Ο Κύριος ημών Ιησούς Χριστός | Ορθόδοξοι Πατέρες Our Lord Jesus Christ | Orthodox Fathers

»»»    Λόγοι - Αγίου Συμεώνος του νέου Θεολόγου / Βίβλος των ηθικών / Λόγος β΄. / δ΄. Περί τοῦ κατακλυσμοῦ καί τίνων εἰκόνες ἦσαν τά ἐν τῇ κιβωτῷ· καί περί τοῦ Ἀβράαμ καί τοῦ κατ᾿ ἐκλογήν λήμματος καί τί ἐστι τό λῆμμα τοῦτο· καί περί τοῦ Ἰσραήλ καί τῆς περιτομῆς.

δ΄. Περί τοῦ κατακλυσμοῦ καί τίνων εἰκόνες ἦσαν τά ἐν τῇ κιβωτῷ· καί περί τοῦ Ἀβράαμ καί τοῦ κατ᾿ ἐκλογήν λήμματος καί τί ἐστι τό λῆμμα τοῦτο· καί περί τοῦ Ἰσραήλ καί τῆς περιτομῆς.


n/a

Τοιγαροῦν καί γνόντες ἀλλήλους ἐτέκνωσαν καί ἐποίησαν υἱούς καί θυγατέρας καί "ἐκάλεσεν Ἀδάμ Εὔαν τήν γυναῖκα αὐτοῦ Ζωήν, ὅτι αὕτη ἦν μήτηρ πάντων τῶν ζώντων". Ἀλλά γάρ πληθυνθέντων τῶν ἀνθρώπων καί εἰς βάθος ἐμπεσόντων κακῶν καί εἰς πλῆθος ἁμαρτημάτων πολύ, μέλλων ὕδατι κατακλύσαι τόν κόσμον ὁ Θεός καί ἀπαλεῖψαι τόν ἄνθρωπον ἐκ τῆς γῆς, τήν μερίδα καί αὖθις οὐκ ἐγκατέλιπεν, ἀλλά τόν Νῶε καί τούς υἱούς αὐτοῦ καί τάς θυγατέρας αὐτοῦ ἐν τῇ κιβωτῷ διεσώσατο. Ἡ δέ κιβωτός πάλιν τῆς Θεοτόκου καί ὁ Νῶε τοῦ Χριστοῦ τύπος ἦν, οἱ δέ σύν τῷ Νῶε ἄνθρωποι τοῦ ἐξ Ἰουδαίων λήμματος ἀπαρχή, αὐτῶν τῶν εἰς Χριστόν μελλόντων πιστεύειν, τά δή θηρία καί πάντα τά κτήνη καί τά πετεινά καί ἑρπετά τύπος ὑπῆρχον τῶν ἐθνῶν. Ἔνθεν τοι καί ἡ κιβωτός μετά τόν κατακλυσμόν εἶχε τόν Νῶε, ἡ θεοτόκος δέ Μαριάμ τόν σαρκωθέντα Θεόν καί ἄνθρωπον· ἀλλ᾿ ἐκεῖνον μέν μόνον σύν τοῖς μετ᾿ αὐτοῦ ἡ κιβωτός διεσώσατο, οὗτος δέ καί τήν κιβωτόν καί πάντα τόν κόσμον τοῦ κατακλυσμοῦ τῆς ἁμαρτίας καί τῆς τοῦ νόμου δουλείας καί τοῦ θανάτου ἐρρύσατο.

Ἀλλά γάρ μετά τόν κατακλυσμόν εἰς ἀγνωσίαν καί αὖθις Θεοῦ κατενεχθέντες οἱ ἄνθρωποι καί ὡσαύτως πάλιν τραχηλιάσαντες διά τό εἶναι αὐτούς χεῖλος ἕν, ἤτοι γλῶσσαν καί φωνήν μίαν, πύργον οἰκοδομεῖν ἤρξαντο καί εἰς οὐρανούς ἀνελθεῖν ἐπεχείρουν, ἰσοθεΐαν καί αὖθις ἐν ἑαυτοῖς φαντασθέντες. Τοίνυν καί συγχέειν μέλλων ὁ Θεός (132) τάς γλώσσας αὐτῶν κἀκ τούτου διαμερίσαι καί διασπεῖραι αὐτούς ἐν πάσῃ τῇ γῇ, ὡς πολλά μέλη ἐκ τῆς τοῦ Ἀδάμ πλευρᾶς γεγονότα καί εἰς ἕν σῶμα τῇ μιᾷ διαλέκτῳ ὄντας, πάλιν ἐκ τούτων ἔλαβε τήν μερίδα αὐτοῦ, ἤτοι τήν πλευράν, καί τό λοιπόν σῶμα εἰς πολλάς ποιήσας μελῶν μερίδας διέσπειρε· καί ἐκάλεσεν αὐτούς ἔθνη, ἄγνοιαν Θεοῦ παντελῶς ἔχοντας. Τήν γοῦν μερίδα ταύτην ὠνόμασεν Ἰσραήλ, τουτέστιν ὁρῶντα Θεόν· αὕτη δέ ἦν ὁ Ἀβραάμ ἐν ᾧ κατά διαδοχήν ὑπῆρχεν ἄνωθεν τό τῆς πίστεως καί τῆς θεογνωσίας σπέρμα διασωθέν, ᾧ καί ὤφθη λέγων· "Ἔξελθε ἐκ τῆς γῆς σου καί ἐκ τῆς συγγενείας σου καί δεῦρο εἰς γῆν ἥν ἄν σοι δείξω· ποιήσω σε εἰς ἔθνος μέγα" ᾧ καί δέδωκε τήν περιτομήν, οἱονεί σύσσημον καί σφραγῖδα γνωρίσας αὐτῷ ταύτην· καί ὤμοσεν αὐτῷ πληθῦναι τό σπέρμα αὐτοῦ ὡς τά ἄστρα τοῦ οὐρανοῦ καί ὡς τήν ἄμμον τήν παρά τό χεῖλος τῆς θαλάσσης. Μετά ταῦτα δέ ὤφθη πάλιν αὐτῷ ὁ Θεός καί φησί· "Γινώσκων γνώσῃ ὅτι πάροικον ἔσται τό σπέρμα σου ἐν γῇ οὐκ ἰδίᾳ", τήν εἰς Αἴγυπτον κάθοδον τοῦ Ἰωσήφ καί Ἰακώβ τοῦ πατρός αὐτοῦ καί τῶν ἀδελφῶν αὐτοῦ προμηνύων αὐτῷ· ἐξ ὧν καί ἐπληθύνθη ἐκεῖ ἡ μερίς αὕτη καί ἐγένετο εἰς ἔθνος μέγα, οὕς καί διά Μωσέως ἐκεῖθεν ἐξήγαγε, τόν ἀμνόν πρότερον αὐτοῖς τόν τοῦ ἀληθινοῦ ἀντίτυπον ἑστιάσας. Εἶτα καί διασχίσας τήν θάλασσαν καί διαβιβάσας αὐτούς καί εἰς τήν ἔρημον ἀναγαγών καί διαθρέψας αὐτούς ἐκεῖ τεσσαράκοντα ἔτη, ἐγενήθη "μερίς Κυρίου, λαός αὐτοῦ Ἰακώβ, σχοίνισμα κληρονομίας αὐτοῦ Ἰσραήλ.

Εἶχον οὖν οὗτοι τήν περιτομήν ὡς σφραγῖδα καί πάντες (133) περιετέμνοντο καί ἦν ἐκ τούτου ἡ μερίς Κυρίου, ὡς εἴρηται, γνώριμος καθαπερεί προβάτων ἀγέλη βασιλικῶν, ἕκαστον αὐτῶν σφραγῖδα τήν περιτομήν ἐν τῷ κρυπτῷ μορίῳ ἐπιφερόμενον· καί τοῦτο πρός τό μή συμμίγνυσθαι τοῖς λοιποῖς προβάτοις, ἤγουν τοῖς ἔθνεσι, τοῖς εἰς θηρίων καί ἀλόγων τάξιν ὑπό τῆς τοῦ Θεοῦ ἀγνωσίας κατενεχθεῖσι, σοφῶς ᾠκονομήθη ἀπό Θεοῦ. Διά τί δέ οὐκ ἐν ἄλλῳ μέρει τοῦ σώματος, ἀλλ᾿ ἐν αὐτῷ τήν σφραγῖδα ὑπέθετο γίνεσθαι; Ἐπειδή ἐξ αὐτοῦ ἡ σπορά προέρχεται καί ἡ κατά σάρκα γένεσις τοῦ ὅλου ἀνθρώπου γίνεται. Ἄλλως τε δέ καί ὡς ὅλον ἄνθρωπον τήν σάρκα ἀποδυόμενον διά τούτου ἡμῖν ὑποζωγραφεῖ, ὡς ἄν ἐκ ταύτης κἀκεῖνοι ὡς τῆς σαρκός τέκνα γνώριμοι ὦσι καί τύπος γένηται τῆς πενυματικῆς περιτομῆς τῶν δίχα ῥεύσεως καί συνουσίας καί φθορᾶς ἀναγεννᾶσθαι μελλόντων ὕστερον τέκνων πνευματικῶν, ἵν᾿ ὅταν ἐκείνη φανῇ, αὐτή τηνικαῦτα παυθῇ καί ἐν τῇ ἀκροβυστίᾳ τῆς σαρκός ἕκαστον τῶν προβάτων ἀντ᾿ αὐτῆς τῷ αἵματι τοῦ Χριστοῦ σφραγισθῇ, ἐν τῇ ἀχειροποιήτῳ περιτομῇ δηλονότι κατά τόν Παῦλον καί τῇ ἀπεκδύσει τῆς σαρκός, αὐτοῦ φημι τοῦ γηΐνου φρονήματος, περιτεμνομένων ἡμῶν μυστικῶς μέν, ἐν αἰσθήσει δέ ψυχῆς καί γνώσει γινομένων αὐτῆς.



Άγιοι Τόποι

24 Ώρες στους Αγίους Τόπους, Οδοιπορικό σε Μονές 20/04/2019

24 Ώρες στο Πατριαρχείο Ιεροσολύμων 25/04/2019

24 Ώρες στα Βήματα του Χριστού 27/04/2019

Η Θεία Λειτουργία

The Arabic Divine Liturgy of St. John Chrysostomos

The Turkish Divine Liturgy of St. John Chrysostomos

 

Ραδιοσταθμοί

Ακούστε (((ο)))
Ραδιόφωνο: Άγιοι Ισίδωροι

You are missing some Flash content that should appear here! Perhaps your browser cannot display it, or maybe it did not initialize correctly.

Ὅλα ἀρχίζουν ἐδῶ

Κάθε λογισμὸς καὶ κάθε αἴσθηση ὁδηγοῦν σταδιακὰ τὴν ψυχὴ εἴτε πρὸς τὸν παράδεισο εἴτε πρὸς τὴν κόλαση.

Ἄν ὁ λογισμὸς εἶναι ἔλλογος, τότε συνδέει τὸν ἄνθρωπο μὲ τὸν Θεὸ Λόγο, μὲ τὸν ὕψιστο Λογισμό, μὲ τὴν Παναξία, πρᾶγμα ποὺ εἶναι ἤδη ὁ παράδεισος.

παράδεισος

Ἐάν πάλι εἶναι ἄλογος ὁ λογισμὸς ἤ καὶ παράλογος, τότε συνδέει ἀναπόφευκτα τὸν ἄνθρωπο μὲ τὸν Παράλογο, τὸν Ἀνόητο, μὲ τὸν διάβολο, πρᾶγμα ποὺ εἶναι ἤδη ἡ κόλαση.

Ὅσα ἰσχύουν γιὰ τὸν λογισμὸ, ἰσχύουν καὶ γιὰ τις αἰσθήσεις. Ὅλα ἀρχίζουν ἐδῶ, ἀπὸ τὴν γῆ: καὶ ὁ παράδεισος μὰ καὶ ἡ κόλαση τοῦ ἀνθρώπου.

Ἰουστῖνος Πόποβιτς

Αγίου Ιωάννου Χρυσοστόμου

Ἐγὼ πατὴρ, ἐγὼ ἀδελφὸς, ἐγὼ νυμφίος, ἐγὼ οἰκία, ἐγὼ τροφὴ, ἐγὼ ἱμάτιον, ἐγὼ ῥίζα, ἐγὼ θεμέλιος, πᾶν ὅπερ ἂν θέλῃς ἐγώ· μηδενὸς ἐν χρείᾳ καταστῇς. Ἐγὼ καὶ δουλεύσω· ἦλθον γὰρ διακονῆσαι, οὐ διακονηθῆναι. Ἐγὼ καὶ φίλος, καὶ μέλος, καὶ κεφαλὴ, καὶ ἀδελφὸς, καὶ ἀδελφὴ, καὶ μήτηρ, πάντα ἐγώ· μόνον οἰκείως ἔχε πρὸς ἐμέ. Ἐγὼ πένης διὰ σέ· καὶ ἀλήτης διὰ σέ· ἐπὶ σταυροῦ διὰ σὲ, ἐπὶ τάφου διὰ σέ· ἄνω ὑπὲρ σοῦ ἐντυγχάνω τῷ Πατρὶ, κάτω ὑπὲρ σοῦ πρεσβευτὴς παραγέγονα παρὰ τοῦ Πατρός. Πάντα μοι σὺ, καὶ ἀδελφὸς, καὶ συγκληρονόμος, καὶ φίλος, καὶ μέλος. Τί πλέον θέλεις; τί τὸν φιλοῦντα ἀποστρέφῃ; τί τῷ κόσμῳ κάμνεις; τί εἰς πίθον ἀντλεῖς τετρημένον;  περισσότερα »»»

Η Ελλάδα και ο Υμνος της Ελευθερίας

Ελληνική σημαία - Ελλάς - Ελευθερία

You are missing some Flash content that should appear here! Perhaps your browser cannot display it, or maybe it did not initialize correctly.

Υπεραγία Παρθένος Θεοτόκος Μαρία

Κύριος διασκεδάζει βουλὰς ἐθνῶν, ἀθετεῖ δὲ λογισμοὺς λαῶν καὶ ἀθετεῖ βουλὰς ἀρχόντων· ἡ δὲ βουλὴ τοῦ Κυρίου εἰς τὸν αἰῶνα μένει, λογισμοὶ τῆς καρδίας αὐτοῦ εἰς γενεὰν καὶ γενεάν. (Ψαλ. 32, 10-11)

εἰ δέ τις τῶν ἰδίων καὶ μάλιστα τῶν οἰκείων οὐ προνοεῖ, τὴν πίστιν ἤρνηται καὶ ἔστιν ἀπίστου χείρων. (Τιμ.Α 5,8)

Ἅγιος Ἀντώνιος ὁ Μέγας

Οἱ ἄνθρωποι καταχρηστικά λέγονται λογικοί. Δεν εἶναι λογικοὶ ὅσοι ἔμαθαν ἀπλῶς τὰ λόγια καὶ τὰ βιβλία τῶν ἀρχαίων σοφῶν, ἀλλ' ὅσοι ἔχουν τὴ λογικὴ ψυχὴ καὶ μποροῦν νὰ διακρίνουν ποιὸ εἶναι τὸ καλὸ καἰ ποιὸ τὸ κακό καὶ ἀποφεύγουν τὰ πονηρὰ καὶ βλαβερὰ στὴν ψυχή, τὰ δὲ ἀγαθὰ καὶ ψυχωφελῆ, τὰ ἀποκτοῦν πρόθυμα μὲ τὴ μελέτη καὶ τὰ ἐφαρμόζουν μὲ πολλὴ εὐχαριστία πρὸς τὸν Θεό. Αὐτοὶ μόνοι πρέπει νὰ λέγονται ἀληθινὰ λογικοὶ ἄνθρωποι.

St Antony the Great

Ἐφ᾿ ὅσον ἐννοεῖς τὰ περὶ Θεοῦ, νὰ εἶσαι εὐσεβής, χωρὶς φθόνο, ἀγαθός, σώφρων, πράος, χαριστικὸς κατὰ δύναμιν, κοινωνικός, ἀφιλόνεικος καὶ τὰ ὅμοια. Διότι αὐτὸ εἶναι τὸ ἀπαραβίαστο ἀπόκτημα τῆς ψυχῆς, νὰ ἀρέσει στὸ Θεὸ μὲ τέτοιες πράξεις καὶ μὲ τὸ νὰ μὴν κρίνει κανέναν καὶ νὰ λέει γιὰ κανέναν, ὅτι ὁ δείνα εἶναι κακὸς καὶ ἁμάρτησε. Ἀλλὰ καλλίτερο εἶναι νὰ συζητᾶμε τὰ δικά μας κακά, καὶ νὰ ἐρευνᾶμε μέσα μας τὴ δική μας πολιτεία, ἐὰν εἶναι ἀρεστὴ στὸ Θεό. Διότι, τί μᾶς μέλει ἐμᾶς, ἐὰν ὁ ἄλλος εἶναι πονηρός;

Ἅγιος Ἰουστῖνος Πόποβιτς

Ἡ αἰωνιότητα εἶναι φρικιαστικὴ δίχως Θεάνθρωπο, γιατὶ καὶ ὁ ἄνθρωπος εἶναι φοβερὸς δίχως τὸν Θεάνθρωπο. Καθετὶ τὸ ἀνθρώπινο, μονάχα στὸν Θεάνθρωπο ἔχει τὴν τελικὴ καὶ λογικὴ του ἑρμηνεία. Δίχως τὸν θαυμαστὸ Κύριο Ἰησοῦ Χριστό, ὅλα τὰ ἀνθρώπινα μεταβάλλονται ἀναπόφευκτα σὲ χάος, σὲ φρίκη, σὲ θάνατο, σὲ κόλαση: ἡ φρόνηση σὲ ἀφροσύνη, ἡ αἴσθηση σὲ ἀπόγνωση, ἡ ἐπιθυμία σὲ αὐτοδιάσπαση μέσα ἀπὸ τὴν αὐτοθέωση ἤ τὴν αὐτοεξουθένωση.

περισσότερα