Ο Κύριος ημών Ιησούς Χριστός | Ορθόδοξοι Πατέρες Our Lord Jesus Christ | Orthodox Fathers

»»»    Λόγοι - Αγίου Συμεώνος του νέου Θεολόγου / Βίβλος των ηθικών / Λόγος α΄. / β΄. Περί τῆς παραβάσεως καί τῆς ἐξορίας τοῦ Ἀδάμ.

β΄. Περί τῆς παραβάσεως καί τῆς ἐξορίας τοῦ Ἀδάμ.


n/a

Τοιγαροῦν καί ἐπλάσθη σῶμα μέν ἔχων ὁ Ἀδάμ ἅφθαρτον, ὑλικόν μέντοιγε καί ὅλον οὔπω πνευματικόν, καί ὡς βασιλεύς ἀθάνατος ἐν ἀφθάρτῳ κόσμῳ, οὐ λέγω μόνῳ τῷ παραδείσῳ, ἀλλ᾿ ἐν πάσῃ τῇ ὑπ᾿ οὐρανόν, κατέστη ὑπό τοῦ δημιουργοῦ Θεοῦ. Ἐπεί δέ καί νόμον αὐτοῖς δέδωκεν ἐντειλάμενος μή φαγεῖν ἐκ μόνου τοῦ ξύλου ἐκείνου, καταφρονήσας δέ ἠπίστευσε τῷ πλαστουργῷ καί δεσπότῃ οὕτως εἰπόντι αὐτῷ· "Ἧ δ᾿ ἄν ἡμέρᾳ φάγησθε ἀπ᾿ αὐτοῦ, θανάτῳ ἀποθανεῖσθε", πιστότερον τόν σκολιόν ἡγησάμενος ὄφιν οὕτως εἰπόντα· "Οὐχί θανάτῳ ἀποθανεῖσθε, ἀλλ᾿ ᾗ δ᾿ ἄν ἡμέρᾳ φάγητε, ἔσεσθε ὡς θεοί γινώσκοντες καλόν καί πονηρόν· καί ἔφαγεν ἀπ᾿ αὐτοῦ", εὐθύς ἐγυμνώθη τῆς ἀφθάρτου καταστολῆς καί δόξης καί τῆς φθορᾶς γυμνότητα ἐνεδύσατο. Ἰδών οὖν ἑαυτόν γυμνόν ὁ Ἀδάμ ἐκρύβη καί φύλλα συκῆς ῥάψας περιεζώσατο, τήν ἀσχημοσύνην αὐτοῦ καλύψαι πειρώμενος. Ὅθεν καί τοῦ Θεοῦ εἰπόντος αὐτῷ· "Ἀδάμ, ποῦ εἶ;", "Τῆς φωνῆς σου" φησίν "ἤκουσα καί τήν γύμνωσίν μου κατανοήσας, φοβηθείς ἐκρύβην". Πρός μετάνοιαν δέ αὐτόν ἐκκαλούμενος ὁ Θεός φησι πρός αὐτον· "Καί τίς ἀνήγγειλέ σοι ὅτι γυμνός εἶ, εἰ μή ἀπό τοῦ ξύλου οὗ ἐνετειλάμην σοι τούτου μόνου μή φαγεῖν, ἀπ᾿ αὐτοῦ ἔφαγες;". Ἐπεί δέ εἰπεῖν ἐκεῖνος τό ἥμαρτον οὐκ ἠθέλησε, τοὐναντίον μᾶλλον μέν οὖν καί αἰτίαν προσῆψε τῷ πάντα καλά λίαν πεποιηκότι Θεῷ ἐν τῷ εἰπεῖν· "Ἡ γυνή ἥν δέδωκάς μοι, ὰὕτη ἔδωκέ μοι καί ἔφαγον", κἀκείνη πάλιν τῷ ὄφει τήν αἰτίαν ἐπεγράψατο καί μετανοῆσαι καί προσπεσεῖν τῷ Δεσπότῃ ἤ συγχώρησιν ἐξαιτήσασθαι οὐδαμῶς ἠβουλήθησαν, τότε αὐτούς, ὥσπερ ἐκ παλατίων βασιλικῶν καί οἴκων πανευπρεπῶν, αὐτοῦ δή λέγω τοῦ παραδείσου, ἐξωθεῖ καί ἐκβάλλει, ἵνα ἐν ταύτῃ τῇ γῇ ὡς ἐξόριστοι διατελῶσι καί ὑπερόριοι.

"Καί εὐθύς ἔταξε τήν φλογίνην ῥομφαίαν τοῦ φυλάττειν τήν εἴσοδον τοῦ ξύλου τῆς ζωῆς ", οὐχ ὡς ἐν αὐτῷ μελλόντων πάλιν τῷ αἰσθητῷ τε καί ὑλικῷ παραδείσῳ μετά τήν ἀνάκλησιν ἐπανάγεσθαι· οὐδέ γάρ διά τοῦτο μέχρι τοῦ νῦν ἐτηρήθη, (57) οὐδέ τούτου χάριν οὐ κατηράσατο αὐτόν ὁ Θεός, ἀλλά διά τό τύπον αὐτόν ἐπέχειν τῆς μελλούσης ἀκαταλύτου ζωῆς καί εἰκόνα τυγχάνειν τῆς ἀϊδίου βασιλείας τῶν οὐρανῶν· εἰ γάρ μή τοῦτο ἦν, ἐκεῖνον ἔδει καταραθῆναι μᾶλλον, ὡς ἐν αὐτῷ καί τῆς παραβάσεως γενομένης. Ἀλλά τοῦτο μέν οὐ ποιεῖ, τήν δέ λοιπήν ἅπασαν γῆν, ἐπεί, ὡς ἔφαμεν, ἄφθαρτος ἦν καθώς καί ὁ παράδεισος, πάντα αὐτομάτως προσφέρουσα, ἵν μή κἀκεῖθεν ἐξερχόμενος ὁ Ἀδάμ ἄμοχθον ἔχῃ καί αὖθις βίον, κόπων καί ἱδρώτων ἀπηλλαγμένον, προκατηράσατο αὐτήν οὕτως εἰπών· "Ἐπικατάρατος ἡ γῆ ἐν τοῖς ἔργοις σου· ἐν λύπαις φαγῇ αὐτήν πάσας τάς ἡμέρας τῆς ζωῆς σου· ἀκάνθας καί τριβόλους ἀνατελεῖ σοι καί φαγῇ τόν χόρτον τοῦ ἀγροῦ τόν τοῖς θηρίοις καί τοῖς ἀλόγοις ζῴοις ἀφωρισμένον· ἐν ἱδρῶτι τοῦ προσώπου σου φαγῇ τόν ἄρτον σου, ἕως τοῦ ἐπιστρέψαι σε εἰς τήν γῆν ἐξ ἧς ἐλήφθης, ὅτι γῆ εἶ καί εἰς γῆν ἀπελεύσῃ ".

Εἰκότως οὖν ἔδει τῷ εἰς φθοράν καί θάνατον κατενεχθέντι διά τῆς παραβάσεως ῥευστήν καί φθαρτήν ὡσαύτως γῆν κατοικεῖν καί τοιαύτης ἀξίως μετέχειν τροφῆς. Ἐπειδή γάρ ἡ ἄφθονος τρυφή, ἡ ἄφθαρτος καί ἀκάματος διαγωγή, εἰς λήθην τῶν παρά Θεοῦ γεγονότων ἀγαθῶν καί εἰς καταφρόνησιν αὐτόν τῆς δοθείσης ἤγαγεν ἐντολῆς, ἐν κόπῳ κατεδικάσθη δικαίως καί ἱδρῶτι τήν γῆν ἐργάζεσθαι καί οὕτω κατ᾿ ὀλίγον ἐξ αὐτῆς ὡς ὑπό οἰκονόμου τινός κομίζεσθαι τάς τροφάς. Εἶδες πῶς καταραθεῖσα ἡ γῆ πρότερον καί τῆς προτέρας αὐτομάτου βλαστήσεως στερηθεῖσα, οὕτως τόν παραβάτην ἐδέξατο; Οὗ χάριν καί διατί; Ἵνα ἐργαζομένη μέν παρ᾿ αὐτοῦ ἐν ἱδρῶτι καί κόπῳ παρέχῃ τά ἐξ αὐτῆς συμμέτρως φυόμενα εἰς αὐτάρκη χρείαν αὐτῷ, μή ἐργαζομένη δέ μένῃ ἄκαρπος, ἀκάνθας καί τριβόλους μόνον προσφέρουσα. Τοιγαροῦν καί ἐξελθόντα τοῦ παραδείσου αὐτόν πᾶσα ἡ κτίσις, ἡ ὑπό Θεοῦ παραχθεῖσα ἐκ τοῦ μή ὄντος, θεασαμένη, οὐκέτι ὑποταγῆναι τῷ παραβάντι ἐβούλετο· ὁ ἥλιος λάμψαι οὐκ ἤθελεν, ἡ σελήνη φᾶναι οὐκ ἔφερε, τά ἄστρα ὀφθῆναι τούτῳ οὐχ εἵλοντο, αἱ πηγαί βρύειν οὐκ ἔμελλον· οὐκ ἐβούλοντο ῥέειν οἱ ποταμοί, ἐφ᾿ ἑαυτόν ἐμελέτα ὁ ἀήρ συσταλῆναι καί μή δοῦναι τῷ προσκεκρουκότι ἀναπνοήν· τά θηρία καί πάντα τά ζῷα τῆς γῆς, γυμνωθέντα τοῦτον τῆς πρώην θεασάμενα δόξης, καταφρονήσαντα αὐτοῦ, ἐτραχύνθησαν ἅπαντα εὐθύς κατ᾿ αὐτοῦ· ὁ οὐρανός καταπεσεῖν δικαίως ἐπ᾿ αὐτόν οἱονεί πως κεκίνητο καί ἡ γῆ ἐπί τοῦ νώτου φέρειν τοῦτον οὐκ ἔστεγε.

Τί οὖν; Ὁ δημιουργήσας τά πάντα καί πλάσας τοῦτον Θεός, παραβῆναι μέλλοντα πρό καταβολῆς κόσμου γινώσκων τήν ἐντολήν τόν Ἀδάμ καί τήν ἐκ παλιγγενεσίας αὐτοῦ ζωήν καί ἀνάπλασιν διά τῆς ἐνσάρκου γεννήσεως τοῦ μονογενοῦς αὐτοῦ Υἱοῦ καί Θεοῦ προορίσας, τί ποιεῖ; Συγκρατεῖ πάντα τῇ οἰκείᾳ δυνάμει καί εὐσπλαγχνίᾳ καί ἀγαθότητι, ἀναστέλλει τήν ὁρμήν τῶν κτισμάτων ἁπάντων, εὐθύς καί τούτῳ τά πάντα ὡσαύτως καθυποτάττει, ἵνα τῷ δι᾿ οὗ γέγονεν ἀνθρώπῳ δυλεύσασα, φθαρτῷ φθαρτή γεγονυῖα, ὅτε πάλιν ἐκεῖνος ἀνακαινισθῇ καί πνευματικός, ἄφθαρτος καί ἀθάνατος γένηται, τότε καί αὐτήν ἐλευθερωθεῖσα τῆς δουλείας ἡ κτίσις ἡ ὑπό τοῦ Θεοῦ τῷ προσκεκρουκότι ὑποταγεῖσα καί αὐτῷ ἐκδουλεύσασα συνανακαινισθῇ αὐτῷ καί ἀφθαρτωθῇ καί πνευματική ὅλη γένηται· τοῦτο γάρ πρό καταβολῆς κόσμου ὁ πολυεύσπλαχνος Θεός καί Κύριος προωρίσατο.

Ἀλλά τούτων οὕτω σοφῶς ἐκ Θεοῦ γεγονότων, τοῦ παραδείσου ἐκβληθείς ὁ Ἀδάμ ἐτέκνωσεν, ἐβίωσε καί ἀπέθανεν· οὕτω δέ ὁμοίως καί οἱ ἐξ αὐτοῦ. Τοίνυν καί νεαράν τήν μνήμην ἔχοντες οἱ τότε ἄνθρωποι τῆς ἐκπτώσεως, ὑπό τοῦ Ἀδάμ καί τῆς Εὔας ταύτην ἐκδιδασκόμενοι, ἐσέβοντο τόν Θεόν καί ὡς δεσπότην ἐτίμων αὐτόν. Διά δή τοῦτο καί ὁ Ἄβελ σύν τῷ Κάϊν θυσίας ἐκ τῶν ὑπαρχόντων αὐτοῖς αὐτῷ προσέφερον· ὅθεν καί ἐπί μέν τοῦ Ἄβελ τῇ προσφορᾷ καί θυσίᾳ προσεσχηκέναι τόν Θεόν γέγραπται, ἐπί δέ τοῦ Κάϊν οὐκέτι· καί τοῦτο γνόντα τόν Κάϊν λυπηθῆναι λέγεται ἕως θανάτου καί ἐντεῦθεν πρός φθόνον καί φόνον τοῦ ἀδελφοῦ προχωρῆσαι. Ἀλλ᾿ Ἐνώχ μέν μετά ταῦτα εὐαρεστήσας Θεῷ ὑπ᾿ αὐτοῦ μετετέθη, Ἠλίας δέ ἐν ἅρματι ἀνελήφθη πυρός, τοῦ Θεοῦ δεικνύντος ἐκ τούτων ὅτι, εἰ μετά τήν ἀπόφασιν τήν κατά τοῦ Ἀδάμ καί τοῦ σπέρματος αὐτοῦ ἐξενεχθεῖσαν, εἰ μετά τό ἐξόριστον αὐτόν παρ᾿ αὐτοῦ γενέσθαι τούς εὐαρεστήσαντας αὐτοῦ υἱούς οὕτως τῇ μεταθέσει καί μακροζωΐα ἐτίμησε καί τῆς φθορᾶς, ἤτοι τῆς εἰς γῆν ἀποστροφῆς καί τῆς ἐν τῷ ᾅδῃ καταβάσεως, αὐτούς ἠλευθέρωσεν ὕστερον τεθνήξεσθαι ἤ, ἀληθέστερον εἰπεῖν, ἀλλαγήσεσθαι μέλλοντας, πόσης ἄν αὐτόν ἐκεῖνον, εἰ μή παρέβη τήν ἐντολήν, ἤ καί μετά τό παραβῆναι εἰ μετενόησε, δόξης καί τιμῆς καί συμπαθείας ἠξίωσεν ἔνδον ἐάσας εἶναι τοῦ παραδείσου αὐτόν;

Οὕτως οὖν ἐπί χρόνους τά περί Θεοῦ κατά διαδοχήν διδασκόμενοι ὑπ᾿ ἀλλήλων τόν ποιητήν αὐτῶν οἱ παλαιοί ἐπεγίνωσκον. Ὕστερον δέ πληθυνθέντων τῶν ἀνθρώπων καί τήν ἑαυτῶν διάνοιαν ἐκ νεότητος ἐπί τά πονηρά ἐκδεδωκότων, εἰς λήθην καί ἄγνοιαν τοῦ πεποιηκότος αὐτούς Θεοῦ κατηνέχθησαν καί οὐ μόνον εἴδωλα καί δαίμονας ὡς θεούς ἐσεβάσθησαν, ἀλλά καί αὐτήν τήν κτίσιν τήν εἰς ὑπηρεσίαν αὐτῶν ὑπό τοῦ Θεοῦ δοθεῖσαν αὐτοῖς θεοποιήσαντες, ταύτῃ ἐλάτρευσαν, εἰς πᾶσάν τε ἀσέλγειαν καί ἀκάθαρτον πρᾶξιν ἑαυτούς ἐκδεδώκασι καταμιάναντες τήν γῆν, τόν ἀέρα, τόν οὐρανόν καί τά ὑπ᾿ αὐτόν ἅπαντα ταῖς πράξεσι ταῖς ἀτόποις αὐτῶν. Οὐδέν γάρ ἕτερον τῶν ἄλλων ἁπάντων οὕτω μιαίνει καί ἀκάθαρτον τό καθαρόν ἔργον ἀπεργάζεται τοῦ Θεοῦ, ὡς τό θεοποιηθῆναι αὐτό τοῦτο καί λατρευθῆναι ἴσα καί θεῷ παρά τόν πεποιηκότα καί κτίσαντα. Τοιγαροῦν καί πᾶσα ἡ κτίσις παρά τῶν ἀνθρώπων θεοποιηθεῖσα καί προσκυνηθεῖσα κατερρυπώθη καί εἰς τελείαν κατήχθη φθοράν· ὅτε δέ ὁ κολοφών ἐπληρώθη τῆς ἄγαν κακίας καί εἰς ἀπείθειαν ἅπαντες συνεκλείσθησαν, κατά τόν θεῖον Ἀπόστολον, τότε κατῆλθεν ἐπί γῆς ὁ Υἱός τοῦ Θεοῦ καί Θεός ἀναπλάσαι τόν συντριβέντα, ζωοποιῆσαι τόν τεθανατωμένον καί τό ἑαυτοῦ πλάσμα ἐκ τῆς πλάνης ἀνακαλέσασθαι.

Ἀλλά προσέχετε, παρακαλῶ, τῇ ἀκριβείᾳ τοῦ λόγου· ἔσται γάρ ἡμῖν τε ὠφέλιμος ὁ λόγος καί ταῖς μετέπειτα γενεαῖς. Χρεών δέ ἐξ εἰκόνος τινός τήν τοῦ Λόγου σάρκωσιν καί τήν ἐκ τῆς ἀειπαρθένου Μαρίας ἀπόρρητον γέννησιν αὐτοῦ θεωρῆσαι καί γνῶναι καλῶς τό τῆς οἰκονομίας ἐκεῖθεν μυστήριον τό ἀποκεκρυμμένον πρό τῶν αἰώνων εἰς σωτηρίαν τοῦ γένους ἡμῶν.



Άγιοι Τόποι

24 Ώρες στους Αγίους Τόπους, Οδοιπορικό σε Μονές 20/04/2019

24 Ώρες στο Πατριαρχείο Ιεροσολύμων 25/04/2019

24 Ώρες στα Βήματα του Χριστού 27/04/2019

Η Θεία Λειτουργία

The Arabic Divine Liturgy of St. John Chrysostomos

The Turkish Divine Liturgy of St. John Chrysostomos

 

Ραδιοσταθμοί

Ακούστε (((ο)))
Ραδιόφωνο: Άγιοι Ισίδωροι

You are missing some Flash content that should appear here! Perhaps your browser cannot display it, or maybe it did not initialize correctly.

Ὅλα ἀρχίζουν ἐδῶ

Κάθε λογισμὸς καὶ κάθε αἴσθηση ὁδηγοῦν σταδιακὰ τὴν ψυχὴ εἴτε πρὸς τὸν παράδεισο εἴτε πρὸς τὴν κόλαση.

Ἄν ὁ λογισμὸς εἶναι ἔλλογος, τότε συνδέει τὸν ἄνθρωπο μὲ τὸν Θεὸ Λόγο, μὲ τὸν ὕψιστο Λογισμό, μὲ τὴν Παναξία, πρᾶγμα ποὺ εἶναι ἤδη ὁ παράδεισος.

παράδεισος

Ἐάν πάλι εἶναι ἄλογος ὁ λογισμὸς ἤ καὶ παράλογος, τότε συνδέει ἀναπόφευκτα τὸν ἄνθρωπο μὲ τὸν Παράλογο, τὸν Ἀνόητο, μὲ τὸν διάβολο, πρᾶγμα ποὺ εἶναι ἤδη ἡ κόλαση.

Ὅσα ἰσχύουν γιὰ τὸν λογισμὸ, ἰσχύουν καὶ γιὰ τις αἰσθήσεις. Ὅλα ἀρχίζουν ἐδῶ, ἀπὸ τὴν γῆ: καὶ ὁ παράδεισος μὰ καὶ ἡ κόλαση τοῦ ἀνθρώπου.

Ἰουστῖνος Πόποβιτς

Αγίου Ιωάννου Χρυσοστόμου

Ἐγὼ πατὴρ, ἐγὼ ἀδελφὸς, ἐγὼ νυμφίος, ἐγὼ οἰκία, ἐγὼ τροφὴ, ἐγὼ ἱμάτιον, ἐγὼ ῥίζα, ἐγὼ θεμέλιος, πᾶν ὅπερ ἂν θέλῃς ἐγώ· μηδενὸς ἐν χρείᾳ καταστῇς. Ἐγὼ καὶ δουλεύσω· ἦλθον γὰρ διακονῆσαι, οὐ διακονηθῆναι. Ἐγὼ καὶ φίλος, καὶ μέλος, καὶ κεφαλὴ, καὶ ἀδελφὸς, καὶ ἀδελφὴ, καὶ μήτηρ, πάντα ἐγώ· μόνον οἰκείως ἔχε πρὸς ἐμέ. Ἐγὼ πένης διὰ σέ· καὶ ἀλήτης διὰ σέ· ἐπὶ σταυροῦ διὰ σὲ, ἐπὶ τάφου διὰ σέ· ἄνω ὑπὲρ σοῦ ἐντυγχάνω τῷ Πατρὶ, κάτω ὑπὲρ σοῦ πρεσβευτὴς παραγέγονα παρὰ τοῦ Πατρός. Πάντα μοι σὺ, καὶ ἀδελφὸς, καὶ συγκληρονόμος, καὶ φίλος, καὶ μέλος. Τί πλέον θέλεις; τί τὸν φιλοῦντα ἀποστρέφῃ; τί τῷ κόσμῳ κάμνεις; τί εἰς πίθον ἀντλεῖς τετρημένον;  περισσότερα »»»

Η Ελλάδα και ο Υμνος της Ελευθερίας

Ελληνική σημαία - Ελλάς - Ελευθερία

You are missing some Flash content that should appear here! Perhaps your browser cannot display it, or maybe it did not initialize correctly.

Υπεραγία Παρθένος Θεοτόκος Μαρία

Κύριος διασκεδάζει βουλὰς ἐθνῶν, ἀθετεῖ δὲ λογισμοὺς λαῶν καὶ ἀθετεῖ βουλὰς ἀρχόντων· ἡ δὲ βουλὴ τοῦ Κυρίου εἰς τὸν αἰῶνα μένει, λογισμοὶ τῆς καρδίας αὐτοῦ εἰς γενεὰν καὶ γενεάν. (Ψαλ. 32, 10-11)

εἰ δέ τις τῶν ἰδίων καὶ μάλιστα τῶν οἰκείων οὐ προνοεῖ, τὴν πίστιν ἤρνηται καὶ ἔστιν ἀπίστου χείρων. (Τιμ.Α 5,8)

Ἅγιος Ἀντώνιος ὁ Μέγας

Οἱ ἄνθρωποι καταχρηστικά λέγονται λογικοί. Δεν εἶναι λογικοὶ ὅσοι ἔμαθαν ἀπλῶς τὰ λόγια καὶ τὰ βιβλία τῶν ἀρχαίων σοφῶν, ἀλλ' ὅσοι ἔχουν τὴ λογικὴ ψυχὴ καὶ μποροῦν νὰ διακρίνουν ποιὸ εἶναι τὸ καλὸ καἰ ποιὸ τὸ κακό καὶ ἀποφεύγουν τὰ πονηρὰ καὶ βλαβερὰ στὴν ψυχή, τὰ δὲ ἀγαθὰ καὶ ψυχωφελῆ, τὰ ἀποκτοῦν πρόθυμα μὲ τὴ μελέτη καὶ τὰ ἐφαρμόζουν μὲ πολλὴ εὐχαριστία πρὸς τὸν Θεό. Αὐτοὶ μόνοι πρέπει νὰ λέγονται ἀληθινὰ λογικοὶ ἄνθρωποι.

St Antony the Great

Ἐφ᾿ ὅσον ἐννοεῖς τὰ περὶ Θεοῦ, νὰ εἶσαι εὐσεβής, χωρὶς φθόνο, ἀγαθός, σώφρων, πράος, χαριστικὸς κατὰ δύναμιν, κοινωνικός, ἀφιλόνεικος καὶ τὰ ὅμοια. Διότι αὐτὸ εἶναι τὸ ἀπαραβίαστο ἀπόκτημα τῆς ψυχῆς, νὰ ἀρέσει στὸ Θεὸ μὲ τέτοιες πράξεις καὶ μὲ τὸ νὰ μὴν κρίνει κανέναν καὶ νὰ λέει γιὰ κανέναν, ὅτι ὁ δείνα εἶναι κακὸς καὶ ἁμάρτησε. Ἀλλὰ καλλίτερο εἶναι νὰ συζητᾶμε τὰ δικά μας κακά, καὶ νὰ ἐρευνᾶμε μέσα μας τὴ δική μας πολιτεία, ἐὰν εἶναι ἀρεστὴ στὸ Θεό. Διότι, τί μᾶς μέλει ἐμᾶς, ἐὰν ὁ ἄλλος εἶναι πονηρός;

Ἅγιος Ἰουστῖνος Πόποβιτς

Ἡ αἰωνιότητα εἶναι φρικιαστικὴ δίχως Θεάνθρωπο, γιατὶ καὶ ὁ ἄνθρωπος εἶναι φοβερὸς δίχως τὸν Θεάνθρωπο. Καθετὶ τὸ ἀνθρώπινο, μονάχα στὸν Θεάνθρωπο ἔχει τὴν τελικὴ καὶ λογικὴ του ἑρμηνεία. Δίχως τὸν θαυμαστὸ Κύριο Ἰησοῦ Χριστό, ὅλα τὰ ἀνθρώπινα μεταβάλλονται ἀναπόφευκτα σὲ χάος, σὲ φρίκη, σὲ θάνατο, σὲ κόλαση: ἡ φρόνηση σὲ ἀφροσύνη, ἡ αἴσθηση σὲ ἀπόγνωση, ἡ ἐπιθυμία σὲ αὐτοδιάσπαση μέσα ἀπὸ τὴν αὐτοθέωση ἤ τὴν αὐτοεξουθένωση.

περισσότερα