»»» Άγιος Κύριλλος Αλεξανδρείας
Άγιος Κύριλλος Αλεξανδρείας
Περὶ ἐξόδου ψυχῆς, καὶ περὶ τῆς δευτέρας παρουσίας - Άγιος Κύριλλος Αλεξανδρείας
Φοβοῦμαι τὸν θάνατον, ὅτι πικρός μοί ἐστι.
Φοβοῦμαι τὴν γέενναν, ὅτι ἀτελεύτητός ἐστι.
Φοβοῦμαι τὸν τάρταρον, ὅτι οὐ μετέχει θέρμης.
Φοβοῦμαι τὸ σκότος, ὅτι οὐ μετέχει φωτός.
Φοβοῦμαι τὸν σκώληκα τὸν ἰοβόλον, ὅτι ἀτελεύτητός ἐστι.
Φοβοῦμαι τοὺς ἀγγέλους τοὺς ἐπὶ τῆς κρίσεως, ὅτι ἀνελεήμονές εἰσι.
Φοβοῦμαι ἐννοῶν τῆς ἡμέρας ἐκείνης τὸ φοβερὸν καὶ ἀδέκαστον δικαστήριον, τὸ βῆμα τὸ φρικῶδες, τὸν δικαστὴν τὸν ἀδέκαστον.
Περὶ Ἀναστάσεως - Λόγος Δ. - Ἀποσπάσματα
Ἁγίου Κυρίλλου Ἀρχιεπισκόπου Ἀλεξανδρείας
Ἀποσπάσματα ὁλίγα τινὰ εἰς τὴν πρὸς Κορινθίους Α' ἐπιστολή.
ΛΟΓΟΣ ∆.
Γνωρίζω δὲ ὑμῖν ἀδελφοὶ τὸ εὐαγγέλιον
ὃ εὐηγγελισάμην ὑμῖν.
Ἐπὶ καιροῦ δὴ λίαν καὶ σοφῶς εὐαγγέλιον ἀποκαλεῖ
τὸ περὶ τῆς τῶν νεκρῶν ἀναστάσεως κήρυγμα,
καὶ αὐτοῦ δὲ πάντως τοῦ Χριστοῦ·
καὶ γάρ ἐστιν ἀληθῶς ἀγαθοῦ παντὸς ἀπαγγελία
τοῖς τὴν πίστιν εἰσδεδεγμένοις·
ἐν αὐτῷ δέ φησιν αὐτοὺς ἑστάναι τε καὶ σώζεσθαι.
τοῦ μὲν ἑστάναι κατασημαίνοντος
τὸ ἐν ἑδραιότητι τῆς ἐλπίδος
καὶ τὸ ἐν καλῷ τῆς δόξης γενέσθαι τοὺς πεπιστευκότας·
τοῦ δέ γε σώζεσθαι,
τὸ καὶ αὐτῆς ἀναπεφάνθαι τῆς ἁμαρτίας ἀμείνους,
καὶ τῶν τοῦ θανάτου βρόχων ἐπέκεινα δραμεῖν.
Παρέδωκα γὰρ ὑμῖν ἐν πρώτοις ὃ καὶ παρέλαβον.
Ομιλία εις τον παραλυτικόν επί την κολυμβήθραν
1 Ὅπου ἂν φανῇ Ἰησοῦς, ἐκεῖ καὶ ἡ σωτηρία.
Κἄν τε γὰρ ἴδῃ τελώνην καθήμενον ἐπὶ τοῦ τελωνίου, τοῦτον ἀπόστολον ποιεῖ καὶ εὐαγγελιστήν, κἄν τε μετὰ νεκρῶν ταφῇ, νεκροὺς ἐγείρει. Καὶ τυφλοῖς μὲν τὸ βλέπειν χαρίζεται, κωφοῖς δὲ τὸ ἀκούειν. Καὶ τὰς κολυμβήθρας περιέρχεται, οὐ τὰς οἰκοδομὰς ζητῶν, ἀλλὰ τοὺς νοσοῦντας ἰατρεύων.
Ἄνθρωπός τις ἐποίησε δεῖπνον μέγα
Ἀπόσπασμα ἀπό τὴν ἐξήγηση "εἰς το κατὰ Λουκᾶν Εὐαγγέλιον"
τοῦ Ἁγίου Κυρίλλου Ἀλεξανδρείας
Ἄνθρωπός τις ἐποίησε δεῖπνον μέγα.
Πολυπραγμονήσωμεν πρό γε τῶν ἄλλων, ὁποία τις ἦν ἡ πρόφασις τῷ μὴ ἐπ' ἀρίστῳ μᾶλλον, ἀλλ' ὡς ἐπὶ δείπνῳ κεκλῆσθαι πολλούς·
μᾶλλον δὲ πρὸ τούτων, τίς ἂν νοηθείη πρὸς ἡμῶν ὁ ἄνθρωπος ὁ τὸν δειπνοκλήτορα πεπομφώς·
τίς δὲ καὶ ὁ δειπνοκλήτωρ, καὶ τίνες ὅλως οἱ κεκλημένοι μὲν, ἀτιμάσαντες δὲ τὴν κλῆσιν.
Ἐγκώμιον εἰς τὴν ἁγίαν Μαρίαν τὴν Θεοτόκον. Ἁγίου Κυρίλλου Ἀλεξανδρείας
Φαιδρὸς ἡμῖν ὁ λόγος,
καὶ χάριτος ἐμπεπλησμένος,
ἐπειδὴ καὶ λαμπρὰ ἡ τῶν ἁγίων Πατέρων σύνοδος.