»»» Άγιος Ιωάννης ο Χρυσόστομος
Άγιος Ιωάννης ο Χρυσόστομος
Εἰς τὸ γενέθλιον τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, Λόγος.
Μυστήριον ξένον καὶ παράδοξον βλέπω·
ποιμένες μου περιηχοῦσι τὰ ὦτα,
οὐκ ἔρημον συρίζοντες μέλος,
ἀλλ' οὐράνιον ᾄδοντες ὕμνον.
Ἄγγελοι ᾄδουσιν,
ἀρχάγγελοι μέλπουσιν,
ὑμνεῖ τὰ Χερουβὶμ,
δοξολογεῖ τὰ Σεραφὶμ,
πάντες ἑορτάζουσι Θεὸν ἐπὶ γῆς ὁρῶντες,
καὶ ἄνθρωπον ἐν οὐρανοῖς·
τὸν ἄνω κάτω δι' οἰκονομίαν,
καὶ τὸν κάτω ἄνω διὰ φιλανθρωπίαν.
Ἰωάννης Χρυσόστομος – «Ἀληθῶς Ἀνέστη»
Ἡ πλάνη πάντα αὐτοκαταστρέφεται καί, παρόλο ποὺ δὲν τὸ θέλει, στηρίζει σὲ ὅλα τὴν ἀλήθεια.
Πρόσεξε: Ἔπρεπε ν᾿ ἀποδειχθεῖ ὅτι ὁ Χριστὸς πέθανε καὶ τάφηκε καὶ ἀναστήθηκε.
Ἔ, λοιπὸν ὅλα αὐτὰ τὰ κατοχυρώνουν οἱ ἴδιοι οἱ ἐχθροί!
Ἐφ᾿ ὄσoν ἔφραξαν μὲ τὸν βράχο καὶ σφράγισαν καὶ φρούρησαν τὸν τάφο, δὲν ἦταν δυνατὸ νὰ γίνει καμία κλοπή.
Ἀφοῦ ὅμως δὲν ἔγινε κλοπὴ καὶ ἐν τούτοις ὁ τάφος βρέθηκε ἄδειος, εἶναι ὁλοφάνερο καὶ ἀναντίρρητο ὅτι ἀναστήθηκε. Εἶδες πὼς καὶ μὴ θέλοντας στηρίζουν τὴν ἀλήθεια;
Ἀλλὰ καὶ πότε θὰ Τὸν ἔκλεβαν οἱ μαθηταί; Τὸ Σάββατο;
Μὰ ἀφοῦ δὲν ἐπιτρεπόταν ἀπὸ τὸν νόμο νὰ κυκλοφορήσουν. Κι ἂν ὑποθέσουμε ὅτι θὰ παραβίαζαν τὸν νόμο τοῦ Θεοῦ, πῶς θὰ τολμοῦσαν αὐτοὶ οἱ τόσο δειλοὶ νὰ βγοῦν ἔξω ἀπ᾿ τὸ σπίτι;
Εἰς τὸν Φαρισαῖον, καὶ εἰς τὴν πόρνην. Ἐλέχθη τὴν Ἁγίαν Μεγάλην Τετάρτη
Ἅπας μὲν καιρὸς παντὶ βουλομένῳ πρὸς μετάνοιαν ἐπιτήδειος.
Ἔξεστι γὰρ ἑκάστῳ θελήσαντι
καὶ ἐν τῷ ἔαρι βλαστῆσαι τὴν εὐζωΐαν,
καὶ ἐν θέρει συνάξαι τῆς σωτηρίας τὰ δράγματα,
καὶ ἐν φθινοπώρῳ τὴν βλάβην τὴν τῆς ψυχῆς φθορὰν κατιδεῖν,
καὶ ἐν χειμῶνι τὸν χειμῶνα τῶν ἀνομημάτων φυγεῖν,
καὶ ἐν πάσῃ τροπῇ τραπῆναι τὴν ἐπὶ τὸ βέλτιον τροπὴν,
καὶ ἐν νυκτὶ τὴν νύκτα τῆς ἁμαρτίας ἐκκλῖναι,
καὶ ἐν ἡμέρᾳ πρὸς τὸ φῶς τοῦ καθαροῦ συνειδότος δραμεῖν,
καὶ πρὸς τὸν πλάσαντα ἀναδραμεῖν·
ὁ δὲ παρὼν οὗτος καιρὸς ἐγκρατείᾳ καὶ νηστείᾳ περιπεφραγμένος πρὸς μετάνοιαν ἐπιτηδειότερος,
ἀλλ' οὐ πᾶσι.
Εἰς τὴν παραβολὴν τῶν δέκα παρθένων, καὶ περὶ ἐλεημοσύνης. Τῇ ἁγίᾳ καὶ μεγάλῃ Τρίτη
Ὅταν τὸ εὐδαπάνητον τῆς ζωῆς ἐννοήσω,
καὶ τοῦ ἐνιαυτοῦ τὸν ἐπινεύοντα κύκλον,
καὶ τὴν πολύσκυλτον τῶν ἀνθρώπων διαγωγὴν,
καὶ τὰς βιωτικὰς περιστάσεις,
τό τε παρατρέχον τοῦ παρόντος αἰῶνος,
καὶ τὴν σκιὰν τῶν πραγμάτων,
τῆς δόξης τὸ πρόσκαιρον,
τῆς δυναστείας τὸ εὐδιάλυτον,
τῆς εὐημερίας τὴν φαντασίαν,
καὶ τοῦ πλούτου τὸ ὄναρ·
Εἰς τὴν παραβολὴν περὶ τοῦ ἀσώτου
Ἀεὶ μὲν, ἀδελφοὶ, τὴν τοῦ Θεοῦ φιλανθρωπίαν κηρύττειν ὀφείλομεν (δι' αὐτῆς γὰρ ζῶμεν καὶ κινούμεθα καὶ ἐσμέν)·
μάλιστα δὲ ἐν τούτῳ τῷ καιρῷ χρεωστοῦμεν τοῦτο ποιεῖν, διὰ τὴν κοινὴν ὠφέλειαν, καὶ τὴν εὐεργεσίαν τῶν μελλόντων ἐκ τῆς κολυμβήθρας ἀνατέλλειν ἀστέρων.
Καὶ γὰρ οὗτοι διὰ ταύτης ἐκλάμψουσι,
καὶ ἡμεῖς δι' αὐτῆς ἐσώθημεν καὶ σωζόμεθα·
ἥτις ἡμῖν ἀντὶ κληρονομίας ἐδόθη ἐκ τοῦ δημιουργοῦ Θεοῦ καὶ πατρὸς ἡμῶν.
Εἰς τὸν Τελώνην, καὶ εἰς τὸν Φαρισαῖον - Ἁγίου Ἰωάννου τοῦ Χρυσοστόμου
Ἁγίου Ἰωάννου τοῦ Χρυσοστόμου
Τῆς φιλαργυρίας τὸ πάθος ἐπιθυμεῖ τὴν πλεονεξίαν·
ἀλλὰ θεραπεύεται διὰ τῆς ἐλεημοσύνης,
ὅταν εἰς μετάνοιαν δράμῃ.
Τῆς πορνείας ὁ τρόπος καταδιώκει τὴν ἁμαρτίαν·
ἀλλὰ ταύτην ἰατρεύει ὁ κλαυθμὸς τῆς μετανοίας,
καὶ δείκνυσιν ἡλίου καθαρωτέραν τὴν ψυχὴν,
ταῖς τῆς σωφροσύνης ἀρεταῖς ἀπαστράπτουσαν.
Τῆς δὲ λῃστείας τὸ ἀπάνθρωπον, ὅταν μεταβάλῃ τὰς πράξεις τῆς μιαιφονίας, καὶ κράξῃ τῷ Χριστῷ·
Μὴ στερήσῃς με, Χριστὲ, τῆς σῆς βασιλείας,
εἰσέρχεται ἡ ψυχὴ αὐτοῦ εἰς τὸν παράδεισον.
Τῆς εἰδωλολατρείας ἡ πλάνη καὶ αὐτὴ ἔχει φάρμακον ἰάσεως, ὅταν προσδέξηται πιστῶς τὸν κηρυττόμενον Χριστὸν, καὶ τῆς παρανομίας τὴν πλάνην ἀποκηρύξῃ,
καὶ τῆς εὐσεβείας τὴν χάριν ἐν αὐτῇ περιβάλῃ,
διὰ τοῦ βαπτίσματος,
τοῦ ἐν τρισὶ Θεοῦ ἐπικλήσεσι τὴν ἀΐδιον Τριάδα σημαίνοντος.
Εἰς τὸν τελώνην καὶ τὸν Φαρισαῖον λόγος
Οἱ πόῤῥωθεν τοὺς λειμῶνας θεασάμενοι, ποικίλην μὲν βλέπουσι τῶν ἀνθέων τὴν τερπνότητα· τότε δὲ αὐτῶν τὸ εὐειδὲς γινώσκουσιν, ὅταν πλησίον γενόμενοι, τὰ ἄνθη ταῖς χερσὶν αὐτῶν ψηλαφήσωσι.
Τοιαύτην μοι νόει, ἀγαπητὲ, τῆς Ἐκκλησίας τὴν κατάστασιν, ἐπειδὴ καθάπερ ἄνθη ἀμάραντα πρόκειται τοῖς βουλομένοις τὰ τῶν θεοπνεύστων Γραφῶν ἀναγνώσματα.
Ἴδοι γὰρ ἄν τις ἐν τοῖς πνευματικοῖς παραδείσοις προφήτας χορεύοντας, ταξιαρχοῦντας ἀποστόλους, πρεσβεύοντας μάρτυρας, συμμαχοῦντας ἀγγέλους, διδασκάλους ἀγωνιζομένους τὸν τῆς εὐσεβείας ἀγῶνα, ἄφθονον τὴν τοῦ Πνεύματος χάριν, αἵματι ∆εσποτικῷ λογικὰ σφραγιζόμενα ποίμνια, καὶ τὸ μεῖζον τῶν εἰρημένων, τὴν τῶν ἀγαθῶν κορυφὴν, τὴν τῶν ἐλπίδων βεβαίωσιν, τῆς τρυφῆς τὸ κεφάλαιον, τὴν τῆς χαρᾶς τελειότητα·
λέγω δὴ τὰ τοῦ Χριστοῦ Εὐαγγέλια, ἐν οἷς ἀπόκειται τῆς ἡμετέρας ζωῆς ἡ τελείωσις.
Εἰς τὰ Ἅγια Θεοφάνια - Ἡ Βάπτισις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ
Ἡ πηγὴ τῶν εὐαγγελικῶν διδαγμάτων ἀνεῳγμένους ἔχει τοὺς ῥύακας,
καὶ εἴ τις διψῶν πίνει ἐξ ἐκείνης τῆς πηγῆς, καὶ ζωοποιεῖται·
ζωοποιεῖται δὲ κατὰ πνεῦμα καὶ τὸν νόμον τῶν ἐντολῶν,
εὐφροσύνην ὑπὲρ οἶνον δεχόμενος.
Ἀκόρεστος γὰρ ἡ γλυκύτης τῶν πνευματικῶν λογίων·
οὐ γὰρ εὐφραίνει κοιλίαν,
ἀλλὰ καρδίαν, καὶ λογισμοὺς εὐσεβῶν εἰς φιλοθεΐαν ἄγει.
Εἰς τὴν Ὕψωσιν τοῦ τιμίου Σταυροῦ.
τοῦ Ἁγίου Ἰωάννου τοῦ Χρυσόστομου
λόγος εἰς τὴν Ὕψωσιν τοῦ τιμίου Σταυροῦ
Πᾶσα μὲν ἡ ἀπὸ τῶν χειρόνων ἐπὶ τὰ κρείττονα μεταβολὴ μεγίστην χαρὰν καὶ εὐφροσύνην τῷ γένει τῶν ἀνθρώπων κατεργάζεται. Πέφυκε γὰρ ἡ ἀνθρωπίνη φύσις, τῶν κρειττόνων ὀρεγομένη, ἀεὶ σπεύδειν ἐπὶ τὴν τῶν βελτιόνων κατάληψιν. Οὕτω γοῦν ἡδεῖα τοῖς πλέουσιν ἡ ἐκ χειμῶνος εἰς εὐδίαν καὶ γαλήνην μετάβασις· ἡδεῖα δὲ καὶ τοῖς ὁδοιπόροις ἡ ἐκ καμάτου ἐπ' ἀνάπαυσιν ἡσυχία· ἡδεῖα δὲ καὶ τοῖς λυπουμένοις ἡ ἐκ κατηφείας εἰς εὐφροσύνην μετάθεσις· ἡδυτέρα δὲ καὶ τοῖς νοσοῦσιν ἡ ἐξ ἀσθενίας εἰς ὑγίειαν καὶ εὐρωστίαν ἀνάληψις· ἡδεῖα δὲ καὶ τοῖς πολεμίοις ἡ ἀπὸ ἔχθρας εἰς φιλίαν καὶ εἰρήνην βεβαίωσις· ἡδυτέρα δὲ καὶ ἡ ἀπὸ τοῦ σκότους καὶ τῆς νυκτὸς εἰς τὴν ἡμέραν μετάπτωσις. Καὶ πᾶσα πρᾶξις, ὡς ἔστιν εἰπεῖν, ἡδυτέραν ἔχει τὴν ἐργασίαν, ὅταν ὄφελος μετὰ τοῖς ποθοῦσιν αὐτὴν ἀπεργάζηται. Οὕτω γοῦν ὁρῶμεν καὶ τὴν ὑπὸ Θεοῦ δεδομένην ἡμῖν ἀπόλαυσιν, τῇ μεταβολῇ τὴν εὐφροσύνην ἡμῖν παρεχομένην.
Εἰς τὴν ἀρχὴν τῆς ἰνδίκτου - Ἁγίου Ἰωάννου τοῦ Χρυσοστόμου
Θαυμασταὶ τῶν ὀρθοδόξων αἱ πανηγύρεις, φαιδραὶ τῶν μαρτύρων αἱ μνῆμαι, ἀνεπαίσχυντοι τῶν εὐσεβῶν αἱ εὐωχίαι.
Οὐχ ἑορτάζομεν χρόνον τῶν ἀστάτως κινουμένων·
οὐ σεβόμεθα ἐνιαυτὸν, τὴν τῆς ἀνθρώπων ζωῆς δαπάνην·
οὐ προσκυνοῦμεν ἀγῶνα τὸν εἰς φθορὰν ἡμᾶς ἕλκοντα·
οὐ λατρεύομεν τῇ κτίσει· σύνδουλα γὰρ τὰ γεγονότα·
οὐ θεραπεύομεν τὴν ὕλην· ἐξ οὐκ ὄντων γὰρ ὑπέστη·
ὡς γὰρ ἀρχὴν γενέσεως ἔσχε ταῦτα, καὶ φθορᾶς ὑπόκεινται τέλει.
Οὐ σεβόμεθα οὐρανόν· ὡς καπνὸς γὰρ ἐστερεώθη·
οὐ σεβόμεθα στερέωμα· ἐκρυσταλλώθη·
οὐ σεβόμεθα τὸ φῶς· λόγῳ γὰρ ἐδημιουργήθη·
οὐ σεβόμεθα τὴν σελήνην· σχήματι γὰρ ἐκοσμήθη·
οὐ σεβόμεθα τὴν γῆν· ἐξ ὕδατος γὰρ ἀνειλκύσθη·
οὐ σεβόμεθα τὸ πῦρ· ὑλικὸν γὰρ τὸ στοιχεῖον·
οὐ προσκυνοῦμεν τὸ ὕδωρ· ῥέουσα γὰρ ἡ φύσις·
οὐ λατρεύομεν τῷ χρόνῳ· οὐχ ἕστηκε γὰρ, ἀλλ' ἀφίσταται·
οὐ σεβόμεθα τὴν ἡμέραν· διατάξει γὰρ δουλεύει.
Εἰς τὴν ἀποτομήν τοῦ Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου καὶ εἰς τὴν Ἡρωδιάδα
Πάλιν Ἡρωδιὰς μαίνεται, πάλιν ταράττεται, πάλι ὀρχεῖται, πάλιν ἐπιζητεῖ τὴν κεφαλὴν Ἰωάννου τοῦ Βαπτιστοῦ ἀνόμως ὑπὸ Ἡρώδου ἀποτμηθῆναι.
Πάλιν Ἰεζάβελ περιέρχεται ζητοῦσα τοῦ Ναβουθαὶ τὸν ἀμπελῶνα ἁρπάσαι, καὶ τὸν ἅγιον Ἠλίαν καταδιῶξαι ἐπὶ τὰ ὄρη.
Οἶμαι δὲ μὴ μόνον ἐμὲ εἰς ἔκστασιν τυγχάνειν, ἀλλὰ καὶ πάντας ὑμᾶς τοὺς ἀκούοντας τῆς τοῦ Εὐαγγελίου φωνῆς, καὶ θαυμάζειν σὺν ἐμοὶ τὴν μὲν Ἰωάννου παῤῥησίαν τὴν δὲ Ἡρώδου κουφότητα, καὶ τὴν τῶν ἀθέων γυναικῶν θηριώδη μανίαν.
Τί γὰρ ἠκούομεν;
Ὁ γὰρ Ἡρώδης κρατήσας τὸν Ἰωάννην, ἔθετο ἐν φυλακῇ.
∆ιὰ τί;
∆ιὰ Ἡρωδιάδα γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ αὐτοῦ.
Καὶ ψέξειεν ἄν τις τὴν Ἡρώδου κουφότητα ὑπὸ δυστήνων γυναικῶν παραχθεῖσαν.
Τί δ' ἄν τις εἴποι, ἢ πῶ τις ἐκφράσειε τὴν τῶν γυναικῶν ἐκείνων ἀκόλαστον πονηρίαν; Ἐμοὶ μὲν δοκεῖ μηδὲν εἶναι ἐν κόσμῳ θηρίον ἐφάμιλλον γυναικὸς πονηρᾶς.
Ἀλλὰ νῦν ἐμοὶ περὶ πονηρᾶς ὁ λόγος, οὐ περὶ ἀγαθῆς καὶ σώφρονος.
Οἶδα γὰρ πολλὰς εὐσχήμονας καὶ ἀγαθὰς, ὧν με δεῖ μνημονεῦσαι τὸν βίον πρὸς οἰκοδομὴν καὶ ἔρωτα τῶν καλῶν.
Εἰς τὴν ὄρχησιν τῆς Ἡρωδιάδος, καὶ εἰς τὴν ἀποτομὴν τῆς κεφαλῆς Ἰωάννου τοῦ Προδρόμου καὶ Βαπτιστοῦ.
αʹ. Ὥσπερ τις ἀνὴρ φιλέρημος ἔν τινι τόπῳ ἀλσώδει ὑπὸ δένδρα σκιαζόμενος, ταῖς τῶν ὀρνέων καλλιφώνοις κλαγγαῖς, καὶ ταῖς τῶν ὑδάτων εὐήχοις ῥοαῖς κυλινδούμενος πρᾶον ἔχει τὸ φρόνημα, πᾶσιν ἀνθρώποις ὁ τοιοῦτος ἀρέσκει· οὕτω καὶ ἡμεῖς ταῖς προλαβούσαις ἡμέραις τῇ πραείᾳ τοῦ Πνεύματος αὔρᾳ παρακαλούμενοι, τὰ περὶ ἐλεημοσύνης ὑμῖν διελεγόμεθα.
Περὶ τῆς ἀπολαύσεως τῶν μελλόντων ἀγαθῶν καὶ τῆς μικρῆς ἀξίας τῶν παρόντων - Ἁγίου Ἰωάννου τοῦ Χρυσοστόμου
Τὰ νειάτα φεύγουν καὶ ἀφήνουν αὐτὸν ποὺ τὰ ἔχει, ὄχι μόνο σὰν πεθάνη, ἀλλὰ κι᾽ ὅταν βρίσκεται στὴ ζωὴ ἀκόμα, καθὼς λιγοστεύουν στὸ δρόμο τῆς ζωῆς κι᾽ ἀφήνουν στὰ γηρατειὰ τὸν τόπο. Τὰ κάλλη καὶ ἡ ὀμορφιὰ μαζί, τέλειωσαν κι᾽ ὅταν ἤταν ζωντανὴ ἡ γυναίκα, καὶ στὴν ἀσκήμια ἔπεσε. Οἱ δόξες, οἱ ἐξουσίες πάλι τὸ ἴδιο, οἱ τιμές, οἱ ἀρχές, εἶναι ἐφήμερες καὶ πρόσκαιρες, καὶ πιὸ θνητὲς ἀπ᾽ τοὺς ἀνθρώπους ποὺ τὶς ἔχουν, κι᾿ ὅπως μπορεῖ κανεὶς νὰ βλέπη καθημερινοὺς θανάτους τῶν σωμάτων, ἔτσι καὶ τῶν πραγμάτων. Κι᾽ αὐτὸ ἔγινε γιὰ νὰ περιφρονοῦμε τὰ παρόντα καὶ νὰ στηριζόμαστε στὰ μελλοντικὰ καὶ νὰ κρατιόμαστε στὴν ἀπόλαυσή τους, κι᾿ ἐνῶ βαδίζομε στὴ γῆ, νὰ ζοῦμε μὲ τῶν οὐρανῶν τὸν πόθο. Καὶ μάλιστα ὁ Θεὸς ἐδημιούργησε δυὸ κόσμους, τὸν ἕνα τωρινό, τὸν ἄλλο μελλοντικό· τὸν ἕνα ὁρατό, τὸν ἄλλο ἀόρατο· τὸν ἕνα ὑλικό, τὸν ἄλλο πνευματικό, τὸν ἕνα ποὺ ἔχει ἀνάπαυση σωματική, τὸν ἄλλο πνευματική· τὸν ἕνα ποὺ τὸν γνωρίζομε, τὸν ἄλλο ποὺ τὸν πιστεύομε· τὸν ἕνα ποὺ τὸν ἔχομε βέβαιο, τὸν ἄλλο ποὺ τὸν ἐλπίζομε· καὶ τὸν ἕνα πρόσταξε ὁ Θεὸς νὰ εἶναι ἀγώνισμα, τὸν ἄλλο βραβεῖο· καὶ σ᾽ αὐτὸν ἔδωσε ἀγῶνες καὶ κόπους καὶ ἱδρῶτες, σ᾽ ἐκεῖνον στεφάνια καὶ βραβεῖα κι᾽ ἀμοιβές· τὸν ἕνα ἔκανε πέλαγος, τὸν ἄλλο λιμάνι· τὸν ἕνα σύντομο, τὸν ἄλλο πάντοτε νέο κι᾽ ἀθάνατο.
Περὶ Μοίρας καὶ Πρόνοιας - Λόγος Πρῶτος - Ἁγίου Ἰωάννου τοῦ Χρυσοστόμου
Ἡ ζωή μας εἶναι γεμάτη ταραχὴ κι᾿ ὁ βίος µας εἶναι γεμάτος θόρυβους, μὰ δὲν εἶναι αὐτὸ τὸ κακό, ἀγαπητοί, ἀλλὰ τὸ ὅτι αὐτοὺς τοὺς θόρυβους καὶ τὶς ταραχές, ποὺ μποροῦμε νὰ τὶς ἡρεμίσωμε ἢ νὰ τὶς ὑποφέρωμε δίχως λύπη, ἐμεῖς οὔτε τὸ ἕνα οὔτε τὸ ἄλλο δὲν τὸ φροντίσαμε, καὶ περνοῦμε ὅλο τὸν καιρό µας στὴν ἀπελπισία. Κι ὁ ἕνας θρηνεῖ γιὰ τὴ φτώχεια του, ὁ ἄλλος γιὰ τὴν ἀρρώστια του, ἄλλος γιὰ τὶς πολλὲς φροντίδες του καὶ γιὰ τὶς ἀνάγκες τοῦ σπιτιοῦ του, ἄλλος γιὰ τὴν ἀνατροφὴ τῶν παιδιῶν του κι᾿ ἄλλος γιατὶ δὲν ἔχει παιδιά. Καὶ πρόσεξε νὰ δῆς πόσο μεγάλη εἶναι αὐτὴ ἡ ἀνοησία, ἀφοῦ ὅλοι θρηνοῦμε ὄχι γιὰ τὰ ἴδια πράγματα, ἀλλὰ καὶ γιὰ τὰ ἀντίθετα θρηνοῦμε τὸ ἴδιο. Ἀλλὰ ἂν τὰ ἴδια πράγματα ἦταν ἡ αἰτία γιὰ τοὺς ὀδυρμούς μας, δὲν θά ᾿πρεπε νὰ θρηνοῦμε τὸ ἴδιο καὶ γιὰ τὰ ἀντίθετα, κι᾿ ἂν ἡ φτώχεια ἧταν κακὸ κι᾿ ἀβάσταχτο, τοτὲ δὲ θά 'πρεπε νὰ νοιώθουν ταραχὴ ὅσοι ζοῦν στὰ πλούτη. Κι᾿ ἂν πάλι τὸ νὰ διοικῆς τὴν πόλη καὶ νὰ χαίρεσαι τιμὲς καὶ νὰ ἔχης πολλοὺς στὶς προσταγές σου, ἦταν κάτι ζηλευτό, ἔπρεπε τὸν ἥσυχο καὶ γαλήνιο βίο νὰ τὸν ἀποφεύγουν ὅλοι οἱ ἄνθρωποι, κι᾽ ὅλοι νὰ τὸν μισοῦν.
Τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Ἰωάννου τοῦ Χρυσοστόμου λόγος εἰς τὸ Ἅγιον Πάσχα
Πάντοτε μὲν χαίρειν πάρεστιν ἐν τῇ καθ' ἡμᾶς τοῦ Χριστοῦ ἐκκλησίᾳ, πολλῷ δὲ μᾶλλον ἐν τῇ παρούσῃ τῆς ἡμέρας ἑορτῇ μυριοφώτῳ λαμπαδουχίᾳ, ὅτε καὶ αὐτὸς ὁ τῆς δικαιοσύνης ἥλιος Χριστὸς ἐκ τῶν ταφιαίων νυμφικῶν θαλάμων ἀνατείλας τῇ ἀναστάσει πρὸ πάντων τὸ τῶν γ
Λόγος περὶ ψευδοπροφητῶν, καὶ ψευδοδιδασκάλων, καὶ ἀθέων αἱρετικῶν, καὶ περὶ σημείων τῆς συντελείας τοῦ αἰῶνος τούτου. Ἐῤῥήθη δὲ μέλλοντος αὐτοῦ ἐκδημεῖν ἀπὸ τοῦ σώματος.
Ὀδυνηρὸς ὁ λόγος, καθότι καὶ ἔσχατος, ὥς μοι δεδήλωται, ἀλλὰ καὶ πολλῆς χαρᾶς γέμων.
Ὀδυνηρὸς μὲν, ὅτι οὐκ ἔτι λαλήσω πρὸς ὑμᾶς·
πολλῆς δὲ χαρᾶς γέμων, ὅτι ἐφέστηκέν μου
ὁ καιρὸς εἰς τὸ ἀναλῦσαι, καὶ σὺν Χριστῷ εἶναί με·
καὶ καθὼς εἶπεν ὁ Κύριος, οὐκέτι λαλήσω μεθ' ὑμῶν.
Περί Μοίρας και Πρόνοιας
ΛΟΓΟΣ ΤΕΤΑΡΤΟΣ
Τὸ νὰ λέω τὰ ἴδια, γιὰ μένα δὲν εἶναι βαρετό, καὶ γιὰ σᾶς εἶναι μιὰ ἀσφάλεια, λέει ὁ Παῦλος. Κι᾿ ἂν ὁ Παῦλος ἔπρεπε νὰ διδάσκη ἀδιάκοπα τοὺς μαθητές του, ὁ Παῦλος ποὺ δίδασκε μὲ τὴ χάρη τοῦ Πνεύματος κι᾿ ἔδιωχνε τοὺς ἐχθροὺς μὲ τὴν προσταγή του, καὶ θεράπευε τὰ παθήματα ὅλων, ὁ Παῦλος ὁ τιμημένος, ποὺ τὸν ἄκουγαν ὅλοι σὰν ἄγγελο ποὺ κατέβηκε ἀπὸ τὸν οὑρανό, καὶ σὰν τὸν ἴδιο τὸ Χριστό, ἂν ἐκεῖνος λοιπὸν εἶχε ἀνάγκη νὰ λέη διαρκῶς τὰ ἴδια, πολὺ περισσότερο ἐμεῖς ποὺ δὲν ἀξίζοµε τίποτα. Διότι πραγματικὰ εἶναι μιὰ ἀσφάλεια τὸ ν᾽ ἀκοῦτε πολλὲς φορὲς γιὰ τὰ ἴδια, κι᾿ ὄχι μόνο γιὰ τὰ ἴδια, ἀλλὰ καὶ τὰ ἴδια γιὰ τὰ ἴδια.
Ἰω. Χρυσοστόμου, Εἰς τὸν 33ον Ψαλμόν. Ἐκεῖνος ποὺ ἐλεεῖ ἕνα φτωχόν, δανείζει τὸν Θεό.
Ἐξαιτίας τῶν χρημάτων ἔχουμε πωλήσει τὰ ἐλεύθερα στοιχεῖα. Οἱ δρόμοι φορολογοῦνται· τὰ νερὰ ἐξουσιάζονται ὁ ἀέρας γεμίζει ἀπὸ φωνές. Φλύαροι φοροεισπράκτορες καὶ τελῶνες περισφίγγουν τὶς πόλεις. Οἱ πλούσιοι ἀπὸ τὶς φροντίδες φθείρονται· οἱ δανειστὲς ἀπὸ τὴν ἀγωνία μαραίνονται· οἱ ἅρπαγες διαταράσσουν τὴν ζωή· οἱ φιλοχρήματοι καταπονοῦν τὰ δικαστήρια· οἱ συκοφάντες πωλοῦν τὸ ψέμμα· οἱ κερδοσκόποι διαπραγματεύονται τὶς συμφορὲς τῶν ἄλλων, λέγοντας ψέματα ὁ ἕνας στὸν ἄλλο ἐκφυλίζοντας τὴν ἔννοια τοῦ ὅρκου, γνωρίζοντας τὸν Θεὸ μόνο ὅταν ὁρκιζόμαστε. Ἡ γῆ λοιπὸν δὲ μπορεῖ νὰ σηκώσει τὰ κακά. Ὁ ἀέρας μολύνθηκε μέχρι καὶ στὸν αἰθέρα ἀκόμα. Ἐπειδὴ λοιπὸν ὅλα µας τὰ πράγµατα κινοῦνται μέσα στὸ κακό, ὁ προφήτης ἐκφράζοντας τὴν ἀηδία του γιὰ τὴν ζωὴ φωνάζει λέγοντας· «μάταια ἀνησυχεῖ κάθε ἄνθρωπος ζωντανός». Μόνο ὁ ἄνθρωπος, προφήτη µου, ταράσσεται; ἢ μόνο ἡ λογικὴ κτίση κατηγορεῖται, προφήτη; Δὲν βρῆκες κανένα ἄλλο ζῶο νὰ ταράσσεται; Ναί, λέει ταράσσονται καὶ τὰ νερά, ἀλλὰ πάλι ἡσυχάζουν. Σείεται ἡ γῆ, ἀλλὰ πάλι σταθεροποιεῖται. Κινοῦνται οἱ ἄνεμοι, ἀλλὰ πάλι ἡσυχάζουν. Θορυβεῖται κάθε θηρίο, ἀλλὰ ὅταν χορταίνει σταματᾶ. Σηκώνεται καὶ ἡ φλόγα, καὶ ἀφοῦ κάψει τὰ ξύλα ποὺ ὑπάρχουν ἀπὸ κάτω της, σβήνεται. Ἐνῶ ὁ ἄνθρωπος δὲν σταματάει ποτὲ νὰ ἀνησυχεῖ γιὰ τὰ χρήματα. Πῆρε αὐτὸ καὶ ἀποβλέπει στὸ ἄλλο. Ἔκανε κτῆμα του ἐκεῖνο, καὶ ἀκόμα χάσκει. Βιάζεται νὰ διπλασιάσει τὰ ἑκατό, καὶ αὐτὰ ποὺ διπλασιάστηκαν καταβάλλει προσπάθεια νὰ τὰ δεκαπλασιάσει, ἐπειγόμενος στὰ τόσα ποὺ ἔχει νὰ συσσωρεύσει ἄλλα τόσα, καὶ ποτὲ δὲν παύει νὰ συσσωρεύει, μέχρι νὰ ἔρθει τὸ τέλος του. Εἶναι κατάδικος, διακατεχόµμενος ἀπὸ τὸν πυρετὸ τῆς φιλαργυρίας, περιφέρεται πιὸ ὠχρὸς ἀπὸ τὸ χρυσάφι, γιὰ τὸν πολυπόθητο πλοῦτο, τὸν ἀβέβαιο φίλο, τὸ πλοῦτο τὸν ἀναξιόπιστο συγκάτοικο, τὸν ἐχθρικὸ πόθο, τὸν αἰχμάλωτο δεσπότη ποὺ μᾶς ἐμπαίζει, τὸν πολυαγάπητο χλευαστή, τὸ ἕτοιμο μεταβάτη, τὸν φτερωτὸ δέσμιο, τὸν ἐλαφρότερο ἀπὸ κάθε εἰκόνα ὀνείρου, αὐτὸν ποὺ προκαλεῖ πόλεμο, ποὺ φεύγει γρηγορότερα ἀπὸ κάθε ἐλπίδα, τὸν ἄνεμο ποὺ ἐνῶ τὸν καρτερεῖς φεύγει πετώντας, τὸν πλοῦτο ποὺ εἶναι ὁ γεννήτορας κάθε ἀσωτίας, τὸ συνήγορο κάθε ἀκολασίας, τὸν ἐφευρέτη κάθε κακίας, τὸν συνεργὸ σὲ κάθε τροφὴ ποὺ φθείρει τὴν ψυχή, τὸν ἀντίπαλο τῆς ἐγκράτειας, τὸν ἐχθρὸ τῆς σωφροσύνης, τὸν κρυφὸ κλέφτη κάθε ἀρετῆς.
Τοῦ Ἁγίου Ἰωάννου τοῦ Χρυσοστόμου εἰς τὰ γενέθλια τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ εἰς τὴν ἁγίαν Μαρίαν τὴν θεοτόκον.
Ἀδιήγητον πέλαγος δι' αἰῶνος ἐμφανίζεται σήμερον, ἐρεύνης ἀνθρωπίνης βαθύτερον ὑπάρχον. Βυθὸν ἀκατάλημπτον ἐξαντλεῖν ἐπεχείρησα καὶ ὅσον διερευνῶ βαθύτερος ἀναφαίνεται. Γνῶσιν ἀρρήτων καὶ σοφίαν κατοπτεύειν προ θέμενος, τῷ ἀγῶνι βαπτίζομαι τῆς τοιαύτης ζητήσεως. ∆υνάμεις ἠγνόησαν τὸ τοιοῦτο μυστήριον καὶ πῶς ὑποστήσομαι τὰ ἄλεκτα διηγήσασθαι; Ἐχέτω ἡ ἑορτὴ παρ' ἑαυτῇ τὰ ζητήματα πᾶσαν θνητὴν ἔννοιαν νοητῶς ὑπερβαίνοντα. Ζάλη θαλασσῶν πρόκειται ἄπλευστος, ἐκ βυθῶν ἀθεωρήτων τὴν ὑπόστασιν ἔχουσα. Ἡ κτίσις τὸν κτίστην σήμερον ἀνυμνείτω, ἱκετηρίους φωνὰς καὶ ᾠδὴν ἀναπέμπουσα. Θησαυρὸς οὐράνιος ἐν τῷ ἀγρῷ κατοπτεύεται· δραμόντες οὖν κατίδωμεν τὸ τοιοῦτο μυστήριον. Ἴδε πῶς ἡ γῆ τὸν οὐρανὸν ἐμιμήσατο· τὸν γὰρ πρὸ ἑωσφόρου ἥλιον ἁμιλλομένη προβάλλεται. Καταλάμπει τὰ σύμπαντα ἡ τοιαύτη φωταγωγία ἀνύκτερος ὑπάρχουσα καὶ φαεσφόρον διαύγασμα. Λαμπηδόνες θεόπνευστοι οὐρανόθεν προέκυψαν, εἰς ὅλα τὰ πέρατα τῆς οἰκουμένης διέδραμον. Μαρία ὑποδέχεται τὸν ἐν πᾶσιν ἀχώρητον καὶ φέρει ἐν κοιλίᾳ τὸν τοὺς αἰῶνας κρεμάσαντα. Νῦν ὁ κόκκος ἐσπάρη ἐν τῇ χώρᾳ τῆς χάριτος καὶ στάχυν ἐβλάστησεν θεογνωσίας πολυφόρον. Ξενίζει τοὺς ὁρῶντας ἡ τοιαύτη ὑπόθεσις, πῶς ἡ θάλασσα τὴν ἄβυσσον περιβάλλεται. Ὁ πολύτιμος μαργαρίτης ἐν τῷ ὀστράκῳ κεκόλληται καὶ τοῦτον ὡς ἔμπορος Ἰωσὴφ ἀνεζήτησεν. Παιδίον μαστεύεται ἐν ἀγκάλαις μητρὸς καὶ τρέφει τὰ σύμπαντα, διὰ παντὸς ἐσθιόμενος. Ῥάβδος ἄνθος ἐβλάστησεν καὶ ῥίζαν εἰς βάθος διέδωκεν, ἀστὴρ ἀστέρα προβάλλεται καὶ φάτνη τὸν τόκον ἀσπάζεται. Σπάργανα πυρὶ ἐνειλίττονται καὶ μείωσις τούτων οὐ γίνεται· ζῷα ζῳὴν ἀναμάττονται καὶ σπήλαιον, φῶς ὑποδέχεται. Τρέχει πρώτη Βαβυλὼν ἐκ Περσίδος δῶρα κομίζουσα, Αἰθιοπία δὲ φθάζει, χερσὶν Θεὸν ὑποδέξασθαι. Ὑμνῳδοῦσιν ἄγγελοι καὶ ποιμένες ψάλλουσι, ἄνθρωποι δόξαν Θεῷ προσκομίζουσι, καὶ ἐπὶ γῆς εἰρήνην γνωρίζοντες. Φόβῳ Σαλώμη συνέχεται καὶ φωνῇ τὸν κριτὴν ἐκμειλίττεται, ∆εσπότην τὸν τεχθέντα ὡμολόγησεν καὶ οἰκείας πληγῆς ἠλευθέρωται. Χερσὶν βαστάζει τὸν ἄχραντον καὶ χαρὰν ἐπέγνω σωτήριον. Ψυχαὶ δικαίων ἀγάλλονται καὶ χοροὶ βροτῶν εὐφραίνονται, ἡ ἔρημος πόλις ἐπέγνωσται, βασιλέως ἐνδημήσαντος. Ὡς ὁ τόκος ἄλεκτος, καὶ ἡ μήτηρ ἀμίαντος· καὶ διὰ ταῦτα πάντα ἀδιήγητον δι' αἰῶνος ἐμφανίζεται πέλαγος ἐρεύνης ἀνθρωπίνης βαθύτερον ὑπάρχον.
Ἀλλὰ θεραπείαν ἐκ δαιμόνων ἐπιζητεῖς;
Ἀλλὰ θεραπείαν ἐκ δαιμόνων ἐπιζητεῖς;
Ὅτε εἰς χοίρους εἰσελθεῖν αὐτοὺς συνεχώρει ὁ Χριστὸς, τότε εἰς πέλαγος εὐθέως κατεπόντισαν· ἀνθρωπείων δὲ φείσονται σωμάτων;
Εἴθε μὲν οὖν μὴ ἀπεκτίννυον, εἴθε μὴ ἐπεβούλευον.
Τοῦ παραδείσου ἐξέβαλον, τῆς τιμῆς ἀπεστέρησαν τῆς ἄνωθεν, καὶ τὸ σῶμα θεραπεύσουσι;
Γέλως ταῦτα καὶ μῦθοι.
Ἐπιβουλεύειν καὶ καταβλάπτειν, οὐ θεραπεύειν ἴσασιν οἱ δαίμονες. Τῆς ψυχῆς οὐ φείδονται, καὶ τῶν σωμάτων, εἰπέ μοι, φείσονται; τῆς βασιλείας ἐπιχειροῦσιν ἐκβαλεῖν, καὶ νοσημάτων ἀπαλλάττειν αἱρήσονται; Οὐκ ἤκουσας τοῦ προφήτου λέγοντος, μᾶλλον δὲ τοῦ Θεοῦ διὰ τοῦ προφήτου, ὅτι οὐδὲ ἀγαθοποιῆσαι, οὐδὲ κακοποιῆσαι δύνανται; Εἰ δὲ καὶ ἠδύναντο θεραπεύειν, καὶ ἐβούλοντο, ὅπερ ἀδύνατον, ἀλλὰ δεῖ σε μὴ κέρδους μικροῦ καὶ φθειρομένου ζημίαν ἄφθαρτον καὶ αἰώνιον ἀνταλλάξασθαι. Σῶμα θεραπεύσεις, ἵνα ψυχὴν ἀπολέσῃς; Οὐ καλή σου ἡ ἐμπορία· τὸν ποιητὴν τοῦ σώματος παροργίζεις Θεὸν, καὶ τὸν σὸν ἐπίβουλον εἰς θεραπείαν ἐπικαλῇ;
ΟΜΙΛΙΑ οστʹ Τότε οἱ ἐν τῇ Ἰουδαίᾳ, φευγέτωσαν εἰς τὰ ὄρη καὶ ὁ ἐπὶ τοῦ δώματος, μὴ καταβάτω ἆραι τὰ ἐκ τῆς οἰκίας αὐτοῦ· καὶ ὁ ἐν τῷ ἀγρῷ αὐτοῦ, μὴ ἐπιστρεψάτω εἰς τὰ ὀπίσω ἆραι τὰ ἱμάτια αὐτοῦ.
αʹ. Εἰπὼν περὶ τῶν κακῶν τῶν τὴν πόλιν καταληψομένων, καὶ τῶν πειρασμῶν τῶν ἀποστολικῶν, καὶ ὅτι ἀχείρωτοι μενοῦσι, καὶ πᾶσαν διαδραμοῦνται τὴν οἰκουμένην, λέγει πάλιν τὰς Ἰουδαϊκὰς συμφορὰς, δεικνὺς ὅτι ὅταν ὦσιν οὗτοι λαμπροὶ, τὴν οἰκουμένην διδάξαντες ἅπασαν, τότε ἐκεῖνοι ἐν συμφοραῖς.
Καὶ ὅρα πῶς διηγεῖται τὸν πόλεμον, διὰ τῶν δοκούντων εἶναι μικρῶν παριστῶν αὐτοῦ τὸ ἀφόρητον.
Τότε γὰρ, φησὶν, οἱ ἐν τῇ Ἰουδαίᾳ,
φευγέτωσαν εἰς τὰ ὄρη.
Τότε, πότε;
Ὅταν ταῦτα γένηται, ὅταν τὸ βδέλυγμα τῆς ἐρημώσεως στῇ ἐν τόπῳ ἁγίῳ.
Ὅθεν μοι δοκεῖ τὰ στρατόπεδα λέγειν.
Φεύγετε τοίνυν τότε, φησίν·
οὐδεμία γὰρ λοιπὸν ἐλπὶς σωτηρίας ὑμῖν.
Περί μετανοίας
τοῦ Ἁγίου Ἰωάννου τοῦ Χρυσοστόμου
Παιδί μου, σοῦ ἔχουν συγχωρεθῆ οἱ ἁμαρτίες σου οἱ πολλές. Καὶ ἡ ἄφεση τῶν ἁμαρτιῶν εἶναι πηγὴ σωτηρίας καὶ βραβεῖο μετανοίας, γιατὶ εἶναι ἰατρεῖο ἡ μετάνοια, ποὺ θεραπεύει τὴν ἁμαρτία, δῶρο εἶναι οὐράνιο, δύναμη θαυμαστή, ποὺ νικᾶ μὲ τὴ χάρη, τῶν νόμων τὰ ἐπακόλουθα. Γι᾿ αὐτὸ δὲν ἀρνιέται τὸν πόρνο, δὲν ἀποφεύγει τὸ μοιχό, δὲν ἀποστρέφεται τὸ μέθυσο, δὲν ἀηδιάζει τὸν εἰδωλολάτρη, δὲν ἀπομακρύνει τὸν ὑβριστή, δὲν ἀποδιώχνει τὸ βλάσφημο, οὔτε τὸν περήφανο, ἀλλὰ τοὺς ἀλλάζει ὅλους, γιατὶ εἶναι χωνευτήριο τῆς ἁμαρτίας ἡ μετάνοια.
Περὶ σωτηρίας ψυχῆς
Ἀγαπητοὶ,
ὅσοι τὰ τοῦ βίου μάταια καὶ ἀπολλύμενα πράγματα κατελίπετε, ἀγωνίσασθε, ἵνα μὴ πάλιν ἐπ' αὐτὰ τὸν ὑμέτερον νοῦν ἐπιστρέψητε.
Ὁ γὰρ πλοῦτος παρέρχεται, καὶ ἡ δόξα ἀπόλλυται,
καὶ τὸ κάλλος μαραίνεται, καὶ πάντα ἀλλάσσονται,
καὶ ὡς καπνὸς ἀπόλλυνται, καὶ ὡς σκιὰ παράγουσι,
καὶ ὡς ἐνύπνιον ἐξαφανίζονται.
∆ιὰ τοῦτο ἔλεγεν ὁ Σολομών·
Ματαιότης ματαιοτήτων, τὰ πάντα ματαιότης·
καὶ ὁ ∆αυῒδ λέγει· Ἐν εἰκόνι διαπορεύεται ἄνθρωπος.
Πλὴν μάτην ταράσσονται πάντες οἱ τὰ τοῦ παρόντος βίου πράγματα ἀγωνιῶντες·
ὄντως μάτην ταράσσονται, μάτην θορυβοῦνται,
μάτην χειμάζονται, ἐπισυνάγοντες καὶ θησαυρίζοντες τὰ μετ' ὀλίγον καταλειπόμενα·
ἅπερ λαβεῖν μεθ' ἑαυτῶν οὐ δυνάμεθα, ἀλλὰ πάντα καταλιπόντες, γυμνοὶ ὡς ἐγεννήθημεν πορευσόμεθα πρὸς τὸν φοβερὸν δικαστήν.
Περὶ τῆς τῶν μελλόντων Ἀπολαύσεως, καὶ τῆς τῶν παρόντων εὐτελείας.
Περὶ τῆς τῶν μελλόντων ἀπολαύσεως, καὶ τῆς τῶν παρόντων εὐτελείας.
α΄. Ἀπότοµη ἡ ζέστη καὶ βαριὰ ἡ ξηρασία, μὰ τὴν προθυμία σας δὲν τὴ χάλασε, οὔτε τὸν πόθο σας γιὰ ν᾿ ἀκούσετε τὸν ἐμάρανε. Διότι ἔτσι εἶναι ὁ θερμὸς ἀκροατὴς κι᾿ ὁ πρόθυμος, δυναμωμένος ἀπὸ τὴν ἀγάπη τῆς διδασκαλίας, ὅλα θὰ τὰ ὑπόφερε μ᾽ εὐκολία γιὰ νὰ χορτάση τὴν ἐπιθυμία αὐτὴ τὴν καλὴ καὶ πνευματική. Κι’ οὔτε παγωνιά, οὔτε ζέστη, οὔτε ζητήματα πολλά, οὔτε φροντίδες πλῆθος, οὔτε τίποτα ἄλλο τέτοιο θὰ μποροῦσε νὰ τὸν νικήση, ὅπως καὶ τὸν ἀδιάφορο καὶ πάντα ξενοιασμένο, οὔτε εὐχάριστοι καιροί, οὔτε ἀνάπαυση καὶ ἄδεια, οὔτε ξεκούραση καὶ ἄνεση μπορεῖ νὰ τὸν ξεσηκώση, ἀλλὰ μένει νὰ κοιμᾶται σ᾽ ἕναν ὕπνο ἄξιο γιὰ πολλὴ κατάκριση. Μὰ ἐσεῖς δὲν εἷστε τέτοιοι, ἀλλὰ καλύτεροι ἀπὸ αὐτοὺς ποὺ κατοικοῦν στὴν πόλη. Καὶ μάλιστα ὅ,τι πιὸ σπουδαῖο ἔχει ἡ πόλη μας εἶστε ἐσεῖς, ποὺ μὲ τόση φροντίδα καὶ ἐνδιαφέρον παρακολουθεῖτε προσεκτικὰ ὅσα λέμε. Τὸ θέατρο αὐτὸ ἐδῶ, εἶναι γιὰ μένα πιὸ σπουδαῖο κι’ ἀπ᾽ τὶς βασιλικὲς αὐλές. Διότι ἐκεῖ ὅσα δίνονται, ὅποια κι’ ἂν εἶναι, χάνονται μαζὶ μὲ τὴ ζωὴ αὐτή, κι᾿ εἶναι ὅλο θόρυβο καὶ ταραχὴ γεμάτα, μὰ ἐδῶ δὲν εἶναι τίποτα τέτοιο, ἀλλὰ καὶ κάθε ἀσφάλεια, καὶ τιμὴ χωρὶς καθόλου ταραχή, καὶ ἐξουσίες ποὺ δὲν ἔχουν τέλος, ποὺ οὔτε αὐτός ὁ θάνατος δὲν τὶς κόβει στὴ μέση, ἀλλὰ τότε γίνονται πιὸ ἀσφαλισμένες. Καὶ μὴ μοῦ πῆς γι’ αὐτὸν ποὺ κάθεται στὴν ἅμαξα καὶ σηκώνει τὰ φρύδια του ψηλὰ κι’ ἔχει πολλοὺς ποὺ τὸν περιφρουροῦν, καὶ μὴν προσέχης τὴ ζώνη καὶ τὴ φωνὴ τοῦ κήρυκα. Μὴ μοῦ χαρακτηρίσης τὸν ἄρχοντα ἀπὸ αὐτά, ἀλλὰ ἀπὸ τὴν κατάσταση τῆς ψυχῆς του, ἂν ἐξουσιάζη τὰ δικά του πάθη, ἂν στὶς ἀδυναμίες του κυριαρχῆ. Νὰ ποῦμε, ἂν συγκρατῆ τὴν ἐπιθυμία γιὰ τὰ χρήματα, ἂν ὑπόταξε τὸν ἀχόρταγο ἔρωτα τῶν σωμάτων, ἂν δὲν λυώνη ἀπὸ φθόνο, ἂν δὲν σέρνεται ἀπὸ τὸ βαρὺ πάθος τῆς κενοδοξίας, ἂν δὲν φοβᾶται καὶ τρέμη τὴ φτώχεια, ἂν δὲ φοβᾶται μὴ στεναχωρηθῆ, ἂν δὲν πεθαίνη ἀπὸ αὐτὸ τὸ φόβο. Τέτοιον δεῖξε µου τὸν ἄρχοντα, διότι αὐτὸ σημαίνει ἐξουσία. Ἂν ὅμως ἐξουσιάζη τοὺς ἀνθρώπους, ἀλλὰ εἶναι δοῦλος στὰ πάθη, ἐγὼ τουλάχιστον θὰ τὸν ἔλεγα αὐτὸν πιὸ δοῦλο ἀπ᾽ ὅλους τοὺς ἀνθρώπους. Κι’ ὅπως αὐτὸς ποὺ ἔχει βαθιὰ μέσα του τὸν πυρετὸ κλεισμένο, κι᾿ ἂν τίποτα τέτοιο δὲ φανερώνει τὸ σῶμα του ἀπ᾽ ἔξω, οἱ γιατροὶ βέβαια θὰ ἔλεγαν ὅτι ἔχει ὑψηλὸ πυρετό, κι᾿ ἂν δὲν τὸ ξέρουν οἱ ἄλλοι, ἔτσι κι’ ἐγώ, αὐτὸν ποὺ ἔχει ὑποδουλωμένη τὴν ψυχή του κι᾿ εἶναι αἰχμάλωτος στὰ πάθη του, κι᾿ ἂν δὲν φανερώνη τέτοιο τίποτα ἢ ἐξωτερικὴ μορφή του, ἀλλὰ τ᾽ ἀντίθετο, ἀπ᾽ ὅλους πιὸ πολὺ δοῦλο θἄλεγα αὐτὸν ποὺ ἔχει βαθιὰ μέσα του τὸν πυρετὸ τῶν κακῶν, καὶ τὴν τυραννικὴ ἐξουσία τῶν παθῶν στὴν ἴδια τὴν ψυχή του θρονιασμένη. Καὶ λέω ἄρχοντα κι’ ἐλεύθερο, καὶ πιὸ βασιλιὰ ἀνάμεσα στοὺς βασιλιάδες, ἐκεῖνον ποὺ κι᾿ ἂν εἶναι ντυμένος μὲ κουρέλια, κι᾿ ἂν κατοικῆ σὲ φυλακή, κι’ ἂν εἶναι δεμένος μ᾽ ἁλυσίδα, αὐτὸς βγάζει ἀπὸ πάνω του τὴν τυραννικὴ αὐτὴ ἐξουσία, κι᾿ οὔτε κυριεύεται ἀπὸ τὶς πονηρὲς ἐπιθυμίες, οὔτε φοβᾶται καὶ τρέμει μὲ παράλογο φόβο τὴ φτώχεια καὶ τὴν ἀτίμωση, αὐτὰ ποὺ φαίνονται νά ᾿ναι ἄξια νὰ μᾶς λυπήσουν στὴ ζωὴ αὐτή.
Ἄνθρωπός τις ἦν οἰκοδεσπότης, ὅστις ἐφύτευσεν ἀμπελῶνα
ΟΜΙΛΙΑ ΞΗʹ. Ἄλλην παραβολὴν ἀκούσατε. Ἄνθρωπός τις ἦν οἰκοδεσπότης, ὅστις ἐφύτευσεν ἀμπελῶνα, καὶ φραγμὸν αὐτῷ περιέθηκε, καὶ ὤρυξε ληνὸν, καὶ ᾠκοδόμησε πύργον· καὶ ἐξέδοτο αὐτὸν γεωργοῖς, καὶ ἀπεδήμησεν. Ὅτε δὲ ἤγγισεν ὁ καιρὸς τῶν καρπῶν, ἀπέστειλε τοὺς δούλους αὐτοῦ, λαβεῖν τοὺς καρπούς. Καὶ λαβόντες οἱ γεωργοὶ τοὺς δούλους, οὓς μὲν ἔδειραν, οὓς δὲ ἀπέκτειναν, οὓς δὲ ἐλιθοβόλησαν. Πάλιν ἀπέστειλεν ἄλλους δούλους πλείονας τῶν πρώτων, καὶ ἐποίησαν αὐτοῖς ὡσαύτως. Ὕστερον ἀπέστειλε πρὸς αὐτοὺς τὸν υἱὸν αὐτοῦ, λέγων· Ἴσως ἐν τραπήσονται τὸν υἱόν μου. Οἱ δὲ γεωργοὶ ἰδόντες τὸν υἱὸν, εἶπον ἐν ἑαυτοῖς· Οὗτός ἐστιν ὁ κληρονόμος· δεῦτε, ἀποκτείνωμεν αὐτὸν, καὶ κατάσχωμεν τὴν κληρονομίαν αὐτοῦ. Καὶ ἐκβαλόντες ἔξω τοῦ ἀμπελῶνος, ἀπέκτειναν. Ὅταν οὖν ἔλθῃ ὁ κύριος τοῦ ἀμπελῶνος, τί ποιήσει τοῖς γεωργοῖς ἐκείνοις; Λέγουσιν αὐτῷ· Κακοὺς κακῶς ἀπολέσει αὐτοὺς, καὶ τὸν ἀμπελῶνα ἐκδώσεται γεωργοῖς ἑτέροις, οἵτινες ἀποδώσουσι τοὺς καρποὺς ἐν τοῖς καιροῖς αὐτῶν. Λέγει αὐτοῖς ὁ Ἰησοῦς· Οὐδέποτε ἀνέγνωτε ἐν ταῖς Γραφαῖς· Λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας;
Εἰς τὴν ὄρχησιν τῆς Ἡρωδιάδος, καὶ εἰς τὴν ἀποτομὴν τῆς κεφαλῆς Ἰωάννου τοῦ Προδρόμου καὶ Βαπτιστοῦ.
αʹ. Ὥσπερ τις ἀνὴρ φιλέρημος ἔν τινι τόπῳ ἀλσώδει ὑπὸ δένδρα σκιαζόμενος, ταῖς τῶν ὀρνέων καλλιφώνοις κλαγγαῖς, καὶ ταῖς τῶν ὑδάτων εὐήχοις ῥοαῖς κυλινδούμενος πρᾶον ἔχει τὸ φρόνημα, πᾶσιν ἀνθρώποις ὁ τοιοῦτος ἀρέσκει· οὕτω καὶ ἡμεῖς ταῖς προλαβούσαις ἡμέραις τῇ πραείᾳ τοῦ Πνεύματος αὔρᾳ παρακαλούμενοι, τὰ περὶ ἐλεημοσύνης ὑμῖν διελεγόμεθα. Ὅτε δὲ τὸ Εὐαγγέλιον ἐκήρυξε τὴν Ἡρώδου παραφροσύνην, καὶ γυναικῶν ἀσέλγειαν, καὶ κῶμον ἀνδρῶν παραφρόνων, καὶ τράπεζαν ἐναγῆ, καὶ δῶρον ἀθέμιτον, καὶ ἔργον ἀνόσιον, καὶ κηδείαν σώματος σεμνοτάτου, ἄλλος ἐξ ἄλλου γεγένημαι. Ἐνεὸς γὰρ γίνομαι, ἀγαπητοὶ, ὅταν ὑπ' ὄψιν ἐμαυτοῦ ἀγάγω τὰ ὑπὸ Ἡρώδου γεγενημένα πράγματα· εἴ γε ἔστιν ἐκεῖνα λέγειν πράγματα, καὶ μὴ τραύματα, τοῦ τοιαῦτα δεδρακότος πράγματα.
Ἐν ἐκείνῳ, φησὶ, τῷ καιρῷ ἤκουσεν Ἡρώδης ὁ τετράρχης τὴν ἀκοὴν Ἰησοῦ, καὶ εἶπε τοῖς παισὶν αὐτοῦ, Οὗτός ἐστιν Ἰωάννης, ὃν ἐγὼ ἀπεκεφάλισα. Αὐτὸς ἠγέρθη ἀπὸ τῶν νεκρῶν, καὶ διὰ τοῦτο αἱ δυνάμεις ἐνεργοῦσιν ἐν αὐτῷ. Ὁμολογεῖ τοῦ προφήτου τὸν φόνον, ὃν οὐ δύναται ψεύσασθαι· καὶ ᾔδει ὃν ἀπέκτεινεν, ὅτι προφήτης ἐστὶ, καὶ ἀνὴρ δίκαιος.
Λόγος εἰς τὴν Mεταμόρφωσιν τοῦ Kυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ
Τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν
Ἰωάννου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ Χρυσοστόμου
λόγος εἰς τὴν Mεταμόρφωσιν τοῦ Kυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ
Ἄγαν αἰδέσιμον ἡμῖν ὁ δαψιλὴς ἑστιάτωρ Χριστὸς καὶ σήμερον προέθηκε τράπεζαν οὐ τῇ συνηθείᾳ τιμωμένην, ἀλλὰ τῇ θεογνωσίᾳ γνωριζομένην·
τράπεζαν οὐ τῶν ἐπιγείων γλιχομένην,
ἀλλὰ τῶν ἐπουρανίων ἐχομένην·
τράπεζαν οὐ τοῖς Σολομωνιακοῖς ὄψοις φαιδρυνομένην, ἀλλὰ τοῖς θεϊκοῖς νόμοις στεφανουμένην·
τράπεζαν οὐ πλήθει σιτίων μακαριζομένην,
ἀλλὰ θείοις νοήμασι σεμνυνομένην.
Τί γὰρ τῆς Σολομωνιακῆς τραπέζης πλουσιώτερον τῆς δαπανησάσης καθ' ἑκάστην ἡμέραν, καθὼς ἡ τρίτη τῶν Βασιλειῶν περιέχει, τριάκοντα κόρους σεμιδάλεως καὶ ἑξήκοντα κόρους ἀλεύρου κεκοπανισμένου καὶ δέκα μόσχους ἁπαλοὺς καὶ ἐκλεκτοὺς καὶ εἴκοσι βόας νομάδας καὶ ἑκατὸν πρόβατα, ἐκτὸς ἐλάφων καὶ δορκάδων καὶ ὀρνίθων ἐκλεκτῶν;
Ἀλλ' οὐδὲν τὸν μέγιστον Σολομῶνα ἡ τοσαύτη τῶν ὄψων πληθὺς εὐεργέτησεν ἢ πρὸς τελείαν ἀρετὴν ἴθυνεν·
τοὐναντίον δὲ αὐτὸν πρὸς τῷ τέλει διαφθεῖραι πεποίηκεν ἀμέτρως βακχεύσασα.
Ἡ δέ γε τοῦ κυρίου τράπεζα καὶ σήμερον ἡμῖν δαψιλῶς προτεθεῖσα,
ἡ ἄϋλος, ἡ ἀπέριττος, ἡ ἄφθαρτος, ἡ ἀθάνατος,
ἡ ἀπερίγραπτος, ἡ ἀλογοθέτητος,
οὐ μόνον τὰ ἐπίγεια
ἀλλὰ καὶ τὰ ἐπουράνια βραβεύει·
οὐ γὰρ τριάκοντα κόρους σεμιδάλεως προΐεται,
ἀλλὰ τὴν βασιλείαν τῶν οὐρανῶν εἰς ἀλεύρου σάτα τρία ἐζυμωμένην χαρίζεται·
οὐδ' αὖ ἑξήκοντα κόρους ἀλεύρου προβάλλεται,
ἀλλ' αὐτὸν τὸν ἐπουράνιον ἄρτον,
λέγω δὴ αὐτὸς ἑαυτῷ ὁ δεσπότης Χριστὸς
πᾶσι τοῖς πιστοῖς καθ' ἑκάστην βραβεύει.
Η αντιμετώπιση του θανάτου
Πολλά πράγματα θέλουμε να μαθαίνουμε και να κατανοούμε, προπαντός όμως τον καιρό που θα γίνει η συντέλεια του κόσμου. Ο απόστολος Παύλος, για να περιορίσει την άκαιρη αυτή πολυπραγμοσύνη μας, γράφει σε μιαν επιστολή του: «Σχετικά με το χρόνο του ερχομού του Κυρίου, αδελφοί, δεν χρειάζεται να σας γράψω, γιατί κι εσείς το ξέρετε πολύ καλά, ότι η ημέρα του Κυρίου θα έρθει απροειδοποίητα, όπως ο κλέφτης τη νύχτα» (Α' Θεσ. 5:1-2).
Περί προσευχής, δύο λόγοι του Αγ. Ιωάννου Χρυσοστόμου
ΠΕΡΙ ΠΡΟΣΕΥΧΗΣ
Λόγος αʹ.
Ἀμφοτέρων ἕνεκα προσήκει τοὺς τοῦ Θεοῦ θεράποντας μακαρίζειν καὶ θαυμάζειν·
ὅτι τὴν ἐλπίδα τῆς ἑαυτῶν σωτηρίας ἐν ταῖς ἁγίαις εἶχον εὐχαῖς, καὶ ὅτι γραφῇ φυλάξαντες τοὺς ὕμνους καὶ τὰς λατρείας, ἃς τῷ Θεῷ σὺν χαρᾷ καὶ φόβῳ προσέφερον, καὶ εἰς ἡμᾶς διέδωκαν τὸν ἑαυτῶν θησαυρὸν, ἵνα πρὸς τὸν οἰκεῖον ζῆλον πᾶν τὸ ἐπιγινόμενον ἐπισπάσασθαι δυνηθῶσιν.
∆ιαβαίνειν γὰρ προσήκει τὸν τῶν διδασκάλων ἐπὶ τοὺς ὁμιλοῦντας τρόπον, καὶ τοὺς τῶν προφητῶν ἀκροατὰς μιμητὰς προσήκει φαίνεσθαι τῆς ἐκείνων δικαιοσύνης, ἵνα πάντα τὸν χρόνον ταῖς προσευχαῖς καὶ τῇ τοῦ Θεοῦ λατρείᾳ καὶ μελέτῃ συζῶμεν, τοῦτο ζωὴν, τοῦτο ὑγίειαν καὶ πλοῦτον, τοῦτο πέρας ἀγαθῶν εἶναι νομίζοντες, τὸ προσεύχεσθαι τῷ Θεῷ μετὰ καθαρᾶς καὶ ἀδιαφθόρου ψυχῆς.
Ὥσπερ γὰρ τῷ σώματι φῶς ἥλιος, οὕτω τῇ ψυχῇ ἡ προσευχή.
Εὐχὴ δευτέρα Ἰωάννου τοῦ Χρυσοστόμου
Κύριε ὁ Θεός μου, ὁ μέγας καὶ φοβερὸς καὶ ἔνδοξος, ὁ πάσης ὁρωμένης καὶ νοουμένης κτίσεως δημιουργὸς, ὁ φυλάσσων τὴν διαθήκην σου καὶ τὸ ἕλεός σου τοῖς ἀγαπῶσί σε καὶ φυλάσσουσι τὰ προστάγματά σου·
καὶ νῦν καὶ πάντοτε εὐχαριστῶ σοι πασῶν ἕνεκα τῶν εἰς ἐμὲ γενομένων εὐεργεσιῶν σου φανερῶν καὶ ἀφανῶν.
Μεγάλη ἀρετὴ ἡ κατάκριση τῶν ἁμαρτιῶν μας
τοῦ Ἁγίου Ἰωάννη τοῦ Χρυσόστομου
Ὅτι εἶναι ἐπικίνδυνο καὶ γιὰ τοὺς ὁμιλητὲς καὶ γιὰ τούς ἀκροατὲς νὰ γίνεται λόγος μόνο γιὰ τὰ εὐχάριστα, καὶ ὅτι εἶναι χρήσιμο καὶ μεγάλη ἀρετὴ ἡ κατάκριση τῶν ἁμαρτιῶν μας.
α΄. Ἀρκετά, νομίζω, σᾶς στενοχώρησα πρίν, καὶ σᾶς πλήγωσα βαθύτερα: πρέπει λοιπὸν νὰ σᾶς φροντίσω σήμερα, νὰ βάλω πάνω στὴν πληγὴ καὶ τὰ πιὸ γλυκὰ φάρμακα. Διότι αὐτὸς ὁ τρόπος τῆς θεραπείας εἶναι ἄριστος, νὰ μὴν καθαρίζη κανείς, ἀλλὰ καὶ νὰ ἐπιδένη τὶς πληγές. Αὐτὸς ὁ νόμος τῆς διδασκαλίας εἶναι θαυμαστός, νὰ μὴν τιμωρῆ μόνο κανείς, ἀλλὰ καὶ νὰ ἐπαινῆ καὶ νὰ παρηγορῆ. Ἐτσι πρόσταξε κι ὁ Παῦλος Ἐλεγξε, μάλωσε, παρηγόρησε. Ἄν παρηγορῆ κανεὶς πάντα, κάνει τοὺς ἀκροατὲς πιὸ ἀδιάφορους, κι᾿ ἂν μαλώνη μόνο, τοὺς κάνει σκληρότερους, γιατὶ δὲ μποροῦν νὰ σηκώσουν τὸ φορτίο τοῦ ἀδιάκοπου ἔλεγχου, καὶ ξεφεύγουν ἀμέσως. Γι’ αὐτὸ πρέπει νἄχη ποικιλία ὁ τρόπος τῆς διδασκαλίας. Ἐπειδὴ λοιπὸν πρωτύτερα ὁ λόγος πλήγωσε τὸ λογισμὸ τοῦ καθενὸς μὲ δύναμη, πρέπει σήμερα ἡ διδασκαλία µας νὰ ᾿ναι πιὸ γλυκιά, καὶ ἐμεῖς ποὺ πρὶν σᾶς θυμήσαµε τὶς εὐθύνες, πρέπει νὰ στάξωμε σὰ λάδι τὸν ἤρεμο λόγο, πάνω στοὺς πόνους ποὺ σᾶς ἔφερε ὁ ἔλεγχος.
Στίχοι παραινετικοὶ τοῦ Ἁγ. Ἰωάννου Χρυσοστόμου
Ὅστις βούλεται τὸ φῶς ἐκεῖνο βλέψαι,
Ὀφείλει ταῦτα φυλάττειν ἐν καρδίᾳ·
Παθῶν σαρκικῶν καὶ λογισμῶν ἀχρείων,
Ὅρκου τε παντὸς, θυμοῦ καὶ ταραχῆς δὲ,
Καὶ περισπασμοῦ καὶ τῆς μνησικακίας,
Καὶ τοῦ μὴ κρῖναι τὸ σύνοχον ἀνθρώπους,
Εἶναι δὲ αὐτὸν λογικὸν καὶ τοὺς φρένας,
Καθαρόν τε τῶν σαρκικῶν μολυσμάτων,
Πρᾶον, ταπεινὸν, ἡσύχιον ὑπάρχειν,
Ἐξαγγελτικὸν καὶ τῆς εἰρήνης τέκνον,
Ἐγκρατῆ εἶναι βρωμάτων καὶ πομάτων,
Καὶ τῇ προσευχῇ σχολάζειν ἀνενδότως,
Ἐν πᾶσι τούτοις, ἀρχὴν καὶ τέλος ἔχειν,
Τὸ κεφάλαιον ἀρετῶν, τὴν ἀγάπην.
Εἰς τὸν τυφλὸν, ὃν ὁ Χριστὸς ἐθεράπευσεν, καὶ εἰς τὸν Ζακχαῖον, καὶ περὶ κρίσεως, καὶ ἐλεημοσύνης, ὁμιλία.
Πολλαὶ καὶ διάφοροι τῶν ἁγίων Γραφῶν αἱ διδασκαλίαι, μία δὲ χάρις ἡ πᾶσιν ἐπιλάμπουσα, καὶ μία πηγὴ διδασκαλίας τὸ Πνεῦμα τῆς ἀληθείας.
Καὶ ὅσα νόμος διαγορεύει, καὶ ὅσα προφῆται διδάσκουσιν, ὅσα ἀπόστολοι κηρύττουσιν, ὅσα τὸ Εὐαγγέλιον τῆς εὐσεβείας ὑπαγορεύει, ἀπὸ μιᾶς ὥσπερ τινὸς εὐθαλοῦς πηγῆς καὶ γονίμου περιέρχεται, τοῦ Πνεύματος τοῦ ἁγίου·
καὶ οὐκ ἔστιν οὔτε εἰπεῖν τι σεμνὸν, οὔτε νοῆσαι δεξιὸν, οὔτε πρᾶξαι θαυμαστὸν, μὴ τοῦ ἁγίου Πνεύματος ἐπιβεβαιοῦντος τὰ λεγόμενα, καὶ τὰ νοούμενα, καὶ τὰ πραττόμενα.
Κἂν γάρ τις τῇ ἀνθρωπίνῃ σοφίᾳ κομᾷ, καὶ λογισμοῖς ἀνθρωπίνοις ὠχυρωμένην ἔχῃ τὴν ψυχὴν, τὸν λόγον δὲ τοῦ Θεοῦ ἀποσείηται, εἰς οὐδέν ἐστι, καὶ εἰς οὐδὲν λογισθήσεται.
Ὁμιλία λεχθεῖσα ἐν τῷ μαρτυρίῳ τῷ ἐπὶ τῇ παλαιᾷ πέτρᾳ, ὀλίγων συλλεγέντων διὰ τὸν χειμῶνα· εἰς τὸ δεῖν συνεχῶς συνάγεσθαι, καὶ μὴ ἀπαγορεύειν τὴν σωτηρίαν ἐν ἁμαρτήμασιν ὄντας, ἀλλὰ μετάνοιαν ἐπιδείκνυσθαι.
Τοῦ ἐν Ἁγίοις Πατρός ἡμῶν Ἰωάννου τοῦ Χρυσοστόμου, Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως
Τί τοῦτο; τὴν πόλιν ἅπασαν παρεῖναι δέον σήμερον, οὐδὲ τὸ πολλοστὸν ἡμῖν ἀπήντηκε τοῦ συλλόγου μέρος; Τάχα ὁ πηλὸς αἴτιος καὶ ὁ ὑετός; Ἄπαγε· οὐχ ὁ πηλὸς, ἀλλ' ἡ ῥᾴθυμος καὶ ἡ ἀναπεπτωκυῖα γνώμη.
Τίνα γὰρ ἂν ἔχοιεν συγγνώμην οἱ ἀπολειφθέντες, ὅπου γε οἱ μὲν μάρτυρες καὶ αὐτῆς τῆς ζωῆς κατεφρόνησαν, αὐτοὶ δὲ ὑπὲρ τοῦ παραγενέσθαι οὐδὲ πηλοῦ κατετόλμησαν;
Πῶς μακαρίσω τοὺς παραγενομένους ὑμᾶς; πῶς ταλανίσω τοὺς ἀπολειφθέντας ἐκείνους, διά τε τὴν ἀπόλειψιν, διά τε τὴν αἰτίαν τῆς ἀπολείψεως;
Εὔδηλον γὰρ ὅτι βιωτικαῖς προσηλωμένοι φροντίσι, καὶ τὸν ἅπαντα λυμαινόμενον τῶν χρημάτων ἔρωτα σφοδρότερον ἐν ἑαυτοῖς ἀνάπτοντες, τῆς καλῆς ταύτης ἀπελείφθησαν ἑορτῆς.
Ἡ θεία Κοινωνία
Καί σάν ἔρθει ἡ στιγμή τῆς θείας Κοινωνίας καί πρόκειται νά πλησιάσεις τήν ἁγία Tράπεζα, πίστευε ἀκλόνητα πώς ἐκεῖ εἶναι παρών ὁ Xριστός, ὁ Bασιλιάς τῶν ὅλων. Ὅταν δεῖς τόν ἱερέα νά σοῦ προσφέρει τό σῶμα καί τό αἷμα τοῦ Κυρίου, μή νομίσεις ὅτι ὁ ἱερέας τό κάνει αὐτό, ἀλλά πίστευε ὅτι τό χέρι πού ἁπλώνεται εἶναι τοῦ Xριστοῦ.
Εἰς τὴν Μεσοπεντηκοστή
Εἰς τὸ, Ὅτε ἀνέβη ὁ Κύριος εἰς τὸ ἱερὸν, μεσούσης τῆς ἑορτῆς
καὶ εἰς τὸν Μελχισεδέκ. Τῇ μεσοπεντηκοστῇ.
Ῥοαὶ καὶ μῆλον καὶ φοίνιξ καὶ οἱ λοιποὶ τῶν ἀκροδρύων καρποὶ τὸν τοῦ σώματος ἡδύνουσι φάρυγγα·
θεῖοι δὲ λόγοι ἁγίων διδασκάλων ἀγάπῃ κεκερασμένοι,
τῇ ἀκοῇ τῆς διδασκαλίας παραπεμπόμενοι,
τὸν τῆς ψυχῆς γλυκαίνουσι λάρυγγα.
Καὶ ὥσπερ ὁ τοὺς καρποὺς τῶν δένδρων τρυγήσας,
ἐν τῇ τῶν καρπῶν μεταλήψει ἐπαίνους τοῖς δένδροις ἀποδίδωσιν·
ὡσαύτως καὶ ὁ τὰ θεῖα λόγια τῶν διδασκάλων ἐν τῷ καρτάλλῳ τῆς ἀκοῆς ἐντρυγήσας, εἶτα τῷ νῷ παραπέμψας, καὶ τὴν τοῦ λόγου γλυκύτητα γευσάμενος, τῷ διδασκάλῳ ἐπαίνους ἐκπέμπων ἐκ χειλέων λέγει·
Ὡς γλυκέα τῷ λάρυγγί μου τὰ λόγιά σου,
ὑπὲρ μέλι καὶ κηρίον τῷ στόματί μου!
Ἰωάννου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ Χρυσοστόμου λόγος εἰς τὴν ἀνάστασιν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.
Ἀναστάσεως ἡμέρα, ἀγαπητοί, καὶ πρὸς ἀθανασίαν μετάβασις καὶ τῶν οὐρανίων ἀγαθῶν ἡ μετάληψις. σήμερον ἀγγέλων ἐπιστασίαι καὶ ἀνθρώπων ἀναγέννησις, σήμερον ἀρχαγγέλων χωροὶ καὶ πιστῶν χαρμονή, σήμερον ἀφθαρσίας εὐαγγελία καὶ ἀθανασίας προοίμια.
Διόπερ ἀκολούθως καὶ δικαίως προσηγόρευται ἡ ἡμέρα αὐτὴ κυριακή· «Αὕτη γὰρ ἡ ἡμέρα, φησίν, ἣν ἐποίησεν ὁ κύριος, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ». «Κυριακὴ» δὲ κέκληται, ἐπειδὴ τὸ κυριακὸν σῶμα ἐν αὐτῇ ἀνέστη καὶ πᾶσιν τὴν ἐκ νεκρῶν ἀνάστασιν ὑπέδειξεν. Τί δέ ἐστιν ἀνάστασις καὶ πόθεν τὴν προσηγορίαν ἔσχηκεν; Ἀνάστασίς ἐστιν ἡ τοῦ πεπτωκῶτος ἔγερσις καὶ ἡ τοῦ τεθνηκότος ἀνάκλισις.
Εἰς τὸν Ζακχαῖον τὸν τελώνην - Ἅγιος Ἰωάννης ὁ Χρυσόστομος
Οἱ τῶν καλῶν ἐρῶντες, οὐδὲν ἀπέχουσι τῶν διψώντων,
ὦ ἀγαπητοί.
Ὅσῳ γὰρ οὐχ εὑρίσκουσι τὸ ζητούμενον,
τοσούτῳ πρὸς τὴν δίψαν τῶν ποθουμένων ἐκκαίονται·
καὶ νύκτωρ μὲν φαντάζονται τὰς ποθουμένας,
ὡς διψῶντες, πηγάς·
μεθ' ἡμέραν δὲ τόπον ἐκ τόπου περιερχόμενοι,
ὄμμασι πολυκινήτοις περιβλεπόμενοι,
ζητοῦσι τὰ τῆς καρδίας ποθούμενα.
Καὶ ὥσπερ ὁδοιπόροι ἐν ὥρᾳ καύσωνος τὴν ἄνυδρον γῆν διατρέχουσιν,
ὑπὸ τῆς δίψης πιεσθέντες,
καὶ τὰς πηγὰς περιβλέπονται, ὡς πολλάκις
καὶ ἐπὶ βουνοὺς ἀνατρέχοντας αὐτοὺς ὅπου πηγή·
κἂν ἴδωσιν αὐτὴν πόῤῥωθεν, χαίρουσι,
καὶ ἐπιτείνονται τὴν πορείαν πρὸς αὐτὴν σπεύδοντες·
εἶτα ἐλθόντες ἐπὶ τὴν πηγὴν τὴν δίψαν τῷ ὕδατι παύουσι·
τοιοῦτοί εἰσιν οἱ φιλόχριστοι ἄνδρες.
Εἰς τὸ, Ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι τὸν σπόρον αὑτοῦ.
Ἡ παρθένος ἄρουρα ὑπὸ ἐμπείρων γεωργῶν τῇ τῶν βοῶν συνεργείᾳ τοῖς ἀρότροις αὐλακισθεῖσα, δέχεται τὰ σπέρματα, καὶ ταῖς βώλοις περιπτύξασα, πρῶτον βλαστάνει τὴν πόαν, εἶτα μηκύνει τὸν στάχυν, εἶτα πλήρη ἐν τῷ στάχυϊ τοῦ σίτου τὸν κόκκον προβάλλεται.
Τότε οἱ γεωργοὶ λαμπρὸν ὁρῶντες τῶν ἀσταχύων τὸ λήϊον, τῶν οἰκείων πόνων τὰς ἐλπίδας σεμνύνουσι, τὸν Θεὸν δὲ ἱκετεύειν εἰλικρινῶς σπεύδουσιν, ἵνα τῶν φαινομένων ἀγαθῶν τοὺς καρποὺς ἀβλαβεῖς διασώσῃ.
Εἰς τὴν Ἁγίαν καὶ Μεγάλην Πέμπτην - Ἁγίου Ἰωάννου τοῦ Χρυσοστόμου
Εἰς τὴν Προδοσία τοῦ Ἰούδα, Καὶ εἰς τὸ Πάσχα, καὶ εἰς τὴν παράδοσιν τῶν μυστηρίων, καὶ περὶ τοῦ μὴ μνησικακεῖν.
Τῇ ἁγίᾳ καὶ μεγάλῃ Πέμπτῃ. Ὁμιλία αʹ.
αʹ. Ὀλίγα ἀνάγκη σήμερον πρὸς τὴν ὑμετέραν ἀγάπην εἰπεῖν·
ὀλίγα δὲ ἀνάγκη εἰπεῖν,
οὐκ ἐπειδὴ τῷ πλήθει τῶν λεγομένων ὑμεῖς βαρύνεσθε·
οὐδὲ γὰρ ἔστιν ἑτέραν πόλιν εὑρεῖν οὕτως ἐρωτικῶς πρὸς τὴν ἀκρόασιν τῶν πνευματικῶν λογίων διακειμένην.
Οὐ τοίνυν διὰ τοῦτο ὀλίγα λέγομεν,
ἐπειδὴ ἀποκναίομεν ὑμᾶς τῷ πλήθει,
ἀλλ' ἐπειδὴ ἀναγκαία τῆς βραχυλογίας σήμερον ἡ αἰτία·
καὶ γὰρ ὁρῶ πολλοὺς τῶν πιστῶν ἐπειγομένους πρὸς τὴν τῶν φρικτῶν μυστηρίων κοινωνίαν.
Ἵν' οὖν μήτ' ἐκείνης τῆς τραπέζης ἀποτύχωσι,
μήτε ταύτης ἐκπέσωσιν,
ἀνάγκη σύμμετρον ποιήσασθαι τὴν ἑστίασιν,
ἵν' ἑκατέρωθεν ὑμῖν τὸ κέρδος γένηται,
καὶ ἀπὸ ταύτης ἐφοδιασθέντες καὶ τῶν παρ' ἡμῶν λόγων, οὕτως ἀπέλθητε, καὶ μετὰ φόβου καὶ τρόμου
καὶ τῆς προσηκούσης εὐλαβείας τῇ φοβερᾷ
καὶ φρικτῇ προσέλθητε κοινωνίᾳ.
Εἰς Μάρθαν καὶ Μαρίαν καὶ Λάζαρον, καὶ Ἠλίαν τὸν προφήτην.
Ὅσοι τῆς ∆εσποτικῆς ἀναστάσεως ἔρωτα φέρετε,
τῆς ἀρτίως ἀναγνωσθείσης μαρτυρίας τὸ φιλόχριστον μύρον γνησίως ὑποδέξασθε.
Ἤδη γὰρ Μαρία μυρίζει, καὶ ἡ Ἐκκλησία εὐωδιάζεται·
ἤδη τὸ ἀλάβαστρον κενοῦται, καὶ τὸ θυσιαστήριον θυμηδίας πληροῦται.
Είς Εὐτρόπιον - Ἁγίου Ιωάννου Χρυσοστόμου
Πρόλογος
Οἱ δύο λόγοι «Εἰς Εὐτρόπιον» τοῦ ἁγίου Ἰωάννου τοῦ Χρυσοστόμου (354-407) εἶναι ἀναμφισβήτητα ἀπό τά πιό ἀντιπροσωπευτικά δείγματα τόσο τῆς ρητορικῆς δεινότητος ὅσο καί τῆς ποιμαντικῆς δεξιοτεχνίας τοῦ μεγάλου ἱεράρχη.
Ἀλλά ποιός ἦταν ὁ Εὐτρόπιος; Ἕνας εὐφυής καί πανοῦργος αὐλικός, πού εἶχε κατορθώσει μέ τέχνασμα νά δώσει ὡς σύζυγο στόν τότε αὐτοκράτορα Ἀρκάδιο (395-408) τήν Εὐδοξία, πανέμορφη κόρη στρατιωτικοῦ. Κερδίζοντας ἔτσι τήν εὔνοια τῆς νεαρῆς αὐτοκράτειρας, ἀναρριχήθηκε στήν ἐξουσία καί σύντομα ἔγινε πρωθυπουργός. Πανίσχυρος καί ἀσύδοτος καθώς ἦταν, χρησιμοποιοῦσε ἀδίσταχτα κάθε µέσο γιά νά ἱκανοποιεῖ τήν ἀχαλίνωτη φιλοδοξία καί τήν ἀκόρεστη πλεονεξία του. Ὁ λαός τόν μισοῦσε καί ὁ ἱερός Χρυσόστομος ἀσκοῦσε δριμύτατο ἔλεγχο τῶν παρονομιῶν καί τῶν ἐγκλημάτων του.
Χριστός Γεννάται - Αγίου Ιωάννου του Χρυσοστόμου
Γέροντος Ιωσήφ του Βατοπαιδινού
Μυστήριο παράξενο και παράδοξο αντικρίζω. Βοσκών φωνές φτάνουν στ' αυτιά μου. Δεν παίζουν σήμερα με τις φλογέρες τους κάποιον τυχαίο σκοπό. Τα χείλη τους ψάλλουν ύμνο ουράνιο. Οι άγγελοι υμνολογούν, οι αρχάγγελοι ανυμνούν, ψάλλουν τα Χερουβείμ και δοξολογούν τα Σεραφείμ. Πανηγυρίζουν όλοι, βλέποντας το Θεό στη γη και τον άνθρωπο στους ουρανούς. Σήμερα η Βηθλεέμ μιμήθηκε τον ουρανό:
Αντί γι' αστέρια, δέχτηκε τους αγγέλους•
αντί για ήλιο, δέχτηκε τον Ήλιο της δικαιοσύνης.
Και μη ζητάς να μάθεις το πως.
Γιατί όπου θέλει ο Θεός, ανατρέπονται οι φυσικοί νόμοι.
Εκείνος λοιπόν το θέλησε. Και το έκανε.
Κατέβηκε στη γη κι έσωσε τον άνθρωπο. Όλα συνεργάστηκαν μαζί Του γι' αυτόν το σκοπό.
Σήμερα γεννιέται Αυτός που υπάρχει αιώνια και γίνεται αυτό που ποτέ δεν υπήρξε.
Είναι Θεός και γίνεται άνθρωπος! Γίνεται άνθρωπος και πάλι Θεός μένει!
Λόγος εἰς τὸ ἅγιον Πάσχα - Ἁγίου Ἰωάννου τοῦ Χρυσοστόμου
ΧΡΙΣΤΟΣ ΑΝΕΣΤΗ
εκ νεκρών,
θανάτω θάνατον πατήσας
και τοις εν τοις μνήμασιν,
ζωήν χαρισάμενος.
Εἰς τὴν Χριστοῦ γέννησιν λόγος - Ἰωάννου τοῦ Χρυσοστόμου
Καλῶς καὶ ὠφελίμως οἱ προλαβόντες ἱερεῖς καὶ τὴν ἡμέραν ἐγκωμιάσαντες, τὸν Δεσπότην τῆς ἡμέρας ἐδόξασαν καὶ ἡμᾶς τοὺς ἀκροατὰς πνευματικῶς ᾠκοδόμησαν.
Ἐχρῆν μὲν ἡμᾶς τοὺς ἀμαθεῖς σιωπᾶν, ἐπειδὴ μάλιστα καὶ ἡ σὰρξ ἀσθενὴς καὶ ἡ γλῶσσα τραυλὴ καὶ ἡ διάνοια ῥᾳθυμοτέρα καθέστηκεν.
Εὐχὴ τοῦ ἁγίου Ἰωάννου τοῦ Χρυσοστόμου
Ὁ ἀγαθὸς καὶ φιλάνθρωπος Θεός,
ἐλέησον ἡμᾶς.
Ὁ πλούσιος ἐν ἐλέει
καὶ ὁ ἀγαθὸς ἐν οἰκτιρμοῖς,
ἐλέησον ἡμᾶς.
Ὁ τέλειος καὶ ἀθάνατος νοῦς,
ἐλέησον ἡμᾶς.
Ὁ ἀκοίμητος ὀφθαλμὸς καὶ ἀπερινόητος,
ἐλέησον ἡμᾶς.
Ἡ ἀγάπη τῶν ἀνθρώπων καὶ τοῦ Χριστοῦ - Ἰωάννου Χρυσοστόμου
Ὅπου εἶναι συγκεντρωμένοι δυὸ ἤ τρεῖς στὸ ὄνομά μου, ἐκεῖ ἀνάμεσά τους εἶμαι καὶ ἐγώ», λέει ὁ Χριστός.
Τὶ λοιπόν, δὲν ὑπάρχουν δυὸ ἤ τρεῖς συγκεντρωμένοι στὸ ὄνομά του; Ὑπάρχουν βέβαια, ἀλλὰ πολὺ σπάνια.
Φυσικὰ δὲν ἐννοεῖ ἁπλῶς μιὰ συγκέντρωση ἀνθρώπων, οὔτε πάλι αὐτὸ μόνο ἐπιζητεῖ, ἀλλὰ ὅπως ἀνέφερα καὶ νωρίτερα, μαζὶ μὲ τὴν τυπικὴ σύναξη θέλει πολύ περισσότερο καὶ τὴν ἀρετὴ τῆς ἀγάπης.
Ἔπειτα καὶ αὐτὴ ἡ ἴδια ἡ συγκέντρωση, ἀπαιτεῖ νὰ γίνεται μὲ κάθε προσοχή.
Γιατὶ αὐτὸ ποὺ λέει, σημαίνει τὸ ἑξῆς. Ἄν κάποιος θέτει ἐμένα σὰν προϋπόθεση τῆς φιλίας του πρὸς τὸν πλησίον του, θὰ βρίσκομαι μαζί του, ἄν καὶ αὐτὸς εἶναι ἐνάρετος καὶ πρὸς τίς ὑπόλοιπες ὑποχρεώσεις ποὺ ἔχει.
Σήμερα ὅμως βλέπουμε, ὅτι οἱ περισσότεροι ἔχουν ἄλλες αἰτίες, ὅταν γίνονται φίλοι.
Ὁ ἕνας ἄνθρωπος ἀγαπᾶ τὸν ἄλλο, γιατὶ γνωρίζει ὅτι τὸν ἀγαπᾶ καὶ ἐκεῖνος· ὁ ἄλλος, γιατὶ κάποτε τιμήθηκε, ἀπόκτησε τιμή· ὁ ἄλλος, γιατὶ κάποιος δικός του μεσολάβησε καὶ τὸν ἐξυπηρέτησε σὲ μιὰ κοσμικὴ ὑπόθεση· ὁ ἄλλος, πάλι γιὰ κάποια παρόμοια αἰτία.
Ἀρκεῖ σοι ἡ χάρις μου· ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται
Ὅτε τὸν παναρμόνιον τουτονὶ κόσμον ἐξ ἀρχῆς ἔπλαττεν ὁ Θεὸς, θαύματα ἐπὶ θαύμασιν εἰργάσατο,
οὐ νόμῳ φύσεως δουλεύων,
ἀλλ' ἐξουσίᾳ δυνάμεως πάντα τεκταινόμενος.
Οἷόν τι λέγω·
Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν.
Εἶδες τάξιν καὶ ἀκολουθίαν;
Πρότερον τὸν ὄροφον, καὶ τότε τὸ ἔδαφος.
Ὅπερ γὰρ εἶπον, οὐ νόμῳ φύσεως ἐδούλευεν,
οὐδὲ τάξει τέχνης, ἀλλ' ἐξουσίᾳ δυνάμεως.
Εἱστήκει ἡ στέγη, καὶ τὸ ἔδαφος οὐκ ἐφαίνετο·
ἡ γὰρ δύναμις τοῦ ἐργαζομένου πάντα διεκράτει.
Ἐρώτησον τὸν αἱρετικόν·
Εἰπέ μοι, πῶς ἡ στέγη ἐγένετο, καὶ τὸ ἔδαφος οὐχ ὑπέκειτο;
εἰπέ μοι τὸν λογισμὸν, εἰπέ μοι τὸν τρόπον.
Ἀλλὰ σιγᾷς, καὶ πίστει σεαυτῷ παραχωρεῖς.
Περὶ ὑπομονῆς, καὶ περὶ συντελείας τοῦ αἰῶνος τούτου... Ἁγίου Ἰωάννου τοῦ Χρυσοστόμου
Περὶ ὑπομονῆς, καὶ περὶ συντελείας τοῦ αἰῶνος τούτου, καὶ δευτέρας παρουσίας, ἀδιαδόχου τε τῶν δικαίων βασιλείας, καὶ ἀτελευτήτου τῶν ἁμαρτωλῶν κολάσεως· ὑπόθεσίς τε ἐξομολογήσεως, καὶ πρὸς τὴν τῶν θείων Γραφῶν μελέτην προτροπὴ, τίνες τε αἱ μεθοδεῖαι τοῦ Ἐχθροῦ, καὶ τί τὸ τῆς ἡσυχίας ὠφέλιμον.
Λαμπρὸς ὁ βίος τῶν δικαίων·
πῶς δὲ λαμπρύνεται, ἀλλ' ἢ διὰ τῆς ὑπομονῆς;
Ταύτην κτησάμενος ἀγάπησον, ὦ ἀδελφὲ,
ὡς τῆς ἀνδρείας μητέρα·
ὁ μὲν γὰρ ψαλμὸς παραινεῖ λέγων·
Ὑπόμεινον τὸν Κύριον, καὶ φύλαξον τὴν ὁδὸν αὐτοῦ.
Ὁ δὲ Παῦλος ὅπως κτήσῃ τὴν ἀρετὴν, λέγει·
Ἡ θλῖψις ὑπομονὴν κατεργάζεται.
Ταύτην μετερχόμενος, εὑρήσεις τὴν πηγὴν τῶν ἀγαθῶν, τὴν ἐλπίδα·
Ἡ δὲ ἐλπὶς οὐ καταισχύνεται.
Ὑποτάγηθι τοίνυν τῷ Κυρίῳ, καὶ ἱκέτευσον αὐτῷ, καὶ εὑρήσεις ἐκ τούτου τὸ, καὶ δῴη σοι τὰ αἰτήματα τῆς καρδίας σου.
Τί τούτου μακαριώτερον, τοῦ κεκτῆσθαι βασιλέως τοιούτου ἀκοὴν εὐμενῆ;
τίς οὐ θελήσει ἀνεῳγμένην ἔχειν καὶ ὑπακούουσαν τοῦ κριτοῦ τὴν ἀκοήν;
Ἐργάτης τυγχάνεις τῆς ἀρετῆς, ἀδελφέ·
ἐμισθώσατό σε Χριστὸς εἰς τὸν ἀμπελῶνα αὐτοῦ·
ὡς καιρὸν ἔχεις, ἐργάζου τὸ ἀγαθόν.
Mετά τόν ἐκκλησιασμό
Ἐμεῖς ἄς ἀναχωροῦμε ἀπό τή θεία Λειτουργία σάν λιοντάρια πού βγάζουν φωτιά, ἔχοντας γίνει φοβεροί ἀκόμα καί στό διάβολο. Γιατί τό ἅγιο αἷμα τοῦ Κυρίου πού κοινωνοῦμε, ποτίζει τήν ψυχή μας καί τῆς δίνει μεγάλη δύναμη. Ὅταν τό μεταλαβαίνουμε ἄξια, διώχνει τούς δαίμονες μακριά καί φέρνει κοντά μας τούς ἀγγέλους καί τόν Κύριο τῶν ἀγγέλων.
Παραμονή ὥς τήν ἀπόλυση
Ἦρθες, λοιπόν, στήν ἐκκλησία καί ἀξιώθηκες νά συναντήσεις τό Xριστό; Mή φύγεις, ἄν δέν τελειώσει ἡ ἀκολουθία. Ἄν φύγεις πρίν τήν ἀπόλυση, εἶσαι ἔνοχος ὅσο κι ἕνας δραπέτης. Πηγαίνεις στό θέατρο καί, ἄν δέν τελειώσει ἡ παράσταση, δέν φεύγεις.
Κάθε πότε νά κοινωνοῦμε;
Ὑπάρχει κι ἕνα ἄλλο θέμα: Πολλοί κοινωνοῦν μιά φορά τό χρόνο, ἄλλοι δύο φορές, ἄλλοι περισσότερες. Ποιούς ἀπ’ αὐτούς θά ἐπιδοκιμάσουμε; Ὅσους μιά φορά, ὅσους πολλές ἤ ὅσους λίγες φορές μεταλαβαίνουν; Oὔτε τούς μία οὔτε τούς πολλές οὔτε τούς λίγες, μά ἐκείνους πού πλησιάζουν στό ἅγιο Ποτήριο μέ καρδιά ἁγνή, μέ βίο ἀνεπίληπτο. Aὐτοί ἄς κοινωνοῦν πάντα.
Προσοχή καί προσευχή
Ἀλλά καί ἡ διαγωγή μας, ὅσο βρισκόμαστε μέσα στό ναό, ἄς εἶναι ἡ πρέπουσα, ὅπως ἁρμόζει σέ ἄνθρωπο πού βρίσκεται μπροστά στό Θεό. Nά μήν ἀσχολούμαστε μέ ἄσκοπες συζητήσεις, μά νά στεκόμαστε μέ φόβο καί τρόμο, μέ προσοχή καί προθυμία, μέ τό βλέμμα στραμμένο στή γῆ καί τήν ψυχή ὑψωμένη στόν οὐρανό.
Ἡ ἀμφίεσή μας
Mά καί ἡ ἐνδυμασία μας στό ναό νά εἶναι καλή ἀπό κάθε πλευρά. Nά εἶναι κόσμια καί ὄχι ἐξεζητημένη. Γιατί τό κόσμιο εἶναι σεμνό, ἐνῶ τό ἐξεζητημένο εἶναι ἄσεμνο.
Ἡ προσέλευσή μας στό ναό
Σᾶς παρακαλῶ, λοιπόν, καί σᾶς ἱκετεύω, ἄς προτιμᾶμε ἀπό ὁποιαδήποτε ἄλλη ἀσχολία καί φροντίδα τόν ἐκκλησιασμό. Ἄς τρέχουμε πρόθυμα, ὅπου κι ἄν βρισκόμαστε, στήν ἐκκλησία.
Γιατί δέν ἐκκλησιάζεσαι;
Παρ’ ὅλα αὐτά, λίγοι εἶναι ἐκεῖνοι πού ἔρχονται στήν ἐκκλησία. Tί θλιβερό! Στούς χορούς καί στίς διασκεδάσεις τρέχουμε πρόθυμα. Tίς ἀνοησίες τῶν τραγουδιστῶν τίς ἀκοῦμε μέ εὐχαρίστηση. Tίς αἰσχρολογίες τῶν ἠθοποιῶν τίς ἀπολαμβάνουμε γιά ὧρες, δίχως νά βαριόμαστε. Καί μόνο ὅταν μιλάει ὁ Θεός, χασμουριόμαστε, ξυνόμαστε καί ζαλιζόμαστε.
Λιμάνια πνευματικά οἱ ναοί
Ὁ ἐκκλησιασμός
Λιμάνια πνευματικά οἱ ναοί
Ὁ Ἐκκλησιασμός
Ἁγίου Ἰωάννου τοῦ Xρυσοστόμου
O EΚΚΛHΣIAΣMOΣ
Πρόλογος
H ΠIΣTH στό Θεό καί ἡ συμμετοχή στή θεία λατρεία, προπαντός στήν εὐχαριστιακή σύναξη, ἀποτελοῦν γιά κάθε ζωντανό μέλος τῆς Ἐκκλησίας δυό πραγματικότητες ἀξεχώριστες. Ὁ ἀληθινός χριστιανός δέν μπορεῖ νά ζήσει χωρίς τή θεία Λειτουργία. Tά ὑπερῶα τοῦ Mυστικοῦ Δείπνου καί τῆς Πεντηκοστῆς, πού συνέχειά τους εἶναι οἱ ἱεροί ναοί, ἀποτελοῦν κατεξοχήν τούς τόπους τῆς παρουσίας τοῦ Θεοῦ καί τῆς διανομῆς τῶν θείων χαρισμάτων. Ἡ «ὁμοθυμαδὸν ἐπὶ τὸ αὐτό» προσκαρτέρηση τῶν πιστῶν ἐκφράζει τήν ἑνότητα τοῦ ἐκκλησιαστικοῦ σώματος, πού ἐδῶ καί τώρα προγεύεται τά ἀγαθά τῆς βασιλείας τοῦ Θεοῦ. Aὐτή τήν ἀλήθεια ἀπηχοῦν καί οἱ ἅγιοι Πατέρες τῆς Πενθέκτης Συνόδου (691), ὅταν παραγγέλλουν ν' ἀποκόπτεται ἀπό τό σῶμα τῆς Ἐκκλησίας ἐκεῖνος πού, χωρίς σοβαρό λόγο, δέν ἐκκλησιάζεται γιά τρεῖς συνεχεῖς Κυριακές.
Ὁ τακτικός ἐκκλησιασμός δέν ἀποτελεῖ γιά τόν πιστό μιάν ἁπλή καλή συνήθεια, ἕνα τυπικό θρησκευτικό καθῆκον, μιά κοινωνική ὑποχρέωση ἤ ἔστω μιά ψυχολογική διέξοδο ἀπό τόν ἀσφυκτικό κλοιό τῆς καθημερινότητος. Ἀντίθετα, μέ τήν προσέλευσή του στό ναό ἐκφράζει μιάν ὑπαρξιακή του ἀνάγκη. Tήν ἀνάγκη νά ζήσει ἀληθινά, αὐθεντικά. Nά συναντήσει τήν Πηγή τῆς ζωῆς του, τό Δημιουργό του, καί νά ἑνωθεῖ μαζί Tου. Nά ἐκφράσει τήν ἀγάπη καί τήν εὐλάβειά του στήν Παναγία μας καί στούς Ἁγίους, τούς φίλους τοῦ Θεοῦ. Nά νιώσει δίπλα του τούς πνευματικούς του ἀδελφούς.
Εἰς τὸν παραλυτικὸν
Εἰς τὸν παραλυτικὸν διὰ τῆς στέγης χαλασθέντα, ὅτι οὐκ αὐτός ἐστιν ὁ παρὰ τῷ Ἰωάννῃ κείμενος· καὶ περὶ τῆς τοῦ Υἱοῦ πρὸς τὸν Πατέρα ἰσότητος.
αʹ. Περιτυχόντες πρῴην τῷ παραλυτικῷ περὶ τὴν κολυμβήθραν ἐπὶ τῆς κλίνης κειμένῳ,
πολὺν καὶ μέγαν εὑρήκαμεν θησαυρὸν,
οὐχὶ γῆν διορύξαντες,
ἀλλὰ τὴν διάνοιαν αὐτοῦ διασκάψαντες·
εὑρήκαμεν θησαυρὸν οὐχὶ ἀργύριον ἔχοντα καὶ χρυσίον καὶ λίθους τιμίους,
ἀλλὰ καρτερίαν καὶ φιλοσοφίαν καὶ ὑπομονὴν
καὶ πολλὴν τὴν πρὸς τὸν Θεὸν ἐλπίδα,
ἣ παντὸς χρυσίου καὶ πάσης εὐπορίας ἐστὶ τιμιωτέρα.
Φύσηξε ὁ ἄνεμος καὶ σκόρπισε τὰ φύλλα...
Ὁ Εὐτρόπιος ὑπῆρξε ὕπατος(=ἀνώτατος ἄρχοντας τοῦ κράτους), σύγχρονος τοῦ Ἁγίου Ἰωάννου τοῦ Χρυσοστόμου. Κατόρθωσε νά γίνει ὁ στενότερος σύμβουλος τοῦ αὐτοκράτορα Θεοδοσίου καί μετέπειτα νά ἀνέλθει στό ἀξίωμα τοῦ ὑπάτου (395). Ὑπῆρξε ἰδιαίτερα ἀντιπαθής στό λαό λόγω τῆς σκληρότητας καί τῆς φιλαργυρίας του. Ἐπακολούθησε ἡ καθαίρεσή του ἀπό τήν αὐτοκράτειρα Εὐδοξία καί τόν Γότθο ἀρχηγό τῶν μισθοφορικῶν στρατευμάτων Γαϊνᾶ. Ὁ λόγος τοῦ Ἁγίου Ἰωάννου πρός τόν Εὐτρόπιο γράφθηκε τό 399 μετά τήν ἐκτέλεσή του, παρά τίς προσπάθειες τοῦ Ἁγίου Ἰωάννου γιά τήν ἀκύρωση τῆς θανατικῆς του ποινῆς.
ΟΜΙΛΙΑ ΕΙΣ ΕΥΤΡΟΠΙΟΝ
ΕΥΝΟΥΧΟΝ ΠΑΤΡΙΚΙΟΝ ΚΑΙ ΥΠΑΤΟΝ
Πάντοτε μέν, ἰδιαιτέρως ὅμως τώρα εἶναι κατάλληλος ὁ καιρὸς νὰ ποῦμε:
Ματαιότητα ματαιοτήτων, καὶ ὅλα εἶναι ματαιότητα.
Ποῦ εἶναι τώρα ἡ ἐντυπωσιακὴ πρωθυπουργικὴ στολή;
Ποῦ εἶναι οἱ πανηγυρικοὶ φωτισμοί, τὰ χειροκροτήματα, οἱ χοροί, τὰ συμπόσια καὶ τὰ πανηγύρια;
Ποῦ εἶναι τὰ στεφάνια καὶ οἱ πολύτιμες χλαμύδες καὶ ὁ θόρυβος τῆς πόλεως καὶ οἱ ζητωκραυγὲς τοῦ ἱπποδρόμου καὶ οἱ κολακεῖες τῶν θεατῶν;
Ὅλα ἐκεῖνα χάθηκαν.
Φύσηξε ὁ ἄνεμος καὶ σκόρπισε τὰ φύλλα καὶ μᾶς παρουσίασε γυμνὸ τὸ δένδρο νὰ σείεται μέχρι τὶς ρίζες του...
Εἰς προδοσίαν τοῦ Ἰούδα, καὶ εἰς τὸ πάθος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Τῇ ἁγίᾳ πέμπτῃ.
Στυγνὴν τὴν Ἐκκλησίαν ὁρῶ, σκυθρωπάζουσαν μορφὴν τὴν τοῦ οἰκείου υἱοῦ προδοσίαν σημαίνουσαν. ∆εινὸν γὰρ τὸ μελετηθὲν, καὶ φόνος τὸ κατασκευασθὲν, καὶ κριτὴς ὁ ταῦτα πάσχων νεκρῶν καὶ ζώντων οὐράνιος. Τὸ δὲ πάντων δεινότερον, ἄφνω ἐχθρὸς καὶ ἐπίβουλος ὁ πρὸ μικροῦ μαθητὴς καὶ ὑπήκοος, ἀθρόως θηρίον τὸ πρόβατον, ἀποστάτης φωτὸς ὁ ἀπόστολος, πράτης ∆εσπότου ὁ δοῦλος ἀσύμφωνος, τῶν ἕνδεκα μαθητῶν ὁ δωδέκατος.
Ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ οἰκοδεσπότῃ
Νῦν γοῦν ἐξυπνίσθητε, νῦν γοῦν γρηγορήσατε,
νῦν γοῦν ἐπιστρέψατε, νῦν γοῦν σωφρονήσατε.
Ὑπάγετε καὶ ὑμεῖς εἰς τὸν ἀμπελῶνά μου
Βλέπετε, πῶς ὑμᾶς ἀγαπῶ·
οὐ περιώρισα τῷ ὄρθρῳ τὸ κήρυγμα,
οὐκ ἀπετείχισα τοῖς δευτέροις τὴν πρόσοδον,
οὐ περιέκλεισα τῇ πρώτῃ κλήσει τὴν ὑμετέραν ἐπιστροφήν·
πᾶσαν ὥραν ὑμῖν ἐχαρισάμην πρὸς μετάνοιαν·
πᾶσαν ἡλικίαν ἐναγκαλίζομαι.
Κἂν βρέφη προσενεχθῇ μοι, χαίρων προσίεμαι·
ἐγὼ γάρ εἰμι τῶν βρεφῶν δημιουργὸς,
καὶ πατὴρ καὶ μήτηρ, καὶ τροφεὺς καὶ τροφή·
κἂν παῖδες ὑποψελλίζοντες προσφύγωσιν, ἥδομαι·
κἂν νεώτεροι προσχωρήσωσιν,
μᾶλλον εὐφραίνομαι·
κἂν ἄνδρες τέλειοι προσδράμωσιν, ὑποδέχομαι·
πάντας τοὺς μετὰ πίστεως προστρέχοντας ὡς ἀδελφοὺς ἐμοὺς περιπτύσσομαι.
Ὑπάγετε καὶ ὑμεῖς εἰς τὸν ἀμπελῶνα.
Οὐ λογίζομαι τῶν παρελθουσῶν ὡρῶν τὴν ζημίαν, ἐὰν ἴδω προθυμίαν ταλαντευομένην τῇ ῥᾳθυμίᾳ·
οὐ μειῶ τῆς ἡμέρας τοὺς μισθοὺς, ἐὰν τοὺς προφθάσαντας ὑμᾶς ἐπιφθάσαι σπουδάζητε.
Εἰς τὴν παραβολὴν περὶ συκῆς
Ὀφθαλμὸς μὲν ὁρῶν
ἢ δένδρον ἀνθοφόρον,
ἢ πηγὴν ὑδροτόκον, ὑπ' αὐτῆς τῆς θέας ἕλκεται,
καὶ τὸν τῆς καρδίας νοῦν μεταστρέφει ἐκεῖ.
Ὁμοίως δὲ καὶ ὁ ἀκούων διὰ λόγων πράξεις καὶ ἱστορίας, πρὸς ἐκείνας τὴν διάνοιαν ἀνατείνει, ὡς εἶναι τὸν τοιοῦτον τῷ μὲν σώματι ἐν τῷδε τῷ τόπῳ, τῇ δὲ διανοίᾳ ἐν ἐκείνῳ τῷ τόπῳ, ἔνθα ὁ λόγος τῆς ἱστορίας διαστρέφει τὸ πρᾶγμα.
Τοιοῦτόν τι καὶ ἐμοὶ συμβέβηκεν, ἀγαπητοί.
Ἀκούσας γὰρ τοῦ εὐαγγελιστοῦ διηγουμένου τὰ ἐν Βηθανίᾳ κατὰ τὴν συκῆν γεγονότα πράγματα, ὧδε μέν εἰμι τῷ σώματι·
τῇ δὲ διανοίᾳ ἐμαυτὸν εἶναι ἐκεῖ φαντάζομαι·
καὶ οἴομαι νῦν ἀκολουθεῖν τῷ ∆εσπότῃ Ἰησοῦ,
καὶ ὁρᾷν τὴν συκῆν πρὸ μὲν τοῦ ∆εσποτικοῦ προστάγματος ἀνθηρὰν καὶ κατάκομον, μετὰ δὲ τὸ Κυριακὸν πρόσταγμα στυγερὰν καὶ κατάξηρον.
Περὶ εἱμαρμένης τε καὶ προνοίας
Πολλῆς γέμει ταραχῆς ἡμῶν ἡ ζωὴ,
καὶ θορύβων μεστὸς ὁ παρὼν βίος ἐστίν·
ἀλλ' οὐ τοῦτό ἐστι τὸ χαλεπὸν, ἀγαπητοὶ,
ἀλλ' ὅτι τοὺς θορύβους τούτους καὶ τὰς ταραχὰς,
ἢ πρὸς τὸ πραότερον μεταθεῖναι δυνάμενοι,
ἢ μένοντες φέρειν ἀλύπως,
οὐδέτερον τούτων μεμελετήκαμεν,
ἀλλ' ἀποδυσπετοῦντες τὸν ἅπαντα διατελοῦμεν χρόνον·
καὶ ὁ μὲν πενίαν,
ὁ δὲ νόσον ὀδύρεται,
ἄλλος φροντίδων ὄγκον,
καὶ προστασίαν οἰκίας,
ἕτερος παιδοτροφίαν,
ἄλλος ἀπαιδίαν.
Καὶ θέα τῆς ἀνοίας τὴν ὑπερβολήν·
οὐ γὰρ ἐπὶ τοῖς αὐτοῖς πράγμασιν,
ἀλλ' ἐπὶ τοῖς ἐναντίοις ἴσως πάντες θρηνοῦμεν.
Ἀρκεῖ σοι ἡ χάρις μου· ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται.
αʹ. Ὅτε τὸν παναρμόνιον τουτονὶ κόσμον ἐξ ἀρχῆς ἔπλαττεν ὁ Θεὸς,
θαύματα ἐπὶ θαύμασιν εἰργάσατο,
οὐ νόμῳ φύσεως δουλεύων,
ἀλλ' ἐξουσίᾳ δυνάμεως πάντα τεκταινόμενος.
Οἷόν τι λέγω·
Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν.
Εἶδες τάξιν καὶ ἀκολουθίαν;
Πρότερον τὸν ὄροφον, καὶ τότε τὸ ἔδαφος.
Ὅπερ γὰρ εἶπον, οὐ νόμῳ φύσεως ἐδούλευεν,
οὐδὲ τάξει τέχνης,
ἀλλ' ἐξουσίᾳ δυνάμεως.
Εἱστήκει ἡ στέγη, καὶ τὸ ἔδαφος οὐκ ἐφαίνετο·
ἡ γὰρ δύναμις τοῦ ἐργαζομένου πάντα διεκράτει.
Ἐρώτησον τὸν αἱρετικόν·
Εἰπέ μοι, πῶς ἡ στέγη ἐγένετο, καὶ τὸ ἔδαφος οὐχ ὑπέκειτο;
εἰπέ μοι τὸν λογισμὸν, εἰπέ μοι τὸν τρόπον.
Ἀλλὰ σιγᾷς, καὶ πίστει σεαυτῷ παραχωρεῖς.
Περὶ μετανοίας
∆ιὰ τοῦτο συνεχῶς τὸν περὶ μετανοίας κινῶ λόγον,
ἵνα μήτε ὁ ἁμαρτάνων ἀπογινώσκῃ,
μήτε ὁ κατορθῶν μέγα φρονῇ.
∆ίκαιος εἶ; μὴ ἐκπέσῃς·
ἁμαρτωλὸς εἶ; μὴ ἀπογνῷς·
κἂν καθ' ἡμέραν ἁμαρτάνῃς, καθ' ἡμέραν μετανόει·
ὅπερ ἐν ταῖς οἰκίαις ποιοῦμεν ταῖς παλαιαῖς,
ὅταν σαθρωθῶσιν,
ὑπεξαιρούμεθα τὰ σεσαθρωμένα,
καὶ καινὰ ἐπισκευάζομεν,
καὶ οὐδέποτε συνεχοῦς ἐπιμελείας ἀπολείπομεν.
Εἰς τὴν Ἁγίαν Πεντηκοστήν
Εἰς τὴν Ἁγίαν Πεντηκοστήν, Καὶ διὰ τί σημεῖα νῦν οὐ γίνεται, καὶ ὅτι τὰ πραττόμενα καὶ λεγόμενα παρ' ἡμῶν ἀναγράφεται.
Ὁμιλία αʹ.
Πάλιν ἑορτὴ, καὶ πάλιν πανήγυρις, καὶ πάλιν ἡ Ἐκκλησία τῷ πλήθει τῶν τέκνων κομᾷ, ἡ πολύτεκνος αὕτη καὶ φιλότεκνος.
Ἀλλὰ τί τῆς φιλοτεκνίας ὄφελος, ὅταν ἑορταῖς μόνον, ἀλλὰ μὴ διηνεκῶς βλέπῃ τὰ ποθούμενα πρόσωπα τῶν παιδίων, ὥσπερ ἂν εἴ τις ἱμάτιον ἔχων καλὸν μὴ συγχωροῖτο αὐτῷ χρῆσθαι διηνεκῶς;
Ἱμάτιον γὰρ τῆς Ἐκκλησίας τῶν παραγινομένων τὸ πλῆθός ἐστι, καθάπερ καὶ ὁ προφήτης φησὶν ἄνωθεν πρὸς τὴν Ἐκκλησίαν λέγων·
Πάντας αὐτοὺς περιθήσεις ὡς κόσμον νυμφίου, καὶ ὡς στολὴν νύμφης.
Περὶ ζήλου καὶ εὐσεβείας, καὶ εἰς τὸν ἐκ γενετῆς τυφλόν
αʹ. Πηγὴ φωτὸς ὁ τοῦ Θεοῦ λόγος·
φωτὸς γὰρ γέμων, καὶ φωτὸς ἐκλάμπων,
φωτίζει καὶ περιαστράπτει τὰς τῶν πιστῶν διανοίας.
Αὐτὸς γὰρ ἐξ ἑαυτοῦ καὶ ἐν ἑαυτῷ λάμπει,
καὶ τοὺς ἀπολαύοντας αὐτοῦ καταυγάζει·
καὶ οὐ μόνον φωτίζει τῶν πιστῶν τὴν διάνοιαν,
ἀλλὰ καὶ ὄνομα φωτὸς χαρίζεται.
Ἡ γὰρ θεία Γραφὴ τοὺς τῇ ἀγνοίᾳ συντρόφους ὄντας,
καὶ τῇ ἀπιστίᾳ συζῶντας, δικαίως ὀνομάζει σκότος, μὴ δεχομένους τὴν λαμπάδα τῆς ἀληθείας, ἵνα ὦσιν υἱοὶ φωτός.
∆ιὰ τοῦτό φησι καὶ ὁ θεῖος ἀπόστολος Παῦλος·
Οὐκ ἐσμὲν υἱοὶ νυκτὸς, οὐδὲ σκότους,
ἀλλ' υἱοὶ φωτὸς καὶ ἡμέρας.
Καὶ ὡς ἀληθῶς υἱοὶ φωτός ἐσμεν οἱ τοῦ εὐαγγελικοῦ λόγου τοῦ λαληθέντος διὰ στόματος Θεοῦ·
Ἐγὼ γάρ εἰμι, φησὶν ὁ Χριστὸς, τὸ φῶς τοῦ κόσμου·
ὁ ἀκολουθῶν ἐμοὶ, οὐ μὴ περιπατήσει ἐν τῇ σκοτίᾳ, ἀλλ' ἕξει τὸ φῶς τῆς ζωῆς.
Ἐκεῖνος γὰρ λόγος ἐστὶ φωτὸς, ὃς ἐὰν πιστευθῇ παρ' ἡμῶν,
υἱὸς φωτὸς παρασκευάζει γενέσθαι.
Ὅθεν φησὶ καὶ ὁ Σωτήρ·
Ἕως τὸ φῶς ἔχετε, πιστεύετε εἰς τὸ φῶς,
ἵνα υἱοὶ φωτὸς γένησθε.
Ὡς γὰρ ἐπὶ τῶν σωμάτων τὸ αἰσθητὸν τὸ τοῦτο φῶς,
οὕτως ἐπὶ τῶν ψυχῶν ὁ νοερὸς τοῦ Θεοῦ λόγος·
καὶ ὅπερ ἐστὶν ἐν τῇ νυκτὶ τὸ σκότος, τοῦτο ἐν ταῖς πεπλανημέναις ψυχαῖς ἡ ἄγνοια.
Εἰς τὴν Σαμαρεῖτιν
Εἰς τὴν Σαμαρεῖτιν, καὶ εἰς τὸ, "Ἔρχεται ὁ Ἰησοῦς εἰς πόλιν τῆς Σαμαρείας, λεγομένην Συχάρ."
αʹ. Σήμερον ἡμῖν ὁ Χριστὸς τοὺς ἄθλους τῆς Σαμαρείτιδος ἀνεκήρυξεν·
καὶ χρὴ τὸν πτωχὸν λόγον
εἰς τὸ πέλαγος τῶν αὐτῆς κατορθωμάτων διαπλεῦσαι.
Ὁρῶ γὰρ αὐτῆς τὴν πίστιν,
καὶ τὸν ἐγκωμιαστικὸν αὐτῆς λόγον ἐξειπεῖν βούλομαι,
καὶ μεθ' ὑμῶν ἐπαινέσαι τὴν πτωχὴν καὶ πλουσίαν,
τὴν πόρνην καὶ ἀπόστολον,
τὴν ἄσωτον καὶ πιστὴν,
τὴν πολύγαμον καὶ πολυδύναμον,
τὴν πολλοὺς μιάνασαν,
καὶ τὸν μονογενῆ Λόγον τοῦ Θεοῦ θεραπεύσασαν,
τὴν μιανθεῖσαν, καὶ καθαρισθεῖσαν,
τὴν διψήσασαν, καὶ ὑδάτων ζώντων ἐπιθυμήσασαν,
καὶ τῶν ἐπουρανίων ναμάτων τὴν χάριν κληρονομήσασαν.
Λόγος εἰς τὰ βαΐα - Ἁγίου Ἰωάννου τοῦ Χρυσοστόμου
Ἤδη τῆς δεσποτικῆς πανηγύρεως προλάμπει τὰ χαρίσματα, ἤδη τῆς πανευφήμου ἑορτῆς προτρέχει τὰ μηνύματα, ἤδη τῆς καθολικῆς ἀναστάσεως ἀρραβῶνα δεξάμενος Λάζαρος τῷ κυρίῳ συνανάκειται, ἤδη τῆς δωρεᾶς τὸ μυστήριον τοὺς τῷ βαπτίσματι προστρέχοντας εὐωδιάζει, ἤδη ὁ πιστεύσας λαὸς εἰς ὑπάντησιν τῷ κυρίῳ προσδραμὼν βοᾷ λέγων, καθὼς ἀρτίως ἤκουες·
Ὡσαννὰ ἐν τοῖς ὑψίστοις,
εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου,
βασιλεὺς τοῦ Ἰσραήλ.
Εὐλογημένος ὁ ἐρχόμενος, ὁ ἀεὶ ἐρχόμενος καὶ ὢν μεθ' ἡμῶν καὶ ἔξω τῶν πιστῶν μηδαμῶς γινόμενος.
Εἰς τὸν Ἰωσὴφ καὶ περὶ σωφροσύνης
Οἱ ἐκ πελάγους μεγάλα σαλεύοντες κυβερνῆται, οἷς οὐκ ἤπειρος, οὐκ ὄρος, οὐ βουνὸς, οὐ σκόπελοί τινες τὴν χέρσον σημαίνουσι, πρός τινας ἀστέρας ἀποβλέποντες, καὶ πρὸς ἐκείνους τὸ σκάφος ῥυθμίζοντες ἀναυάγητοι διαμένουσιν·
Εἰς τὸν τίμιον καὶ ζωοποιὸν σταυρὸν, καὶ περὶ τῆς τῶν πρώτων ἀνθρώπων παραβάσεως.
Τί εἴπω, ἢ τί λαλήσω;
ἢ τίνας ὑμᾶς καλέσω;
πρόβατα, ἢ ποιμένας;
ναύτας, ἢ κυβερνήτας;
μαθητὰς, ἢ διδασκάλους;
πῶς ὑμῶν θαυμάσω τὸν ζῆλον τὸν πυρὸς λαβρότερον;
Εἰς τὴν ὑπαπαντὴν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ εἰς τὴν Θεοτόκον καὶ εἰς τὸν Συμεῶνα
Ἁγίου Ἰωάννου τοῦ Χρυσοστόμου
Οὐ μόνον φορεῖ σάρκα ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, ἀλλὰ καὶ κατὰ νόμον περιτέμνεται, ἵνα περιέλῃ τῆς Ἰουδαϊκῆς ἀπιστίας τὴν πρόφασιν.
Ἔρχεται γὰρ πρὸς νόμον ὑπὲρ νόμου, ἵνα τοὺς μαθητὰς ἐλευθερώσῃ διὰ τῆς πίστεως τοῦ νόμου·
καὶ λαμβάνει σάρκα, καὶ περιτέμνεται μετὰ Ἰουδαίων.
Ἐκοινώνησε σαρκὸς, ἐκοινώνησε καὶ περιτομῆς·
ἐβεβαίωσε τὴν συγγένειαν, ἵνα μὴ ἀρνήσωνται τὸν ἐρχόμενον ἐκ σπέρματος ∆αυῒδ Χριστὸν, ὃν καὶ προσεδόκων·
ἔδειξε τὸ τεκμήριον τῶν συγγενείας.
Εἰ γὰρ καὶ περιτεμνομένου αὐτοῦ ἔλεγον·
Οὐκ οἴδαμεν πόθεν ἐστίν·
εἰ μὴ περιετμήθη κατὰ σάρκα, ἔσχεν ἂν πρόφασιν εὔλογον αὐτῶν ἡ ἄρνησις.
Ὅτε τοίνυν ἐπληρώθησαν αἱ ἡμέραι ὀκτὼ τοῦ περιτεμεῖν τὸ παιδίον, ἦν Ἰησοῦς ἐκδεχόμενος τὴν αὔξησιν τοῦ ὀργάνου.
Ὁ θρίαμβος τῆς Ἐκκλησίας - Ἁγίου Ἰωάννου τοῦ Χρυσοστόμου
Ὁ θρίαμβος τῆς Ἐκκλησίας
Πρόλογος
Τὸ δῶρο τῆς πίστεως εἶναι ἀνεκτίμητο. Ἀλίμονο σ’ ὅποιον τὸ στερήθηκε. Ἡ ἀνεστιότητα καὶ ἡ ὀρφάνια θὰ ἐπηρεάζουν ἀδιάκοπα τὶς ἐκδηλώσεις του, θὰ τραυματίζουν βαθιὰ τὸν ψυχικό του κόσμο, θὰ τὸν ἀπογυμνώνουν σταδιακὰ ἀπὸ καθετὶ τὸ ἀνώτερο καὶ θὰ τὸν κατεβάζουν στὸ ἐπίπεδo τοῦ ἐξελιγμένου κτήνους, ἐκεῖ ἀκριβῶς ποὺ τοποθετοῦν τὸν ἄνθρωπο μὲ τὴ μυωπία τους οἱ ὑλιστές, γιὰ νὰ πετύχουν ἔτσι τὴν αὐτοδικαίωσή τους.
Εἰς τὴν Ὕψωσιν τοῦ τιμίου Σταυροῦ
Ἰωάννης Χρυσόστομος - Εἰς τὴν Ὕψωσιν τοῦ τιμίου Σταυροῦ
Πᾶσα μὲν ἡ ἀπὸ τῶν χειρόνων ἐπὶ τὰ κρείττονα μεταβολὴ μεγίστην χαρὰν καὶ εὐφροσύνην τῷ γένει τῶν ἀνθρώπων κατεργάζεται.
Πέφυκε γὰρ ἡ ἀνθρωπίνη φύσις, τῶν κρειττόνων ὀρεγομένη, ἀεὶ σπεύδειν ἐπὶ τὴν τῶν βελτιόνων κατάληψιν.
Οὕτω γοῦν ἡδεῖα τοῖς πλέουσιν ἡ ἐκ χειμῶνος εἰς εὐδίαν καὶ γαλήνην μετάβασις·
ἡδεῖα δὲ καὶ τοῖς ὁδοιπόροις ἡ ἐκ καμάτου ἐπ᾿ ἀνάπαυσιν ἡσυχία·
ἡδεῖα δὲ καὶ τοῖς λυπουμένοις ἡ ἐκ κατηφείας εἰς εὐφροσύνην μετάθεσις·
ἡδυτέρα δὲ καὶ τοῖς νοσοῦσιν ἡ ἐξ ἀσθενίας εἰς ὑγίειαν καὶ εὐρωστίαν ἀνάληψις·
ἡδεῖα δὲ καὶ τοῖς πολεμίοις ἡ ἀπὸ ἔχθρας εἰς φιλίαν καὶ εἰρήνην βεβαίωσις·
ἡδυτέρα δὲ καὶ ἡ ἀπὸ τοῦ σκότους καὶ τῆς νυκτὸς εἰς τὴν ἡμέραν μετάπτωσις.
Καὶ πᾶσα πρᾶξις, ὡς ἔστιν εἰπεῖν, ἡδυτέραν ἔχει τὴν ἐργασίαν, ὅταν ὄφελος μετὰ τοῖς ποθοῦσιν αὐτὴν ἀπεργάζηται.
Εἰς τὴν ὄρχησιν τῆς Ἡρωδιάδος, καὶ εἰς τὴν ἀποτομὴν τῆς κεφαλῆς Ἰωάννου τοῦ Προδρόμου καὶ Βαπτιστοῦ.
Ὥσπερ τις ἀνὴρ φιλέρημος ἔν τινι τόπῳ ἀλσώδει ὑπὸ δένδρα σκιαζόμενος,
ταῖς τῶν ὀρνέων καλλιφώνοις κλαγγαῖς,
καὶ ταῖς τῶν ὑδάτων εὐήχοις ῥοαῖς κυλινδούμενος πρᾶον ἔχει τὸ φρόνημα,
πᾶσιν ἀνθρώποις ὁ τοιοῦτος ἀρέσκει·
οὕτω καὶ ἡμεῖς ταῖς προλαβούσαις ἡμέραις τῇ πραείᾳ τοῦ Πνεύματος αὔρᾳ παρακαλούμενοι,
τὰ περὶ ἐλεημοσύνης ὑμῖν διελεγόμεθα.
Ὅτε δὲ τὸ Εὐαγγέλιον ἐκήρυξε τὴν Ἡρώδου παραφροσύνην, καὶ γυναικῶν ἀσέλγειαν, καὶ κῶμον ἀνδρῶν παραφρόνων, καὶ τράπεζαν ἐναγῆ, καὶ δῶρον ἀθέμιτον, καὶ ἔργον ἀνόσιον, καὶ κηδείαν σώματος σεμνοτάτου, ἄλλος ἐξ ἄλλου γεγένημαι.
Τῇ γὰρ ἐλευθερίᾳ, φησὶν, ᾗ Χριστὸς ὑμᾶς ἐξηγόρασε, στήκετε.
Μὴ γὰρ ἑαυτοὺς ἠλευθερώσατε, ὅτι πάλιν ἐπὶ προτέραν τρέχετε δεσποτείαν;
ἀλλ' αὐτός ἐστιν ὁ ὑμᾶς ἐξηγορακὼς, ἄλλος ὁ τὴν τιμὴν δοὺς ὑπὲρ ὑμῶν;
Ὁρᾷς δι' ὅσων αὐτοὺς ἀπάγει τῆς Ἰουδαϊκῆς πλάνης;
Πρῶτον δεικνὺς, ὅτι ἐσχάτης ἀνοίας ἐλευθέρους ἀντὶ δούλων γενομένους δούλους ἀντ' ἐλευθέρων ἐπιθυμεῖν εἶναι·
Ὅτι οὐκ ἀκίνδυνον τοῖς ἀκροαταῖς τὸ σιγᾷν...
Ὅτι οὐκ ἀκίνδυνον τοῖς ἀκροαταῖς τὸ σιγᾷν τὰ λεγόμενα ἐν ἐκκλησίᾳ, καὶ τίνος ἕνεκεν αἱ Πράξεις ἐν τῇ Πεντηκοστῇ ἀναγινώσκονται, καὶ διὰ τί οὐκ ἔδειξε πᾶσιν ἑαυτὸν ἀναστὰς ὁ Χριστὸς, καὶ ὅτι τῆς ὄψεως σαφεστέραν παρέσχε τὴν τῆς ἀναστάσεως ἀπόδειξιν τὴν διὰ τῶν σημείων τῶν ἀποστόλων.
Τὸ μὲν πλέον τοῦ χρέους τοῦ συντεθέντος ἡμῖν ὑπὸ τῆς ἐπιγραφῆς τῶν Πράξεων τῶν ἀποστολικῶν ἐν ταῖς ἔμπροσθεν ὑμῖν κατεβάλομεν ἡμέραις·
ἐπειδὴ δὲ ἔτι μικρὸν ἐναπέμεινε λείψανον, ἀνέστην καὶ τοῦτο καταθήσων ὑμῖν σήμερον.
Εἰ δὲ μετ' ἀκριβείας φυλάττετε τὰ εἰρημένα, καὶ μετὰ πολλῆς κατέχετε σπουδῆς, ὑμεῖς ἂν εἰδείητε οἱ τὸ ἀργύριον ὑποδεξάμενοι, καὶ τῶν ἀργυρίων τούτων μέλλοντες τὸν λόγον διδόναι τῷ ∆εσπότῃ κατὰ τὴν ἡμέραν ἐκείνην, ὅταν οἱ τὰ τάλαντα πιστευθέντες καλῶνται, καὶ τὰς εὐθύνας ὑπέχωσιν·
ὅταν ἐλθὼν ὁ Χριστὸς ἀπαιτῇ τοὺς τραπεζίτας τὸ ἀργύριον τοῦτο μετὰ τῶν τόκων.
Ἔδει γάρ σε, φησὶ, καταβαλεῖν τὸ ἀργύριόν μου ἐπὶ τοὺς τραπεζίτας, καὶ ἐγὼ ἐλθὼν μετὰ τόκου ἂν ἀπῄτησα αὐτό.
Ὢ τῆς πολλῆς καὶ ἀφάτου φιλανθρωπίας τοῦ ∆εσπότου!
Ἀνθρώπους κωλύων ἀπαιτεῖν τόκους, αὐτὸς ἀπαιτεῖ τόκους.
∆ιὰ τί;
Ἐπειδὴ ἐκεῖνος ὁ τόκος διαβεβλημένος ἐστὶ καὶ κατηγορίας ἄξιος·
oὗτος δὲ ἐπαινετὸς καὶ πολλῆς ἀποδοχῆς ἐστιν ἄξιος.
Ἐκεῖνος τοίνυν ὁ τόκος, ὁ τῶν χρημάτων λέγω, καὶ τὸν λαμβάνοντα, καὶ τὸν διδόντα ζημιοῖ, καὶ τοῦ μὲν λαμβάνοντος ἀπόλλυσι τὴν ψυχὴν, τοῦ δὲ διδόντος ἐπιτρίβει τὴν πενίαν.
Τί γὰρ ἂν γένοιτο χαλεπώτερον, ἀλλ' ἢ ὅταν τις τὴν πενίαν τοῦ πλησίον ἐμπορεύηται, καὶ τὰς τῶν ἀδελφῶν πραγματεύηται συμφοράς;
Ὅταν τις προσωπεῖον φιλανθρωπίας ἔχων πᾶσαν ἀπανθρωπίαν ἐπιδείκνυται, καὶ ὁ χεῖρα μέλλων ὀρέγειν πρὸς τὸ βάραθρον ὠθῇ τὸν βοηθείας δεόμενον;
Τί ποιεῖς, ἄνθρωπε;
Οὐ διὰ τοῦτο πρὸς σὰς ἦλθε θύρας ὁ πένης, ἵνα αὐξήσῃς αὐτοῦ τὴν πενίαν, ἀλλ' ἵνα λύσῃς αὐτοῦ τὴν πενίαν·
σὺ δὲ ταυτὸν ποιεῖς, οἷον οἱ τὰ δηλητήρια κεραννύντες φάρμακα·
καὶ γὰρ ἐκεῖνοι τὴν συνήθη τροφὴν αὐτοῖς ἀναμίξαντες ἀνεπαίσθητον ποιοῦσι τὴν ἐπιβουλὴν, καὶ οὗτοι φιλανθρωπίας προσχήματι τῶν τόκων τὸν ὄλεθρον κρύψαντες, οὐκ ἐῶσιν αἰσθέσθαι τῆς βλάβης τοὺς μέλλοντας πίνειν τὸ θανάσιμον τοῦτο φάρμακον.
∆ιόπερ εὔκαιρον, ὃ περὶ τῆς ἁμαρτίας εἴρηται, καὶ περὶ τῶν τοκιζόντων καὶ δανειζομένων εἰπεῖν.
Εἰς τὸν εὐαγγελισμὸν τῆς Θεοτόκου
Εἰς τὸν εὐαγγελισμὸν τῆς Θεοτόκου, καὶ κατὰ Ἀρείου δυσσεβοῦς - Ἁγίου Ἰωάννου τοῦ Χρυσοστόμου
Εἰς τὴν ἀποτομὴν τῆς κεφαλῆς Ἰωάννου τοῦ Προδρόμου
Εἰς τὴν ὄρχησιν τῆς Ἡρωδιάδος,
καὶ εἰς τὴν ἀποτομὴν τῆς κεφαλῆς Ἰωάννου τοῦ Προδρόμου καὶ Βαπτιστοῦ
Ἁγίου Ἰωάννου τοῦ Χρυσοστόμου
Ὥσπερ τις ἀνὴρ φιλέρημος ἔν τινι τόπῳ ἀλσώδει ὑπὸ δένδρα σκιαζόμενος, ταῖς τῶν ὀρνέων καλλιφώνοις κλαγγαῖς, καὶ ταῖς τῶν ὑδάτων εὐήχοις ῥοαῖς κυλινδούμενος πρᾶον ἔχει τὸ φρόνημα, πᾶσιν ἀνθρώποις ὁ τοιοῦτος ἀρέσκει·
οὕτω καὶ ἡμεῖς ταῖς προλαβούσαις ἡμέραις τῇ πραείᾳ τοῦ Πνεύματος αὔρᾳ παρακαλούμενοι, τὰ περὶ ἐλεημοσύνης ὑμῖν διελεγόμεθα.
Ὅτε δὲ τὸ Εὐαγγέλιον ἐκήρυξε τὴν Ἡρώδου παραφροσύνην, καὶ γυναικῶν ἀσέλγειαν, καὶ κῶμον ἀνδρῶν παραφρόνων, καὶ τράπεζαν ἐναγῆ, καὶ δῶρον ἀθέμιτον, καὶ ἔργον ἀνόσιον, καὶ κηδείαν σώματος σεμνοτάτου, ἄλλος ἐξ ἄλλου γεγένημαι.
Ἐνεὸς γὰρ γίνομαι, ἀγαπητοὶ, ὅταν ὑπ' ὄψιν ἐμαυτοῦ ἀγάγω τὰ ὑπὸ Ἡρώδου γεγενημένα πράγματα·
εἴ γε ἔστιν ἐκεῖνα λέγειν πράγματα, καὶ μὴ τραύματα, τοῦ τοιαῦτα δεδρακότος πράγματα.
Περὶ ζήλου καὶ εὐσεβείας, καὶ εἰς τὸν ἐκ γενετῆς τυφλόν
Ἁγίου Ἰωάννου τοῦ Χρυσοστόμου
Πηγὴ φωτὸς ὁ τοῦ Θεοῦ λόγος·
φωτὸς γὰρ γέμων, καὶ φωτὸς ἐκλάμπων,
φωτίζει καὶ περιαστράπτει τὰς τῶν πιστῶν διανοίας.
Αὐτὸς γὰρ ἐξ ἑαυτοῦ καὶ ἐν ἑαυτῷ λάμπει,
καὶ τοὺς ἀπολαύοντας αὐτοῦ καταυγάζει·
καὶ οὐ μόνον φωτίζει τῶν πιστῶν τὴν διάνοιαν,
ἀλλὰ καὶ ὄνομα φωτὸς χαρίζεται.
Ἡ γὰρ θεία Γραφὴ τοὺς τῇ ἀγνοίᾳ συντρόφους ὄντας,
καὶ τῇ ἀπιστίᾳ συζῶντας, δικαίως ὀνομάζει σκότος,
μὴ δεχομένους τὴν λαμπάδα τῆς ἀληθείας,
ἵνα ὦσιν υἱοὶ φωτός.
∆ιὰ τοῦτό φησι καὶ ὁ θεῖος ἀπόστολος Παῦλος·
Οὐκ ἐσμὲν υἱοὶ νυκτὸς, οὐδὲ σκότους,
ἀλλ' υἱοὶ φωτὸς καὶ ἡμέρας.
Καὶ ὡς ἀληθῶς υἱοὶ φωτός ἐσμεν οἱ τοῦ εὐαγγελικοῦ λόγου τοῦ λαληθέντος διὰ στόματος Θεοῦ·
Ἐγὼ γάρ εἰμι, φησὶν ὁ Χριστὸς, τὸ φῶς τοῦ κόσμου·
ὁ ἀκολουθῶν ἐμοὶ, οὐ μὴ περιπατήσει ἐν τῇ σκοτίᾳ,
ἀλλ' ἕξει τὸ φῶς τῆς ζωῆς.
Ἐγκώμιον εἰς τὸν ἅγιον Ἰωάννην τὸν Εὐαγγελιστήν
Τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Ἰωάννου τοῦ Χρυσοστόμου ἐγκώμιον εἰς τὸν ἅγιον Ἰωάννην τὸν Εὐαγγελιστήν.
Πάλιν ἡμῖν ἐξ οὐρανοῦ ἐπεδήμησεν ὁ μέγας
καὶ μόνος θεολόγος Ἰωάννης·
πάλιν Θεὸν Λόγον ἀνακηρύττει καὶ τὴν οἰκουμένην ἅπασαν εἰς οὐρανοὺς ἀναβλέπειν παρασκευάζει.
Ἰωάννης ἡμῖν σήμερον ἐξ οὐρανῶν ἐπεδήμησεν,
ὁ ἁλιεὺς ὁ ῥίψας τὴν σαγήνην καὶ λαβὼν τὸ εὐαγγέλιον,
Ἰωάννης, ὁ ἀφεὶς τὸν κάλαμον καὶ μεταχειρισάμενος τὸν λόγον,
Ἰωάννης, ὁ Μωϋσέως ὑψηλότερα δόγματα τὴν οἰκουμένην διδάξας.
Ὁ μὲν γὰρ ἔλεγεν·
ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν·
οὗτος δὲ τὰ κτίσματα καταλιπὼν ἐπὶ τὸν δημιουργὸν ἀναβαίνει.
Ἐν ἀρχῇ ἦν ὁ Λόγος καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν
καὶ Θεὸς ἦν ὁ Λόγος, Λόγος ἐνυπόστατος,
Λόγος ἐν ὑστέροις καιροῖς φανερωθεὶς
καὶ τὴν οἰκουμένην διασώσας,
Λόγος τῆς τοῦ Πατρὸς οὐσίας ἀπαράλλακτος.
Εἰς τὸν σταυρὸν καὶ εἰς τὸν λῃστὴν, καὶ περὶ τῆς δευτέρας τοῦ Χριστοῦ παρουσίας, καὶ περὶ τοῦ συνεχῶς εὔχεσθαι ὑπὲρ τῶν ἐχθρῶν.
αʹ. Σήμερον ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς ἐν σταυρῷ, καὶ ἡμεῖς ἑορτὴν ἄγομεν, ἵνα μάθῃς ὅτι ὁ σταυρὸς ἑορτὴ καὶ πανήγυρις πνευματική.
Πρότερον μὲν γὰρ ὁ σταυρὸς ὄνομα καταδίκης ἦν, νυνὶ δὲ πρᾶγμα τιμῆς γέγονε·
πρότερον σύμβολον κατακρίσεως, νυνὶ δὲ ὑπόθεσις σωτηρίας.
Οὗτος γὰρ μυρίων ἡμῖν ἀγαθῶν αἴτιος γέγονεν, οὗτος ἡμᾶς τῆς πλάνης ἀπήλλαξεν, οὗτος ἐν σκότει καθημένους ἐφώτισεν;
οὗτος ἐκπεπολεμωμένους ἡμᾶς τῷ Θεῷ κατήλλαξεν, ἀπηλλοτριωμένους ᾠκείωσε, μακρὰν ὄντας ἐγγὺς εἶναι ἐποίησεν·
οὗτος ἔχθρας ἀναίρεσις, οὗτος εἰρήνης ἀσφάλεια, μυρίων ἡμῖν ἀγαθῶν θησαυρὸς γέγονε.
∆ιὰ τοῦτον οὐκέτι πλανώμεθα ἐν ἐρημίαις·
τὴν γὰρ ἀληθινὴν ὁδὸν ἐπέγνωμεν·
οὐκέτι τῶν βασιλείων ἔξω διάγομεν·
τὴν γὰρ θύραν εὕραμεν·
οὐ φοβούμεθα τὰ πεπυρωμένα βέλη τοῦ διαβόλου·
τὴν γὰρ πηγὴν εἴδομεν.
Τοῦ δὲ Ἰησοῦ γενομένου ἐν Βηθανίᾳ, ἐν οἰκίᾳ Σίμωνος τοῦ λεπροῦ, προσῆλθεν αὐτῷ γυνὴ, ἀλάβαστρον μύρου ἔχουσα βαρυτίμου, καὶ ἐξέχεεν ἐπὶ τῆς κεφαλῆς αὐτοῦ ἀνακειμένου.
Ἡ γυνὴ αὕτη δοκεῖ μὲν εἶναι μία καὶ ἡ αὐτὴ παρὰ τοῖς εὐαγγελισταῖς ἅπασιν, οὐκ ἔστι δέ·
ἀλλὰ παρὰ μὲν τοῖς τρισὶ μία τις εἶναί μοι δοκεῖ καὶ ἡ αὐτή·
παρὰ δὲ τῷ Ἰωάννῃ οὐκέτι·
ἀλλ' ἑτέρα τις θαυμαστὴ, ἡ τοῦ Λαζάρου ἀδελφή.
Οὐχ ἁπλῶς δὲ τῆς λέπρας μέμνηται τοῦ Σίμωνος ὁ εὐαγγελιστὴς, ἀλλ' ἵνα δείξῃ πόθεν θαῤῥοῦσα προσῆλθεν ἡ γυνή.
Ἀπάνθισμα ἐν εἴδει λόγου ἐκ Χρυσοστόμου συλλεγὲν παρὰ Θεοδώρου· τί πράττων ὁ Χριστιανὸς κληρονομήσει ζωὴν αἰώνιον.
Ἀγαπᾷν τὸν Θεὸν ἐξ ὅλης τῆς ψυχῆς αὐτοῦ καὶ τῆς δυνάμεως, καὶ φυλάσσειν τὰς ἐντολὰς αὐτοῦ, καὶ τὸν πλησίον ἀγαπᾷν, ὡς ἑαυτὸν, κατὰ τὴν τοῦ Κυρίου φωνὴν εἰπόντος·
Ἐὰν τὰς ἐντολὰς τὰς ἐμὰς τηρήσητε, μενεῖτε ἐν τῇ ἀγάπῃ μου·
καὶ πάλιν, Ἐν τούτῳ γνώσονται πάντες, ὅτι ἐμοὶ μαθηταί ἐστε, ἐὰν ἀγαπᾶτε ἀλλήλους.
Περὶ νηστείας. Λόγος εʹ. - Ἁγίου Ἰωάννου τοῦ Χρυσοστόμου
Σήμερον, ἀγαπητοὶ, τὸν ἰατρὸν προσκυνήσωμεν.
Ἰδοὺ γὰρ ἐφίσταται ἡ νηστεία,
ἡ ψυχῶν καὶ σωμάτων σωτηρίαν χαριζομένη,
ὡς ἀνάστασιν παρεχομένη παράδοξον,
ὡς πρὸς πνευματικοὺς ἡμᾶς ἀγῶνας ἔλαιον ἀλείφεσθαι.
Περὶ νηστείας. Λόγος βʹ. - Ἁγίου Ἰωάννου τοῦ Χρυσοστόμου
Πάλιν ἡμᾶς ἡ ἁγία νηστεία πρὸς ἀπόλαυσιν ἀγαθῶν καλεῖ, πάλιν ἀγωνιστὰς κατασκευάζει, πάλιν ἀνδρείους βούλεται εἶναι, ὅπως νικητὰς τῶν παθῶν ἀναδείξῃ, καὶ τὸ κάλλος τῆς ψυχῆς λαμπρότερον ἀποδείξῃ, καὶ διὰ τῶν πόνων στεφάνους ἡμῶν πλέξῃ ταῖς κορυφαῖς.
Τί γάρ ἐστι νηστεία, ἢ ἀγώνων στέφανος, καὶ μισθῶν πρόξενος, καὶ σωτηρίας ὁδός;
Εἰς κήρυγμα νηστείας - Λόγος ά - Ἁγίου Ἰωάννου Χρυσοστόμου
Ἐπὶ θεραπείαν τήμερον ὁ Θεὸς τὸ γένος καλεῖ.
Ἰατρείαν γὰρ διὰ τοῦ προφήτου τὴν νηστείαν ὡρίσατο, Ἁγιάσατε, λέγων, νηστείαν, κηρύξατε θεραπείαν.
Ἐπειδὴ γὰρ εἶδεν ὁ Θεὸς ἐκ παραδείσου πολυτραυμάτιστον τὸν Ἀδὰμ βληθέντα,
θεραπείαν τούτῳ τὴν νηστείαν ἀπένειμε· καλῶς.
Εἰς τὴν ἐπίλυσιν τῆς Χαναναίας - Ἁγίου Ἰωάννου τοῦ Χρυσοστόμου
Ἁγίου Ἰωάννου τοῦ Χρυσοστόμου
Ἐῤῥήθη δὲ μετὰ τὸ ὑποστρέψαι αὐτὸν ἐκ τῆς ἐξορίας.
αʹ. Πολὺς ὁ χειμὼν, ἀλλὰ τὴν προθυμίαν τῶν παραγενομένων οὐ διεκώλυσε·
πολλοὶ οἱ πειρασμοὶ, ἀλλὰ τὸν πόθον ὑμῶν οὐκ ἐξέλυσαν.
Οὐ παύεται ἡ Ἐκκλησία πολεμουμένη καὶ νικῶσα, ἐπιβουλευομένη καὶ περιγινομένη.
Ὅσον ἄλλοι ἐπιβουλεύουσι, τοσοῦτον αὕτη αὔξεται·
καὶ τὰ μὲν κύματα διαλύεται, ἡ δὲ πέτρα ἕστηκεν ἀκίνητος.
Ἐν ἡμέρᾳ διδασκαλία, ἐν νυκτὶ παννυχίδες·
ἡ ἡμέρα πρὸς τὴν νύκτα ἁμιλλᾶται·
ἐκεῖ συνάξεις, καὶ ἐνταῦθα συνάξεις.
Ἡ νὺξ τὴν ἀγορὰν ἐκκλησίαν ἐργάζεται·
ἡ δὲ προθυμία πυρὸς σφοδροτέρα.
Οὐ δεῖσθε παραινέσεως, καὶ ἐπιδείκνυσθε τὴν σπουδήν.
Τίς οὐκ ἂν ἐκπλαγείη;
τίς οὐκ ἂν θαυμάσειεν;
Οὐ μόνον οἱ ὄντες οὐκ ἀπελείφθησαν, ἀλλὰ καὶ οἱ μὴ ὄντες προσεγένοντο.
Τοιοῦτον τῶν πειρασμῶν τὸ κέρδος·
καθάπερ γὰρ ὑετὸς εἰς τὴν γῆν κατιὼν διεγείρει τὰ σπέρματα,
οὕτω καὶ ὁ πειρασμὸς εἰς τὴν ψυχὴν εἰσιὼν διεγείρει τὴν προθυμίαν.
Λόγος ἐστὶ τοῦ Θεοῦ·
ἀκίνητος ἡ Ἐκκλησία·
Πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς.
Ὁ πολεμῶν ἑαυτὸν καταλύει, τὴν δὲ Ἐκκλησίαν ἰσχυροτέραν δείκνυσιν·
ὁ πολεμῶν τὴν ἰσχὺν ἑαυτοῦ καταβάλλει,
ἡμῶν δὲ λαμπρότερον ἐργάζεται τὸ τρόπαιον.
Ὁ Ἰὼβ ἦν καλὸς καὶ πρὸ τούτου·
μετὰ δὲ ταῦτα βελτίων ἐφάνη.
Οὐχ οὕτω καλὸς ἦν, ὅτε ἀσινὴς ἦν τὸ σῶμα,
ὡς καλὸς ἦν ὅτε τῷ ἰχῶρι τῶν τραυμάτων ἐστεφανοῦντο.
Ἰωάννου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως εἰς τὴν γέννησιν τοῦ Kυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ
Πολλαὶ μὲν καὶ ἀναρίθμητοι τῶν Χριστιανῶν αἱ θεοφιλεῖς πανηγύρεις·
τί δὲ τῆς παρούσης πανηγυρικώτερον, ὅτι ὁ δεσπότης Χριστὸς ἐγεννήθη καὶ ὁ κόσμος ἀνεγεννήθη;
Ὁ Χριστὸς ἐγεννήθη καὶ ὁ Ἀδὰμ ἀνεκλήθη·
ὁ Χριστὸς ἐγεννήθη καὶ ἡ Εὕα τῆς λύπης ἐλυτρώθη·
ὁ Χριστὸς ἐγεννήθη καὶ ὁ δράκων ἠφανίσθη·
Ὁ θρίαμβος τῆς Ἐκκλησίας
Ὁ θρίαμβος τῆς Ἐκκλησίας
Πῶς ἀποδεικνύεται ὅτι ὁ Χριστὸς εἶναι Θεός;
Στὸ βασικὸ αὐτὸ ἐρώτημα ἂς μὴν προσπαθήσουμε ν’ ἀπαντήσουμε μὲ τὸ ἐπιχείρημα τῆς δημιουργίας τοῦ οὐρανοῦ καὶ τῆς γῆς, γιατί ὁ ἄπιστος δὲν θὰ τὸ παραδεχθεῖ.
Ἄν τοῦ ποῦμε ὅτι ἀνέστησε νεκρούς, θεράπευσε τυφλούς, ἔδιωξε δαιμόνια, οὔτε τότε θὰ συμφωνήσει.
Ἄν τοῦ ποῦμε ὅτι ὑποσχέθηκε ἀνάσταση νεκρῶν, βασιλεία οὐρανῶν καὶ ἀνέκφραστα ἀγαθά, τότε ὄχι μόνο δὲν θὰ συμφωνήσει, ἀλλὰ καὶ θὰ γελάσει.
Πῶς λοιπὸν θὰ τὸν ὁδηγήσουμε στὴν πίστη, καὶ μάλιστα ὅταν δὲν εἶναι πνευματικὰ καλλιεργημένος;
Ἀσφαλῶς μὲ τὸ νὰ στηριχθοῦμε σὲ ἀλήθειες, ποὺ καὶ ἐμεῖς καὶ αὐτὸς παραδεχόμαστε χωρὶς καμιὰ ἀντίρρηση καὶ ἀμφιβολία.
Εἰς τὸν Υἱὸν τῆς Χήρας
"Καὶ ἐγένετο καθεξῆς, ἐπορεύετο ὁ Ἰησοῦς εἰς πόλιν καλουμένην Ναῒν, καὶ συνεπορεύοντο αὐτῷ οἱ μαθηταὶ αὐτοῦ ἱκανοὶ, καὶ ὄχλος πολύς. Ὡς δὲ ἤγγισε τῇ πύλῃ τῆς πόλεως, καὶ ἰδοὺ ἐξεκομίζετο τεθνηκὼς υἱὸς μονογενὴς τῇ μητρὶ αὑτοῦ, καὶ αὕτη ἦν χήρα."
Ὅλα τὰ πάθη, ἐλεεινὰ, καὶ πολλῆς συμπαθείας μεστά.
Μονογενοῦς υἱοῦ ἀπολυθέντος τῆς παρούσης ζωῆς, ἡ γλυκυτάτη μήτηρ ἐβόα, ὅτι Προσηγορίας μόνης γεγένημαι μήτηρ, ἧστινος τὰς ἐπὶ τῷ τοκετῷ ὠδῖνας ἐτρύγησεν ὁ θάνατος.
Ἕνα βότρυν εἶχεν ἡ ἄμπελος, καὶ τοῦτον ἡ ζάλη τοῦ θανάτου συνέτριψε·
μίαν βακτηρίαν ἐκέκτητο, καὶ ταύτην ὁ κοινὸς ἀνείλετο θάνατος.
Εἰς τὸν ρ` ψαλμόν - Ἁγίου Ἰωάννου τοῦ Χρυσοστόμου
Πάλιν ἡμῖν, ἀγαπητοὶ, πνευματικῶς ᾄδειν ὁ μακάριος ∆αυῒδ ὁ προφήτης παρακελεύεται·
πάλιν τὸ καλὸν ᾆσμα μελῳδεῖν ἡμᾶς ὁμοφρόνως παρασκευάζει·
πάλιν τὸ πνευματικὸν καὶ ἐπουράνιον μέλος προβαλλόμενος, πνευματικοὺς ἡμᾶς διὰ τῆς ᾠδῆς ἀπεργάζεται.
Νουθεσίαι πνευματικαὶ τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἰωάννου τοῦ Χρυσοστόμου
Καιρός σε λοιπὸν ἀνανῆψαι καὶ πάντα ἀποσείσασθαι.
Μνήσθητι ὅτι σήμερον ἢ αὔριον ἰδεῖν ἔχεις τοὺς οὐρανοὺς,
καὶ τοὺς ἀγγέλους θεάσασθαι,
καὶ παραστῆναι τῷ φοβερῷ βήματι,
καὶ ἐλθεῖν ἐνώπιον τοῦ Θεοῦ ἐν τῷ κριτηρίῳ αὐτοῦ,
ἐν τῷ τῆς σωφροσύνης καὶ δικαιοσύνης καὶ ἀληθείας δικαστηρίῳ,
καὶ λόγον δοῦναι παντὸς τοῦ βίου σου.
Εἰς τὴν προσκύνησιν τοῦ τιμίου καὶ ζωοποιοῦ σταυροῦ, τῇ μέσῃ ἑβδομάδι τῶν νηστειῶν - Ἁγίου Ἰωάννου τοῦ Χρυσοστόμου
Ἧκεν ἡμῖν ἐνιαύσιος ἡμέρα, ἡ πανσέβαστος καὶ φωσφόρος τῶν ἁγίων νηστειῶν ἡ μέση ἑβδομὰς, τὸν τρισόλβιον καὶ ζωοποιὸν τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ σταυρὸν προσκομίζουσα, καὶ τοῦτον προτιθεμένη εἰς προσκύνησιν, καὶ τοὺς προσκυνοῦντας αὐτὸν εἰλικρινεῖ καρδίᾳ καὶ ἁγνοῖς χείλεσιν ἁγιάζουσα, καὶ πρὸς τὸν ἑξῆς τοῦ σταδίου τῶν ἁγίων νηστειῶν δρόμον εὐτονωτέρους καὶ ἀκμαιοτέρους δεικνύουσα.
Καὶ ἰδὼν ὁ Ἰησοῦς τὴν πίστιν αὐτῶν, εἶπε τῷ παραλυτικῷ· «Θάρσει, τέκνον, ἀφέωνταί σου αἱ ἁμαρτίαι.»
αʹ. Ἰδίαν αὐτοῦ πόλιν ἐνταῦθα τὴν Καπερναοὺμ λέγει.
Ἡ μὲν γὰρ ἤνεγκεν αὐτὸν, ἡ Βηθλεέμ·
ἡ δὲ ἔθρεψεν, ἡ Ναζαρέτ·
ἡ δὲ εἶχεν οἰκοῦντα διηνεκῶς, ἡ Καπερναούμ.
Ὁ μέντοι παραλυτικὸς ἕτερος οὗτός ἐστι παρὰ τὸν ἐν τῷ Ἰωάννῃ κείμενον.
Ὁ μὲν γὰρ ἐν τῇ κολυμβήθρᾳ κατέκειτο, οὗτος δὲ ἐν τῇ Καπερναούμ·
Περὶ μετανοίας - Ἁγίου Ἰωάννου Χρυσοστόμου
∆ιαγράψωμεν, ἀγαπητοὶ, τὰ τῆς μετανοίας φάρμακα,
ἵνα τῷ τῆς σωτηρίας λιμένι προσδράμωμεν.
Ἐτρώθημεν τῇ ἁμαρτίᾳ·
ἰαθῶμεν τῇ μετανοίᾳ·
διὰ τῆς ἁμαρτίας ὁ διάβολος ἔτρωσε·
διὰ τῆς μετανοίας ὁ Χριστὸς ἐθεράπευσεν·
ἐκεῖνος διὰ τῆς ἁμαρτίας τὰς ῥίζας κατεβάλετο·
Περὶ νηστείας
Ἱλασμῶν ὁ καιρὸς, καὶ μὴ παρίδωμεν τὸ εὔκαιρον·
ἀνακλήσεως ἁμαρτημάτων ὁ καιρὸς, καὶ μὴ προησώμεθα τὴν χάριν, ἀλλὰ νηστεύσωμεν ἀπὸ βρωμάτων, καὶ πρότερον ἀπὸ ἁμαρτημάτων·
πρῶτον γὰρ ἀγαθὸν ἀπαλλαγὴ κακῶν.
Κακία δέ ἐστι τὸ ἀντικείμενον τῇ ἀρετῇ, φθόνος καὶ κλοπὴ, καὶ φόνος καὶ πόλεμος, καὶ ὅσα κακὰ λέγεται καὶ ἔστιν.
Λόγος εἰς τὸν Ἅγιον Ἰωάννην τὸν Πρόδρομον καὶ Βαπτιστήν
Ἁγίου Ἱωάννου τοῦ Χρυσοστόμου
Περὶ ἐλπίδος
Ἅπαντες μὲν ἄνθρωποι φύσει εὐμήχανοι, διὰ τὸ φύσει τοῦ λογισμοῦ διακριτικόν τε καὶ νουνεχές. Ἕκαστος γὰρ τούτων πρὸς γεωργίαν καὶ ὁδοιπορίαν καὶ τέχνην τινὰ ἐλπίδι τινὶ ἑαυτὸν παραδίδωσιν. Ἅπαντες γὰρ καμάτους καὶ ἱδρῶτας, κινδύνους τε καὶ θλίψεις προθυμίᾳ ὑποφέρουσι διὰ τὴν τῶν μελλόντων ἀγαθῶν προσδοκίαν.
Προοίμια τῶν Ψαλμῶν - Ἁγίου Ἰωάννου τοῦ Χρυσοστόμου
Μετὰ τὸν Μωϋσέα καὶ τὸν τούτου διάδοχον Ἰησοῦν τοῦ Ναυῆ, καὶ τοὺς λεγομένους κριτὰς ἐν τῷ Ἰσραὴλ, ἐπιλαβομένου λοιπὸν τῆς βασιλείας τοῦ Ἰσραὴλ Σαοὺλ, καὶ ἀποδοκιμασθέντος.
Περί αμαρτίας και εξομολογήσεως
51. Όταν λοιπόν διαπράξεις αμαρτία, μην περιμένεις την εκ μέρους άλλου κατηγορία, αλλά πριν να κατηγορηθείς κατηγόρησε εσύ τον εαυτό σου για τις πράξεις σου. Διότι εάν άλλος σε ελέγξει, τότε το κατόρθωμα δεν είναι αποτέλεσμα της δικής σου εξομολογήσεως, αλλά η διόρθωση επέρχεται ως αποτέλεσμα της κατηγορίας εκείνου.