Ο Κύριος ημών Ιησούς Χριστός | Ορθόδοξοι Πατέρες Our Lord Jesus Christ | Orthodox Fathers

»»»    Λόγοι - Αγίου Συμεώνος του νέου Θεολόγου / Βίβλος των ηθικών / Λόγος β΄. / γ΄. Ἀνακεφαλαίωσις τῶν ἐν τῷ πρώτῳ λόγῳ ῥηθέντων περί ταῆς τοῦ Ἀδάμ καί τῆς Εὔας καί τῶν ἑπτά ἡμερῶν καί αἰώνων καί τῆς τοῦ παραδείσου φυσικῆς θεωρίας.

γ΄. Ἀνακεφαλαίωσις τῶν ἐν τῷ πρώτῳ λόγῳ ῥηθέντων περί ταῆς τοῦ Ἀδάμ καί τῆς Εὔας καί τῶν ἑπτά ἡμερῶν καί αἰώνων καί τῆς τοῦ παραδείσου φυσικῆς θεωρίας.


n/a

Τοιγαροῦν ἐποίησεν ὁ Θεός τόν οὐρανόν καί τήν γῆν καί πάντα τά ἐν αὐτοῖς, ἵνα πάλιν ἐξετάσωμεν τά ἐγκεκρυμμένα νοήματα τῆς θείας Γραφῆς, καί εἶθ᾿ οὕτως ἔπλασε τόν κατ᾿ εἰκόνα αὐτοῦ καί καθ᾿ ὁμοίωσιν ἄνθρωπον, αὐτόν δηλαδή μόνον τόν Ἀδάμ. Ἐν ἕξ ἡμέραις ἐποίησε ταῦτα πάντα καί ἐν τῇ ἑβδόμῃ κατέπαυσε, μηδέν ἐν αὐτῇ ἐργασάμενος μήτε μήν ὀγδόην ὀνομάσας ἡμέραν τήν πρώτην, ὡς ἄν μή ὀκτώ ἀλλ᾿ ἑπτά μόναι λέγωνται αἱ τῆς ἑβδομάδος ἡμέραι καί οὕτως ἀνακυκλούμεναι τόν (128) ἀριθμόν τῶν ἑβδομάδων ἀποτελῶσιν. Ἐν γάρ ταύταις ταῖς ἡμέραις τούς ἑπτά αἰῶνας ὁ Δημιουργός προϋποτυπώσας ὁρᾶται. Τοιγαροῦν καί ταῦτα οὕτω ποιήσας ὁ τῶν ὅλων Δεσπότης, ἐπεί, ὡς ἅτε Θεός ὤν, προῄδει ὅτι μέλλει ὁ ἄνθρωπος παραβῆναι τήν αὐτοῦ ἐντολήν καί ἀμετανόητος μεῖναι, τόν δέ μή μετανοοῦντα ἀνάγκη πᾶσα καί τιμωρεῖσθαι τοῦτον καί κατακρίνεσθαι, οὐκ εἴασεν αὐτόν ἐν τούτῳ τῷ κόσμῳ τῷ ἐν ταῖς ἕξ ἡμέραις σύν αὐτῷ ἐκείνῳ τῷ Ἀδάμ κτισθέντι· ἀλλά μετά τό καταπαῦσαι ἐν τῇ ἑβδόμῃ ἡμέρᾳ καί πληρωθῆναι αὐτήν, τότε ὕστερον ἐφύτευσε τόν παράδεισον κατά ἀνατολάς.

Τίνα τρόπον καί διά τί; Ἵνα ἐκ τοῦ κόσμου τούτου, ὡς ἐν παλατίῳ τινί καί πόλει περιφανεστάτη, οἷα δή βασιλεύς, ὑπό τοῦ Θεοῦ ἐν αὐτῷ εἰσαχθῇ, ὁπόταν δέ τήν τοῦ Θεοῦ παραβῇ ἐντολήν καί διά τοῦτο ἐκπεσεῖν μέλλῃ τῆς βασιλείας καί τῶν βασιλείων οἴκων ἐξορισθῆναι καί ἀπορριφῆναι, ἐν τούτῳ πάλιν τῷ κόσμῳ διάγειν ἐπ᾿ ἐλπίδι κατακριθῇ. Εἰ γάρ μή ταῦτα οὕτως ἐποίησεν ὁ Θεός, ἀλλά μόνον τόν κόσμον ἀφῆκε καί ἐν αὐτῷ τόν ἄνθρωπον ἔθετο, παραβαίνοντα καί μή ἐξομολογούμενον μηδέ μετανοοῦντα, ποῦ εἶχεν αὐτόν ἐξῶσαι; Ποῦ δέ καί βιοῦν καί ἀποθνῄσκειν αὐτόν ἐχρῆν καί πάλιν ἐπιστρέφειν εἰς τήν γῆν ἐξ ἧς ἐλήφθη, μετά τήν καταδίκην; Πάντως οὐδαμοῦ, ἀλλ᾿ ἤ ἐν ᾅδῃ ζῶντα ἔδει κατακριθῆναι αὐτόν, μηδεμίαν ἔκτοτε ἀνάκλησιν σωτηρίας ἔχοντα· καί λοιπόν οὔτε γένεσις οὔτε κόσμου αὔξησις εἰς πλῆθος, καί ἀπώλετο τό τοιοῦτον καί τηλικοῦτον σοφίας Θεοῦ ἔργον ὁ ἄνθρωπος.

Ἐπεί δέ πρό τῶν αἰώνων ἐγίνωσκεν ὁ Θεός ὅτι παραβῆναι μέλλει καί τήν ἐκ παλιγγενεσίας αὐτοῦ ἀνάπλασιν προωρίσατο, διά τοῦτο καί τούς τῆς ἀναπλάσεως ἀρραβῶνας, μετά τό κτίσαι αὐτόν πάντα καί καταπαῦσαι καί τούς καιρούς καί τούς αἰῶνας ἐν ταῖς ἑπτά ἡμέραις μυστικῶς προσημᾶναι, (129) οἱονεί ζύμην καί σπόρον καί μερίδα ἀφ᾿ ἑνός ἑκάστου τῶν ἔργων αὐτοῦ ὕστερον ἔλαβεν, ἵνα τάς ἐκ τῶν ἔργων μερίδας τῶν κτισθέντων ἐν ταῖς ἑπτά ἡμέραις μή ἐν αὐταῖς αὐτάς ἀλλ᾿ ἐν τῇ ὀγδόῃ λαβών, τόν μέλλοντα αἰῶνα διά τῆς ἐν αὐτῇ δημιουργίας προϋπογράψῃ, μή ἀριθμήσας ταύτην ταῖς ἑπτά μηδέ δήλην αὐτήν ποιήσας, ἀλλ᾿ ἀγνοουμένην μέν εἴασε κεῖσθαι αὐτήν ὅλως τοῖς πρό τοῦ νόμου, δηλωθεῖσα δέ τοῖς ἐν νόμῳ προφήταις ἀμυδρῶς πως καί ἀπαγγελθεῖσαν πεποίηκε, φανερωθεῖσαν δέ ἡμῖν τοῖς πιστοῖς καί διαυγάσασαν ὡς ἐν πρωΐαν, καθά δή καί προσδοκῶμεν τόν ἄδυτον τῆς δικαιοσύνης ἥλιον ὅσον οὔπω ἐξανατεῖλαι. Μερίδας δέ εἶπον λαβεῖν αὐτόν ἐκ μέν τῆς γῆς ἁπάσης ὡς χωρίον ἕν ἐν ᾧ ἐφύτευσε τόν παράδεισον, ἐκ δέ τοῦ ὅλου σώματος τοῦ Ἀδάμ μίαν πλευράν ἤτοι μέλος ἕν, ἐκ δέ τῶν ἡμερῶν οὐδέν. Τίνα τρόπον; Ἐπειδή αἱ μέν μερίδες αὗται ἐλήφθησαν ὡς ἀνακαινισθῆναι δι᾿ αὐτῶν τά συγγενῆ καί συμφυῆ καί τοῖς οὐρανίοις συναφθῆναι ὀφείλοντα, αἱ δέ ἡμέραι, οὐκ ἀνακαινισθῆναι ἀλλά τελείως παυθήσεσθαι μέλλουσαι ὑπό τῆς ἡμέρας ἐκείνης, ἐάθησαν, καί τούτου ἕνεκεν μερίδα ἀνακαινισμοῦ οὐκ ἔλαβεν ἐξ αὐτῶν ὁ Θεός, ἀπό τῶν αἰώνων δέ ἔλαβε. Πῶς; Ἄκουσον.

Ἑπτά ὤφειλον πληρωθῆναι αἰῶνες κατά τόν ἀριθμόν τῶν ἑπτά ἡμερῶν. Οἱ μέν οὖν ἕξ ἤδη παρῆλθον, ὁ δέ γε ἕβδομος οὐ τελειοῦται, ἀλλ᾿ ἐξ αὐτοῦ λαμβάνει τήν μερίδα καί ἐπισυνάπτει τῷ ἀϊδίῳ καί μή ἔχοντι τέλος αἰῶνι. Τό δέ, πόσον προώρισε λαβεῖν, ἤ πότε τό τέλος τῶν ἡμερῶν τούτων μέλλει γενέσθαι, οὐδείς οἶδεν εἰ μή μόνη ἡ Ἁγία Τριάς, ἡ μία καί ἀδιαίρετος θεότης. Τό γάρ παρά τοῦ Σωτῆρος ῥηθέν Ἰησοῦ Χριστοῦ, ὅτι οὐδέ ὁ Υἱός ταύτην οἶδε τήν ἡμέραν καί ὥραν, κατά τήν τῆς ἀνθρωπότητος αὐτοῦ φύσιν εἶπεν ἀγνοεῖν οὐ κατά τήν τῆς θεότητος. (130) Τίνος οὖν ἕνεκεν ἀπό τῶν ἡμερῶν μερίδα οὐκ ἔλαβεν, ἀπό δέ τῶν αἰώνων λαμβάνει; Ἐπειδή οἱ μέν αἰῶνες οὗτοι ἀπό ἡμερῶν καί ἑβδομάδων μετρούμενοι αἰῶνες καλοῦνται, ὁ δέ μέλλων αἰών καί ἀΐδιος, οὐ μετρητός ὑπό ἡμερῶν, ἀλλ᾿ ἀμέτρητος καί ἔστι καί ἔσται καί ἀτελεύτητος· ἡμερῶν δέ μή μελλουσῶν εἶναι, ἀλλ᾿ αἰῶνος, οὐκ ἐκ τῶν ἡμερῶν μερίδα, ἀλλ᾿ ἐκ τῶν αἰώνων, τῶ μέλλοντι αἰῶνι λαβών συνάπτει. Ἡ μέντοι μερίς τῆς γῆς, αὐτός δηλαδή ὁ παράδεισος, τύπος τῆς ἄνω Ἱερουσαλήμ, φημί δή τῆς βασιλείας τῶν οὐρανῶν, ἦν, ἐν ᾧ καί τόν ἄνθρωπον ἔθετο ὁ Θεός, ἵνα ἀπό τοῦ τύπου καί τῆς σκιᾶς ἐπί τήν ἀλήθειαν κατά προκοπήν ἀναχθῇ. Τό δέ ξύλον τῆς ζωῆς τό ἐν μέσῳ τοῦ παραδείσου εἰκών ἦν τῆς αἰωνίου ζωῆς, ἥτις ἐστίν ὁ Θεός. Ἡ δέ πλευρά τοῦ Ἀδάμ ἡ εἰς γυναῖκα οἰκοδομηθεῖσα τύπος ὑπῆρχε τῆς Ἐκκλησίας, ἕτερον πάλιν ὄν καί τοῦτο οἰκονομίας μυστήριον, ἵνα, ὁπόταν ἐκπέσῃ ἀπό τῆς εἰκόνος τῆς εἰς τύπον γεγονυίας τῆς βασιλείας τῶν οὐρανῶν, ὅς ἦν ὁ παράδεισος, καί τῆς τοῦ ξύλου <τῆς> ζωῆς, διά τῆς πλευρᾶς τῷ Χριστῷ καί Θεῷ συναφθῇ καί εἰς ἐκεῖνο πάλιν αὐτό τό ἀρχαῖον καί πρῶτον ἀναχθῇ κάλλος.

Ἐπειδή δέ ἡ Εὔα πρώτη ἀπατηθεῖσα τήν ἐντολήν παρέβη καί τοῦ καρποῦ ἀπεγεύσατο, εἶτα δέδωκε τῷ Ἀδάμ κἀκεῖνος ἔφαγε, μετανοῆσαι δέ καί προσπεσεῖν τῷ Δεσπότῃ οὐδαμῶς ἠβουλήθησαν, ἐξορίζονται ἐκεῖθεν καί εἰς τόν κόσμον τοῦτον οἰκεῖν κατεκρίθησαν. Ὅρα δέ καί τῆς ἐπ᾿ αὐτῷ τοῦ Θεοῦ προνοίας τήν ἄφατον ἀγαθότητα. Ἐπειδή γάρ ἅπαξ ὑπό τῆς ἁμαρτίας εἰς φθοράν κατηνέχθη, ἵνα μή πρό καιροῦ φαγών ἀπό τοῦ ξύλου τῆς ζωῆς ἀθάνατος γένηται, - καί ἔσται ἄφθαρτος μέν, ἀθάνατος δέ, καί οὕτως ἀθάνατον γένηται τό κακόν -, ἔθετο τήν φλογίνην ῥομφαίαν ὁ Θεός φυλάσσειν τήν εἴδοδον τοῦ ξύλου τῆς ζωῆς.



Άγιοι Τόποι

24 Ώρες στους Αγίους Τόπους, Οδοιπορικό σε Μονές 20/04/2019

24 Ώρες στο Πατριαρχείο Ιεροσολύμων 25/04/2019

24 Ώρες στα Βήματα του Χριστού 27/04/2019

Η Θεία Λειτουργία

The Arabic Divine Liturgy of St. John Chrysostomos

The Turkish Divine Liturgy of St. John Chrysostomos

 

Ραδιοσταθμοί

Ακούστε (((ο)))
Ραδιόφωνο: Άγιοι Ισίδωροι

You are missing some Flash content that should appear here! Perhaps your browser cannot display it, or maybe it did not initialize correctly.

Ὅλα ἀρχίζουν ἐδῶ

Κάθε λογισμὸς καὶ κάθε αἴσθηση ὁδηγοῦν σταδιακὰ τὴν ψυχὴ εἴτε πρὸς τὸν παράδεισο εἴτε πρὸς τὴν κόλαση.

Ἄν ὁ λογισμὸς εἶναι ἔλλογος, τότε συνδέει τὸν ἄνθρωπο μὲ τὸν Θεὸ Λόγο, μὲ τὸν ὕψιστο Λογισμό, μὲ τὴν Παναξία, πρᾶγμα ποὺ εἶναι ἤδη ὁ παράδεισος.

παράδεισος

Ἐάν πάλι εἶναι ἄλογος ὁ λογισμὸς ἤ καὶ παράλογος, τότε συνδέει ἀναπόφευκτα τὸν ἄνθρωπο μὲ τὸν Παράλογο, τὸν Ἀνόητο, μὲ τὸν διάβολο, πρᾶγμα ποὺ εἶναι ἤδη ἡ κόλαση.

Ὅσα ἰσχύουν γιὰ τὸν λογισμὸ, ἰσχύουν καὶ γιὰ τις αἰσθήσεις. Ὅλα ἀρχίζουν ἐδῶ, ἀπὸ τὴν γῆ: καὶ ὁ παράδεισος μὰ καὶ ἡ κόλαση τοῦ ἀνθρώπου.

Ἰουστῖνος Πόποβιτς

Αγίου Ιωάννου Χρυσοστόμου

Ἐγὼ πατὴρ, ἐγὼ ἀδελφὸς, ἐγὼ νυμφίος, ἐγὼ οἰκία, ἐγὼ τροφὴ, ἐγὼ ἱμάτιον, ἐγὼ ῥίζα, ἐγὼ θεμέλιος, πᾶν ὅπερ ἂν θέλῃς ἐγώ· μηδενὸς ἐν χρείᾳ καταστῇς. Ἐγὼ καὶ δουλεύσω· ἦλθον γὰρ διακονῆσαι, οὐ διακονηθῆναι. Ἐγὼ καὶ φίλος, καὶ μέλος, καὶ κεφαλὴ, καὶ ἀδελφὸς, καὶ ἀδελφὴ, καὶ μήτηρ, πάντα ἐγώ· μόνον οἰκείως ἔχε πρὸς ἐμέ. Ἐγὼ πένης διὰ σέ· καὶ ἀλήτης διὰ σέ· ἐπὶ σταυροῦ διὰ σὲ, ἐπὶ τάφου διὰ σέ· ἄνω ὑπὲρ σοῦ ἐντυγχάνω τῷ Πατρὶ, κάτω ὑπὲρ σοῦ πρεσβευτὴς παραγέγονα παρὰ τοῦ Πατρός. Πάντα μοι σὺ, καὶ ἀδελφὸς, καὶ συγκληρονόμος, καὶ φίλος, καὶ μέλος. Τί πλέον θέλεις; τί τὸν φιλοῦντα ἀποστρέφῃ; τί τῷ κόσμῳ κάμνεις; τί εἰς πίθον ἀντλεῖς τετρημένον;  περισσότερα »»»

Η Ελλάδα και ο Υμνος της Ελευθερίας

Ελληνική σημαία - Ελλάς - Ελευθερία

You are missing some Flash content that should appear here! Perhaps your browser cannot display it, or maybe it did not initialize correctly.

Υπεραγία Παρθένος Θεοτόκος Μαρία

Κύριος διασκεδάζει βουλὰς ἐθνῶν, ἀθετεῖ δὲ λογισμοὺς λαῶν καὶ ἀθετεῖ βουλὰς ἀρχόντων· ἡ δὲ βουλὴ τοῦ Κυρίου εἰς τὸν αἰῶνα μένει, λογισμοὶ τῆς καρδίας αὐτοῦ εἰς γενεὰν καὶ γενεάν. (Ψαλ. 32, 10-11)

εἰ δέ τις τῶν ἰδίων καὶ μάλιστα τῶν οἰκείων οὐ προνοεῖ, τὴν πίστιν ἤρνηται καὶ ἔστιν ἀπίστου χείρων. (Τιμ.Α 5,8)

Ἅγιος Ἀντώνιος ὁ Μέγας

Οἱ ἄνθρωποι καταχρηστικά λέγονται λογικοί. Δεν εἶναι λογικοὶ ὅσοι ἔμαθαν ἀπλῶς τὰ λόγια καὶ τὰ βιβλία τῶν ἀρχαίων σοφῶν, ἀλλ' ὅσοι ἔχουν τὴ λογικὴ ψυχὴ καὶ μποροῦν νὰ διακρίνουν ποιὸ εἶναι τὸ καλὸ καἰ ποιὸ τὸ κακό καὶ ἀποφεύγουν τὰ πονηρὰ καὶ βλαβερὰ στὴν ψυχή, τὰ δὲ ἀγαθὰ καὶ ψυχωφελῆ, τὰ ἀποκτοῦν πρόθυμα μὲ τὴ μελέτη καὶ τὰ ἐφαρμόζουν μὲ πολλὴ εὐχαριστία πρὸς τὸν Θεό. Αὐτοὶ μόνοι πρέπει νὰ λέγονται ἀληθινὰ λογικοὶ ἄνθρωποι.

St Antony the Great

Ἐφ᾿ ὅσον ἐννοεῖς τὰ περὶ Θεοῦ, νὰ εἶσαι εὐσεβής, χωρὶς φθόνο, ἀγαθός, σώφρων, πράος, χαριστικὸς κατὰ δύναμιν, κοινωνικός, ἀφιλόνεικος καὶ τὰ ὅμοια. Διότι αὐτὸ εἶναι τὸ ἀπαραβίαστο ἀπόκτημα τῆς ψυχῆς, νὰ ἀρέσει στὸ Θεὸ μὲ τέτοιες πράξεις καὶ μὲ τὸ νὰ μὴν κρίνει κανέναν καὶ νὰ λέει γιὰ κανέναν, ὅτι ὁ δείνα εἶναι κακὸς καὶ ἁμάρτησε. Ἀλλὰ καλλίτερο εἶναι νὰ συζητᾶμε τὰ δικά μας κακά, καὶ νὰ ἐρευνᾶμε μέσα μας τὴ δική μας πολιτεία, ἐὰν εἶναι ἀρεστὴ στὸ Θεό. Διότι, τί μᾶς μέλει ἐμᾶς, ἐὰν ὁ ἄλλος εἶναι πονηρός;

Ἅγιος Ἰουστῖνος Πόποβιτς

Ἡ αἰωνιότητα εἶναι φρικιαστικὴ δίχως Θεάνθρωπο, γιατὶ καὶ ὁ ἄνθρωπος εἶναι φοβερὸς δίχως τὸν Θεάνθρωπο. Καθετὶ τὸ ἀνθρώπινο, μονάχα στὸν Θεάνθρωπο ἔχει τὴν τελικὴ καὶ λογικὴ του ἑρμηνεία. Δίχως τὸν θαυμαστὸ Κύριο Ἰησοῦ Χριστό, ὅλα τὰ ἀνθρώπινα μεταβάλλονται ἀναπόφευκτα σὲ χάος, σὲ φρίκη, σὲ θάνατο, σὲ κόλαση: ἡ φρόνηση σὲ ἀφροσύνη, ἡ αἴσθηση σὲ ἀπόγνωση, ἡ ἐπιθυμία σὲ αὐτοδιάσπαση μέσα ἀπὸ τὴν αὐτοθέωση ἤ τὴν αὐτοεξουθένωση.

περισσότερα