Ο Κύριος ημών Ιησούς Χριστός | Ορθόδοξοι Πατέρες Our Lord Jesus Christ | Orthodox Fathers

»»»    Λόγοι - Αγίου Συμεώνος του νέου Θεολόγου / Θεολογικός 3ος - Καί ὅτι, εἴ τι ὁ Πατήρ, τοῦτο καί ὁ Υἱός, καί εἴ τι ὁ Υἱός, τοῦτο καί τό Πνεῦμα τό Ἅγιον, καί ὅτι ἕν ταῦτα πνεῦμα ὁμότιμον, ὁμοούσιον καί ὁμόθρονον.

Θεολογικός 3ος - Καί ὅτι, εἴ τι ὁ Πατήρ, τοῦτο καί ὁ Υἱός, καί εἴ τι ὁ Υἱός, τοῦτο καί τό Πνεῦμα τό Ἅγιον, καί ὅτι ἕν ταῦτα πνεῦμα ὁμότιμον, ὁμοούσιον καί ὁμόθρονον.


n/a

Ἀεί μέν ὁ Θεός ὑμνούμενός τε καί παρ᾿ ἡμῶν δοξαζόμενος ὁ ἄναρχος Πατήρ, ὁ συνάναρχος Υἱός τοῦ Πατρός, τό συναΐδιον καί ὁμοούσιον τοῦ Πατρός καί τοῦ Υἱοῦ πανάγιον Πνεῦμα, ἡ μία ταῦτα φύσις καί δόξα καί συμφυΐα, ἡ ὁμοούσιος Τριάς, ἡ μία θεότης, ἡ ὁμότιμος οὐσία καί τρισυπόστατος, ἡ τῶν ὅλων ἀρχή καί ὑποστατική καί δημιουργός δύναμις, ἡ ὁμόθρονος, ἡ ὁμόδοξος, ἡ μία ἐξουσία καί παντοκρατορική κυριότης καί βασιλεία, εἷς Θεός καί ἔστι καί λέγεται, ὅς ποτέ μέν μονάς θεωρούμενός τε καί πιστευόμενος μοναδικῶς παρ᾿ ἡμῶν καί λατρεύεται, ποτέ δέ τριάς ὁμολογούμενος τριαδικῶς ἀνυμνεῖται ἐν διῃρημέναις ταῖς ὑποστάσεσιν, ὡς παρ᾿ αὐτοῦ τοῦ ἑνός τῆς τρισυποστάτου θεότητος Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μεμυσταγωγήμεθα, βαπτίζειν προτρεπομένου εἰς ὄνομα Πατρός καί Υἱοῦ καί Ἁγίου Πνεύματος καί πάλιν οὕτω λέγοντος· "Ὁ Πατήρ μου μείζων μού ἐστιν" ἕτερον ἑαυτόν παρά τόν Πατέρα δεικνύντος, καί "Ἐγώ ἀπ᾿ ἐμαυτοῦ ποιῶ οὐδέν" καί πάλιν· "’Ερωτήσω τόν Πατέρα καί ἄλλον παράκλητον πέμψει ὑμῖν τό Πνεῦμα τῆς ἀληθείας ὅ παρά τοῦ Πατρός ἐκπορεύεται", ἄλλον πάλιν παράκλητον ὀνομάζων τό Πνεῦμα.

Ἐντεῦθεν οὖν ἡμῖν ἡ χάρις ἐννοεῖν δίδωσι τό ἕν κατά πάντα τῆς τρισυποστάτου καί ὁμοουσίου θεότητός τε καί βασιλείας καί τό ταὐτόν καί ὡσαύτως ὄν τῶν αὐτῆς ὑποστάσεων τῆς ἀϊδίου δόξης καί ἀχωρίστου ἑνότητος, ὡς εἰδέναι ὅλον ἐκεῖσε εἶναι τόν Πατέρα μετά τοῦ Πνεύματος, ἔνθα ὅλος ὁΥἱός καί Θεός ὀνομάζεται, καί ὅλον ἐκεῖσε εἶναι τόν Υἱόν διά τοῦ Πνεύματος ἐν οἷς ὅλος ὁ Θεός καί Πατήρ ἀνυμνεῖται, καί ὅλον ἐκεῖσε εἶναι τό Πνεῦμα τό Ἅγιον, ἔνθα ὅλος ὁ Πατήρ τῷ Υἱῷ συνομολογεῖται καί συνδοξάζεται. Οὕτω δέ μυσταγωγηθέντες παρά τοῦ Πνεύματος ταῦτα οὕτως ἔχειν ὁμοουσίως καί ὁμοτίμως τά πρόσωπα, εἴτ᾿ οὖν ἀσυγχύτους εἶναι τάς ὑποστάσεις αὐτῶν καί ἀδιαιρέτους ἅμα ἐν τῇ μιᾷ τούτων καί θείᾳ τῶν ὅλων ὑποστατικῇ φύσει τε καί αἰτίᾳ, ὁπόταν πρός τόν Πατέρα καί Θεόν ἀναγώμεθα τῷ συναναφέροντι Πνεύματι διά τοῦ Λόγου καί τάς χεῖρας ἐκτείνωμεν πρός αὐτόν καί τά ὄμματα, "Πάτερ ἡμῶν" λέγομεν "ὁ ἐν τοῖς οὐρανοῖς". Ὁπηνίκα δέ τῷ μονογενεῖ τοῦ Πατρός Υἱῷ ἐν τῷ συνετίζοντι Πνεύματι προσερχόμεθα τάς εὐχάς ἀποδοῦναι, "Ὁ μονογενής Υἱός" λέγομεν "ὁ συναΐδιος Λόγος τοῦ Θεοῦ καί Πατρός, ὁ μόνος ἐκ μόνου, ὁ ἐκ Θεοῦ Θεός, ὁ ἄναρχος ἐξ ἀνάρχου, ὁ ἐξ ἀϊδίου ἀΐδιος, ὁ ἐξ αἰωνίου αἰώνιος, τό ἐκ τοῦ φωτός φῶς, ἡ ἐκ τῆς ζωῆς ζωή, ὁ ἐκ τοῦ ἀπροσίτου ἀπρόσιτος, ὁ ἀκατάληπτος ἐξ ἀκαταλήπτου, ὁ ἄφραστος ἐξ ἀφράστου, ὁ ἀναλλοίωτος ἐξ ἀναλλοιώτου, ὁ ἀκατανόητος ἐξ ἀκατανοήτου, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν". Οὕτω δέ καί τό Πνεῦμα τό Ἅγιον ἐπικαλούμενοι λέγομεν· "Τό Πνεῦμα τό Ἅγιον τό ἐκ τοῦ Πατρός ἀφράστως ἐκπορευόμενον καί δι᾿ Υἱοῦ ἡμῖν ἐπιφοιτῶν τοῖς πιστοῖς, Πνεῦμα ζωῆς καί συνέσεως, Πνεῦμα ἁγιωσύνης καί τελειότητος, Πνεῦμα τό ἀγαθόν, τό σοφόν, τό φιλάνθρωπον, τό ἡδύ, τό ἔνδοξον, τό τρέφον ὁμοῦ καί ποτίζον, τό ἐλεοῦν, τό φωτίζον, τό δυναμοῦν, Πνεῦμα θεῖον ὑπομονῆς, Πνεῦμα χαρᾶς μεταδοτικόν, εὐφροσύνης, σωφροσύνης, σοφίας, γνώσεως, πρᾳότητος, ἀμνησικακίας, ἀμεριμνίας τῶν κάτω, θεωρίας τῶν ἄνω, διωκτήριον ἀκηδίας, ἀμελείας ἀπελατήριον, περιεργίας καί πονηρίας φυγαδευτήριον, Πνεῦμα μυστηρίων δηλωτικόν, ἀρραβών οὐρανῶν βασιλείας, προφητείας πηγή, διδασκαλίας κρατήρ, ἁμαρτίας ἀναιρετικόν, μετανοίας θύρα, τήν εἴσοδον τοῖς ἀγωνιζομένοις ὑποδεικνύον οἷα δή θυρωρός, Πνεῦμα ἀγάπης, εἰρήνης, πίστεως, ἐγκρατείας, Πνεῦμα πόθου καί πόθον ἐμποιοῦν, ἐλθέ καί ἐνσκήνωσον καί μεῖνον ἐν ἡμῖν ἀχωρίστως, ἀδιαιρέτως, ἁγιάζον καί μεταποιοῦν καί φωτίζον ἡμῶν τάς καρδίας, ὡς ὁμοούσιον καί ὁμότιμον τῷ Υἱῷ καί τῷ Πατρί καί ὡς θεούς τούς ὑποδεχομένους σε ἐργαζόμενον καί πᾶσαν μέν ἁμαρτίαν ἐξαφανίζον, πᾶσαν δέ ἀρετήν συνεισφέρον τῇ εἰσόδῳ σου, οὐκ ἔξωθεν ταῦτα συνεπαγόμενον, ἀλλ᾿ αὐτό ἐκεῖνο ὑπάρχον πᾶν ὁτιοῦν καί ἔστιν ἀγαθόν· ἐν οἷς γάρ ἐγκατοικήσεις, ἔχουσιν οὐσιωδῶς ἐν ἑαυτοῖς τό πᾶν ἀγαθόν".

Τοιγαροῦν καί οὐχ ὡς διαιροῦντες τό ἄτμητον τῆς ὁλικῆς ἑνάδος, τρισί θεοῖς καί οὐχ ἑνί τόν ὕμνον προσφέρομεν, ἀλλ᾿ ὡς ἐν τῷ Πατρί τόν Υἱόν καί τό Πνεῦμα, ἐν δέ τῷ Υἱῷ τό Πνεῦμα καί τόν Πατέρα, ἐν δέ τῷ Πνεύματι τόν Πατέρα προσκυνοῦντες καί τόν Υἱόν· ἅ καί μίαν φύσιν δοξάζομεν μιᾶς τρισυποτάτου θεότητος, ὁμοούσιον, ὁμοδύναμον, αὐτοδύναμον, παντοδύναμον, αὐτοθέλητον, συναΐδιον, συνάναρχον, ὑπερούσιον, ἀσύγχυτόν τε καί ἀδιαίρετον. Οὐ γάρ ἄλλο καί ἄλλο καί ἄλλο ἑτέρας καί ἑτέρας φύσεως, τήν μή τεμνομένην ἑνάδα τε καί θεότητα διαιροῦντες, φρονοῦμεν, εἰς ἐκφύλους ἀλλοτριότητας ἀσυνέτως ἐκκλίνοντες, ἀλλ᾿ ἕνα ταῦτα Θεόν ἀδιαιρέτως ταῖς ὑποστάσεσι διαιρούμενον καί ἀσυγχύτως τῇ ἑνότητι τῆς μιᾶς οὐσίας ἑνούμενον ἔγνωμεν, ὅλον ἐν ταῖς ὑποστάσεσιν ἑνιζόμενον καί ὅλον ἐν τῇ ὑπερουσίῳ ἑνάδι τρισσούμενον· τόν αὐτόν τρία τοῖς προσώποις καί ἕν τῇ ἑνότητι τῆς οὐσίας εἴτε φύσεως χρή λέγειν.

Οὕτω γάρ καί ὁ μονογενής αὐτός Υἱός τοῦ Πατρός τό κατά πάντα ὁμότιμον καί ὁμοούσιον καί ὁμόθρονον ἑαυτοῦ μεθ᾿ ἅμα τῶν ὁμοουσίων Πατρός καί Πνεύματος πᾶσιν ἡμῖν διετράνωσεν οὕτως εἰπών· "Ἐγώ καί ὁ Πατήρ ἕν ἐσμεν". Καί πάλιν ἑτέρωθι περί τοῦ Πνεύματος, τό ἐκ τῆς οὐσίας ἐκείνης ἀπαραλλάκτως εἶναι δηλῶν, οὕτω φησί· "Τό Πνεῦμα τῆς ἀληθείας, ὅ παρά τοῦ Πατρός ἐκπορεύεται". Ὡς γάρ ἐξ ὀφθαλμοῦ, ἤτοι πηγῆς ὕδατος, ὕδωρ ὁ ποταμός ἐκπορεύεται, οὕτως ἐκ Θεοῦ τοῦ Πατρός Θεός ἐκπορεύεται τό Πνεῦμα, διό καί φησι· "Πνεῦμα ὁ Θεός καί τούς προσκυνοῦντας αὐτόν ἐν πνεύματι καί ἀληθείᾳ δεῖ προσκυνεῖν". Εἰ οὖν ὁ Πατήρ πνεῦμά ἐστι, καί ὁ ἐξ αὐτοῦ γεννηθείς Υἱός πνεῦμα δηλονότι ἐστί· καί τοῦτο δηλῶν ὁ Παῦλος ἔλεγε· "Τό δέ πνεῦμα ὁ Κύριος ἐστιν". Εἰ γάρ καί σάρκα ἀνέλαβεν, ἀλλά καί ταύτην θεώσας πνευματικήν ἀπειργάσατο. Πνεῦμα τό Πνεῦμα τό Ἅγιον, ὅτι ἐκ τοῦ Πατρός ἐκπορεύεται καί διά τοῦ Υἱοῦ δίδοται τοῖς ἀναξίοις ἡμῖν, οὐχ ὡς μή θέλον πεμπόμενον ἤ διανεμόμενον, ἀλλ᾿ ὡς δι᾿ ἑνός τῆς Τριάδος, αὐτοῦ τοῦ Υἱοῦ, τά τῷ Πατρί δοκοῦντα ὡς οἰκεῖα θελήματα ἐκπληροῦν. Τῇ γάρ φύσει καί τῇ οὐσίᾳ καί τῇ θελήσει ἀμέριστος ἡ Ἁγία Τριάς, ταῖς δέ ὑποστάσεσι προσωπικῶς ὀνομάζεται Πατήρ, Υἱός καί Ἅγιον Πνεῦμα, εἷς ὤν ταῦτα Θεός, ὄνομα δέ αὐτοῦ Τριάς, ὅς ὑπεράνω παντός ὀνόματος ὀνομαζομένου καί λόγου καί ῥήματος ὤν ὑπέρκειται καί πάσης διανοίας κατάληψιν ὑπερεκπίπτει, μηδέν ὤν.

Ἀλλά σύνες ἐντεῦθεν πῶς ἕν τά τρία ἡ ἁγία λέγει Γραφή. Καλόν γάρ πάλιν τά αὐτά ἐν τοῖς αὐτοῖς ἀναλαβεῖν καί εἰπεῖν, ἐπειδή καί τό ἐντρυφᾶν τοῖς τοιούτοις ἀεί ἡδονήν ἐμποιεῖ τῷ τά τοιαῦτα θεοπρεπῶς εἰδότι τρυφᾶν καί τάς ψυχικάς αἰσθήσεις αὐτοῦ ὁ λόγος θεῖος καθαγιάζει. "Πνεῦμα" φησίν "ὁ Θεός", τοῦτο δέ καί ὁ Υἱός, ὥσπερ εἴρηται. Εἰ οὖν "ὁ Θεός πνεῦμά ἐστι" καί τό "πνεῦμα ὁ Κύριος" καί ὁ Κύριος πνεῦμα παρά τῆς θείας καλεῖται Γραφῆς, ἕν πνεῦμά ἐστιν ἐν τρισί προσώποις εἴτ᾿ οὖν ὑποστάσεσι γνωριζόμενον ὁ Θεός ( καθώς ἔφη τοῦτο παραδηλῶν ὁ Υἱός "ἕν"), ἰσοδύναμον, ὁμόθρονον, ὁμοφυές, ὁμοούσιον. Ταῦτα διά τοῦτο οὕτως εἴρηται πνεῦμα ἕν, ἵνα μηδεμίαν ἀνισότητα ὑπεροχῆς ἤ ὑφέσεως ὑπολάβῃς ἐν τοῖς τρισί τῆς Τριάδος προσώποις, μήτε μήν ὅλως καθ᾿ οἱονδήποτε τρόπον ἐν αὐτοῖς χωρισμόν· οὐ γάρ διά τοῦτο, ἀλλ᾿ ὅπως διά μόνων τῶν ὀνομάτων τά πρόσωπα, αὐτάς δή τάς ὑποστάσεις, ἐκδιδαχθῇς, εἴρηνται. Οὕτω ταῦτα μαθών καί οὕτω καλῶς τά περί Θεοῦ μυσταγωγηθείς, μηδέν περαιτέρω πολυπραγμονῶν ἐκζητήσῃς, πίστει δέ μόνῃ ταῦτα παραδεξάμενος μέχρι τούτου στῆθι, ἀκατάληπτα πάντῃ τά ὑπέρ ταῦτα καί πληροφορούμενος καί ὁμολογῶν.

Ἵνα δέ εἰδῆς καί τά τῆς θείας φύσεως ἴδια, πῶς ὁ Θεός καί τά περί Θεόν καί τά ἀπό Θεοῦ καί τά ἐν τῷ Θεῷ πάντα ἕν φῶς ἐστιν, ἐν ἑκάστῃ τῶν ὑποστάσεων προσκυνούμενον καί ἐν πᾶσι τοῖς ἰδιώμασιν αὐτοῦ καί χαρίσμασι καθορώμενον, καί οὕτω σε ταῦτα μυσταγωγήσομεν. "Ὁ Θεός φῶς ἐστί" καί φῶς ἄπειρόν τε καί ἀκατάληπτον· τά γάρ περί αὐτόν φῶς εἰσιν ἑνούμενά τε καί διαιρούμενα τοῖς προσώποις ἀδιαιρέτως καί - ἵνα καθ᾿ ἕν σοι τά ἀδιαίρεται διαιρῶν εἴπω - ὁ Πατήρ φῶς ἐστιν, ὁ Υἱός φῶς ἐστι, τό Πνεῦμα τό Ἅγιον φῶς· ἕν ταῦτα φῶς ἁπλοῦν, (45) ἀσύνθετον, ἄχρονον, συναΐδιον, ὁμότιμον καί ὁμόδοξον. Πρός τούτοις καί τά ἐξ αὐτοῦ πάντα φῶς εἰσιν ὡς ἐκ φωτός ἡμῖν χορηγούμενα· ἡ ζωή φῶς, ἡ ἀθανασία φῶς, ἡ πηγή τῆς ζωῆς φῶς, τό ὕδωρ τό ζῶν φῶς, ἡ ἀγάπη, ἡ εἰρήνη, ἡ ἀλήθεια, ἡ θύρα τῆς βασιλείας τῶν οὐρανῶν, αὐτή φῶς ἡ βασιλεία τῶν οὐρανῶν· ὁ νυμφών φῶς, ἡ παστάς, ὁ παράδεισος, ἡ τοῦ παραδείσου τρυφή, ἡ γῆ τῶν πραέων, οἱ στέφανοι τῆς ζωῆς, αὐτά τά τῶν ἁγίων ἐνδύματα φῶς· ὁ Χριστός ὁ Ἰησοῦς, ὁ σωτήρ καί βασιλεύς τοῦ παντός, φῶς· ὁ ἄρτος τῆς ἀχράντου σαρκός αὐτοῦ φῶς, τό ποτήριον τοῦ τιμίου αὐτοῦ αἵματος φῶς, ἡ ἀνάστασις αὐτοῦ φῶς, τό πρόσωπον αὐτοῦ φῶς· ἡ χείρ, ὁ δάκτυλος, τό στόμα αὐτοῦ φῶς, οἱ ὀφθαλμοί αὐτοῦ φῶς· ὁ Κύριος φῶς, ἡ φωνή αὐτοῦ ὡς ἐκ φωτός φῶς, ὁ Παράκλητος φῶς· ὁ μαργαρίτης, ὁ κόκκος τοῦ σινάπεως, ἡ ἄμπελος ἡ ἀληθινή, ἡ ζύμη, ἡ ἐλπίς, ἡ πίστις φῶς.

Ταῦτα τοιγαροῦν καί ἕτερα τούτων, ὅσα ἄν διά προφητῶν καί ἀποστόλων ἀκούεις λεγόμενα περί τῆς ἀνεκφράστου καί ὑπερουσίου θεότητος, αὐτήν οὐσιωδῶς τά πάντα εἶναί μοι νόει τήν μίαν ὑπεράρχιον ἀρχήν, τήν ἐν μονάδι τριαδικοῦ προσκυνουμένην φωτός. Εἷς γάρ Θεός ἐν Πατρί καί Υἱῷ καί Ἁγίῳ Πνεύματι, φῶς ὤν ἀπρόσιτόν τε καί προαιώνιον, ὅ καί πολυώνυμον ὑπάρχον καλεῖται πάντα τά εἰρημένα καί τούτων ἕτερα πλείονα· καί οὐ μόνον ταῦτα καλεῖται, ἀλλά καί ἐνεργεῖ, ὡς παρά τῶν ἐξ αὐτῆς τῆς πείρας διδαχθέντων καί τῇ θεωρίᾳ πιστωθέντων καί βεβαιωθέντων περί τῶν προσόντων καλῶν τῷ ὑπεραγάθῳ Θεῷ ἔμαθον. Καί ἵνα πρός τοῖς εἰρημένοις καί ἕτερά σοι φῶτα Θεοῦ παραδηλώσω τινά, ἡ ἀγαθότης αὐτοῦ φῶς, τό ἔλεος αὐτοῦ, ἡ εὐσπλαγχνία, ὁ ἀσπασμός αὐτοῦ φῶς, (46) ἡ χρηστότης αὐτοῦ φῶς, ἡ ῥάβδος, ἡ βακτηρία καί ἡ παράκλησις αὐτοῦ φῶς.

Εἰ δέ καί ἐν ἡμῖν τά πλείονα τούτων ἤ καί πάντα προσεῖναι λέγονται, ἀλλ᾿ ἡμῖν μέν ὡς ἀνθρώποις, ἐκείνῳ δέ ταῦτα πρόσεστιν ὡς Θεῷ. Καί ἵνα μή κατοκνήσω καθ᾿ ἕν σοι ταῦτα πάλιν εἰπεῖν, Πατήρ ὀνομάζεται ὁ Θεός, πατέρες καλοῦνται καί τῶν ἀνθρώπων οἱ πλείονες· Υἱός Θεοῦ ὁ Χριστός καί Θεός, υἱοί πάλιν ἀνθρώπων ἡμεῖς· Πνεῦμα Θεοῦ τό πανάγιον Πνεῦμα, πνεύματα λέγονται καί ἡμῶν αἱ ψυχαί· ζωή ὁ Θεός, ζῆν λεγόμεθα καί ἡμεῖς· ἀγάπη ὁ Θεός, ἀγάπην ἔχουσιν εἰς ἀλλήλους καί οἱ λίαν ἁμαρτωλοί. Τί οὖν; Τήν τῶν ἀνθρώπων ἀγάπην καλέσεις Θεόν; Ἄπαγε τῆς βλασφημίας! Ἀλλ᾿ εἰρήνην τήν εἰς ἀλλήλους ἐν τῷ μή διαμάχεσθαι ἤ ἀμφιβάλλειν περί τινος, τοῦτο εἴποις εἶναι "εἰρήνην τήν ὑπερέχουσαν πάντα νοῦν"; Οὔμενουν. Ἀλλά ἀλήθειαν Θεοῦ τό μή εἰπεῖν σε λόγον ψευδῆ πρός τινα; Οὐδαμῶς. Ὥσπερ γάρ λόγοι μέν ἀνθρώπων ῥευστοί καί διακενῆς, ὁ δέ τοῦ Θεοῦ Λόγος ζῶν τέ ἐστι καί ἐνυπόστατος καί ἐνεργής, Θεός ἀληθής, οὕτω δή καί ἡ ἀλήθεια, ὁ Θεός, ὑπέρ ἔννοιαν καί ὑπέρ λόγον ἀνθρώπων ἐστίν· ἄτρεπτος, ἄρρευστος, ἐνυπόστατός τε ὑπάρχει καί ζῶν. Οὕτω τοιγαροῦν οὔτε τό ὕδωρ τό παρ᾿ ἡμῖν ὡς τό ὕδωρ ἐκεῖνο τό ζῶν, οὔτε ὁ ἄρτος ὁ παρ᾿ ἡμῖν ὡς ἐκεῖνος ὁ ἄρτος ἐστίν, ἀλλά καθάπερ ἄνωθεν εἴρηται, ἅπαντα φῶς ἐκεῖνα καί φῶς ἕν ὁ Θεός, οὗ μετασχών τις τῇ μετοχῇ ἐκείνου μέτοχος ἀμφοῖν γίνεται πάντων ὧν εἴπομεν ἀγαθῶν. Γίνεται δέ καί πρᾷος καί ταπεινός· ταῦτα δέ πάλιν φῶς σύν τοῖς εἰρημένοις εἰσί, μᾶλλον δέ σύν τῷ φωτί ἔχει καί ταῦτα ὁ ἔχων ἐκεῖνο τό φῶς.

Ἀλλά γάρ συνάμα τούτοις καί ἐγρήγορσις λέγεται ὁ Θεός, ὡς διεγείρων πρός τά καλά τήν ψυχήν τοῦ ἀνθρώπου ἐφ᾿ ἥν κατοικεῖ, ὅς αὐτῇ γίνεται πᾶν ἀγαθόν· καί οὐχ ὑστερεῖται, ἔνοικον ἔχουσα τόν Θεόν ἡ τοιαύτη, παντός ἀγαθοῦ, ἀλλ᾿ ἐμπίπλαται καί περισσεύει ἀεί ἐν πᾶσι τοῖς ἀπορρήτοις ἐκείνοις ἀγαθοῖς τοῦ Θεοῦ, συνδιαιτωμένη καί συνευφραινομένη ταῖς τάξεσι τῶν οὐρανίων δυνάμεων, ὧν γένοιτο καί πάντας ἡμᾶς ἐπιτυχεῖν καί ἐν ἀπολαύσει τούτων πλουσίᾳ γενέσθαι, χάριτι καί φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καί τό κράτος σύν τῷ Πατρί καί τῷ Ἁγίῳ Πνεύματι, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων· ἀμήν.



Άγιοι Τόποι

24 Ώρες στους Αγίους Τόπους, Οδοιπορικό σε Μονές 20/04/2019

24 Ώρες στο Πατριαρχείο Ιεροσολύμων 25/04/2019

24 Ώρες στα Βήματα του Χριστού 27/04/2019

Η Θεία Λειτουργία

The Arabic Divine Liturgy of St. John Chrysostomos

The Turkish Divine Liturgy of St. John Chrysostomos

 

Ραδιοσταθμοί

Ακούστε (((ο)))
Ραδιόφωνο: Άγιοι Ισίδωροι

You are missing some Flash content that should appear here! Perhaps your browser cannot display it, or maybe it did not initialize correctly.

Ὅλα ἀρχίζουν ἐδῶ

Κάθε λογισμὸς καὶ κάθε αἴσθηση ὁδηγοῦν σταδιακὰ τὴν ψυχὴ εἴτε πρὸς τὸν παράδεισο εἴτε πρὸς τὴν κόλαση.

Ἄν ὁ λογισμὸς εἶναι ἔλλογος, τότε συνδέει τὸν ἄνθρωπο μὲ τὸν Θεὸ Λόγο, μὲ τὸν ὕψιστο Λογισμό, μὲ τὴν Παναξία, πρᾶγμα ποὺ εἶναι ἤδη ὁ παράδεισος.

παράδεισος

Ἐάν πάλι εἶναι ἄλογος ὁ λογισμὸς ἤ καὶ παράλογος, τότε συνδέει ἀναπόφευκτα τὸν ἄνθρωπο μὲ τὸν Παράλογο, τὸν Ἀνόητο, μὲ τὸν διάβολο, πρᾶγμα ποὺ εἶναι ἤδη ἡ κόλαση.

Ὅσα ἰσχύουν γιὰ τὸν λογισμὸ, ἰσχύουν καὶ γιὰ τις αἰσθήσεις. Ὅλα ἀρχίζουν ἐδῶ, ἀπὸ τὴν γῆ: καὶ ὁ παράδεισος μὰ καὶ ἡ κόλαση τοῦ ἀνθρώπου.

Ἰουστῖνος Πόποβιτς

Αγίου Ιωάννου Χρυσοστόμου

Ἐγὼ πατὴρ, ἐγὼ ἀδελφὸς, ἐγὼ νυμφίος, ἐγὼ οἰκία, ἐγὼ τροφὴ, ἐγὼ ἱμάτιον, ἐγὼ ῥίζα, ἐγὼ θεμέλιος, πᾶν ὅπερ ἂν θέλῃς ἐγώ· μηδενὸς ἐν χρείᾳ καταστῇς. Ἐγὼ καὶ δουλεύσω· ἦλθον γὰρ διακονῆσαι, οὐ διακονηθῆναι. Ἐγὼ καὶ φίλος, καὶ μέλος, καὶ κεφαλὴ, καὶ ἀδελφὸς, καὶ ἀδελφὴ, καὶ μήτηρ, πάντα ἐγώ· μόνον οἰκείως ἔχε πρὸς ἐμέ. Ἐγὼ πένης διὰ σέ· καὶ ἀλήτης διὰ σέ· ἐπὶ σταυροῦ διὰ σὲ, ἐπὶ τάφου διὰ σέ· ἄνω ὑπὲρ σοῦ ἐντυγχάνω τῷ Πατρὶ, κάτω ὑπὲρ σοῦ πρεσβευτὴς παραγέγονα παρὰ τοῦ Πατρός. Πάντα μοι σὺ, καὶ ἀδελφὸς, καὶ συγκληρονόμος, καὶ φίλος, καὶ μέλος. Τί πλέον θέλεις; τί τὸν φιλοῦντα ἀποστρέφῃ; τί τῷ κόσμῳ κάμνεις; τί εἰς πίθον ἀντλεῖς τετρημένον;  περισσότερα »»»

Η Ελλάδα και ο Υμνος της Ελευθερίας

Ελληνική σημαία - Ελλάς - Ελευθερία

You are missing some Flash content that should appear here! Perhaps your browser cannot display it, or maybe it did not initialize correctly.

Υπεραγία Παρθένος Θεοτόκος Μαρία

Κύριος διασκεδάζει βουλὰς ἐθνῶν, ἀθετεῖ δὲ λογισμοὺς λαῶν καὶ ἀθετεῖ βουλὰς ἀρχόντων· ἡ δὲ βουλὴ τοῦ Κυρίου εἰς τὸν αἰῶνα μένει, λογισμοὶ τῆς καρδίας αὐτοῦ εἰς γενεὰν καὶ γενεάν. (Ψαλ. 32, 10-11)

εἰ δέ τις τῶν ἰδίων καὶ μάλιστα τῶν οἰκείων οὐ προνοεῖ, τὴν πίστιν ἤρνηται καὶ ἔστιν ἀπίστου χείρων. (Τιμ.Α 5,8)

Ἅγιος Ἀντώνιος ὁ Μέγας

Οἱ ἄνθρωποι καταχρηστικά λέγονται λογικοί. Δεν εἶναι λογικοὶ ὅσοι ἔμαθαν ἀπλῶς τὰ λόγια καὶ τὰ βιβλία τῶν ἀρχαίων σοφῶν, ἀλλ' ὅσοι ἔχουν τὴ λογικὴ ψυχὴ καὶ μποροῦν νὰ διακρίνουν ποιὸ εἶναι τὸ καλὸ καἰ ποιὸ τὸ κακό καὶ ἀποφεύγουν τὰ πονηρὰ καὶ βλαβερὰ στὴν ψυχή, τὰ δὲ ἀγαθὰ καὶ ψυχωφελῆ, τὰ ἀποκτοῦν πρόθυμα μὲ τὴ μελέτη καὶ τὰ ἐφαρμόζουν μὲ πολλὴ εὐχαριστία πρὸς τὸν Θεό. Αὐτοὶ μόνοι πρέπει νὰ λέγονται ἀληθινὰ λογικοὶ ἄνθρωποι.

St Antony the Great

Ἐφ᾿ ὅσον ἐννοεῖς τὰ περὶ Θεοῦ, νὰ εἶσαι εὐσεβής, χωρὶς φθόνο, ἀγαθός, σώφρων, πράος, χαριστικὸς κατὰ δύναμιν, κοινωνικός, ἀφιλόνεικος καὶ τὰ ὅμοια. Διότι αὐτὸ εἶναι τὸ ἀπαραβίαστο ἀπόκτημα τῆς ψυχῆς, νὰ ἀρέσει στὸ Θεὸ μὲ τέτοιες πράξεις καὶ μὲ τὸ νὰ μὴν κρίνει κανέναν καὶ νὰ λέει γιὰ κανέναν, ὅτι ὁ δείνα εἶναι κακὸς καὶ ἁμάρτησε. Ἀλλὰ καλλίτερο εἶναι νὰ συζητᾶμε τὰ δικά μας κακά, καὶ νὰ ἐρευνᾶμε μέσα μας τὴ δική μας πολιτεία, ἐὰν εἶναι ἀρεστὴ στὸ Θεό. Διότι, τί μᾶς μέλει ἐμᾶς, ἐὰν ὁ ἄλλος εἶναι πονηρός;

Ἅγιος Ἰουστῖνος Πόποβιτς

Ἡ αἰωνιότητα εἶναι φρικιαστικὴ δίχως Θεάνθρωπο, γιατὶ καὶ ὁ ἄνθρωπος εἶναι φοβερὸς δίχως τὸν Θεάνθρωπο. Καθετὶ τὸ ἀνθρώπινο, μονάχα στὸν Θεάνθρωπο ἔχει τὴν τελικὴ καὶ λογικὴ του ἑρμηνεία. Δίχως τὸν θαυμαστὸ Κύριο Ἰησοῦ Χριστό, ὅλα τὰ ἀνθρώπινα μεταβάλλονται ἀναπόφευκτα σὲ χάος, σὲ φρίκη, σὲ θάνατο, σὲ κόλαση: ἡ φρόνηση σὲ ἀφροσύνη, ἡ αἴσθηση σὲ ἀπόγνωση, ἡ ἐπιθυμία σὲ αὐτοδιάσπαση μέσα ἀπὸ τὴν αὐτοθέωση ἤ τὴν αὐτοεξουθένωση.

περισσότερα