Ο Κύριος ημών Ιησούς Χριστός | Ορθόδοξοι Πατέρες Our Lord Jesus Christ | Orthodox Fathers

»»»    Λόγοι - Αγίου Συμεώνος του νέου Θεολόγου / Βίβλος των ηθικών / Λόγος ιε΄. / Περί ἡσυχίας καί ὁποίας ἐργασίας ὀφείλει ἔχεσθαι ὁ ἐν ταύτῃ ἀνδρείως προσκαρτερῶν.

Περί ἡσυχίας καί ὁποίας ἐργασίας ὀφείλει ἔχεσθαι ὁ ἐν ταύτῃ ἀνδρείως προσκαρτερῶν.


n/a

Περί τῆς τελεωτέρας τῶν ἀρετῶν ὀλίγα τινά προθυμούμενος εἰπεῖν, δέομαι ὑμῶν, ἀνοίξατέ μοι τά ὦτα, οἱ τοῦ μέτρου ταύτης ἐρῶντες καί εἰς τό ὕψος αὐτῆς διά τῆς προκοπῆς καί τῆς τῶν λοιπῶν ἀρετῶν καθ᾿ ὁδόν ἀναβάσεως ἀνελθεῖν προετοιμαζόμενοι, τόν νοῦν δηλαδή ἐφιστῶντες τῇ προσοχῇ τῶν λεγομένων, ἵνα, τό ἔργον αὐτῆς διδαχθέντες ὑπό τοῦ λόγου, σπεύσητε, τῆς ἀξίας ἐφιέμενοι αὐτῆς καί τοῦ πλούτου, ἀξίους ἑαυτούς παραστῆσαι εἰς τήν ὑποδοχήν καί τήν ἐργασίαν αὐτῆς. Ἄρξομαι δέ ἐντεῦθεν καί τοῦ λόγου τήν ἀρχήν τοιαύτην τῷ ταύτης ἐραστῇ ἐν ἐπιτόμῳ ποιήσομαι.

Γενέσθω τοιγαροῦν ὁ ἡσυχάζων καί ἐν κελλίῳ μόνος καθήμενος ὡς ἡ πρωτομάρτυς Θέκλα αὕτη γάρ ἐπί τῆς θυρίδος καθημένη καί τῇ διδασκαλίᾳ τοῦ Παύλου προσέχουσα, τῶν κοσμικῶν δηλονότι ἐκστᾶσα πραγμάτων καί τῶν σωματικῶν ἀναγκῶν (οὐ γάρ ἀφίστατο, φησίν, ἀλλά δίκην ἀράχνης προσκολληθεῖσα τῇ θυρίδι οὔτε πρός τό φαγεῖν οὔτε πρός τό πιεῖν ἐξανίστατο, ἀλλ᾿ ἦν ἐπακροωμένη τοῦ Παύλου), ὑποχωρήσαντα αὐτόν κατεδίωκεν, μόνη φυγῇ χρησαμένη καί γονεῖς καί μνηστῆρα καί ἅπαντα λιποῦσα, ἐκεῖνον ἐζήτει καί ποθοῦσα κατέτρεχε, μή ἀνεχομένη ἑτέρου τινός ἐπιμνησθῆναι καθόλου πλήν Παύλου. Τοσοῦτον γάρ αὐτῆς ὁ τοῦ Παύλου πόθος ἐκράτησεν, ὥστε, κυλινδουμένη ἐπί τοῦ τόπου οὗ ὁ Παῦλος διδάσκων ἐκάθητο, κατεφίλει τό ἔδαφος ἐν ᾧ ἵσταντο οἱ πόδες αὐτοῦ. Μηδέν σοι τούτων παρέργως εἰρῆσθαι δόξῃ ἀλλ᾿ εἰ μή εὗρες, ζήτησον καί εὑρήσεις.

Γενέσθω, εἰ βούληται, καί ὡς πόρνη, τούς πόδας τοῦ Κυρίου νοερῶς κρατῶν καί φιλῶν καί βρέχων τοῖς δάκρυσι, πρός μηδένα ἄλλον ἀποβλέπων εἰ μή πρός τόν τάς ἁμαρτίας αὐτοῦ ἀφιέναι δυνάμενον. Γενέσθω καί ὡς ἡ παιδίσκη, ἧς οἱ ὀφθαλμοί εἰς χεῖρας τῆς κυρίας αὐτῆς, ἀσκαρδαμυκτί καί αὐτός ἀτενίζων εἰς χεῖρας τοῦ Κυρίου καί Θεοῦ αὐτοῦ. Γενέσθω καί ὡς νύμφη, τῷ νυμφίῳ Χριστῷ τῇ ἑνώσει συγκοιταζόμενος καί συνανιστάμενος τῇ αἰωνίῳ ζωῇ, μᾶλλον δέ ἀεί ἐν αὐτῷ μένων καί αὐτόν μένοντα ἐν αὐτῷ περιφέρων. Γενέσθω, εἰ δύναται, καί ὡς εἷς τῶν παρισταμένων ἀρχόντων τῷ ἐπιγείῳ βασιλεῖ ἔνδον ἐν τῷ κοιτῶνι αὐτοῦ, φιλικῶς αὐτῷ καί μυστικῶς προσομιλῶν, προσώπῳ πρός πρόσωπον συλλαλῶν τῷ Δεσπότῃ αὐτοῦ.

Γενέσθω ὁ ἡσυχάζων ὡς οἱ ἐπί τοῦ ὄρους Θαβώρ συνανελθόντες τῷ Ἰησοῦ καί τήν ἀστράψασαν αἴγλην καί τήν ἐναλλαγήν τῶν ἱματίων αὐτοῦ καί τό φῶς τοῦ προσώπου αὐτοῦ θεασάμενοι, οἵ τήν νεφέλην ἰδόντες τήν φωτεινήν καί τήν φωνήν ἀκηκοότες τήν πατρικήν λέγουσαν «Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητός», ἐκπλαγέντες πρηνεῖς ἐπί πρόσωπον ἔπεσον, ἵνα καί αὐτός εἰπεῖν δυνηθῇ ὡς ὁ Πέτρος «Κύριε, καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι. Ποιήσωμεν τρεῖς σκηνάς, σοί καί τῷ Πατρί σου καί τῷ Ἁγίῳ σου Πνεύματι, τῇ μιᾷ βασιλείᾳ, εἰς κατοικίαν αἰώνιον ψυχήν καί σῶμα καί νοῦν, καινοποιοῦντες ταῦτα τῇ καθάρσει καί τῇ τῶν ἀρετῶν ποικιλία ἐποικοδομοῦντες εἰς ὕψος». Ἤ, ὡς οἱ ἐν Ἱερουσαλήμ ἐν τῷ ὑπερῴῳ τότε καθήμενοι, καί αὐτός τήν ἐξ ὕψους δύναμιν ἐκδεχόμενος, ἤ καί ἐπελθόντα τόν Παράκλητον ὡς ἐκεῖνοι δεξάμενος καί ὡς μεμεστωμένος γλεύκους τοῖς σαρκικοῖς νομιζόμενος καί ὡς κομπάζων καί ὑπέρ τήν ἑαυτοῦ φύσιν κατεπαιρόμενος αὐτοῖς λογιζόμενος, διά τό καινά ἐκφέρειν καί δειρμηνεύειν διδάγματα παλαιά καί λαλεῖν γλώσσαις καί ἀνατρέπειν τούς λόγους τῶν ἀντιδιατιθεμένων τῇ διδασκαλίᾳ τοῦ Πνεύματος.

Γενέσθω καί ὡς Μωϋσῆς ἐπί τῆς κορυφῆς τοῦ ὄρους, μόνος ἄνω γενόμενος καί εἴσω τῆς νεφέλης καί αὐτός εἰσερχόμενος καί ἀπό τῶν ὀφθαλμῶν τῶν ἄλλων ἀποκρυπτόμενος ὅς, εἰ τοιοῦτος γένηται, οὐ τά ὀπίσθια μόνον ἴδῃ, ἀλλά τῷ προσώπῳ γνωστῶς ἐμφανισθήσεται τοῦ Θεοῦ καί, αὐτόν τόν Θεόν μόνος ὁρῶν καί παρ᾿ ἐκείνου ὁρώμενος καί τῆς ἐκείνου ἀκούων φωνῆς, μυσταγωγηθήσεται πρῶτον τά μυστήρια τῆς βασιλείας τῶν οὐρανῶν καί εἶθ᾿ οὕτως ἄλλοις νομοθετήσει φωτισθήσεται, καί ἄλλους τῷ φωτί φωτίσει τῆς γνώσεως ἐλεηθήσεται, ἔπειτα ἐλεήσει. Οὗτος αἰτεῖ καί λαμβάνει καί λαβών μεταδίδωσι τοῖς αἰτοῦσιν αὐτόν λύεται τοῦ δεσμοῦ τῶν κακῶν καί λύει ἄλλους εἶθ᾿ οὕτως αὐτός.

Γενέσθω ὁ καλῶς ἡσυχάζων ὡς οἱ ἔνδον, κεκλεισμένων τῶν θυρῶν διά τόν φόβον τῶν Ἰουδαίων, καθήμενοι καί τόν Ἰησοῦν εἰσελθόντα, μᾶλλον δέ ὡς πανταχοῦ ὄντα καί συνυπάρχοντα ἔνδον αὐτῷ, θεασάμενος, τήν εἰρήνην διδόντα αἰτησάμενος λαβέτω, ἀλλά καί Πνεῦμα Ἅγιον ἐμφυσῶντα ὑποδεχέσθω μετά φόβου καί τρόμου. Βλεπέτω δέ ἀκριβῶς καί ψηλαφισάτω καλῶς ταῖς νοεραῖς χερσί τοῦ νοός καί ταῖς αἰσθήσεσει τῆς ψυχῆς, εἰ αὐτό ἐκεῖνός ἐστιν ὁ ἐπί πάντων Θεός. Οὐ γάρ ἀγανακτήσει παρ᾿ αὐτοῦ πολυπραγμονούμενος, ἀλλά, ἀποδεξάμενος αὐτοῦ τήν ἐπαινουμένην δειλίαν, τοιαῦτά τινα εἴπῃ πρός αὐτόν «Τί τεταραγμένος εἶ καί διά τί διαλογισμοί ἀναβαίνουσιν ἐν τῇ καρδίᾳ σου; Εἰρήνη σοι ἐγώ εἰμι, μή φοβοῦ. Ἰδέ μου τήν τῆς θεότητος δόξαν ψηλάφησον καί γνῶθι ὅτι αὐτός ἐγώ εἰμί γεῦσαι καί ἰδέ ὅτι ὁ σκότος ὤν καί εἰς ἄγγελον φωτός ἐν φαντασίᾳ καί οὐκ ἀληθείᾳ μετασχηματιζόμενος χρηστότητα καί γλυκύτητα καί χαράν καί ἐλευθερίαν καί γαληνιαῖαν κατάστασιν καί αἴσθησιν νοεράν καί φωτισμόν ψυχῆς οὔτε ἔχει, οὔτε μήν ἐμποιήσει σοι, καθώς ἐμέ θεωρεῖς τά ἀμφότερα ὄντα καί ἐν σοί αὐτά ἐργαζόμενον».

Ταῦτα τοιγαροῦν πάντα ὁ ἡσυχάζων οὐκ ἐν λόγοις μόνον λεγόμενα ὀφείλει νοεῖν, ἀλλά καί ἔργῳ καθ᾿ ἕν τούτων καθ᾿ ἑκάστην πραττόμενον ἐπ᾿ αὐτῷ ὀφείλει ὁρᾶν. Εἰ δέ μή οὕτως ἐν τῇ κέλλῃ αὐτοῦ διάγων κάθηται, τί τό ὄφελος ἐμπερικλείειν τό ἑαυτοῦ σῶμα τοῖς τοίχοις; Ὁ νοῦς ἄϋλός ἐστι καί ἀσώματος οὐ τοίχοις, ἀλλά θείῳ κρατούμενος Πνεύματι, ἵσταται βεβηκώς εἰς τό κατά φύσιν καί προσομιλῶν Θεῷ. Ὁ τοίνυν μόνος ἐν κελλίῳ καθήμενος, τί ἄρα ὀφείλει ποιεῖν ἕτερον, εἰ μή ἀκριβῶς οἶδεν ἅ εἴπομεν καί ταῦτα ἔχει ἐργασίαν πνευματικήν τε καί διηνεκῆ; Ὁ γάρ τῶν ἐντολῶν ἀποστάς καί ἀπό τῶν ἔργων σχολάσας σωματικῶς, εἰ μή ἐργάζεσθαι οἶδε πνευματικῶς, πάντως ἐξ ἀμφοτέρων ἀργεῖ. Εἰ γοῦν ἡ ἀργία κακόν, ἁμαρτάνειν ὄντως ὁ ταύτῃ στοιχῶν, ἐπειδή ὁ ἐπιστήμων ἐν ἐργασίᾳ πνευματικῇ οὐκ ἐμποδίζεται παρά τοῦτο εἰς τάς διά τοῦ σώματος ἐπιτελουμένας πράξεις τῶν ἐντολῶν τοῦ Θεοῦ, ἀλλά καί λίαν συνεργεῖται μᾶλλον πρός ταύτας καί εὐκοπώτερον αὐτάς ἐργάζεται, ὁ δέ διά μόνων τῶν γινομένων ἐκτός τήν τέχνην ἐπιδεικνύμενος, ἤγουν τήν ἄσκησιν μετερχόμενος, ἐάν ἐκ τούτων σχολάσῃ, οὐκέτι καί ἐν τοῖς πνευματικοῖς ἐργάζεσθαι δύναται. Πῶς; Ὅτι τά μέν ἐργαλεῖα καί τήν ὕληυν ἐν χερσί περιφέρει, ὡς δέ τῆς τέχνης ἄπειρος εἰς ἔργον αὐτήν κατασκευάσαι καί τελειῶσαι οὐ δύναται, ἀλλά ἀσθενής καί ἄκαρπος ἡ ἐργασία αὐτοῦ ἀποδείκνυται. Ἵνα δέ μάθῃς τῶν λεγομένων τήν δύναμιν, ἐξ ἑτέρων ὑποδειγμάτων σαφεστέραν σοι ταύτην ποιήσομαι.

Πόσοι, εἰ δύνασαι εἰπεῖν, ὡς ἡ πόρνη κλαῦσαι προεθυμήθησαν, οὐκ ἔλαβον δέ τήν ἄφεσιν ὡς ἐκείνη; Πόσοι εἰς τό Θαβώριον ὄρος ἀνέβησαν καί ἀνέρχονται μέχρι τοῦ νῦν, τόν δέ ἐκεῖσε μεταμορφωθέντα Κύριον οὐδαμῶς ἐθεάσαντο, οὐ διά τό μή παρεῖναι πάντως ἐκεῖσε Ἰησοῦν τόν Χριστόν, πάρεστι γάρ, ἀλλά διά τό μή ἀξίους εἶναι τῆς θεότητος αὐτοῦ θεατάς; Πόσοι τῶν Ἰουδαίων εἰσῆλθον ἐν τῷ οἰκήματι ἔνθα ἐκάθηντο οἱ ἀπόστολοι, καί οὐδείς αὐτῶν ἔλαβε τόν Παράκλητον; Πόσοι τάς Γραφάς ἑρμηνεύουσι καί τόν ἐν ταῖς Γραφαῖς λαλοῦντα ὅλως ἠγνόησαν; Πόσοι ἐν σπηλαίοις καί ὄρεσιν ἐναπέψυξαν καί τοῦ κόσμου ὑπεράξιοι οὐ γεγόνασιν, ὥστε αὐτῶν μή εἶναι τόν κόσμον ἄξιον, ἀλλά μετά τοῦ κόσμου - ὤ τῶν κριμάτων σου, Κύριε – καί οὗτοι συνηριθμήθησαν; Πόσοι ἡσύχασαν καί νῦν ἡσυχάζουσι, καί οὐδέ αὐτοῦ τοῦ ὀνόματος τήν σημασίαν ἐπίστανται, μή τί γε εἰπεῖν τό ἐν τῇ ἡσυχίᾳ μυστήριον; Οὐ γάρ ἀπό τῆς ἔξωθεν ἡσυχίας ἡ τοῦ Θεοῦ γνῶσις δίδοται, ὥς τινες κακῶς τό «Σχολάσατε καί γνῶτε ὅτι ἐγώ εἰμι ὁ Θεός» ἐπιλαμβάνουσιν, ἀλλ᾿ ἐκ τῆς τοῦ Θεοῦ γνώσεως μᾶλλον ἡ ἡσυχία τῷ νομίμως καί καλῶς ἀγωνιζομένῳ ἐγγίνεται. Εἰ γάρ σχολήν τῶν ἔργων τήν ἀποχήν, καί ἡσυχίαν τήν ἀργίαν καλέσομεν καί ἀντί τῆς ἐργασίας τῶν ἐντολῶν ταῦτα προκρίνωμεν, πῶς τόν τοῦ Χριστοῦ νόμον καί τήν τῶν ἀποστόλων διάταξιν ἐκπληρώσομεν, τοῦ μέν λέγοντος «Ἅ θέλετε ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι καί ὑμεῖς ὁμοίως ποιεῖτε αὐτοῖς», καί πάλιν «Εἰ οὖν ἐγώ ὁ Κύριος καί ὁ διδάσκαλος ἔνιψα ὑμῶν τούς πόδας, ὀφείλετε καί ὑμεῖς ἀλλήλων νίπτειν τούς πόδας», καί πάλιν «Ὁ θέλων ἐν ὑμῖν εἶναι πρῶτος ἔστω πάντων ἔσχατος καί πάντων δοῦλος καί πάντων διάκονος», τοῦ δέ «Ὁ ἀργός μηδέ ἐσθιέτω», καί ἀλλαχοῦ «Πάντα ὑμῖν ὑπέδειξα καί ὅπως δεῖ ἐργαζομένους ἀντιλαμβάνεσθαι τῶν ἀσθενούντων», καί «Αἱ χεῖρες αὗται διηκόνησαν ἐμοί καί τοῖς σύν ἐμοί».

Πάντες γάρ οἱ ἀπόστολοι καί οἱ ἐξ αὐτῶν θεοφόροι πατέρες οὐδαμοῦ τῆς διά τῶν ἔργων εὐαρεστήσεως τήν ἡσυχίαν προέκριναν, ἀλλά διά τῆς τῶν ἐντολῶν ἐκπληρώσεως τήν πίστιν ἐπιδειξάμενοι τῆς τοῦ Θεοῦ ἀγάπης ἐν γνώσει κατηξιώθησαν καί, ὡς νομίμως ἀγωνισάμενοι καί ἔπαθλον τῆς νίκης τήν ἐν ἀγάπῃ γνῶσιν Θεοῦ λαβόντες καί εἶναι σύν αὐτῷ ἐπιποθοῦντες, ἔξω τοῦ σταδίου καί τῶν ἐν πολέμοις ταραχῶν ἐγένοντο καί ἔτι οἱ νομίμως ἀγωνιζόμενοι ἔξω τούτων γίνονται, ἀμερίμνως καί ἀνεπιμίκτως τῶν κάτω καί λυπηρῶν τάς ἐπικαρπίας τῶν πόνων ἐπαπολαύοντες. Ἐπάν δέ τοῦ τοιούτου καλοῦ ἀκορέστως κατατρυφήσωσι καί βεβαιωθῶσιν ὡς «οὐκ ἄξια, κατά τόν θεῖον Ἀπόστολον, τά παθήματα τοῦ νῦν καιροῦ πρός τήν μέλλουσαν ἀποκαλύπτεσθαι δόξαν» καί ὅτι «ἕκαστος λήψεται τόν μισθόν κατά τόν ἴδιον κόπον», οὐκ ἐν τοῖς προλαβοῦσιν ἄθλοις ἀρκοῦνται, ἀλλά πάλιν ἀπό τῆς ἀνέσεως καί τῆς τοιαύτης τρυφῆς ἐπί τούς ἀγῶνας χωροῦσι, κατά τό εἰρημένον ὑπό τοῦ Θεολόγου, ἀπό τῆς ἡσυχίας ἐπί τόν λόγον, οὐχ ἑαυτοῖς, εἰ καί ἑαυτοῖς, ἀλλ᾿ ὅν ποθοῦσι καί ᾧ ἀντιποθοῦνται Θεῷ φιλοτιμούμενοι. Οὐκέτι δέ τύπτοντες καί τυπτόμενοι, οὐδέ ἐν τῷ προτέρῳ τρόπῳ τοῖς ἐχθροῖς συμπλέκονται, ἀλλά φοβεροί αὐτοῖς καί μόνῃ τῇ ἰδέᾳ εἰσίν μόνον γάρ ἀναφανέντων, εἰς φυγήν μέν τρέπονται οἱ τούτων ἐχθροί, οἱ δέ γε παρ᾿ ἐκείνων τρωθέντες εὐθύς θεραπεύονται, δεσμοῦνται καί ἐπαλείφονται παρ᾿ αὐτῶν καί διδάσκονται, πῶς δεῖ προσέρχεσθαι τοῖς τοιούτοις, ἐν ποίοις τε ὅπλοις καί μηχανήμασι ποταποῖς.

Ταῦτα εἰ μή καθ᾿ ἕν ὁ ἡσυχάζων καί ὁ προεστώς ἄλλων καί ὁ διδάσκων ἑτέρους ἐπίσταται, οὔτε ἡσυχάζων ἐστίν ὁ δοκῶν ἡσυχάζειν, ἀλλ᾿ ἐν ἀγνοίᾳ κάθηται, μόνον περικεκλεισμένος τό σῶμα οὔτε προεστώς ἐστιν ὁ δοκῶν προεστάναι, ἀλλ᾿ ἐν ὁδῷ ᾗ οὐκ ἐπίσταται, μᾶλλον δέ ἔξω τῆς ὁδοῦ, πορευόμενος, τούς ἀκολουθοῦντας αὐτῷ σύν αὐτῷ εἰς αἰωνίου πυρός κρημνόν ἀπορρίψει οὔτε διδάσκαλος ἄλλων ἐστίν ὁ διδάσκεν δοκῶν, ἀλλά ψεύστης καί πλάνος, ὅτι τήν ἀληθινήν σοφίαν, τόν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, οὐκ ἔχει ἐν ἑαυτῷ. Τί δέ χρή καί λέγειν περί τοῦ δεσμεῖν καί λύειν τούς οὕτως ἔχοντας, ὅπου γε καί οἱ τόν Παράκλητον ἔχοντες ἐν ἑαυτοῖς ἀφιέντα τά ἁμαρτήματα φρίττουσι μή τι τῶν παρά γνώμην τοῦ ἐν αὐτοῖς ὄντος καί δι᾿ αὐτῶν λαλοῦντος ἐργάσωνται; Ἀλλά τίς οὕτω μανείς καί ἐπί τοσοῦτον θράσους ἀρθείς πρός τοῦ τόν Παράκλητον δέξασθαι εἴπῃ καί ποιήσει ἔργα τοῦ Πνεύματος καί ἄνευ γνώμης Θεοῦ τά τοῦ Θεοῦ διαπράξεται; Οὐαί τοῖς ταῦτα τολμῶσιν ἐν τῇ φοβερᾷ ἡμέρᾳ τῆς κρίσεως, ἐν ᾗ ὁ ἀδέκαστος καί ἀπαραλόγιστος κριτής Κύριος κάθηται ἐπί θρόνου καί βήματος φοβεροῦ, ἀποδιδούς ἑκάστῳ κατά τά ἔργα καί τάς ἐνθυμήσεις καί τούς λόγους αὐτοῦ ᾧ πρέπει πᾶσα δόξα, τιμή καί προσκύνησις σύν τῷ πατρί καί τῷ Ἁγίῳ Πνεύματι νῦν καί ἀεί καί εἰς τούς ἀτελευτήτους αἰῶνας τῶν αἰώνων ἀμήν.



Άγιοι Τόποι

24 Ώρες στους Αγίους Τόπους, Οδοιπορικό σε Μονές 20/04/2019

24 Ώρες στο Πατριαρχείο Ιεροσολύμων 25/04/2019

24 Ώρες στα Βήματα του Χριστού 27/04/2019

Η Θεία Λειτουργία

The Arabic Divine Liturgy of St. John Chrysostomos

The Turkish Divine Liturgy of St. John Chrysostomos

 

Ραδιοσταθμοί

Ακούστε (((ο)))
Ραδιόφωνο: Άγιοι Ισίδωροι

You are missing some Flash content that should appear here! Perhaps your browser cannot display it, or maybe it did not initialize correctly.

Ὅλα ἀρχίζουν ἐδῶ

Κάθε λογισμὸς καὶ κάθε αἴσθηση ὁδηγοῦν σταδιακὰ τὴν ψυχὴ εἴτε πρὸς τὸν παράδεισο εἴτε πρὸς τὴν κόλαση.

Ἄν ὁ λογισμὸς εἶναι ἔλλογος, τότε συνδέει τὸν ἄνθρωπο μὲ τὸν Θεὸ Λόγο, μὲ τὸν ὕψιστο Λογισμό, μὲ τὴν Παναξία, πρᾶγμα ποὺ εἶναι ἤδη ὁ παράδεισος.

παράδεισος

Ἐάν πάλι εἶναι ἄλογος ὁ λογισμὸς ἤ καὶ παράλογος, τότε συνδέει ἀναπόφευκτα τὸν ἄνθρωπο μὲ τὸν Παράλογο, τὸν Ἀνόητο, μὲ τὸν διάβολο, πρᾶγμα ποὺ εἶναι ἤδη ἡ κόλαση.

Ὅσα ἰσχύουν γιὰ τὸν λογισμὸ, ἰσχύουν καὶ γιὰ τις αἰσθήσεις. Ὅλα ἀρχίζουν ἐδῶ, ἀπὸ τὴν γῆ: καὶ ὁ παράδεισος μὰ καὶ ἡ κόλαση τοῦ ἀνθρώπου.

Ἰουστῖνος Πόποβιτς

Αγίου Ιωάννου Χρυσοστόμου

Ἐγὼ πατὴρ, ἐγὼ ἀδελφὸς, ἐγὼ νυμφίος, ἐγὼ οἰκία, ἐγὼ τροφὴ, ἐγὼ ἱμάτιον, ἐγὼ ῥίζα, ἐγὼ θεμέλιος, πᾶν ὅπερ ἂν θέλῃς ἐγώ· μηδενὸς ἐν χρείᾳ καταστῇς. Ἐγὼ καὶ δουλεύσω· ἦλθον γὰρ διακονῆσαι, οὐ διακονηθῆναι. Ἐγὼ καὶ φίλος, καὶ μέλος, καὶ κεφαλὴ, καὶ ἀδελφὸς, καὶ ἀδελφὴ, καὶ μήτηρ, πάντα ἐγώ· μόνον οἰκείως ἔχε πρὸς ἐμέ. Ἐγὼ πένης διὰ σέ· καὶ ἀλήτης διὰ σέ· ἐπὶ σταυροῦ διὰ σὲ, ἐπὶ τάφου διὰ σέ· ἄνω ὑπὲρ σοῦ ἐντυγχάνω τῷ Πατρὶ, κάτω ὑπὲρ σοῦ πρεσβευτὴς παραγέγονα παρὰ τοῦ Πατρός. Πάντα μοι σὺ, καὶ ἀδελφὸς, καὶ συγκληρονόμος, καὶ φίλος, καὶ μέλος. Τί πλέον θέλεις; τί τὸν φιλοῦντα ἀποστρέφῃ; τί τῷ κόσμῳ κάμνεις; τί εἰς πίθον ἀντλεῖς τετρημένον;  περισσότερα »»»

Η Ελλάδα και ο Υμνος της Ελευθερίας

Ελληνική σημαία - Ελλάς - Ελευθερία

You are missing some Flash content that should appear here! Perhaps your browser cannot display it, or maybe it did not initialize correctly.

Υπεραγία Παρθένος Θεοτόκος Μαρία

Κύριος διασκεδάζει βουλὰς ἐθνῶν, ἀθετεῖ δὲ λογισμοὺς λαῶν καὶ ἀθετεῖ βουλὰς ἀρχόντων· ἡ δὲ βουλὴ τοῦ Κυρίου εἰς τὸν αἰῶνα μένει, λογισμοὶ τῆς καρδίας αὐτοῦ εἰς γενεὰν καὶ γενεάν. (Ψαλ. 32, 10-11)

εἰ δέ τις τῶν ἰδίων καὶ μάλιστα τῶν οἰκείων οὐ προνοεῖ, τὴν πίστιν ἤρνηται καὶ ἔστιν ἀπίστου χείρων. (Τιμ.Α 5,8)

Ἅγιος Ἀντώνιος ὁ Μέγας

Οἱ ἄνθρωποι καταχρηστικά λέγονται λογικοί. Δεν εἶναι λογικοὶ ὅσοι ἔμαθαν ἀπλῶς τὰ λόγια καὶ τὰ βιβλία τῶν ἀρχαίων σοφῶν, ἀλλ' ὅσοι ἔχουν τὴ λογικὴ ψυχὴ καὶ μποροῦν νὰ διακρίνουν ποιὸ εἶναι τὸ καλὸ καἰ ποιὸ τὸ κακό καὶ ἀποφεύγουν τὰ πονηρὰ καὶ βλαβερὰ στὴν ψυχή, τὰ δὲ ἀγαθὰ καὶ ψυχωφελῆ, τὰ ἀποκτοῦν πρόθυμα μὲ τὴ μελέτη καὶ τὰ ἐφαρμόζουν μὲ πολλὴ εὐχαριστία πρὸς τὸν Θεό. Αὐτοὶ μόνοι πρέπει νὰ λέγονται ἀληθινὰ λογικοὶ ἄνθρωποι.

St Antony the Great

Ἐφ᾿ ὅσον ἐννοεῖς τὰ περὶ Θεοῦ, νὰ εἶσαι εὐσεβής, χωρὶς φθόνο, ἀγαθός, σώφρων, πράος, χαριστικὸς κατὰ δύναμιν, κοινωνικός, ἀφιλόνεικος καὶ τὰ ὅμοια. Διότι αὐτὸ εἶναι τὸ ἀπαραβίαστο ἀπόκτημα τῆς ψυχῆς, νὰ ἀρέσει στὸ Θεὸ μὲ τέτοιες πράξεις καὶ μὲ τὸ νὰ μὴν κρίνει κανέναν καὶ νὰ λέει γιὰ κανέναν, ὅτι ὁ δείνα εἶναι κακὸς καὶ ἁμάρτησε. Ἀλλὰ καλλίτερο εἶναι νὰ συζητᾶμε τὰ δικά μας κακά, καὶ νὰ ἐρευνᾶμε μέσα μας τὴ δική μας πολιτεία, ἐὰν εἶναι ἀρεστὴ στὸ Θεό. Διότι, τί μᾶς μέλει ἐμᾶς, ἐὰν ὁ ἄλλος εἶναι πονηρός;

Ἅγιος Ἰουστῖνος Πόποβιτς

Ἡ αἰωνιότητα εἶναι φρικιαστικὴ δίχως Θεάνθρωπο, γιατὶ καὶ ὁ ἄνθρωπος εἶναι φοβερὸς δίχως τὸν Θεάνθρωπο. Καθετὶ τὸ ἀνθρώπινο, μονάχα στὸν Θεάνθρωπο ἔχει τὴν τελικὴ καὶ λογικὴ του ἑρμηνεία. Δίχως τὸν θαυμαστὸ Κύριο Ἰησοῦ Χριστό, ὅλα τὰ ἀνθρώπινα μεταβάλλονται ἀναπόφευκτα σὲ χάος, σὲ φρίκη, σὲ θάνατο, σὲ κόλαση: ἡ φρόνηση σὲ ἀφροσύνη, ἡ αἴσθηση σὲ ἀπόγνωση, ἡ ἐπιθυμία σὲ αὐτοδιάσπαση μέσα ἀπὸ τὴν αὐτοθέωση ἤ τὴν αὐτοεξουθένωση.

περισσότερα