Ο Κύριος ημών Ιησούς Χριστός | Ορθόδοξοι Πατέρες Our Lord Jesus Christ | Orthodox Fathers

»»»    Άγιος Αναστάσιος ο Σιναΐτης

Άγιος Αναστάσιος ο Σιναΐτης


Εὐχὴ Γ'

Ὁ λέγων αὐτήν τὴν Εὐχήν κάθε ἑσπέρας, μετὰ κατανύξεως, ἐὰν ἐπέλθη ἐπ' αὐτὸν ἡ φοβερά ὥρα τοῦ θανάτου ἐν τῇ νυκτί ταύτη, λυτροῦται τῆς κολάσεως, ἐλέει Θεοῦ.

Προσευχή

Εὔσπλαγχνε καὶ πολυέλεε Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός μου, ὁ ἐλθὼν εἰς τὸν κόσμον ἁμαρτωλούς σῶσαι, ὧν πρῶτός εἰμι ἐγώ, ἐλέησόν με πρὸ τῆς ἐμῆς τελευτῆς.

Οἶδα γὰρ ὅτι φρικτὸν καὶ φοβερὸν ἀναμένει με δικαστήριον ἐνώπιον πάσης τῆς κτίσεως, ὅτε καὶ τῶν ἐναγῶν καὶ παμβεβήλων μου πράξεων ἁπασῶν φανέρωσις γίνεται· ἀσύγγνωστα γὰρ ὡς ἀληθῶς καὶ ἀνάξια ὑπάρχουσι συγχωρήσεως, ὡς ὑπερβαίνοντα τῷ πλήθει ψάμμον θαλάσσιον.

Διὰ τοῦτο καὶ οὐ τολμῶ τὴν αἴτησιν τῆς ἀφέσεως τούτων ποιήσασθαι, Δέσποτα, ὅτι πλεῖον πάντων ἀνθρώπων εἰς Σέ ἐπλημμέλησα.

Ὅτι ὑπὲρ τὸν ἄσωτον ἀσώτως ἐβίωσα,
ὅτι ὑπὲρ τὸν μυρία τάλαντα χρεωφειλέτης Σου γέγονα,
ὅτι ὑπὲρ τὸν Τελώνην κακῶς ἐτελώνησα,
ὅτι ὑπὲρ τὸν Ληστήν ἐμαυτόν ἐθανάτωσα,
ὅτι ὑπὲρ τὴν Πόρνην ἐγώ ὁ φιλόπορνος ἔπραξα,
ὅτι ὑπὲρ τοὺς Νινευΐτας ἀμετανόητα ἐπλημμέλησα,
ὅτι ὑπὲρ τὸν Μανασσῆν «ὑπερῆραν τὴν κεφαλήν μου αἱ ἀνομίαι μου καὶ ὡσεὶ φορτίον βαρὺ ἐβαρύνθησαν ἐπ' ἐμέ καὶ ἐταλαιπώρησα καὶ κατεκάμφθην ἕως τέλους»·
ὅτι τὸ Πνεῦμα Σου τὸ ἅγιον ἐλύπησα,
ὅτι τῶν ἐντολῶν Σου παρήκουσα,
ὅτι τὸν πλοῦτόν Σου διεσκόρπισα,
ὅτι τὴν χάριν Σου ἐβεβήλωσα,
ὅτι τὸν ἀρραβῶνα, ὅν μοι δέδωκας, ἐν ἀνομίαις ἀνήλωσα,
ὅτι τὸ τίμιον κατ' εἰκόνα Σου, τὴν ψυχήν μου, ἐμόλυνα,
ὅτι τὸν χρόνον, ὅν μοι δέδωκας εἰς μετάνοιαν,
μετὰ τῶν ἐχθρῶν Σου ἐβίωσα,
ὅτι οὐδεμίαν ἐντολήν Σου ἐφύλαξα,
ὅτι τὸν χιτῶνά μου κατερρύπωσα, ὅν με ἐνέδυσας,
ὅτι τοῦ ὀρθοῦ λόγου τὴν λαμπάδα ἀπέσβεσα,
ὅτι τὸ πρόσωπόν μου, ὅ ἐφαίδρυνας,
ἐν ἁμαρτίαις ἠχρείωσα,
ὅτι τοὺς ὀφθαλμούς μου, οὕς ἐφώτισας,
ἑκουσίως ἐτύφλωσα,
ὅτι τὰ χείλη μου, ἅπερ πολλάκις τοῖς θείοις Σου μυστηρίοις ἡγίασας, αἰσχύναις ἐμόλυνα.

Καί οἶδα ὅτι πάντως τῷ φοβερῷ Σου βήματι παραστήσομαι ὡς κατάδικος ὁ παμμίαρος.

Οἶδα ὅτι πάντα τότε τὰ πεπραγμένα μοι ἐλεγχθήσονται καὶ οὐκ ἀποκρυβήσεται οὐδὲν παρὰ Σοί.

Ἀλλά δέομαί Σου, εὐσυμπάθητε, πολυέλεε, φιλανθρωπότατε Κύριε,
«μὴ τῷ θυμῷ Σου ἐλέγξῃς με, οὐ λέγω, μὴ παιδεύσῃς με, ἀδύνατον γὰρ τοῦτο ἀπὸ τῶν ἔργων μου, ἀλλὰ μὴ τῷ θυμῷ Σου ἐλέγξῃς με».

Κερδήσω τοῦτο παρὰ Σοί, ἐὰν μὴ τῷ θυμῷ Σου καὶ τῇ ὀργῇ Σου παιδεύσῃς με, μηδὲ φανερώσῃς αὐτὰ Ἀγγέλων καὶ ἀνθρώπων ἐνώπιον εἰς αἰσχύνην μου καὶ ὄνειδος.
«Κύριε, μὴ τῷ θυμῷ Σου ἐλέγξῃς με»·
εἰ φθαρτοῦ βασιλέως θυμὸν οὐδεὶς ἐνεγκεῖν δύναται, πόσῳ μάλλον Σοῦ τοῦ Κυρίου τὸν θυμὸν ὁ ἄθλιος ὑποστήσομαι;

«Κύριε, μὴ τῷ θυμῷ Σου ἐλέγξῃς με μηδὲ τῇ ὀργῇ Σου παιδεύσῃς με».

Γιατὶ ἐπιτρέπει ὁ Θεὸς τοὺς ἀνάξιους καὶ φαύλους ἄρχοντες;

Τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἀναστασίου τοῦ Σιναΐτου Ἐπισκόπου Ἀντιοχείας

Γιατί ὁ Θεὸς ἐπιτρέπει οἱ "ἐλέῳ Θεοῦ" ἄρχοντές μας, νὰ εἶναι συχνὰ ἀνάξιοι;
Καὶ ἂν εἶναι "ἐλέῳ Θεοῦ", καὶ "τεταγμένοι ἀπὸ τὸν Θεό" κατὰ τὴν Ἁγία Γραφή, πῶς γίνεται νὰ εἶναι συχνὰ ἀνάξιοι; Ὁ ἅγιος Ἀναστάσιος ὁ Σιναΐτης, μᾶς ἐξηγεῖ:



Ὅλα ἀρχίζουν ἐδῶ

Κάθε λογισμὸς καὶ κάθε αἴσθηση ὁδηγοῦν σταδιακὰ τὴν ψυχὴ εἴτε πρὸς τὸν παράδεισο εἴτε πρὸς τὴν κόλαση.

Ἄν ὁ λογισμὸς εἶναι ἔλλογος, τότε συνδέει τὸν ἄνθρωπο μὲ τὸν Θεὸ Λόγο, μὲ τὸν ὕψιστο Λογισμό, μὲ τὴν Παναξία, πρᾶγμα ποὺ εἶναι ἤδη ὁ παράδεισος.

παράδεισος

Ἐάν πάλι εἶναι ἄλογος ὁ λογισμὸς ἤ καὶ παράλογος, τότε συνδέει ἀναπόφευκτα τὸν ἄνθρωπο μὲ τὸν Παράλογο, τὸν Ἀνόητο, μὲ τὸν διάβολο, πρᾶγμα ποὺ εἶναι ἤδη ἡ κόλαση.

Ὅσα ἰσχύουν γιὰ τὸν λογισμὸ, ἰσχύουν καὶ γιὰ τις αἰσθήσεις. Ὅλα ἀρχίζουν ἐδῶ, ἀπὸ τὴν γῆ: καὶ ὁ παράδεισος μὰ καὶ ἡ κόλαση τοῦ ἀνθρώπου.

Ἰουστῖνος Πόποβιτς

Ο Ζυγός της Δικαιοσύνης

Ο Ζυγός της Δικαιοσύνης

Η Θεία Λειτουργία

The Arabic Divine Liturgy of St. John Chrysostomos

The Turkish Divine Liturgy of St. John Chrysostomos

 

Άγιοι Τόποι

24 Ώρες στους Αγίους Τόπους, Οδοιπορικό σε Μονές 20/04/2019

24 Ώρες στο Πατριαρχείο Ιεροσολύμων 25/04/2019

24 Ώρες στα Βήματα του Χριστού 27/04/2019

Αγίου Ιωάννου Χρυσοστόμου

Ἐγὼ πατὴρ, ἐγὼ ἀδελφὸς, ἐγὼ νυμφίος, ἐγὼ οἰκία, ἐγὼ τροφὴ, ἐγὼ ἱμάτιον, ἐγὼ ῥίζα, ἐγὼ θεμέλιος, πᾶν ὅπερ ἂν θέλῃς ἐγώ· μηδενὸς ἐν χρείᾳ καταστῇς. Ἐγὼ καὶ δουλεύσω· ἦλθον γὰρ διακονῆσαι, οὐ διακονηθῆναι. Ἐγὼ καὶ φίλος, καὶ μέλος, καὶ κεφαλὴ, καὶ ἀδελφὸς, καὶ ἀδελφὴ, καὶ μήτηρ, πάντα ἐγώ· μόνον οἰκείως ἔχε πρὸς ἐμέ. Ἐγὼ πένης διὰ σέ· καὶ ἀλήτης διὰ σέ· ἐπὶ σταυροῦ διὰ σὲ, ἐπὶ τάφου διὰ σέ· ἄνω ὑπὲρ σοῦ ἐντυγχάνω τῷ Πατρὶ, κάτω ὑπὲρ σοῦ πρεσβευτὴς παραγέγονα παρὰ τοῦ Πατρός. Πάντα μοι σὺ, καὶ ἀδελφὸς, καὶ συγκληρονόμος, καὶ φίλος, καὶ μέλος. Τί πλέον θέλεις; τί τὸν φιλοῦντα ἀποστρέφῃ; τί τῷ κόσμῳ κάμνεις; τί εἰς πίθον ἀντλεῖς τετρημένον;  περισσότερα »»»

Η Ελλάδα και ο Υμνος της Ελευθερίας

Ελληνική σημαία - Ελλάς - Ελευθερία

You are missing some Flash content that should appear here! Perhaps your browser cannot display it, or maybe it did not initialize correctly.

Υπεραγία Παρθένος Θεοτόκος Μαρία

Κύριος διασκεδάζει βουλὰς ἐθνῶν, ἀθετεῖ δὲ λογισμοὺς λαῶν καὶ ἀθετεῖ βουλὰς ἀρχόντων· ἡ δὲ βουλὴ τοῦ Κυρίου εἰς τὸν αἰῶνα μένει, λογισμοὶ τῆς καρδίας αὐτοῦ εἰς γενεὰν καὶ γενεάν. (Ψαλ. 32, 10-11)

εἰ δέ τις τῶν ἰδίων καὶ μάλιστα τῶν οἰκείων οὐ προνοεῖ, τὴν πίστιν ἤρνηται καὶ ἔστιν ἀπίστου χείρων. (Τιμ.Α 5,8)

Ἅγιος Ἀντώνιος ὁ Μέγας

Οἱ ἄνθρωποι καταχρηστικά λέγονται λογικοί. Δεν εἶναι λογικοὶ ὅσοι ἔμαθαν ἀπλῶς τὰ λόγια καὶ τὰ βιβλία τῶν ἀρχαίων σοφῶν, ἀλλ' ὅσοι ἔχουν τὴ λογικὴ ψυχὴ καὶ μποροῦν νὰ διακρίνουν ποιὸ εἶναι τὸ καλὸ καἰ ποιὸ τὸ κακό καὶ ἀποφεύγουν τὰ πονηρὰ καὶ βλαβερὰ στὴν ψυχή, τὰ δὲ ἀγαθὰ καὶ ψυχωφελῆ, τὰ ἀποκτοῦν πρόθυμα μὲ τὴ μελέτη καὶ τὰ ἐφαρμόζουν μὲ πολλὴ εὐχαριστία πρὸς τὸν Θεό. Αὐτοὶ μόνοι πρέπει νὰ λέγονται ἀληθινὰ λογικοὶ ἄνθρωποι.

St Antony the Great

Ἐφ᾿ ὅσον ἐννοεῖς τὰ περὶ Θεοῦ, νὰ εἶσαι εὐσεβής, χωρὶς φθόνο, ἀγαθός, σώφρων, πράος, χαριστικὸς κατὰ δύναμιν, κοινωνικός, ἀφιλόνεικος καὶ τὰ ὅμοια. Διότι αὐτὸ εἶναι τὸ ἀπαραβίαστο ἀπόκτημα τῆς ψυχῆς, νὰ ἀρέσει στὸ Θεὸ μὲ τέτοιες πράξεις καὶ μὲ τὸ νὰ μὴν κρίνει κανέναν καὶ νὰ λέει γιὰ κανέναν, ὅτι ὁ δείνα εἶναι κακὸς καὶ ἁμάρτησε. Ἀλλὰ καλλίτερο εἶναι νὰ συζητᾶμε τὰ δικά μας κακά, καὶ νὰ ἐρευνᾶμε μέσα μας τὴ δική μας πολιτεία, ἐὰν εἶναι ἀρεστὴ στὸ Θεό. Διότι, τί μᾶς μέλει ἐμᾶς, ἐὰν ὁ ἄλλος εἶναι πονηρός;

Ἅγιος Ἰουστῖνος Πόποβιτς

Ἡ αἰωνιότητα εἶναι φρικιαστικὴ δίχως Θεάνθρωπο, γιατὶ καὶ ὁ ἄνθρωπος εἶναι φοβερὸς δίχως τὸν Θεάνθρωπο. Καθετὶ τὸ ἀνθρώπινο, μονάχα στὸν Θεάνθρωπο ἔχει τὴν τελικὴ καὶ λογικὴ του ἑρμηνεία. Δίχως τὸν θαυμαστὸ Κύριο Ἰησοῦ Χριστό, ὅλα τὰ ἀνθρώπινα μεταβάλλονται ἀναπόφευκτα σὲ χάος, σὲ φρίκη, σὲ θάνατο, σὲ κόλαση: ἡ φρόνηση σὲ ἀφροσύνη, ἡ αἴσθηση σὲ ἀπόγνωση, ἡ ἐπιθυμία σὲ αὐτοδιάσπαση μέσα ἀπὸ τὴν αὐτοθέωση ἤ τὴν αὐτοεξουθένωση.

περισσότερα