Ο Κύριος ημών Ιησούς Χριστός | Ορθόδοξοι Πατέρες Our Lord Jesus Christ | Orthodox Fathers

»»»    Λόγοι - Αγίου Συμεώνος του νέου Θεολόγου / Βίβλος των ηθικών / Λόγος β΄. / στ΄. Εἰς τό ῥητόν τοῦ Ἀποστόλου· "Εἰ γάρ τό αὐτῶν παράπτωμα πλοῦτος κόσμου γέγονε" καί τά ἑξῆς· καί προσωποποιΐα τῶν ἑκατέρων λαῶν, τῶν ἐθνῶν φημι καί τοῦ Ἰσραήλ.

στ΄. Εἰς τό ῥητόν τοῦ Ἀποστόλου· "Εἰ γάρ τό αὐτῶν παράπτωμα πλοῦτος κόσμου γέγονε" καί τά ἑξῆς· καί προσωποποιΐα τῶν ἑκατέρων λαῶν, τῶν ἐθνῶν φημι καί τοῦ Ἰσραήλ.


n/a

Ἀπό τῆς διασπορᾶς τῶν ἐθνῶν, ὡς ἔφθην εἰπών, μερίς Κυρίου γέγονεν ὁ Ἰσραήλ. Ὁ γοῦν Ἰσραήλ οὗτος, εἰς ἔθνος μέγα καί λαόν πολύν γεγονώς, ἐξώκειλεν εἰς εἰδωλολατρείαν, καθώς ἐποίουν τά ἔθνη· καί ὀλίγοι λίαν ὡς ζύμη τις καί μερίς τῷ Θεῷ ἐφυλάχθησαν. Ἐλθόντος οὖν τοῦ Χριστοῦ, εἰ ἐπίστευσαν αὐτῶ καί προσεκύνησαν ὡς Θεῷ, ἔμελλον ἅπαντες, δίκαιοί τε καί ἄδικοι, θεοσεβεῖς καί εἰδωλολάτραι, εἰς ἕν γενέσθαι καί ἅμα σωθήσεσθαι. Καί εἰ τοῦτο γέγονεν, ἔλεγον ἄν τά ἔθνη πρός αὐτόν· "Θεέ τοῦ παντός καί Δέσποτα, Κύριε τῶν αἰώνων, ἰδού χωρίς ἔργων δικαιοσύνης τινῶν πάντας αὐτούς ἔσωσας. (138) Τί οὖν; Ἡμεῖς δέ οὐκ ἐσμέν ἔργα χειρῶν σου καί πλάσμα;" Ἀντέλεγον δέ τούτοις οἱ Ἰουδαῖοι ἅ δή καί ἔλεγον· "Οὐχί, ἀλλ᾿ ἡμεῖς ἐσμεν μόνοι μερίς αὐτοῦ, ἡμεῖς μόνοι κλῆρος αὐτοῦ· πρός ἡμᾶς οἱ πλάκες τῆς διαθήκης, ἡ περιτομή καί τά λοιπά ἅ μόνοις ἡμῖν ἐπηγγείλατο καί ἡμῖν δέδωκεν, ὑμῖν δέ οὐδαμῶς δώσει". Πρός ταῦτα πάλιν ἄν ἀνθυπέφερον τά ἔθνη, λόγου μή ἀξιοῦντα τούς φθονερούς Ἰουδαίους· "Ἡμᾶς μέν, ὦ Δέσποτα καί Λόγε Θεοῦ, ἀξίως ὡς ἀναξίους ἀπώσω, ὡς σκληροτραχήλους καί ἀνηκόους ἀνεπιμελήτους καταλιπών, καί λιμῷ ἀγνωσίας καί δίψει ἀνυδρίας τοῦ μή ἀκοῦσαι ἡμᾶς λόγων ἁγίων σου ἐάσας καί δικαίως. Εἰς δέ τούτου αὐτούς πᾶσαν ἐπεδείξω ἀγάπην καί ἐπιμέλειαν· προφήτας καί κριτάς καί διδασκάλους ὡς ὁδηγούς καί παιδευτάς δέδωκας αὐτοῖς· νόμον καί περιτομήν καί σημεῖα καί τέρατα ἐποίησας εἰς αὐτούς· καί πάντα ταῦτα εἰς οὐδέν λογισάμενοι, ἐγκατέλιπόν σε καί εἰδώλοις μεθ᾿ ἡμῶν ὡς θεοῖς προσεκύνησαν· καί ἅπερ ἡμεῖς ἐπράξαμεν ἔργα, πάντα καί αὐτοί διεπράξαντο· καί ὁμοίως ἡμῖν ἠρνήσαντό σε τόν εὐεργέτην. Νυνί δέ μόνῃ τῇ εἰς σέ πίστει συνεπάθησας αὐτοῖς, ἠλέησας καί ᾠκτείρησας καί τοῖς μή ἁμαρτήσασιν ἁγίοις σου συνηρίθμησας. Οὐκ ἐλεήσεις δέ καί ἡμᾶς; Οὐκ οἰκτειρήσεις; Οὐ προσδέξῃ, φιλάνθρωπε;" Καί οὕτως δικαίως καί εὐλόγως τοῖς ἐν περιτομῇ εἰδώλοις θύσασιν οἱ ἐν ἀκροβυστίᾳ συνήπτοντο καί οἱ πάντες εἰς ἕν ἐν Χριστῷ γενήσεσθαι ἔμελλον.

Ἐπεί δέ μετά τῶν προγενεστέρων αὐτῶν κακῶν καί αὐτόν τόν Χριστόν καί Θεόν ὡς κακουργόν ἀπέκτειναν, τόν δέ Βαραββᾶν ὡς ἀντίτυπον τοῦ Ἀντιχρίστου ᾐτήσαντο καί ἀπέλυσαν καί μετά ταῦτα καί αὐτούς ἐδίωξαν τούς ἀποστόλους αὐτοῦ, ἐξορίσας αὐτούς, ὥσπερ εἴπομεν, ἐκ τοῦ παραδείσου, διέσπειρεν εἰς πάντα τά ἔθνη, ὡς τήν τῶν ἐθνῶν ἀνταλλαξαμένους ἀσέβειαν. (139) Τά δέ γε ἔθνη ἐκ τῆς πλευρᾶς τοῦ Ἀδάμ ὁ τήν πλευράν ἀναλαβών τοῦ Ἀδάμ ἐκ τῆς γυναικός καί εἰς ἄνδρα τέλειον οἰκοδομήσας αὐτήν, σάρξ αὐτός ὅλος ὁ φύσει Υἱός καί Λόγος τοῦ Θεοῦ δι᾿ αὐτῆς γεγονώς καί υἱός τοῦ Ἀδάμ κατά τήν φύσιν τοῦ Ἀδάμ χρηματίσας, πρός ἑαυτόν ἐπεσπάσατο. Τοῦτο ὁ πλοῦτος τοῦ κόσμου· καί εἰ τοῦτο γέγονε πλοῦτος κόσμου, πόσῳ μᾶλλον, εἰ κἀκεῖνοι ἐπίστευσαν, γενήσεσθαι ἔμελλον. Ἦν μέν οὖν ἐκ τῆς πρώτης διασπορᾶς μερίς ὁ πᾶς Ἰσραήλ ὅν προέγνω καί προώρισε· καί ὅτε ἦλθεν ἐκάλεσεν αὐτόν εἰς πίστιν τήν ἑαυτοῦ. Ἐπεί δέ ἐλθεῖν πρός αὐτόν οὐκ ἠθέλησε, λαβών ἐκ τῆς ὅλης μερίδος μερίδα μικράν τούς εἰς αὐτόν πιστεύσαντας, δηλονότι τόν Ἰωάννην τόν πρόδρομον, τούς ἀποστόλους καί καθεξῆς τούς λοιπούς, τό πλεῖστον τῆς μερίδος τό ἐκ προθέσεως οἰκείας εἰς ἀπιστίαν πεσόν ἀπέρριψε· καί ἀντ᾿ αὐτῶν εἰσῆλθον τά ἔθνη καί τῇ κατ᾿ ἐκλογήν πίστεως μερίδι ἐκ πίστεως καί αὐτοί ἐκολλήθησαν.

Καί σκόπει μοι ἀπ᾿ ἐντεῦθεν τήν τοῦ λόγου καθ᾿ ὁδόν προκοπήν, ὅπως ἔρχεται τά τῆς καινῆς καί θαυμασίας μερίδος ἐκδιηγήσασθαι.



Άγιοι Τόποι

24 Ώρες στους Αγίους Τόπους, Οδοιπορικό σε Μονές 20/04/2019

24 Ώρες στο Πατριαρχείο Ιεροσολύμων 25/04/2019

24 Ώρες στα Βήματα του Χριστού 27/04/2019

Η Θεία Λειτουργία

The Arabic Divine Liturgy of St. John Chrysostomos

The Turkish Divine Liturgy of St. John Chrysostomos

 

Ραδιοσταθμοί

Ακούστε (((ο)))
Ραδιόφωνο: Άγιοι Ισίδωροι

You are missing some Flash content that should appear here! Perhaps your browser cannot display it, or maybe it did not initialize correctly.

Ὅλα ἀρχίζουν ἐδῶ

Κάθε λογισμὸς καὶ κάθε αἴσθηση ὁδηγοῦν σταδιακὰ τὴν ψυχὴ εἴτε πρὸς τὸν παράδεισο εἴτε πρὸς τὴν κόλαση.

Ἄν ὁ λογισμὸς εἶναι ἔλλογος, τότε συνδέει τὸν ἄνθρωπο μὲ τὸν Θεὸ Λόγο, μὲ τὸν ὕψιστο Λογισμό, μὲ τὴν Παναξία, πρᾶγμα ποὺ εἶναι ἤδη ὁ παράδεισος.

παράδεισος

Ἐάν πάλι εἶναι ἄλογος ὁ λογισμὸς ἤ καὶ παράλογος, τότε συνδέει ἀναπόφευκτα τὸν ἄνθρωπο μὲ τὸν Παράλογο, τὸν Ἀνόητο, μὲ τὸν διάβολο, πρᾶγμα ποὺ εἶναι ἤδη ἡ κόλαση.

Ὅσα ἰσχύουν γιὰ τὸν λογισμὸ, ἰσχύουν καὶ γιὰ τις αἰσθήσεις. Ὅλα ἀρχίζουν ἐδῶ, ἀπὸ τὴν γῆ: καὶ ὁ παράδεισος μὰ καὶ ἡ κόλαση τοῦ ἀνθρώπου.

Ἰουστῖνος Πόποβιτς

Αγίου Ιωάννου Χρυσοστόμου

Ἐγὼ πατὴρ, ἐγὼ ἀδελφὸς, ἐγὼ νυμφίος, ἐγὼ οἰκία, ἐγὼ τροφὴ, ἐγὼ ἱμάτιον, ἐγὼ ῥίζα, ἐγὼ θεμέλιος, πᾶν ὅπερ ἂν θέλῃς ἐγώ· μηδενὸς ἐν χρείᾳ καταστῇς. Ἐγὼ καὶ δουλεύσω· ἦλθον γὰρ διακονῆσαι, οὐ διακονηθῆναι. Ἐγὼ καὶ φίλος, καὶ μέλος, καὶ κεφαλὴ, καὶ ἀδελφὸς, καὶ ἀδελφὴ, καὶ μήτηρ, πάντα ἐγώ· μόνον οἰκείως ἔχε πρὸς ἐμέ. Ἐγὼ πένης διὰ σέ· καὶ ἀλήτης διὰ σέ· ἐπὶ σταυροῦ διὰ σὲ, ἐπὶ τάφου διὰ σέ· ἄνω ὑπὲρ σοῦ ἐντυγχάνω τῷ Πατρὶ, κάτω ὑπὲρ σοῦ πρεσβευτὴς παραγέγονα παρὰ τοῦ Πατρός. Πάντα μοι σὺ, καὶ ἀδελφὸς, καὶ συγκληρονόμος, καὶ φίλος, καὶ μέλος. Τί πλέον θέλεις; τί τὸν φιλοῦντα ἀποστρέφῃ; τί τῷ κόσμῳ κάμνεις; τί εἰς πίθον ἀντλεῖς τετρημένον;  περισσότερα »»»

Η Ελλάδα και ο Υμνος της Ελευθερίας

Ελληνική σημαία - Ελλάς - Ελευθερία

You are missing some Flash content that should appear here! Perhaps your browser cannot display it, or maybe it did not initialize correctly.

Υπεραγία Παρθένος Θεοτόκος Μαρία

Κύριος διασκεδάζει βουλὰς ἐθνῶν, ἀθετεῖ δὲ λογισμοὺς λαῶν καὶ ἀθετεῖ βουλὰς ἀρχόντων· ἡ δὲ βουλὴ τοῦ Κυρίου εἰς τὸν αἰῶνα μένει, λογισμοὶ τῆς καρδίας αὐτοῦ εἰς γενεὰν καὶ γενεάν. (Ψαλ. 32, 10-11)

εἰ δέ τις τῶν ἰδίων καὶ μάλιστα τῶν οἰκείων οὐ προνοεῖ, τὴν πίστιν ἤρνηται καὶ ἔστιν ἀπίστου χείρων. (Τιμ.Α 5,8)

Ἅγιος Ἀντώνιος ὁ Μέγας

Οἱ ἄνθρωποι καταχρηστικά λέγονται λογικοί. Δεν εἶναι λογικοὶ ὅσοι ἔμαθαν ἀπλῶς τὰ λόγια καὶ τὰ βιβλία τῶν ἀρχαίων σοφῶν, ἀλλ' ὅσοι ἔχουν τὴ λογικὴ ψυχὴ καὶ μποροῦν νὰ διακρίνουν ποιὸ εἶναι τὸ καλὸ καἰ ποιὸ τὸ κακό καὶ ἀποφεύγουν τὰ πονηρὰ καὶ βλαβερὰ στὴν ψυχή, τὰ δὲ ἀγαθὰ καὶ ψυχωφελῆ, τὰ ἀποκτοῦν πρόθυμα μὲ τὴ μελέτη καὶ τὰ ἐφαρμόζουν μὲ πολλὴ εὐχαριστία πρὸς τὸν Θεό. Αὐτοὶ μόνοι πρέπει νὰ λέγονται ἀληθινὰ λογικοὶ ἄνθρωποι.

St Antony the Great

Ἐφ᾿ ὅσον ἐννοεῖς τὰ περὶ Θεοῦ, νὰ εἶσαι εὐσεβής, χωρὶς φθόνο, ἀγαθός, σώφρων, πράος, χαριστικὸς κατὰ δύναμιν, κοινωνικός, ἀφιλόνεικος καὶ τὰ ὅμοια. Διότι αὐτὸ εἶναι τὸ ἀπαραβίαστο ἀπόκτημα τῆς ψυχῆς, νὰ ἀρέσει στὸ Θεὸ μὲ τέτοιες πράξεις καὶ μὲ τὸ νὰ μὴν κρίνει κανέναν καὶ νὰ λέει γιὰ κανέναν, ὅτι ὁ δείνα εἶναι κακὸς καὶ ἁμάρτησε. Ἀλλὰ καλλίτερο εἶναι νὰ συζητᾶμε τὰ δικά μας κακά, καὶ νὰ ἐρευνᾶμε μέσα μας τὴ δική μας πολιτεία, ἐὰν εἶναι ἀρεστὴ στὸ Θεό. Διότι, τί μᾶς μέλει ἐμᾶς, ἐὰν ὁ ἄλλος εἶναι πονηρός;

Ἅγιος Ἰουστῖνος Πόποβιτς

Ἡ αἰωνιότητα εἶναι φρικιαστικὴ δίχως Θεάνθρωπο, γιατὶ καὶ ὁ ἄνθρωπος εἶναι φοβερὸς δίχως τὸν Θεάνθρωπο. Καθετὶ τὸ ἀνθρώπινο, μονάχα στὸν Θεάνθρωπο ἔχει τὴν τελικὴ καὶ λογικὴ του ἑρμηνεία. Δίχως τὸν θαυμαστὸ Κύριο Ἰησοῦ Χριστό, ὅλα τὰ ἀνθρώπινα μεταβάλλονται ἀναπόφευκτα σὲ χάος, σὲ φρίκη, σὲ θάνατο, σὲ κόλαση: ἡ φρόνηση σὲ ἀφροσύνη, ἡ αἴσθηση σὲ ἀπόγνωση, ἡ ἐπιθυμία σὲ αὐτοδιάσπαση μέσα ἀπὸ τὴν αὐτοθέωση ἤ τὴν αὐτοεξουθένωση.

περισσότερα