»»» Λόγοι - Επιστολές του Αγίου Γρηγορίου του Παλαμά / Ἀντεπιγραφαὶ εἰς τὰς παρὰ τοῦ Βέκκου ὑπὲρ Λατίνων ἐπιγραφάς / Ἐπιγραφή - Ἀντεπιγραφή δευτέρα
Ἐπιγραφή - Ἀντεπιγραφή δευτέρα
Ἐπιγραφή δευτέρα
Ἐπειδή εἰσί τινες ἀντιλέγοντες ταῖς γραφικαῖς χρήσεσι, τοῖς δηλοῦσαις διά τοῦ Υἱοῦ εἶναι τό Πνεῦμα ἐκ τοῦ Πατρός, συνελέγησαν καί αἱ παροῦσαι γραφικαί χρήσεις, αἱ δηλοῦσαι προσεχῶς καί ἀμέσως τόν Υἱόν ἐκ Πατρός εἶναι, εἰς συγκρότησιν τῶν δηλουσῶν χρήσεων διά τοῦ Υἱοῦ εἶναι τό Πνεῦμα. Εἰ γάρ μή ἦν τό Πνεῦμα διά τοῦ Υἱοῦ, διατί μή καί αὐτό ἀμέσως ἐρρήθη εἶναι ἐκ τοῦ Πατρός;
Ἀντεπιγραφή δευτέρα
Καί μήν ἐρρήθη καί τό θεῖον Πνεῦμα ἐκ Πατρός ἀμέσως καί ἀνῄρηταί σου παντάπασιν ἡ τῆς δυσσεβείας πρόφασίς τε καί παράστασις. Γρηγόριος γάρ ὁ τῆς θεολογίας ἐπώνυμος δεύτερον ἐν τοῖς Ἔπεσιν ἀπό τοῦ Πατρός εἶναί φησι τό Πνεῦμα τό ἁγιον καθά καί τόν Υἱόν. Ὁ δέ Νύσσης, σύν πολλοῖς ἑτέροις, πρός ἕν πρόσωπον, τό πατρικόν, ὡσαύτως ἔχειν ἑκάτερόν φησιν, ἄνευ τοῦ τρόπου τῆς ὑπάρξεως. Ἀλλά καί τά τοῦ ἀνθρώπου, φησί, πρόσωπα οὐκ ἀπό τοῦ αὐτοῦ προσώπου κατά τό προσεχές ἔχει τό εἶναι, ὡς πολλά καί διάφορα εἶναι πρός τοῖς αἰτιατοῖς καί τά αἴτια. Ἐπί δέ τῆς ἁγίας Τριάδος οὐχ οὕτως˙ ἕν γάρ πρόσωπον καί τό αὐτό, τοῦ Πατρός, ἐξ οὗπερ ὁ Υἱός γεννᾶται καί τό Πνεῦμα τό ἅγιον ἐκπορεύεται. Διό καί κυρίως τόν ἕνα αἴτιον μετά τῶν αὑτοῦ αἰτιατῶν ἕνα Θεόν φαμεν τεθαρρηκότως».
Τί δέ οἱ λέγοντες ἐκ τοῦ Πατρός ἐκπορεύεσθαι καί ἐν τῷ Υἱῷ διαμένειν τό Πνεῦμα τό ἅγιον καί ἐκ τοῦ Πατρός ἐν τῷ Υἱῷ διήκειν καί ἐκ τοῦ Πατρός εἶναι καί τῷ λόγῳ συμπαρομαρτεῖν; Ἔτι δέ οἱ κοινωνίαν καί ἀγάπην εἶναι λέγοντες τοῦ Πατρός καί τοῦ Υἱοῦ τό Πνεῦμα τό ἅγιον; Πρός δέ τούτοις οἱ πρός τό ἕτερον ἕκαστον ἔχειν τῶν προσώπων λέγοντες οὐ ἧττον ἤ πρός ἑαυτό; Τί δέ ὁ ψάλλων «αἱ χεῖρες σου ἐποίησάν με καί ἔπλασάν με»; Ἆρ᾿ οὐχ ἅπαντες οὗτοι ἀμέσως εἶναι καί τό Πνεῦμα δεικνύουσιν ἐκ τοῦ Πατρός;