶς οὖν μένει ἐν ἡμῖν καί πῶς πάλιν μένομεν ἡμεῖς ἐν αὐτῷ, αὐτός ὁ Κύριος ἐδίδαξε λέγων· “Σύ, Πάτερ, ἐν ἐμοί κἀγώ ἐν σοί καί οὗτοι ἐν ἐμοί κἀγώ ἐν αὐτοῖς”. Καί τοῦτο θέλων βεβαιῶσαι ἐπαναλαμβάνει τόν λόγον καί φησίν· “Αὐτοί ἐν ἐμοί κἀγώ ἐν αὐτοῖς, καθώς σύ Πάτερ, ἐν ἐμοί κἀγώ ἐν σοί”, ἔτι δέ πρός πληροφορίαν τῶν ἀκουόντων προστίθησι λέγων· “Καθώς ἠγάπησάς με, ἠγάπησα αὐτούς καί αὐτοί ἔγνωσαν ὅτι σύ με ἀπέστειλας”. Εὔδηλον οὖν ὅτι, ὡς μένει ὁ Πατήρ ἐν τῷ ἰδίῳ Υἱῷ καί ὁ Υἱός ἐν τῷ κόλπῳ τῷ πατρικῷ κατά φύσιν, οὕτω καί οἱ διά τοῦ θείου Πνεύματος ἀναγεννηθέντες καί τοῦ Χριστοῦ καί Θεοῦ κατά τήν αὐτοῦ (228) δωρεάν γενόμενοι ἀδελφοί καί υἱοί Θεοῦ καί θέσει θεοί, μένουσιν ἐν τῷ Θεῷ καί ὁ Θεός ἐν αὐτοῖς κατά χάριν;

Οἱ οὖν μή γεγονότες τοιοῦτοι, μηδέ πράξει καί γνώσει καί θεωρίᾳ καθόλου ἀλλοιωθέντες, πῶς οὐκ αἰσχύνονται χριστιανούς ἑαυτούς ὀνομάζειν; Πῶς δέ καί στόμα τολμῶσιν ἀνοίγειν καί λαλεῖν ἀναιδῶς περί τῶν μυστηρίων Θεοῦ τῶν ἀποκεκρυμμένων, ἐπί ἀμελείας ὡς ἐπί στρωμνῆς κατακείμενοι; Πῶς μετά χριστιανῶν συναριθμεῖν οὐκ ἐρυθριῶσι; Πῶς τῶν ἱερέων συγκάθεδροι καί τοῦ σώματος καί αἵματος τοῦ Δεσποτικοῦ ἱερουργοί καί λειτουργοί οὐ φρίττουσι γίνεσθαι; Ὅλως ἔνθεν ἐπαπορῶ, ἀλλ᾿ ἡ τύφλωσις, ὡς εἴρηται, τοῦ νοός καί ἡ συνεπομένη ἀναισθησία καί ἄγνοια καί ἡ τικτομένη ἐκ τούτων οἴησις, ὡς πηλόν παρασκευάζει πατεῖν τόν ὄντως χρυσόν, τόν τιμιώτατον λίθον, αὐτόν τόν Κύριον ἡμῶν Ἰησοῦν, τόν Χριστόν. Ὤ τῆς φρικτῆς τόλμης, ὡς ἐπί βάθραν ὑψηλήν ἐπιβαίνειν αὐτούς ποιεῖ καί ἵστασθαι ἐπ᾿ αὐτήν, ἵν᾿ ἕκαστος τούτων τοῖς πολλοῖς ὑπερέχων δείκνυται καί περίβλεπτος. Χριστιανούς οὖν τούς τοιούτους, ποῖος ἄρα χριστιανός ὀνομάσει;

Ἀλλά ταῦτα μέν πρός τούς πάντα εἰδέναι καί λέγειν ἐπιχειροῦντας καί οἰομένους εἶναί τι, μηδέν ὄντας, ὡς ἐν στήλῃ τῷ λόγῳ, ὁποῖοι καί ποταποί εἰσιν οἱ χριστιανοί ὑπεδείξαμεν, ἵνα ἑαυτούς τῷ ἀρχετύπῳ συγκρίνοντες, γνώσωνται ὁπόσον τῶν ἐν ἀληθείᾳ χριστιανῶν ἀπολείπονται. Πρός δέ γε ὑμᾶς, τούς τοῦ Χριστοῦ δούλους καί τοῦ μανθάνειν ἐφιεμένους καί ηὐτρεπισμένους τήν ἀκοήν, αὐτός ὁ Δεσπότης (229) τῶν ὅλων διά τῶν ἁγίων αὐτοῦ Εὐαγγελίων βοᾷ λέγων· “Ἕως τό φῶς ἔχετε, τρέχετε πρός τό φῶς, ἵνα μή σκοτία ὑμᾶς καταλάβῃ”. Τρέχετε διά μετανοίας ἐν τῇ ὁδῷ τῶν ἐντολῶν αὐτοῦ, τρέχετε, τρέχετε ἕως ὁ καιρός τῆς ἐπιλάμψεως αὐτοῦ, πρίν ἤ ἡ τοῦ θανάτου νύξ καταλάβῃ ὑμᾶς καί τῷ αἰωνίῳ σκότει παραπεμφθήσεσθε. Τρέχετε, ζητεῖτε, κρούετε, ἵνα ἀνοιγῇ ὑμῖν ἡ πύλη τῆς βασιλείας τῶν οὐρανῶν καί ἔνδοθεν γενήσησθε αὐτῆς καί αὐτήν ἐντός ὑμῶν κτήσησθε. Οἱ γάρ πρό τοῦ κτήσασθαι ταύτην τοῦ τῇδε βίου ὑπεξερχόμενοι, ποῦ ποτε ταύτην ἐκεῖ ἀπελθόντες εὑρήσουσιν; Ἐνταῦθα τοίνυν αἰτεῖσθαι καί ζητεῖν καί κρούειν ἐν μετανοίᾳ καί δάκρυσι προσετάγημεν, καί οὕτω ποιοῦσιν ὁ Δεσπότης ταύτην ὑπέσχετο δώσειν ἡμῖν. Εἰ οὖν τοῦτο ποιῆσαι καί ὑπακοῦσαι τῷ Δεσπότῃ Χριστῷ οὐ θελήσομεν, ἵνα ἔτι τῷ βίῳ περιόντες σπεύσωμεν λαβεῖν τήν βασιλείαν ἐντός ἡμῶν, οὐχί ἀπελθόντες ἐκεῖ δικαίως ἀκούσομεν λέγοντος αὐτοῦ πρός ἡμᾶς· “Τί ζητεῖτε νῦν, ἥν διδομένην ὑμῖν παρ᾿ ἐμοῦ λαβεῖν παρῃτήσασθε; Οὐχί πολλά παρακαλοῦντός μου ὑμᾶς κοπιᾶσαι καί λαβεῖν αὐτήν παρ᾿ ἐμοῦ, οὐκ ἠβουλήθητε, ἀλλά κατεφρονήσατε ταύτης καί τήν ἀπόλαυσιν τῶν φθαρτῶν καί γηΐνων προετιμήσασθε; Ποίοις οὖν ἔργοις ἤ λόγοις ταύτην εὑρεῖν ἀπό γε τοῦ νῦν ἐξισχύσητε;”

Διά τοῦτο τοίνυν, πατέρες καί ἀδελφοί, παρακαλῶ ὑμᾶς, πάσῃ σπουδῇ τάς ἐντολάς τοῦ Θεοῦ ἡμῶν φυλαξώμεθα, ἵνα καί ζωῆς καί βασιλείας ἐπιτευξώμεθα αἰωνίου καί μή ἀκούσωμεν νῦν μέν· “Ὁ ἀπειθῶν τῷ Υἱῷ οὐκ ὄψεται τήν ζωήν, ἀλλ᾿ ἡ ὀργή (230) τοῦ Θεοῦ μενεῖ ἐπ᾿ αὐτόν”, ἐν δέ τῷ μέλλοντι αἰῶνι· “Ἀπέλθατε ἀπ᾿ ἐμοῦ, οὐκ οἶδα ὑμᾶς, πόθεν ἐστέ”, ἀλλά τῆς εὐλογημένης ἐνωτισθῶμεν ἐκείνης φωνῆς “Δεῦτε”λεγούσης, “οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τήν ἡτοιμασμένην ὑμῖν βασιλείαν, ὅτι ἐθρέψατέ με, πεινῶντα τήν σωτηρίαν ὑμῶν, διά τῆς ἐργασίας τῶν ἐμῶν ἐντολῶν, ἐποτίσατε, ἐνεδύσατε, συνηγάγετέ με καί ἤλθετε πρός με, καθάραντες τάς καρδίας ὑμῶν ἀπό παντός σπίλου καί ῥύπου τῆς ἁμαρτίας· λοιπόν ἀπολαύσατέ μου τῶν ἀγαθῶν, ὧν ἡ ἀπόλαυσις ἄρρητος καί ζωή αἰώνιος καί ἀθάνατος” –, ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν χάριτι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τούς αἰῶνας. Ἀμήν.



Άγιοι Τόποι

24 Ώρες στους Αγίους Τόπους, Οδοιπορικό σε Μονές 20/04/2019

24 Ώρες στο Πατριαρχείο Ιεροσολύμων 25/04/2019

24 Ώρες στα Βήματα του Χριστού 27/04/2019

Η Θεία Λειτουργία

The Arabic Divine Liturgy of St. John Chrysostomos

The Turkish Divine Liturgy of St. John Chrysostomos

 

Ραδιοσταθμοί

Ακούστε (((ο)))
Ραδιόφωνο: Άγιοι Ισίδωροι

You are missing some Flash content that should appear here! Perhaps your browser cannot display it, or maybe it did not initialize correctly.

Ὅλα ἀρχίζουν ἐδῶ

Κάθε λογισμὸς καὶ κάθε αἴσθηση ὁδηγοῦν σταδιακὰ τὴν ψυχὴ εἴτε πρὸς τὸν παράδεισο εἴτε πρὸς τὴν κόλαση.

Ἄν ὁ λογισμὸς εἶναι ἔλλογος, τότε συνδέει τὸν ἄνθρωπο μὲ τὸν Θεὸ Λόγο, μὲ τὸν ὕψιστο Λογισμό, μὲ τὴν Παναξία, πρᾶγμα ποὺ εἶναι ἤδη ὁ παράδεισος.

παράδεισος

Ἐάν πάλι εἶναι ἄλογος ὁ λογισμὸς ἤ καὶ παράλογος, τότε συνδέει ἀναπόφευκτα τὸν ἄνθρωπο μὲ τὸν Παράλογο, τὸν Ἀνόητο, μὲ τὸν διάβολο, πρᾶγμα ποὺ εἶναι ἤδη ἡ κόλαση.

Ὅσα ἰσχύουν γιὰ τὸν λογισμὸ, ἰσχύουν καὶ γιὰ τις αἰσθήσεις. Ὅλα ἀρχίζουν ἐδῶ, ἀπὸ τὴν γῆ: καὶ ὁ παράδεισος μὰ καὶ ἡ κόλαση τοῦ ἀνθρώπου.

Ἰουστῖνος Πόποβιτς

Αγίου Ιωάννου Χρυσοστόμου

Ἐγὼ πατὴρ, ἐγὼ ἀδελφὸς, ἐγὼ νυμφίος, ἐγὼ οἰκία, ἐγὼ τροφὴ, ἐγὼ ἱμάτιον, ἐγὼ ῥίζα, ἐγὼ θεμέλιος, πᾶν ὅπερ ἂν θέλῃς ἐγώ· μηδενὸς ἐν χρείᾳ καταστῇς. Ἐγὼ καὶ δουλεύσω· ἦλθον γὰρ διακονῆσαι, οὐ διακονηθῆναι. Ἐγὼ καὶ φίλος, καὶ μέλος, καὶ κεφαλὴ, καὶ ἀδελφὸς, καὶ ἀδελφὴ, καὶ μήτηρ, πάντα ἐγώ· μόνον οἰκείως ἔχε πρὸς ἐμέ. Ἐγὼ πένης διὰ σέ· καὶ ἀλήτης διὰ σέ· ἐπὶ σταυροῦ διὰ σὲ, ἐπὶ τάφου διὰ σέ· ἄνω ὑπὲρ σοῦ ἐντυγχάνω τῷ Πατρὶ, κάτω ὑπὲρ σοῦ πρεσβευτὴς παραγέγονα παρὰ τοῦ Πατρός. Πάντα μοι σὺ, καὶ ἀδελφὸς, καὶ συγκληρονόμος, καὶ φίλος, καὶ μέλος. Τί πλέον θέλεις; τί τὸν φιλοῦντα ἀποστρέφῃ; τί τῷ κόσμῳ κάμνεις; τί εἰς πίθον ἀντλεῖς τετρημένον;  περισσότερα »»»

Η Ελλάδα και ο Υμνος της Ελευθερίας

Ελληνική σημαία - Ελλάς - Ελευθερία

You are missing some Flash content that should appear here! Perhaps your browser cannot display it, or maybe it did not initialize correctly.

Υπεραγία Παρθένος Θεοτόκος Μαρία

Κύριος διασκεδάζει βουλὰς ἐθνῶν, ἀθετεῖ δὲ λογισμοὺς λαῶν καὶ ἀθετεῖ βουλὰς ἀρχόντων· ἡ δὲ βουλὴ τοῦ Κυρίου εἰς τὸν αἰῶνα μένει, λογισμοὶ τῆς καρδίας αὐτοῦ εἰς γενεὰν καὶ γενεάν. (Ψαλ. 32, 10-11)

εἰ δέ τις τῶν ἰδίων καὶ μάλιστα τῶν οἰκείων οὐ προνοεῖ, τὴν πίστιν ἤρνηται καὶ ἔστιν ἀπίστου χείρων. (Τιμ.Α 5,8)

Ἅγιος Ἀντώνιος ὁ Μέγας

Οἱ ἄνθρωποι καταχρηστικά λέγονται λογικοί. Δεν εἶναι λογικοὶ ὅσοι ἔμαθαν ἀπλῶς τὰ λόγια καὶ τὰ βιβλία τῶν ἀρχαίων σοφῶν, ἀλλ' ὅσοι ἔχουν τὴ λογικὴ ψυχὴ καὶ μποροῦν νὰ διακρίνουν ποιὸ εἶναι τὸ καλὸ καἰ ποιὸ τὸ κακό καὶ ἀποφεύγουν τὰ πονηρὰ καὶ βλαβερὰ στὴν ψυχή, τὰ δὲ ἀγαθὰ καὶ ψυχωφελῆ, τὰ ἀποκτοῦν πρόθυμα μὲ τὴ μελέτη καὶ τὰ ἐφαρμόζουν μὲ πολλὴ εὐχαριστία πρὸς τὸν Θεό. Αὐτοὶ μόνοι πρέπει νὰ λέγονται ἀληθινὰ λογικοὶ ἄνθρωποι.

St Antony the Great

Ἐφ᾿ ὅσον ἐννοεῖς τὰ περὶ Θεοῦ, νὰ εἶσαι εὐσεβής, χωρὶς φθόνο, ἀγαθός, σώφρων, πράος, χαριστικὸς κατὰ δύναμιν, κοινωνικός, ἀφιλόνεικος καὶ τὰ ὅμοια. Διότι αὐτὸ εἶναι τὸ ἀπαραβίαστο ἀπόκτημα τῆς ψυχῆς, νὰ ἀρέσει στὸ Θεὸ μὲ τέτοιες πράξεις καὶ μὲ τὸ νὰ μὴν κρίνει κανέναν καὶ νὰ λέει γιὰ κανέναν, ὅτι ὁ δείνα εἶναι κακὸς καὶ ἁμάρτησε. Ἀλλὰ καλλίτερο εἶναι νὰ συζητᾶμε τὰ δικά μας κακά, καὶ νὰ ἐρευνᾶμε μέσα μας τὴ δική μας πολιτεία, ἐὰν εἶναι ἀρεστὴ στὸ Θεό. Διότι, τί μᾶς μέλει ἐμᾶς, ἐὰν ὁ ἄλλος εἶναι πονηρός;

Ἅγιος Ἰουστῖνος Πόποβιτς

Ἡ αἰωνιότητα εἶναι φρικιαστικὴ δίχως Θεάνθρωπο, γιατὶ καὶ ὁ ἄνθρωπος εἶναι φοβερὸς δίχως τὸν Θεάνθρωπο. Καθετὶ τὸ ἀνθρώπινο, μονάχα στὸν Θεάνθρωπο ἔχει τὴν τελικὴ καὶ λογικὴ του ἑρμηνεία. Δίχως τὸν θαυμαστὸ Κύριο Ἰησοῦ Χριστό, ὅλα τὰ ἀνθρώπινα μεταβάλλονται ἀναπόφευκτα σὲ χάος, σὲ φρίκη, σὲ θάνατο, σὲ κόλαση: ἡ φρόνηση σὲ ἀφροσύνη, ἡ αἴσθηση σὲ ἀπόγνωση, ἡ ἐπιθυμία σὲ αὐτοδιάσπαση μέσα ἀπὸ τὴν αὐτοθέωση ἤ τὴν αὐτοεξουθένωση.

περισσότερα