»»» Λόγοι - Επιστολές του Αγίου Γρηγορίου του Παλαμά / Ἀντεπιγραφαὶ εἰς τὰς παρὰ τοῦ Βέκκου ὑπὲρ Λατίνων ἐπιγραφάς / Ἐπιγραφή - Ἀντεπιγραφή ὀγδόη
Ἐπιγραφή - Ἀντεπιγραφή ὀγδόη
Ἐπιγραφή ὀγδόη
Εἰς ἀπόδειξιν τοῦ εἶναι τό Πνεῦμα τό ἅγιον ἐκ Πατρός καί Υἱοῦ συνελέγησαν καί αἱ παροῦσαι γραφικαί λύσεις, αἱ δηλοῦσαι εἶναι αὐτό ποιότητα τῆς τοῦ Πατρός καί τοῦ Υἱοῦ οὐσίας, ἔτι δέ εὐωδίαν, πνοήν καί ὀσμήν τοῦ Πατρός καί τοῦ Υἱοῦ, μεθ᾿ ἅς ἕτεραι χρήσεις, αἵτινες καί τόν Πατέρα πηγήν τοῦ Πνεύματος καί τόν Υἱόν πηγήν θεολογοῦσι τοῦ Πνεύματος.
Ἀντεπιγραφή ὀγδόη
Αἱ συνειλεγμέναι παροῦσαι γραφικαί χρήσεις καί διά παραδειγμάτων τό πρός τόν Πατέρα καί τόν Υἱόν ὁμοούσιον παριστῶσι τοῦ ἁγίου Πνεύματος κατά τό ἐγχωροῦν˙ οὐ γάρ ἔστιν εὑρεῖν ἐπί Θεοῦ παράδειγμα πάντῃ κατάλληλον. Ἐπεί δέ καί ὕδωρ ζῶν καλεῖται τό Πνεῦμα τό ἅγιον κατά τήν χάριν καί τήν ἐνέργειαν, τούτου τοῦ ὕδατος καλεῖται πηγή καί ὁ Υἱός μετά Πατρός, ἔστι δ᾿ ὅτε καί αὐτό τό ἅγιον Πνεῦμα, ὁ δέ τάς ρήσεις ταύτας προενεγκών ἐνταῦθα τάς μέν παρῆκε τούτων, ταῖς δέ παραχρῆται καί οὕτω δι᾿ αὐτῶν κλέπτειν οἴεται τούς ἐντυγχάνοντας πρός τήν οἰκείαν κακόνοιαν.