Ο Κύριος ημών Ιησούς Χριστός | Ορθόδοξοι Πατέρες Our Lord Jesus Christ | Orthodox Fathers

»»»    Λόγοι - Αγίου Συμεώνος του νέου Θεολόγου / Βίβλος των ηθικών / Λόγος α΄. / η΄. Ὅτι εἰ μή πάντες οἱ προωρισμένοι κατά γενεάς καί γενεάς τεχθήσονται ἕως ἐσχάτης ἡμέρας καί πληρωθήσονται, ὁ ἄνω κόσμος οὐ πληρωθήσεται.

η΄. Ὅτι εἰ μή πάντες οἱ προωρισμένοι κατά γενεάς καί γενεάς τεχθήσονται ἕως ἐσχάτης ἡμέρας καί πληρωθήσονται, ὁ ἄνω κόσμος οὐ πληρωθήσεται.


n/a

Ἐπεί δέ σῶμα Χριστοῦ καί νύμφη Χριστοῦ καί κόσμος ὁ ἄνω καί ναός Θεοῦ ἡ Ἐκκλησία ἐστί, τά δέ μέλη τοῦ σώματος αὐτοῦ οἱ ἅγιοι καθεστήκασι πάντες, οὔπω δέ οἱ πάντες παρήχθησαν ἤ εὐηρέστησαν, οὐδέ τό σῶμα δηλονότι ὁλόκληρόν ἐστι τοῦ Χριστοῦ, οὐδέ ὁ ἄνω κόσμος πεπλήρωται, αὐτός οὗτος τῆς τοῦ Θεοῦ Ἐκκλησίας φημί, ἀλλά πολλοί μέν εἰσιν ἐν τῷ κόσμῳ σήμερον ἄπιστοι οἵ καί πιστεύσουσι τῷ Χριστῷ, πολλοί ἁμαρτωλοί καί ἄσωτοι οἵ καί μεταμεληθήσονται μετανοήσαντες, πολλοί ἀπειθεῖς οἵ καί πεισθήσονται, πολλοί ἔτι καί ἀκμήν τεχθήσονται καί εὐαρεστήσουσιν ἕως τῆς ἐσχάτης σάλπιγγος τῷ Θεῷ, τεχθῆναι δεῖ πάντας τούς προεγνωσμένους καί παραχθῆναι καί πληρωθῆναι τόν ὑπεράνω τοῦ κόσμου κόσμον τῆς Ἐκκλησίας τῶν πρωτοτόκων Ἱερουσαλήμ ἐν τοῖς ἐπουρανίοις· καί τηνικαῦτα τό τέλος καί τό πλήρωμα τοῦ σώματος Χριστοῦ πληρωθήσεται ὑπό τῶν προωρισμένων Θεῷ εἰς τό συμμόρφους γενέσθαι τῆς εἰκόνος τοῦ Υἱοῦ αὐτοῦ· εἰσί δέ οἱ τοῦ φωτός υἱοί καί τῆς ἡμέρας αὐτοῦ.

Οὗτοι οὖν πάντες προωρισμένοι εἰσί καί ἀπογεγραμμένοι καί ἠριθμημένοι, οἵ καί προστεθῆναι καί κολληθῆναι μέλλουσι τῷ σώματι τοῦ Χριστοῦ· καί τηνικαῦτα ὁλόκληρον οἱονεί γενόμενον, μηδενός μέλους λειπόμενον, πληρωθήσεται ἤγουν τελειωθήσεται, καθά τῇ ἀληθείᾳ δοκεῖ καί Παύλῳ τῷ ἀποστόλῳ οὕτω λέγοντι· "Μέχρις οὗ καταντήσωμεν οἱ πάντες εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ. Οὕς γάρ προέγνω, τούτους καί προώρισεν· οὕς δέ προώρισε, τούτους καί ἐκάλεσεν· οὕς δέ ἐκάλεσε, τούτους καί ἐδικαίωσε· οὕς δέ ἐδικαίωσε, τούτους καί ἐδόξασε συμμόρφους γενέσθαι τῆς εἰκόνος τοῦ Υἱοῦ αὐτοῦ". Εἶδες πῶς προωρισμένοι εἰσί καί προεγνωσμένοι πάντες οἱ ἅγιοι; Γνῶθι οὖν πῶς καί ἀπογεγράφθαι λέγει αὐτούς. Εἰπών γάρ "Προσεληθύθατε Σιών ὄρει καί πόλεις ζῶντος < Θεοῦ >, Ἱερουσαλήμ ἐπουρανίῳ καί μυριάσιν ἀγγέλων πανηγύρει", ἐπήγαγε· "καί ἐκκλησίᾳ πρωτοτόκων ἐν οὐρανοῖς ἀπογεγραμμένων". Εἰ οὖν ἀπογεγραμμένοι, εὔδηλον ὅτι καί ἠριθμημένοι, καθώς γέγραπται· "Ἔγνω Κύριος τούς αὐτοῦ". Καί τό ὅσιον λόγιον· "Ὑμῶν δέ, φησί, καί αἱ τρίχες ἡμῶν ἀριθμημέναι παρά τῷ τά πάντα εἰδότι Θεῷ, πόσῳ γε μᾶλλον ἡμεῖς; Τῶν οὖν ἁγίων πάντων προεγνωσμένων ὄντων Θεῷ, προωρισμένων τε ἅμα και ἠριθμημένων ὡς καί ἀπογεγραμμένων κατ᾿ ὄνομα ἐν τοῖς οὐρανοῖς, μέλη δέ ὄντων αὐτῶν ὁμοῦ τοῦ Χριστοῦ, εἰς σῶμα ἕν ὀφειλόντων γενέσθαι καί ἀποτελεσθῆναι αὐτοῦ, φανερῶς ἀποδέδεικται διά τοῦ λόγου ὅτι, ὁπόταν οὗτοι πάντες εἰς ἕν σῶμα ἀποσυναχθέντες γένωνται τοῦ Χριστοῦ, τότε καί ὁ ἄνω κόσμος, αὐτήν ἡ ἐπουράνιος Ἱερουσαλήμ ἥτις καί ἐκκλησία τῶν πρωτοτόκων ἐστί, πληρωθήσεται, ἤγουν ὁλόκληρον τό σῶμα τῆς βασιλείας τοῦ Θεοῦ Ἐκκλησίας, ὅ ἐστι Χριστοῦ τοῦ Θεοῦ, γενήσεται.

Ποῦ τοίνυν εἰσίν οἱ ἔξωθεν τῆς βασιλείας τῶν οὐρανῶν πολλάς μονάς ἀναπλάττοντες ἐν τῇ ματαιότητι τῶν διανοιῶν αὐτῶν πρός ἀπώλειαν ἑαυτῶν; Ποῦ εἰσιν οἱ λέγοντες ὅτι εἰς τήν βασιλείαν τῶν οὐρανῶν εἰσελθεῖν οὐ θέλομεν, πολύ γάρ τοῦτό ἐστιν, ἀλλ᾿ ἐν τόπῳ ἀνέσεως εἶναι βουλόμεθα καί ἀρκεῖ ἡμῖν; Ἕν σῶμα πάντες εἶναι μετά Χριστοῦ ὀφείλουσιν οἱ ἀπ᾿ αἰῶνος ἅγιοι. Καί ποῦ εἶναι ἀλλαχοῦ οἱ τοιοῦτοι ὑπονοοῦσιν, ἐάν τοῦ σῶματος αὐτοῦ εὑρεθῶσιν ἀνάξιοι καί ἀποτμηθῶσιν ἐξ αὐτοῦ; Ἀνακαινιζομένου δέ τοῦ κόσμου παντός διά πυρός, ἐν ποίῳ τόπῳ ὑπολαμβάνουσί ποτε γενήσεσθαι ἑαυτούς, ἵνα μή πεῖραν ἐκείνου λάβωσι καί ὑπ᾿ ἐκείνου δοκιμασθήσονται; Ὄντως "ἐματαιώθησαν ἐν τοῖς διαλογισμοῖς αὐτῶν καί ἐσκοτίσθη ἡ ἀσύνετος αὐτῶν καρδία· φάσκοντες γάρ εἶναι σοφοί, ἐμωράνθησαν".

Ἀλλ᾿ ἄγωμεν καί τίς ἐστιν ὁ γάμος ὁ μυστικός τοῦ Θεοῦ ἐκζητήσωμεν καί οὕτως ἐφ᾿ ἑτέραν ὑπόθεσιν τόν λόγον ἰθύνωμεν. Ποίαν δέ ταύτην; Ἥν ζητοῦσί τινες τῶν ἀμυήτων μαθεῖν. Φασί γάρ· "Ἆρα ἐν τῷ μέλλοντι αἰῶνι γνωρίζουσιν ἀλλήλους οἱ ἅγιοι, ἡνίκα ἑκάστῳ ἀποδίδοται ἀπό τοῦ Θεοῦ κατά τά ἔργα αὐτοῦ, ἤ οὔ;" Χρή οὖν ἀπό τῶν εὐαγγελικῶν ῥημάτων ἡμᾶς ἐνάρξασθαι πρῶτον καί οὕτως ὁδῷ προβαίνων ὁ λόγος καί περί τούτων δηλώσει.



Άγιοι Τόποι

24 Ώρες στους Αγίους Τόπους, Οδοιπορικό σε Μονές 20/04/2019

24 Ώρες στο Πατριαρχείο Ιεροσολύμων 25/04/2019

24 Ώρες στα Βήματα του Χριστού 27/04/2019

Η Θεία Λειτουργία

The Arabic Divine Liturgy of St. John Chrysostomos

The Turkish Divine Liturgy of St. John Chrysostomos

 

Ραδιοσταθμοί

Ακούστε (((ο)))
Ραδιόφωνο: Άγιοι Ισίδωροι

You are missing some Flash content that should appear here! Perhaps your browser cannot display it, or maybe it did not initialize correctly.

Ὅλα ἀρχίζουν ἐδῶ

Κάθε λογισμὸς καὶ κάθε αἴσθηση ὁδηγοῦν σταδιακὰ τὴν ψυχὴ εἴτε πρὸς τὸν παράδεισο εἴτε πρὸς τὴν κόλαση.

Ἄν ὁ λογισμὸς εἶναι ἔλλογος, τότε συνδέει τὸν ἄνθρωπο μὲ τὸν Θεὸ Λόγο, μὲ τὸν ὕψιστο Λογισμό, μὲ τὴν Παναξία, πρᾶγμα ποὺ εἶναι ἤδη ὁ παράδεισος.

παράδεισος

Ἐάν πάλι εἶναι ἄλογος ὁ λογισμὸς ἤ καὶ παράλογος, τότε συνδέει ἀναπόφευκτα τὸν ἄνθρωπο μὲ τὸν Παράλογο, τὸν Ἀνόητο, μὲ τὸν διάβολο, πρᾶγμα ποὺ εἶναι ἤδη ἡ κόλαση.

Ὅσα ἰσχύουν γιὰ τὸν λογισμὸ, ἰσχύουν καὶ γιὰ τις αἰσθήσεις. Ὅλα ἀρχίζουν ἐδῶ, ἀπὸ τὴν γῆ: καὶ ὁ παράδεισος μὰ καὶ ἡ κόλαση τοῦ ἀνθρώπου.

Ἰουστῖνος Πόποβιτς

Αγίου Ιωάννου Χρυσοστόμου

Ἐγὼ πατὴρ, ἐγὼ ἀδελφὸς, ἐγὼ νυμφίος, ἐγὼ οἰκία, ἐγὼ τροφὴ, ἐγὼ ἱμάτιον, ἐγὼ ῥίζα, ἐγὼ θεμέλιος, πᾶν ὅπερ ἂν θέλῃς ἐγώ· μηδενὸς ἐν χρείᾳ καταστῇς. Ἐγὼ καὶ δουλεύσω· ἦλθον γὰρ διακονῆσαι, οὐ διακονηθῆναι. Ἐγὼ καὶ φίλος, καὶ μέλος, καὶ κεφαλὴ, καὶ ἀδελφὸς, καὶ ἀδελφὴ, καὶ μήτηρ, πάντα ἐγώ· μόνον οἰκείως ἔχε πρὸς ἐμέ. Ἐγὼ πένης διὰ σέ· καὶ ἀλήτης διὰ σέ· ἐπὶ σταυροῦ διὰ σὲ, ἐπὶ τάφου διὰ σέ· ἄνω ὑπὲρ σοῦ ἐντυγχάνω τῷ Πατρὶ, κάτω ὑπὲρ σοῦ πρεσβευτὴς παραγέγονα παρὰ τοῦ Πατρός. Πάντα μοι σὺ, καὶ ἀδελφὸς, καὶ συγκληρονόμος, καὶ φίλος, καὶ μέλος. Τί πλέον θέλεις; τί τὸν φιλοῦντα ἀποστρέφῃ; τί τῷ κόσμῳ κάμνεις; τί εἰς πίθον ἀντλεῖς τετρημένον;  περισσότερα »»»

Η Ελλάδα και ο Υμνος της Ελευθερίας

Ελληνική σημαία - Ελλάς - Ελευθερία

You are missing some Flash content that should appear here! Perhaps your browser cannot display it, or maybe it did not initialize correctly.

Υπεραγία Παρθένος Θεοτόκος Μαρία

Κύριος διασκεδάζει βουλὰς ἐθνῶν, ἀθετεῖ δὲ λογισμοὺς λαῶν καὶ ἀθετεῖ βουλὰς ἀρχόντων· ἡ δὲ βουλὴ τοῦ Κυρίου εἰς τὸν αἰῶνα μένει, λογισμοὶ τῆς καρδίας αὐτοῦ εἰς γενεὰν καὶ γενεάν. (Ψαλ. 32, 10-11)

εἰ δέ τις τῶν ἰδίων καὶ μάλιστα τῶν οἰκείων οὐ προνοεῖ, τὴν πίστιν ἤρνηται καὶ ἔστιν ἀπίστου χείρων. (Τιμ.Α 5,8)

Ἅγιος Ἀντώνιος ὁ Μέγας

Οἱ ἄνθρωποι καταχρηστικά λέγονται λογικοί. Δεν εἶναι λογικοὶ ὅσοι ἔμαθαν ἀπλῶς τὰ λόγια καὶ τὰ βιβλία τῶν ἀρχαίων σοφῶν, ἀλλ' ὅσοι ἔχουν τὴ λογικὴ ψυχὴ καὶ μποροῦν νὰ διακρίνουν ποιὸ εἶναι τὸ καλὸ καἰ ποιὸ τὸ κακό καὶ ἀποφεύγουν τὰ πονηρὰ καὶ βλαβερὰ στὴν ψυχή, τὰ δὲ ἀγαθὰ καὶ ψυχωφελῆ, τὰ ἀποκτοῦν πρόθυμα μὲ τὴ μελέτη καὶ τὰ ἐφαρμόζουν μὲ πολλὴ εὐχαριστία πρὸς τὸν Θεό. Αὐτοὶ μόνοι πρέπει νὰ λέγονται ἀληθινὰ λογικοὶ ἄνθρωποι.

St Antony the Great

Ἐφ᾿ ὅσον ἐννοεῖς τὰ περὶ Θεοῦ, νὰ εἶσαι εὐσεβής, χωρὶς φθόνο, ἀγαθός, σώφρων, πράος, χαριστικὸς κατὰ δύναμιν, κοινωνικός, ἀφιλόνεικος καὶ τὰ ὅμοια. Διότι αὐτὸ εἶναι τὸ ἀπαραβίαστο ἀπόκτημα τῆς ψυχῆς, νὰ ἀρέσει στὸ Θεὸ μὲ τέτοιες πράξεις καὶ μὲ τὸ νὰ μὴν κρίνει κανέναν καὶ νὰ λέει γιὰ κανέναν, ὅτι ὁ δείνα εἶναι κακὸς καὶ ἁμάρτησε. Ἀλλὰ καλλίτερο εἶναι νὰ συζητᾶμε τὰ δικά μας κακά, καὶ νὰ ἐρευνᾶμε μέσα μας τὴ δική μας πολιτεία, ἐὰν εἶναι ἀρεστὴ στὸ Θεό. Διότι, τί μᾶς μέλει ἐμᾶς, ἐὰν ὁ ἄλλος εἶναι πονηρός;

Ἅγιος Ἰουστῖνος Πόποβιτς

Ἡ αἰωνιότητα εἶναι φρικιαστικὴ δίχως Θεάνθρωπο, γιατὶ καὶ ὁ ἄνθρωπος εἶναι φοβερὸς δίχως τὸν Θεάνθρωπο. Καθετὶ τὸ ἀνθρώπινο, μονάχα στὸν Θεάνθρωπο ἔχει τὴν τελικὴ καὶ λογικὴ του ἑρμηνεία. Δίχως τὸν θαυμαστὸ Κύριο Ἰησοῦ Χριστό, ὅλα τὰ ἀνθρώπινα μεταβάλλονται ἀναπόφευκτα σὲ χάος, σὲ φρίκη, σὲ θάνατο, σὲ κόλαση: ἡ φρόνηση σὲ ἀφροσύνη, ἡ αἴσθηση σὲ ἀπόγνωση, ἡ ἐπιθυμία σὲ αὐτοδιάσπαση μέσα ἀπὸ τὴν αὐτοθέωση ἤ τὴν αὐτοεξουθένωση.

περισσότερα