Ο Κύριος ημών Ιησούς Χριστός | Ορθόδοξοι Πατέρες Our Lord Jesus Christ | Orthodox Fathers

»»»    Λόγοι - Αγίου Συμεώνος του νέου Θεολόγου / Βίβλος των ηθικών / Λόγος α΄. / θ΄. Εἰς τό ῥητόν τοῦ Εὐαγγελίου· "Ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν βασιλεῖ". Καί τίς ἐστιν ὁ γάμος ὁ μυστικός τοῦ Θεοῦ.

θ΄. Εἰς τό ῥητόν τοῦ Εὐαγγελίου· "Ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν βασιλεῖ". Καί τίς ἐστιν ὁ γάμος ὁ μυστικός τοῦ Θεοῦ.


n/a

"Ὡμοιώθη" φησίν "ἡ βασιλεία τῶν οὐρανῶν βασιλεῖ ὅστις ἐποίησε γάμους τῷ Υἱῷ αὐτοῦ καί ἐκάλεσε πολλούς" τίνα λέγων βασιλεία, εἰ μή αὐτόν ἐκεῖνον τόν ἑαυτοῦ Πατέρα καί Θεόν; Τίνι δέ ἑτέρῳ τούς γάμους πεποίηκεν, εἰ μή αὐτῷ τῷ μονογενεῖ αὐτοῦ Υἱῷ καί Θεῷ τῷ Κυρίῳ ἡμῶν Ἰησοῦ τῷ Χριστῷ; Μετά τίνος δέ ἄρα ἤ ποίου βασιλέως ὁ τῶν ἁπάντων δεσπότης καί κύριος τό (84) τῆς μνηστείας κατεδέξατο ποιῆσαι συνάλλαγμα; Ἕκαστος γάρ ἡμῶν τῶν ἀνθρώπων νύμφην τῷ ἑαυτοῦ Υἱῷ ἀγαγέσθαι βουλόμενος σπεύδει περιφανεστέρου καί ἐνδοξοτέρου καί πλουσιωτέρου θυγατέρα νύμφην λαβεῖν. Ὁ οὖν Θεός τίνα κἄν ἴσον εὑρήσει ἑαυτοῦ, ἵνα νύμφην ἐξ αὐτοῦ ἀγάγοιτο ἑαυτῷ; Φησί γάρ περί αὐτοῦ ὁ προφήτης· "Ὁ κατέχων ἐν τῇ χειρί αὐτοῦ τόν γῦρον τῆς γῆς καί τούς κατοικοῦντας ἐν αὐτῇ ὡς ἀκρίδας". Καί ἄλλος· "Ὁ Θεός ὁ αἰώνιος ὁ κατασκεύασας τά ἄκρα τῆς γῆς" καί θεμελιώσας ἐπ᾿ οὐδενός τούς στύλους αὐτῆς. Καί ὁ Δαβίδ· "Ὁ ἐπιβλέπων ἐπί τήν γῆν καί ποιῶν αὐτήν τρέμειν". Ὁ γοῦν τοιοῦτος καί τηλικοῦτος τίνος ἄρα σκοπήσωμεν θυγατέρα νύμφην ἠγάγεο καί τῷ υἱῷ αὐτοῦ γάμους πεποίηκεν. Βούλεσθε μαθεῖν τίνος; Ἀλλ᾿ ἐξιστᾷ μου τόν λογισμόν τό τῆς συγκαταβάσεως μέγεθος καί βούλομαι μέν εἰπεῖν, φρίττω δε· εἰς δέ τήν αὐτοῦ θαρρήσαντες ἀγαθότητα ἐροῦμεν ὦδε. Θυγατέρα προσκεκρουκότος αὐτῷ καί μοιχείαν καί φόνον πεποιηκότος, οἷον εἰπεῖν μοιχοῦ φονέως, νύμφην ἠγάγετο ἑαυτῷ.

Εἶδες ἀσύγκριτον καί ἄφατον ἀγαθότητά τε καί συγκατάβασιν; Εἶδες φιλανθρωπίας ὑπερβολήν; Εἶδες ἀγάπης καί χρηστότητος μέγεθος; Μάθε μοι τοίνυν ἐντεῦθεν, πᾶς ὁ μεγάλα περί ἑαυτοῦ οἰόμενος, ταπεινοῦσθαι καί μετριοφρονεῖν καί μηδέποτέ τινος κατεπαίρεσθαι, κἄν βασιλέων πάντων βασιλικώτατος, κἄν ἀρχόντων περιφανέστερος, κἄν πλουσίων ἁπάντων πλουσιώτερος ᾖς, τόν δεσπότην βλέπων καί κύριον τῶν ἁπάντων, τόν ἅγιον τῶν ἁγίων, τόν μακάριον Θεόν καί μόνον δυνάστην, τόν ἐνοικοῦντα ἐν ἀπροσίτῳ καί ὑπεραρρήτῳ φωτί, οὕτω συγκαταβαίνοντα καί ἐκ προσκεκρουκότος νύμφην ἑαυτῷ ἀγόμενον εἰς τόν μονογενῆ αὐτοῦ Υἱόν, τόν ἀόρατον, τόν ἀκατάληπτον, τόν ἀνεξιχνίαστον, τόν ποιητήν καί δημιουργόν τῶν ἁπάντων, διά σέ καί τήν σήν σωτηρίαν. Τίς οὖν ἐστιν ὁ τόν φόνον καί τήν μοιχείαν πεποιηκώς, οὗ τήν θυγατέρα εἰς νύμφην ὁ Θεός ἑαυτῷ ἐξελέξατο; Δαβίδ ὁ τοῦ Ἰεσσαί, ὅς καί τόν Οὐρίαν ἀπέκτεινε καί τήν τούτου γυναῖκα ἐμοίχευσε. Τούτου τοιγαροῦν τήν θυγατέρα, Μαρίαν φημί τήν ὑπεράμωμον, τήν ὑπέραγνον καί ἁγνήν παρθένον, νύμφην ἠγάγετο. Ὑπεράγνον δέ λέγω καί ὑπεράμωμον ταύτην ὡς πρός ἡμᾶς καί τούς τότε ἀνθρώπους, συγκρίνων αὐτήν ἐκείνοις τε καί ἡμῖν τοῖς δούλοις αὐτῆς, ὡς δέ πρός τόν ἑαυτῆς νυμφίον καί τόν ἐκείνου Πατέρα, ἄνθρωπον μέν, ἁγίαν δέ καί ὑπεραγίαν καί ὑπέρ ἅπαντας ἀνθρώπους πασῶν τῶν γενεῶν καθαρωτάτην καί ἄχραντον. Ταύτην οὖν ἠγάγετο καί γάμους ἐποίησε τῷ υἱῷ αὐτοῦ. Τίνα τρόπον; Ἄκουε νουνεχῶς.

Ὁ Θεός καί Πατήρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἕνα τῶν αὐτοῦ δούλων, Γαβριήλ, φημί, τόν ἀρχάγγελον, ἐξαποστείλας ἐξ ὕψους ἁγίου αὐτοῦ μηνύει τῇ Παρθένῳ τό χαῖρε· ὅς καί κατελθών διακονεῖ τό μυστήριον τῇ Παρθένῳ καί λέγει αὐτῇ· "Χαῖρε, κεχαριτωμένη, ὁ Κύριος μετά σοῦ". Καί σύν τῷ λόγῳ συνεισῆλθεν ὁ ἐνυπόστατος καί ὁμοούσιος καί συναΐδιος Λόγος τοῦ Θεοῦ καί Πατρός ὅλος ἐν τῇ τῆς κόρης γαστρί καί ἐπελεύσει καί συνεργείᾳ τοῦ ὁμοουσίου αὐτοῦ Πνεύματος ἀνελάβετο σάρκα ἔννουν καί ἐψυχωμένην ἐξ ἁγνῶν αἱμάτων αὐτῆς καί ἐγένετο ἄνθρωπος. Αὕτη τοιγαροῦν ἡ ἄφραστος συνουσία καί τοιοῦτος ὁ γάμος ὁ μυστικός τοῦ Θεοῦ καί οὕτω γέγονε τό συνάλλαγμα Θεοῦ πρός ἀνθρώπους, ἑνωθείς ἀσυγχύτως τῇ φθαρτῇ καί πτωχῇ ἡμῶν οὐσίᾳ καί φύσει ὁ ὑπέρ φύσιν καί ὑπερούσιος. Συνέλαβεν οὖν ἡ Παρθένος καί ἔτεκεν ἐκ δύο φύσεων παραδόξως, θεότητος, λέγω, καί ἀνθρωπότητος, ἕνα υἱόν, Θεόν τέλειον καί τέλειον ἄνθρωπον, τόν Κύριον ἡμῶν Ἰησοῦν τόν Χριστόν, μήτε τήν παρθενίαν αὐτῆς διαφθείραντα, μήτε τοῦ κόλπου χωρισθέντα τοῦ πατρικοῦ.

Ἀλλά γάρ ἐντεῦθεν ὅσον ἀπό τοῦ εὐαγγελικοῦ ῥήματος νοεῖν μοι καί ἕτερόν τι δίδωσιν ἡ χάρις καί εἰπεῖν κατεπείγει, ὅ μυστικῶς ἀεί γίνεται καί ἐν πᾶσι τοῖς υἱοῖς τοῦ φωτός. Διατί γάρ οὐκ εἶπεν· "Ἐποίησε γάμον τῷ υἱῷ αὐτοῦ", ἀλλά "γάμους"; Ἐνταῦθά μοι τό καινόν τοῦ νοήματος. Διά τί; Ἐπειδή ἐφ᾿ ἑνί ἑκάστῳ τῶν πιστῶν καί υἱῶν τῆς ἡμέρας ὁ αὐτός ἀεί γάμος παραπλησίως καί ἀπαραλλάκτως γίνεται. Πῶς καί τίνα τρόπον; Ἐν ὑπεραμώμῳ καί ὑπεράγνω γάμῳ ἑνούμενος ἡμῖν, ὁ Θεός ἐμποιεῖ τι μεῖζον ἡμῶν τῆς δυνάμεως. Τί οὖν ἐστι τοῦτο; Ἄκουε συνετῶς.



Άγιοι Τόποι

24 Ώρες στους Αγίους Τόπους, Οδοιπορικό σε Μονές 20/04/2019

24 Ώρες στο Πατριαρχείο Ιεροσολύμων 25/04/2019

24 Ώρες στα Βήματα του Χριστού 27/04/2019

Η Θεία Λειτουργία

The Arabic Divine Liturgy of St. John Chrysostomos

The Turkish Divine Liturgy of St. John Chrysostomos

 

Ραδιοσταθμοί

Ακούστε (((ο)))
Ραδιόφωνο: Άγιοι Ισίδωροι

You are missing some Flash content that should appear here! Perhaps your browser cannot display it, or maybe it did not initialize correctly.

Ὅλα ἀρχίζουν ἐδῶ

Κάθε λογισμὸς καὶ κάθε αἴσθηση ὁδηγοῦν σταδιακὰ τὴν ψυχὴ εἴτε πρὸς τὸν παράδεισο εἴτε πρὸς τὴν κόλαση.

Ἄν ὁ λογισμὸς εἶναι ἔλλογος, τότε συνδέει τὸν ἄνθρωπο μὲ τὸν Θεὸ Λόγο, μὲ τὸν ὕψιστο Λογισμό, μὲ τὴν Παναξία, πρᾶγμα ποὺ εἶναι ἤδη ὁ παράδεισος.

παράδεισος

Ἐάν πάλι εἶναι ἄλογος ὁ λογισμὸς ἤ καὶ παράλογος, τότε συνδέει ἀναπόφευκτα τὸν ἄνθρωπο μὲ τὸν Παράλογο, τὸν Ἀνόητο, μὲ τὸν διάβολο, πρᾶγμα ποὺ εἶναι ἤδη ἡ κόλαση.

Ὅσα ἰσχύουν γιὰ τὸν λογισμὸ, ἰσχύουν καὶ γιὰ τις αἰσθήσεις. Ὅλα ἀρχίζουν ἐδῶ, ἀπὸ τὴν γῆ: καὶ ὁ παράδεισος μὰ καὶ ἡ κόλαση τοῦ ἀνθρώπου.

Ἰουστῖνος Πόποβιτς

Αγίου Ιωάννου Χρυσοστόμου

Ἐγὼ πατὴρ, ἐγὼ ἀδελφὸς, ἐγὼ νυμφίος, ἐγὼ οἰκία, ἐγὼ τροφὴ, ἐγὼ ἱμάτιον, ἐγὼ ῥίζα, ἐγὼ θεμέλιος, πᾶν ὅπερ ἂν θέλῃς ἐγώ· μηδενὸς ἐν χρείᾳ καταστῇς. Ἐγὼ καὶ δουλεύσω· ἦλθον γὰρ διακονῆσαι, οὐ διακονηθῆναι. Ἐγὼ καὶ φίλος, καὶ μέλος, καὶ κεφαλὴ, καὶ ἀδελφὸς, καὶ ἀδελφὴ, καὶ μήτηρ, πάντα ἐγώ· μόνον οἰκείως ἔχε πρὸς ἐμέ. Ἐγὼ πένης διὰ σέ· καὶ ἀλήτης διὰ σέ· ἐπὶ σταυροῦ διὰ σὲ, ἐπὶ τάφου διὰ σέ· ἄνω ὑπὲρ σοῦ ἐντυγχάνω τῷ Πατρὶ, κάτω ὑπὲρ σοῦ πρεσβευτὴς παραγέγονα παρὰ τοῦ Πατρός. Πάντα μοι σὺ, καὶ ἀδελφὸς, καὶ συγκληρονόμος, καὶ φίλος, καὶ μέλος. Τί πλέον θέλεις; τί τὸν φιλοῦντα ἀποστρέφῃ; τί τῷ κόσμῳ κάμνεις; τί εἰς πίθον ἀντλεῖς τετρημένον;  περισσότερα »»»

Η Ελλάδα και ο Υμνος της Ελευθερίας

Ελληνική σημαία - Ελλάς - Ελευθερία

You are missing some Flash content that should appear here! Perhaps your browser cannot display it, or maybe it did not initialize correctly.

Υπεραγία Παρθένος Θεοτόκος Μαρία

Κύριος διασκεδάζει βουλὰς ἐθνῶν, ἀθετεῖ δὲ λογισμοὺς λαῶν καὶ ἀθετεῖ βουλὰς ἀρχόντων· ἡ δὲ βουλὴ τοῦ Κυρίου εἰς τὸν αἰῶνα μένει, λογισμοὶ τῆς καρδίας αὐτοῦ εἰς γενεὰν καὶ γενεάν. (Ψαλ. 32, 10-11)

εἰ δέ τις τῶν ἰδίων καὶ μάλιστα τῶν οἰκείων οὐ προνοεῖ, τὴν πίστιν ἤρνηται καὶ ἔστιν ἀπίστου χείρων. (Τιμ.Α 5,8)

Ἅγιος Ἀντώνιος ὁ Μέγας

Οἱ ἄνθρωποι καταχρηστικά λέγονται λογικοί. Δεν εἶναι λογικοὶ ὅσοι ἔμαθαν ἀπλῶς τὰ λόγια καὶ τὰ βιβλία τῶν ἀρχαίων σοφῶν, ἀλλ' ὅσοι ἔχουν τὴ λογικὴ ψυχὴ καὶ μποροῦν νὰ διακρίνουν ποιὸ εἶναι τὸ καλὸ καἰ ποιὸ τὸ κακό καὶ ἀποφεύγουν τὰ πονηρὰ καὶ βλαβερὰ στὴν ψυχή, τὰ δὲ ἀγαθὰ καὶ ψυχωφελῆ, τὰ ἀποκτοῦν πρόθυμα μὲ τὴ μελέτη καὶ τὰ ἐφαρμόζουν μὲ πολλὴ εὐχαριστία πρὸς τὸν Θεό. Αὐτοὶ μόνοι πρέπει νὰ λέγονται ἀληθινὰ λογικοὶ ἄνθρωποι.

St Antony the Great

Ἐφ᾿ ὅσον ἐννοεῖς τὰ περὶ Θεοῦ, νὰ εἶσαι εὐσεβής, χωρὶς φθόνο, ἀγαθός, σώφρων, πράος, χαριστικὸς κατὰ δύναμιν, κοινωνικός, ἀφιλόνεικος καὶ τὰ ὅμοια. Διότι αὐτὸ εἶναι τὸ ἀπαραβίαστο ἀπόκτημα τῆς ψυχῆς, νὰ ἀρέσει στὸ Θεὸ μὲ τέτοιες πράξεις καὶ μὲ τὸ νὰ μὴν κρίνει κανέναν καὶ νὰ λέει γιὰ κανέναν, ὅτι ὁ δείνα εἶναι κακὸς καὶ ἁμάρτησε. Ἀλλὰ καλλίτερο εἶναι νὰ συζητᾶμε τὰ δικά μας κακά, καὶ νὰ ἐρευνᾶμε μέσα μας τὴ δική μας πολιτεία, ἐὰν εἶναι ἀρεστὴ στὸ Θεό. Διότι, τί μᾶς μέλει ἐμᾶς, ἐὰν ὁ ἄλλος εἶναι πονηρός;

Ἅγιος Ἰουστῖνος Πόποβιτς

Ἡ αἰωνιότητα εἶναι φρικιαστικὴ δίχως Θεάνθρωπο, γιατὶ καὶ ὁ ἄνθρωπος εἶναι φοβερὸς δίχως τὸν Θεάνθρωπο. Καθετὶ τὸ ἀνθρώπινο, μονάχα στὸν Θεάνθρωπο ἔχει τὴν τελικὴ καὶ λογικὴ του ἑρμηνεία. Δίχως τὸν θαυμαστὸ Κύριο Ἰησοῦ Χριστό, ὅλα τὰ ἀνθρώπινα μεταβάλλονται ἀναπόφευκτα σὲ χάος, σὲ φρίκη, σὲ θάνατο, σὲ κόλαση: ἡ φρόνηση σὲ ἀφροσύνη, ἡ αἴσθηση σὲ ἀπόγνωση, ἡ ἐπιθυμία σὲ αὐτοδιάσπαση μέσα ἀπὸ τὴν αὐτοθέωση ἤ τὴν αὐτοεξουθένωση.

περισσότερα