Ο Κύριος ημών Ιησούς Χριστός | Ορθόδοξοι Πατέρες Our Lord Jesus Christ | Orthodox Fathers

»»»    Λόγοι - Αγίου Συμεώνος του νέου Θεολόγου / Βίβλος των ηθικών / Λόγος α΄. / ε΄. Ὁποία ἔσται καί ἡ ἐσχάτη λαμπρότης τῆς κτίσεως.

ε΄. Ὁποία ἔσται καί ἡ ἐσχάτη λαμπρότης τῆς κτίσεως.


n/a

Τοιγαροῦν καί ἀνακαινιζομένη, οὐχί οἵα ἐξ ἀρχῆς παρήχθη τοιαύτη καί αὖθις γενήσεται. Μή γένοιτο! Ἀλλά, καθάπερ σπείρεται σῶμα ψυχικόν, ὡς τό λόγιον, καί ἐγείρεται σῶμα οὐχ οἷον τό τοῦ πρωτοπλάστου πρό τῆς παραβάσεως ἦν, ὑλικόν δηλαδή καί αἰσθητόν καί τρεπτόν, δεόμενον τροφῆς αἰσθητῆς, ἀλλά ἐγείρεται σῶμα πνευματικόν ὅλον καί ἄτρεπτον, οἷον τό τοῦ Δεσπότου ἡμῶν καί Θεοῦ μετά τήν ἀνάστασιν ἦν, τοῦ δευτέρου Ἀδάμ δηλονότι καί πρωτοτόκου ἡμῶν γενομένου ἐκ τῶν νεκρῶν, κατά πολύ διαφέρον ἐκείνου, τόν αὐτόν δή τρόπον καί ἡ κτίσις ἅπασα θείῳ γενήσεται νεύματι οὐχ οἵα παρήχθη, ὑλική τε καί αἰσθητή, ἀλλ᾿ εἰς ἄϋλον καί πνευματικόν ὑπέρ πᾶσαν αἴσθησιν ἐν τῇ παλιγγενεσίᾳ μεταποιηθήσεται οἰκηκήριον. Ἄλλως τε δέ καί καθώς ὁ θεῖος Παῦλός φησιν ὅτι "πάντες μέν οὐ κοιμηθησόμεθα, πάντες δέ ἀλλαγησόμεθα ἐν ἀτόμῳ, ἐν ῥιπῇ ὀφθαλμοῦ" οὕτω καί ἡ κτίσις ὑπό τοῦ θείου φλεχθεῖσα πυρός ἀλλοιωθήσεται, ὡς ἄν καί τό προφητικόν πληρωθήσεται λόγιον τό οὕτω φάσκον· "Δίκαιοι δέ κληρονομήσουσι γῆν", οὐκ αἰσθητήν πάντως, - πῶς γάρ, οἱ πνευματικοί χρηματίζοντες; - ἀλλά πνευματικήν πᾶσαν καί ἄϋλον, ἵνα οἱ ἀσώματα κεκτημένοι τά σώματα καί ὑπέρ αἴσθησιν ἐν αἰσθήσει γενόμενοι, καί ἀπερίγραπτοι ἐν ἀπεριγράπτοις ὄντες οἱ περιγραπτοί, ἄξιον ἔχωσι τῆς ἑαυτῶν δόξης κατοικητήριον.

Τοιγαροῦν καί νόει μοι ἄρτι κόσμον πνευματικόν καί ὑπέρ τήν ἡμῶν αἴσθησιν πέλοντα. Τό οὖν ὑπέρ αἴσθησιν ὄν καί πνευματικόν χρηματίσαν ἄληπτόν ἐστι πάντως τό καθ᾿ ἡμᾶς καί ἀόρατον· τό δέ μήτε ὁρώμενον, μήτε ὅλως κρατούμενον, πῶς κἄν ὅλως ἔσται περιοριστόν παρ᾿ ἡμῖν, ἤ τίς εὖ φρονῶν τοῦτο εἴποιεν; Οὐδείς οὐδαμῶς. Τοιοῦτος τοίνυν ἐστίν ἡμῖν καί ὁ περί τῶν ἀγγέλων λόγος. Καί γάρ καί αὐτοί οἱονεί σωματοί πώς εἰσι καί περιγραπτοί τῇ ἀΰλῳ καί ἀσωμάτῳ φύσει συγκρινόμενοι τῆς θεότητος, καθώς γέγραπται· "σώματα ἐπουράνια καί σώματα ἐπίγεια", ὑλικά μέν ταῦτα, ἄϋλα δέ τά ὑπέρ ἡμᾶς· καί ἀλλαχοῦ· "Ὁ ποιῶν τούς ἀγγέλους αὐτοῦ πνεύματα καί τούς λειτουργούς αὐτοῦ πυρός φλόγα". Ἐπεί οὖν λειτουργικά εἰσι πνεύματα καί οἱ νόες οἱ ἐπουράνιοι εἰς διακονίαν ἀποστελλόμενα, ὡς δοκεῖ τῇ ἀληθείᾳ καί Παύλῳ τῷ μυσταγωγῷ τῶν τοιούτων, ὅτε πάντως ἄγγελος θεῖος ἄνωθεν καταπεμφθῇ ἐκ Θεοῦ τῷ θείῳ λειτουργήσων προστάγματι ἐπί τῆς γῆς, τάς μέν οὐρανίους χοροστασίας καταλιμπάνει, πρός δέ τά ἐγκόσμια καί ἡμᾶς ὁμολογουμένως γίνεται. Εἰ δέ τοῦτο οὕτως δοκεῖ τῇ καταλήψει τῆς ἀληθείας, περιγραπτός ἐν τούτῳ ὤν δείκνυται καί περιοριστός· πρός γάρ ἐκείνην τήν θείαν καί ἄκτιστον φύσιν, τήν ἀσώματον πάντῃ καί ἀπερίγραπτον, κτιστοί καί περιγραπτοί πέλουσι, πρός δέ τήν ἡμετέραν καί πάντῃ ἀσώματοι, ἄληπτοι καί ἀόρατοι.

Τοιοῦτος καί ὁ περί ψυχῆς ἡμῖν λόγος. Θεῷ γάρ τῷ φύσει ἀσωμάτῳ καί ἀγγέλοις συγκρινομένη, σωματή πως οἱονεί ἐστι καί περιγραπτή, ἀλλά μόνῳ τῷ δεσμεῖν δυναμένῳ ταύτην καί ἐξουσίαν ἔχοντι σύν τῷ σώματι εἰς γέενναν ἐμβαλεῖν πυρός, αἰσθήσει δέ καί ὄψει βροτείᾳ πάντῃ ἀσώματός τε καί ἀκατάληπτος, μή δυναμένη περιγραφῆναι τόποις ἤ χωρίοις αἰσθητοῖς τό καθόλου. Καί θαυμάσῃ μηδείς ταῦτα ἀκούων, ἐννοούμενος ὅπως καί τῶν θυρῶν κεκλεισμένων ἀοράτως εἰσέρχεσθαι καί ἐξέρχεσθαι γίνεται τούς ἀσωμάτους ἀγγέλους, τῷ αὐτῷ δέ τρόπῳ καί τάς ψυχάς λαμβάνειν αὐτούς τῶν ἀνθρώπων, ἀλλ᾿ ἀκουέτω τοῦ Κυρίου λέγοντος· "Ἐν τῇ ἀναστάσει, φησί, τῶν δικαίων, οὔτε γαμοῦσιν, οὔτε ἐκγαμίζονται, ἀλλ᾿ εἰσίν ὡς ἄγγελοι Θεοῦ", καί Παύλου· "Σπείρεται" λέγοντος "σῶμα ψυχικόν, ἐγείρεται σῶμα πνευματικόν", κἀκεῖθεν ἀκριβῶς μανθανέτω, ὅτι τά σώματα ἡμῶν πνευματικά καί οἷον εἰπεῖν τῶν ἀγγέλων παρόμοια μέλλουσι γενέσθαι, ἀνισταμένων ἀπό νεκρῶν. Εἰ γάρ ψυχικά σπείρονται καί πνευματικά ταῦτα ἐγείρονται, ὡς τό λόγιον, καί εἶναι ἐν τῷ αἰῶνι τῷ μέλλοντι ὀφείλομεν ὡς Θεοῦ ἄγγελοι, καθά καί ὁ Κύριος εἴρηκε, δηλονότι ὅμοιοι αὐτοῖς, εἰ καί μή τῇ φύσει, ἀλλά τῇ ἀξίᾳ ἐσόμεθα. Σωματούς δέ αὐτούς ὡς πρός Θεόν φημι, ὡς δέ πρός ἡμᾶς ἀΰλους καί ἀοράτους· εἰ δέ τοῦτο, πολλῷ μᾶλλον αἱ ψυχαί κατά τόν ἀποδοθέντα ὅρον καί νόμον τῆς εἰρημένης συγκρίσεως.

Τοιούτων τοίνυν γινομένων ἡμῶν ἐν τῇ ἀναστάσει, ὡς ὁ λόγος ἀπέδειξε, ποία τοῦ λοιποῦ χρεία τοῖς οὕτω πνευματικοῖς γενομένοις καί ὑπέρ πᾶσαν αἴσθησιν τήν ἐνταῦθα, (71) τοῖς ὡς ἀγγέλοις οὖσι Θεοῦ, εἰ καί μή κατά τήν ἀξίαν αὐτῶν, αἰσθητῆς ὅλως γαίας καί κατοικίας. Ἀξία δέ ἀγγέλων Θεοῦ καί στάσις καί ἔφεσις τό ἐλλάμπεσθαι ἀπό τοῦ πρώτου καί θείου φωτός ὡς φῶτα δεύτερα, τό βλέπειν τήν δόξαν καί λαμπρότητα αὐτοῦ τοῦ ἀπροσίτου καί ἀπείρου φωτός καί ἀπολαύειν τῆς ἀφράστου καί τρισυποστάτου θεότητος. Ἡ γάρ ἅπασα κτίσις, ὡς εἴρηταί μοι πολλάκις, ἀνακαινισθεῖσα, σύν αὐτῷ παραδείσῳ ὅλη γενομένη πνευματική, εἰς ἄϋλον καί ἄφθαρτον, ἄτρεπτόν τε καί ἀΐδιον καί νοερόν μετασκευασθήσεται οἰκητήριον. Καί οὐρανός μέν ἀσυγκρίτως λαμπρότερος ἔσται, οἷα δή καινός ἄλλος καί τοῦ ὁρωμένου φωτοειδέστερος. Γῆ δέ ἄφραστον καί καινόν ἀναλήψεται κάλλος καί χλόης εἶδος ἀμάραντον, ἄνθεσι δηλαδή φωτοειδέσι καί ποικιλίᾳ πνευματικῇ ὡραϊζομένη, ἐν οἷς δικαιοσύνη, κατά τό ὅσιον λόγιον, κατοικεῖ. Λάμψει δέ ἑπταπλασίως ὁ ἥλιος τῆς δικαιοσύνης, ἡ δέ σελήνη τοῦ νυνί λάμποντος ἡλίου διπλότερον ἐξαστράψει· τά δέ γε ἄστρα ἔσονται τῷ ἡλίῳ τούτῳ παρόμοια, εἴ τινα ταῦτά ἐστι καί οἷστισιν ἀναθεωροῦνται τοῖς λόγοις τοῖς ὑψηλοῖς τήν διάνοιαν. Πάντα δέ ὑπέρ λόγον, ὡς πᾶσαν διάνοιαν ὑπερβαίνοντα, πλήν ὅμως πνευματικά ὄντα καί θεῖα, ἑνοῦνται τοῖς νοητοῖς καί γίνονται παράδεισος νοερός ἄλλος καί Ἱερουσαλήμ ἐπουράνιος, ἐξομοιωθεῖσα τοῖς ἐπουρανίοις καί ἐνωθεῖσα, καί κλῆρος ἄσυλος τῶν υἱῶν τοῦ Θεοῦ, ἧς κληρονόμος οὐδείς οὐδαμῶς τῶν ἐπί γῆς ἐχρημάτισεν, ἀλλ᾿ οὐδέ κατῴκησεν ἐν ταύτῃ, οὐδέ βήματος ποδός κύριος γέγονε· πάντες γάρ πάροικοι ἐγενόμεθα καί ἐσμέν καί ἐσόμεθα ἐν αὐτῇ, καθώς πᾶσα θεία ὑπαγορεύει Γραφή.

Ὁπόταν οὖν ὁλοκλήρως πάντα τοῖς ἐπουρανίοις ἑνωθῇ τά ἐπίγεια, τηνικαῦτα καί οἱ δίκαιοι τήν ἀνακαινισθεῖσαν ταύτην κληρονομήσουσι γῆν, ἥν οἱ μακαριζόμενοι πραεῖς παρά τοῦ κυρίου κληρονομοῦσι. Νῦν μέν γάρ τά μέν ἡνώθη τοῖς οὐρανίοις, τά δέ μέλλει· αἱ μέν γάρ ψυχαί τῶν ἁγίων, καθά πρόσθεν εἰρήκαμεν, διά τῆς δωρεᾶς καί ἑνώσεως τοῦ Ἁγίου Πνεύματος, ἔτι αὐτῶν ὄντων ἐν σώματι, κολλῶνται Θεῷ καί ἀνακαινιζόμεναι ἀλλοιοῦνται καί ἐκ τοῦ θανάτου ἀνίστανται καί ἐν ἀνεσπέρῳ φωτί ἐν δόξῃ ἀποκαθίστανται μετά κοίμησιν· τά δέ γε σώματα αὐτῶν οὐκέτι, ἀλλ᾿ ἐν σοροῖς καί φθορᾷ ἀφίενται, ἄφθαρτα καί αὐτά γενήσεσθαι μέλλοντα ἐν τῇ κοιονῇ ἀναστάσει, ὅτε καί πᾶσα δηλονότι ἠ ἐπίγειος κτίσις, ἡ ὁρωμένη αὕτη καί αἰσθητή, ἀλλοιωθήσεται καί τοῖς ἐπουρανίοις ἤγουν τοῖς ἀοράτοις καί ὑπέρ αἴσθησιν ἑνωθήσεται.

Τοῦτο τοιγαροῦν πληρωθῆναι δεῖ πρῶτον καί τηνικαῦτα ἐλεύσεται μετά δόξης πολλῆς καί δυνάμεως ὁ περιπόθητος ἡμῶν καί γλυκύτατος βασιλεύς Ἰησοῦς ὀ Χριστός καί Θεός κρῖναι κόσμον καί ἀποδοῦναι ἑκάστῳ κατά τά ἔργα αὐτοῦ. Εἶθ᾿ οὕτως, καθάπερ ἐν οἴκῳ μεγάλῳ ἤ βασιλείοις πολλάς ἔχουσι τάς ἀναπαύσεις καί τάς κατασκηνώσεις καί τήν διαφοράν πολλήν αὖθις ἐν ἀμφοτέραις ὁμοῦ καί θειοτάταις μοναῖς, οὕτως ἐν αὐτῇ τῇ καινῇ κτίσει τάς διαιρέσεις ποιήσει, ἀπονέμων ἑκάστῳ τήν κληρουχίαν κατά τήν αὐτοῦ ἀξίαν καί τήν ἐκ τῶν ἀρετῶν καί ἔργων προσοῦσαν αὐτῷ λαμπρότητά τε καί περιφάνειαν. Πνευματικῶν δέ ὄντων αὐτῶν καί διαφανῶν καί συνημμένων ἐκείναις ταῖς θείαις μοναῖς τε καί ἀνακλίσεσιν, ὡς μία τις ὅλη καθόλου ἐστίν, ὥσπερ οὖν καί ἔστιν, ἑστία ἡ βασιλεία τῶν οὐρανῶν καί τοῦτο τοῖς πᾶσι φανήσεται δικαίοις, μόνον τόν βασιλέα ἔχουσα τοῦ παντός πανταχοῦ ὁρώμενον αὐτοῖς, συμπαρόντα ἑκάστῳ καί συνόντα ἕκαστον αὐτῷ καί ἐν ἑκάστῳ ἐκλάμποντα καί ἕκαστον λάμποντα ἐν αὐτῷ. Ἀλλ᾿ οὐαί τοῖς ἔξωθεν τότε τοῦ οἴκου ἐκείνου εὑρισκομένοις.

Ἀρκούντως οὖν καί ἱκανῶς περί τούτων εἰπόντες καί τούς μή κατ᾿ ἔριν ἀντιλέγειν τι πειρωμένους πληροφορήσαντες, φέρε καί περί τοῦ πῶς ἑνοῦνται τῷ Χριστῷ καί ἕν γίνονται μετ᾿ αὐτοῦ πάντες οἱ ἅγιοι, ὡς δυνατόν, ὑμᾶς βεβαιώσωμεν.



Άγιοι Τόποι

24 Ώρες στους Αγίους Τόπους, Οδοιπορικό σε Μονές 20/04/2019

24 Ώρες στο Πατριαρχείο Ιεροσολύμων 25/04/2019

24 Ώρες στα Βήματα του Χριστού 27/04/2019

Η Θεία Λειτουργία

The Arabic Divine Liturgy of St. John Chrysostomos

The Turkish Divine Liturgy of St. John Chrysostomos

 

Ραδιοσταθμοί

Ακούστε (((ο)))
Ραδιόφωνο: Άγιοι Ισίδωροι

You are missing some Flash content that should appear here! Perhaps your browser cannot display it, or maybe it did not initialize correctly.

Ὅλα ἀρχίζουν ἐδῶ

Κάθε λογισμὸς καὶ κάθε αἴσθηση ὁδηγοῦν σταδιακὰ τὴν ψυχὴ εἴτε πρὸς τὸν παράδεισο εἴτε πρὸς τὴν κόλαση.

Ἄν ὁ λογισμὸς εἶναι ἔλλογος, τότε συνδέει τὸν ἄνθρωπο μὲ τὸν Θεὸ Λόγο, μὲ τὸν ὕψιστο Λογισμό, μὲ τὴν Παναξία, πρᾶγμα ποὺ εἶναι ἤδη ὁ παράδεισος.

παράδεισος

Ἐάν πάλι εἶναι ἄλογος ὁ λογισμὸς ἤ καὶ παράλογος, τότε συνδέει ἀναπόφευκτα τὸν ἄνθρωπο μὲ τὸν Παράλογο, τὸν Ἀνόητο, μὲ τὸν διάβολο, πρᾶγμα ποὺ εἶναι ἤδη ἡ κόλαση.

Ὅσα ἰσχύουν γιὰ τὸν λογισμὸ, ἰσχύουν καὶ γιὰ τις αἰσθήσεις. Ὅλα ἀρχίζουν ἐδῶ, ἀπὸ τὴν γῆ: καὶ ὁ παράδεισος μὰ καὶ ἡ κόλαση τοῦ ἀνθρώπου.

Ἰουστῖνος Πόποβιτς

Αγίου Ιωάννου Χρυσοστόμου

Ἐγὼ πατὴρ, ἐγὼ ἀδελφὸς, ἐγὼ νυμφίος, ἐγὼ οἰκία, ἐγὼ τροφὴ, ἐγὼ ἱμάτιον, ἐγὼ ῥίζα, ἐγὼ θεμέλιος, πᾶν ὅπερ ἂν θέλῃς ἐγώ· μηδενὸς ἐν χρείᾳ καταστῇς. Ἐγὼ καὶ δουλεύσω· ἦλθον γὰρ διακονῆσαι, οὐ διακονηθῆναι. Ἐγὼ καὶ φίλος, καὶ μέλος, καὶ κεφαλὴ, καὶ ἀδελφὸς, καὶ ἀδελφὴ, καὶ μήτηρ, πάντα ἐγώ· μόνον οἰκείως ἔχε πρὸς ἐμέ. Ἐγὼ πένης διὰ σέ· καὶ ἀλήτης διὰ σέ· ἐπὶ σταυροῦ διὰ σὲ, ἐπὶ τάφου διὰ σέ· ἄνω ὑπὲρ σοῦ ἐντυγχάνω τῷ Πατρὶ, κάτω ὑπὲρ σοῦ πρεσβευτὴς παραγέγονα παρὰ τοῦ Πατρός. Πάντα μοι σὺ, καὶ ἀδελφὸς, καὶ συγκληρονόμος, καὶ φίλος, καὶ μέλος. Τί πλέον θέλεις; τί τὸν φιλοῦντα ἀποστρέφῃ; τί τῷ κόσμῳ κάμνεις; τί εἰς πίθον ἀντλεῖς τετρημένον;  περισσότερα »»»

Η Ελλάδα και ο Υμνος της Ελευθερίας

Ελληνική σημαία - Ελλάς - Ελευθερία

You are missing some Flash content that should appear here! Perhaps your browser cannot display it, or maybe it did not initialize correctly.

Υπεραγία Παρθένος Θεοτόκος Μαρία

Κύριος διασκεδάζει βουλὰς ἐθνῶν, ἀθετεῖ δὲ λογισμοὺς λαῶν καὶ ἀθετεῖ βουλὰς ἀρχόντων· ἡ δὲ βουλὴ τοῦ Κυρίου εἰς τὸν αἰῶνα μένει, λογισμοὶ τῆς καρδίας αὐτοῦ εἰς γενεὰν καὶ γενεάν. (Ψαλ. 32, 10-11)

εἰ δέ τις τῶν ἰδίων καὶ μάλιστα τῶν οἰκείων οὐ προνοεῖ, τὴν πίστιν ἤρνηται καὶ ἔστιν ἀπίστου χείρων. (Τιμ.Α 5,8)

Ἅγιος Ἀντώνιος ὁ Μέγας

Οἱ ἄνθρωποι καταχρηστικά λέγονται λογικοί. Δεν εἶναι λογικοὶ ὅσοι ἔμαθαν ἀπλῶς τὰ λόγια καὶ τὰ βιβλία τῶν ἀρχαίων σοφῶν, ἀλλ' ὅσοι ἔχουν τὴ λογικὴ ψυχὴ καὶ μποροῦν νὰ διακρίνουν ποιὸ εἶναι τὸ καλὸ καἰ ποιὸ τὸ κακό καὶ ἀποφεύγουν τὰ πονηρὰ καὶ βλαβερὰ στὴν ψυχή, τὰ δὲ ἀγαθὰ καὶ ψυχωφελῆ, τὰ ἀποκτοῦν πρόθυμα μὲ τὴ μελέτη καὶ τὰ ἐφαρμόζουν μὲ πολλὴ εὐχαριστία πρὸς τὸν Θεό. Αὐτοὶ μόνοι πρέπει νὰ λέγονται ἀληθινὰ λογικοὶ ἄνθρωποι.

St Antony the Great

Ἐφ᾿ ὅσον ἐννοεῖς τὰ περὶ Θεοῦ, νὰ εἶσαι εὐσεβής, χωρὶς φθόνο, ἀγαθός, σώφρων, πράος, χαριστικὸς κατὰ δύναμιν, κοινωνικός, ἀφιλόνεικος καὶ τὰ ὅμοια. Διότι αὐτὸ εἶναι τὸ ἀπαραβίαστο ἀπόκτημα τῆς ψυχῆς, νὰ ἀρέσει στὸ Θεὸ μὲ τέτοιες πράξεις καὶ μὲ τὸ νὰ μὴν κρίνει κανέναν καὶ νὰ λέει γιὰ κανέναν, ὅτι ὁ δείνα εἶναι κακὸς καὶ ἁμάρτησε. Ἀλλὰ καλλίτερο εἶναι νὰ συζητᾶμε τὰ δικά μας κακά, καὶ νὰ ἐρευνᾶμε μέσα μας τὴ δική μας πολιτεία, ἐὰν εἶναι ἀρεστὴ στὸ Θεό. Διότι, τί μᾶς μέλει ἐμᾶς, ἐὰν ὁ ἄλλος εἶναι πονηρός;

Ἅγιος Ἰουστῖνος Πόποβιτς

Ἡ αἰωνιότητα εἶναι φρικιαστικὴ δίχως Θεάνθρωπο, γιατὶ καὶ ὁ ἄνθρωπος εἶναι φοβερὸς δίχως τὸν Θεάνθρωπο. Καθετὶ τὸ ἀνθρώπινο, μονάχα στὸν Θεάνθρωπο ἔχει τὴν τελικὴ καὶ λογικὴ του ἑρμηνεία. Δίχως τὸν θαυμαστὸ Κύριο Ἰησοῦ Χριστό, ὅλα τὰ ἀνθρώπινα μεταβάλλονται ἀναπόφευκτα σὲ χάος, σὲ φρίκη, σὲ θάνατο, σὲ κόλαση: ἡ φρόνηση σὲ ἀφροσύνη, ἡ αἴσθηση σὲ ἀπόγνωση, ἡ ἐπιθυμία σὲ αὐτοδιάσπαση μέσα ἀπὸ τὴν αὐτοθέωση ἤ τὴν αὐτοεξουθένωση.

περισσότερα