Ο Κύριος ημών Ιησούς Χριστός | Ορθόδοξοι Πατέρες Our Lord Jesus Christ | Orthodox Fathers

»»»    Λόγοι - Αγίου Συμεώνος του νέου Θεολόγου / Βίβλος των ηθικών / Λόγος α΄. / ζ΄. Πῶς δεῖ πληρωθῆναι τόν ἄνω κόσμον καί ὁποῖός τίς ἐστι καί τίνα πληρωθήσεται τρόπον.

ζ΄. Πῶς δεῖ πληρωθῆναι τόν ἄνω κόσμον καί ὁποῖός τίς ἐστι καί τίνα πληρωθήσεται τρόπον.


n/a

Χρεών δέ ζητῆσαι πρῶτον τίνα καλεῖ κόσμον ὁ λόγος, ὅν δεῖ πληρωθῆναι καί οὐ μή πληρωθέντος οὐχ ἥξει τό τέλος, καί αὐτό τοῦτο τό τέλος ὅ λέγεται, τί ἐστιν. Ἐμοί δοκεῖ κόσμον ὡραϊσμένον εἶναι τήν Ἐκκλησίαν Χριστοῦ καί αὐτόν ὅλον τόν ἄνθρωπον, ἐν ᾧ κατοικεῖν λέγεται καί ἐμπεριπατεῖν τόν Θεόν καί τάς ἀκτῖνας τῶν χαρισμάτων αὐτοῦ φαιδράς, ὡς ἥλιος δικαιοσύνης ὤν, καταπέμπειν· ἥν καί σῶμα οἴδαμεν καλεῖσθαι Χριστοῦ καί νύμφην, ὡς Παῦλος ὁ ταύτης νυμφαγωγός ἀνακράζει· "Ἡρμοσάμην ὑμᾶς ἑνί ἀνδρί παρθένον ἁγνήν παραστῆσαι τῷ Χριστῷ", καί Δαβίδ ὁ θεῖος· "Παρέστη ἡ βασίλισσα ἐκ δεξιῶν σου ἐν ἱματισμῷ διαχρύσῳ περιβεβλημένη, πεποικιλμένη". Εἰ γάρ καί περί τῆς Θεοτόκου μόνης τοῦτό φασιν εἰρῆσθαι, ἀλλ᾿ οἰκείως μάλα δή ἔχει καί πρός τήν Ἐκκλησίαν τοῦ Υἱοῦ αὐτῆς καί Θεοῦ, ὡς δηλώσει τρανότερον τά ἑπόμενα· "Ἀπενεχθήσονται, φησί, τῷ βασιλεῖ παρθένοι ψυχαί ὀπίσω αὐτῆς· αἱ πλησίον αὐτῆς ψυχαί ἀπενεχθήσονταί σοι· ἀπενεχθήσονται ἐν εὐφροσύνῃ καί ἀγαλλιάσει, ἀχθήσονται εἰς ναόν βασιλέως". Τίνα οὖν τόν ναόν τοῦτον ὑπολαμβάνεις εἶναι; Ἆρα γε ἕτερόν τινα οἶκον ἐννοεῖς εἶναι τόν ναόν καί ἕτερον παρά τοῦτον τόν βασιλέα; Οὐδαμῶς δή. Ὥσπερ γάρ κεφαλή τῆς Ἐκκλησίας ὁ Χριστός ἐστι καί Θεός, οὕτω καί ναός αὐτός ταύτῃ γίνεται, καθά δή πάλιν καί ἡ Ἐκκλησία αὐτή ναός ἐκείνου καί κόσμος ὡραῖος καθέστηκεν, ὡς τά ἀνωτέρω εἰρημένα μοι διατρανοῖ, ἅ καί χρή πάλιν ἐπαναλαβεῖν καί εἰπεῖν εἰς περισσοτέραν ἀκριβείας ἀπόδειξιν.

Ποῖα δή ταῦτα; Ἅ Χριστός αὐτός ὁ Θεός πρός τόν ἑαυτοῦ Πατέρα περί τῶν πιστῶν καί αὐτῶν ἔφη τῶν ἀποστόλων αὐτοῦ· "Οὐ περί τούτων δέ ἐρωτῶ μόνον, ἀλλά καί περί πάντων τῶν πιστευόντων διά τοῦ λόγου αὐτῶν εἰς ἐμέ, ἵνα πάντες ἕν ὦσι". Πῶς ἕν; "Καθώς σύ, πάτερ, ἐν ἐμοί, ἵνα καί αὐτοί ἐν ἡμῖν ἕν ὦσιν". Εἶδες πῶς καί βασιλεύς καί ναός πάντων αὐτός τῶν σῳζομένων καθέστηκε; Μάθε τοιγαροῦν καί ὅπως πάλιν οἱ πιστοί πάντες, ἤτοι ἡ βασίλισσα Ἐκκλησία καί αἱ ὀπίσω αὐτῆς ἀκολουθήσασαι, ναός καί κόσμος τοῦ Θεοῦ καί βασιλέως γενήσονται. Καί τοῦτο πρῶτον ἐξ αὐτοῦ μαθήσῃ τοῦ βασιλέως Χριστοῦ· φησί γάρ· "Ἐγώ ἐν αὐτοῖς καί σύ, πάτερ, ἐν ἐμοί, ἵνα ὦσι τετελειωμένοι εἰς ἕν". Τί δέ ὁ Παῦλος ὁ αὐτοῦ μαθητής; "Οὐκ οἴδατε ὅτι ναός Θεοῦ ἐστε καί τό Πνεῦμα αὐτοῦ τό Ἅγιον οἰκεῖ ἐν ὑμῖν;" . Ὁρᾷς συνᾴδοντα τοῖς δεσποτικοῖς ῥήμασι μετά ἀκριβείας ἁπάσης τά τοῦ Ἀποστόλου ῥητά, ναόν τοῦ βασιλέως Θεοῦ καί πόλιν καί κόσμον τήν Ἐκκλησίαν ἀποδεικνύοντα; Γνῶθι ὅτι αὐτός ἦν ὁ ἐν προφήταις καί ἀποστόλοις, καί αὐτός ἐστιν ὁ ἐν ἀμφοτέροις τούτοις λαλῶν καί τά νῦν.



Άγιοι Τόποι

24 Ώρες στους Αγίους Τόπους, Οδοιπορικό σε Μονές 20/04/2019

24 Ώρες στο Πατριαρχείο Ιεροσολύμων 25/04/2019

24 Ώρες στα Βήματα του Χριστού 27/04/2019

Η Θεία Λειτουργία

The Arabic Divine Liturgy of St. John Chrysostomos

The Turkish Divine Liturgy of St. John Chrysostomos

 

Ραδιοσταθμοί

Ακούστε (((ο)))
Ραδιόφωνο: Άγιοι Ισίδωροι

You are missing some Flash content that should appear here! Perhaps your browser cannot display it, or maybe it did not initialize correctly.

Ὅλα ἀρχίζουν ἐδῶ

Κάθε λογισμὸς καὶ κάθε αἴσθηση ὁδηγοῦν σταδιακὰ τὴν ψυχὴ εἴτε πρὸς τὸν παράδεισο εἴτε πρὸς τὴν κόλαση.

Ἄν ὁ λογισμὸς εἶναι ἔλλογος, τότε συνδέει τὸν ἄνθρωπο μὲ τὸν Θεὸ Λόγο, μὲ τὸν ὕψιστο Λογισμό, μὲ τὴν Παναξία, πρᾶγμα ποὺ εἶναι ἤδη ὁ παράδεισος.

παράδεισος

Ἐάν πάλι εἶναι ἄλογος ὁ λογισμὸς ἤ καὶ παράλογος, τότε συνδέει ἀναπόφευκτα τὸν ἄνθρωπο μὲ τὸν Παράλογο, τὸν Ἀνόητο, μὲ τὸν διάβολο, πρᾶγμα ποὺ εἶναι ἤδη ἡ κόλαση.

Ὅσα ἰσχύουν γιὰ τὸν λογισμὸ, ἰσχύουν καὶ γιὰ τις αἰσθήσεις. Ὅλα ἀρχίζουν ἐδῶ, ἀπὸ τὴν γῆ: καὶ ὁ παράδεισος μὰ καὶ ἡ κόλαση τοῦ ἀνθρώπου.

Ἰουστῖνος Πόποβιτς

Αγίου Ιωάννου Χρυσοστόμου

Ἐγὼ πατὴρ, ἐγὼ ἀδελφὸς, ἐγὼ νυμφίος, ἐγὼ οἰκία, ἐγὼ τροφὴ, ἐγὼ ἱμάτιον, ἐγὼ ῥίζα, ἐγὼ θεμέλιος, πᾶν ὅπερ ἂν θέλῃς ἐγώ· μηδενὸς ἐν χρείᾳ καταστῇς. Ἐγὼ καὶ δουλεύσω· ἦλθον γὰρ διακονῆσαι, οὐ διακονηθῆναι. Ἐγὼ καὶ φίλος, καὶ μέλος, καὶ κεφαλὴ, καὶ ἀδελφὸς, καὶ ἀδελφὴ, καὶ μήτηρ, πάντα ἐγώ· μόνον οἰκείως ἔχε πρὸς ἐμέ. Ἐγὼ πένης διὰ σέ· καὶ ἀλήτης διὰ σέ· ἐπὶ σταυροῦ διὰ σὲ, ἐπὶ τάφου διὰ σέ· ἄνω ὑπὲρ σοῦ ἐντυγχάνω τῷ Πατρὶ, κάτω ὑπὲρ σοῦ πρεσβευτὴς παραγέγονα παρὰ τοῦ Πατρός. Πάντα μοι σὺ, καὶ ἀδελφὸς, καὶ συγκληρονόμος, καὶ φίλος, καὶ μέλος. Τί πλέον θέλεις; τί τὸν φιλοῦντα ἀποστρέφῃ; τί τῷ κόσμῳ κάμνεις; τί εἰς πίθον ἀντλεῖς τετρημένον;  περισσότερα »»»

Η Ελλάδα και ο Υμνος της Ελευθερίας

Ελληνική σημαία - Ελλάς - Ελευθερία

You are missing some Flash content that should appear here! Perhaps your browser cannot display it, or maybe it did not initialize correctly.

Υπεραγία Παρθένος Θεοτόκος Μαρία

Κύριος διασκεδάζει βουλὰς ἐθνῶν, ἀθετεῖ δὲ λογισμοὺς λαῶν καὶ ἀθετεῖ βουλὰς ἀρχόντων· ἡ δὲ βουλὴ τοῦ Κυρίου εἰς τὸν αἰῶνα μένει, λογισμοὶ τῆς καρδίας αὐτοῦ εἰς γενεὰν καὶ γενεάν. (Ψαλ. 32, 10-11)

εἰ δέ τις τῶν ἰδίων καὶ μάλιστα τῶν οἰκείων οὐ προνοεῖ, τὴν πίστιν ἤρνηται καὶ ἔστιν ἀπίστου χείρων. (Τιμ.Α 5,8)

Ἅγιος Ἀντώνιος ὁ Μέγας

Οἱ ἄνθρωποι καταχρηστικά λέγονται λογικοί. Δεν εἶναι λογικοὶ ὅσοι ἔμαθαν ἀπλῶς τὰ λόγια καὶ τὰ βιβλία τῶν ἀρχαίων σοφῶν, ἀλλ' ὅσοι ἔχουν τὴ λογικὴ ψυχὴ καὶ μποροῦν νὰ διακρίνουν ποιὸ εἶναι τὸ καλὸ καἰ ποιὸ τὸ κακό καὶ ἀποφεύγουν τὰ πονηρὰ καὶ βλαβερὰ στὴν ψυχή, τὰ δὲ ἀγαθὰ καὶ ψυχωφελῆ, τὰ ἀποκτοῦν πρόθυμα μὲ τὴ μελέτη καὶ τὰ ἐφαρμόζουν μὲ πολλὴ εὐχαριστία πρὸς τὸν Θεό. Αὐτοὶ μόνοι πρέπει νὰ λέγονται ἀληθινὰ λογικοὶ ἄνθρωποι.

St Antony the Great

Ἐφ᾿ ὅσον ἐννοεῖς τὰ περὶ Θεοῦ, νὰ εἶσαι εὐσεβής, χωρὶς φθόνο, ἀγαθός, σώφρων, πράος, χαριστικὸς κατὰ δύναμιν, κοινωνικός, ἀφιλόνεικος καὶ τὰ ὅμοια. Διότι αὐτὸ εἶναι τὸ ἀπαραβίαστο ἀπόκτημα τῆς ψυχῆς, νὰ ἀρέσει στὸ Θεὸ μὲ τέτοιες πράξεις καὶ μὲ τὸ νὰ μὴν κρίνει κανέναν καὶ νὰ λέει γιὰ κανέναν, ὅτι ὁ δείνα εἶναι κακὸς καὶ ἁμάρτησε. Ἀλλὰ καλλίτερο εἶναι νὰ συζητᾶμε τὰ δικά μας κακά, καὶ νὰ ἐρευνᾶμε μέσα μας τὴ δική μας πολιτεία, ἐὰν εἶναι ἀρεστὴ στὸ Θεό. Διότι, τί μᾶς μέλει ἐμᾶς, ἐὰν ὁ ἄλλος εἶναι πονηρός;

Ἅγιος Ἰουστῖνος Πόποβιτς

Ἡ αἰωνιότητα εἶναι φρικιαστικὴ δίχως Θεάνθρωπο, γιατὶ καὶ ὁ ἄνθρωπος εἶναι φοβερὸς δίχως τὸν Θεάνθρωπο. Καθετὶ τὸ ἀνθρώπινο, μονάχα στὸν Θεάνθρωπο ἔχει τὴν τελικὴ καὶ λογικὴ του ἑρμηνεία. Δίχως τὸν θαυμαστὸ Κύριο Ἰησοῦ Χριστό, ὅλα τὰ ἀνθρώπινα μεταβάλλονται ἀναπόφευκτα σὲ χάος, σὲ φρίκη, σὲ θάνατο, σὲ κόλαση: ἡ φρόνηση σὲ ἀφροσύνη, ἡ αἴσθηση σὲ ἀπόγνωση, ἡ ἐπιθυμία σὲ αὐτοδιάσπαση μέσα ἀπὸ τὴν αὐτοθέωση ἤ τὴν αὐτοεξουθένωση.

περισσότερα