»»» Άγιος Μακάριος ο Αιγύπτιος
Άγιος Μακάριος ο Αιγύπτιος
Περὶ φυλακῆς καρδιᾶς
ΜΑΚΑΡΙΟΥ ΤΟΥ ΜΕΓΑΛΟΥ ΠΕΡΙ ΦΥΛΑΚΗΣ ΚΑΡ∆ΙΑΣ ΛΟΓΟΣ
Πῶς δύναται λέγειν ὁ τυχὼν, ὅτι νηστεύων,
καὶ ξενιτεύων, καὶ ψωμίζων μου τὰ ὑπάρχοντα ἅγιός εἰμι;
Ἅγιός ἐστιν, οὐ καθαρθεὶς τὸν ἔσω ἄνθρωπον;
οὐ γὰρ ἡ ἀποχὴ τῶν κακῶν ἐστιν ἡ κάθαρσις,
ἀλλ' ἡ κατὰ συνείδησιν τελεία κάθαρσις.
Εἴσελθε γὰρ, ὦ οὗτος,
διὰ τῆς τῶν λογισμῶν σου ἐπιτάσεως πρὸς τὸν αἰχμάλωτον,
καὶ δοῦλον τῆς ἁμαρτίας νοῦν σου,
καὶ ἴδε τὸν κατώτερον τοῦ νοῦ καὶ βαθύτερον τῶν λογισμῶν, εἰς τὰ λεγόμενα ταμιεῖα τῆς ψυχῆς σου
τὸν ἕρποντα καὶ ἐμφωλεύοντα ὄφιν,
τὸν φονεύσαντά σε διὰ τῶν καιριωτέρων τῆς ψυχῆς σου μελῶν·
ἄβυσσος γάρ ἐστιν ἀκατάληπτος ἡ καρδία·
καὶ ἐὰν τοῦτον φονεύσῃς,
καύχησαι τῷ Θεῷ περὶ καθαρότητος·
εἰ δὲ μὴ, ταπεινωθεὶς ὡς ἐνδεὴς καὶ ἁμαρτωλὸς
ὑπὲρ τῶν κρυφίων σου δεόμενος τοῦ Θεοῦ.
Περὶ τῆς πνευματικῆς τελειότητας
Μὲ τὴ χάρη καὶ τὴ θεία δωρεὰ τοῦ Πνεύματος ὁ καθένας ἀπὸ μᾶς κερδίζει τὴ σωτηρία· μὲ πίστη πάλι καὶ ἀγάπη καὶ μὲ ἀγώνα τῆς αὐτεξούσιας προαιρέσεως μπορεῖ νὰ φτάσει στὸ τέλειο μέτρο τῆς ἀρετῆς. Καὶ τοῦτο, γιὰ νὰ κληρονομήσει τὴν αἰώνια ζωὴ ὄχι μόνο μὲ τὴ χάρη, ἀλλὰ καὶ μὲ τὴ δικαιοσύνη.
Τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω;
«Ἐπηρώτησέ τις» τὸν Κύριον «λέγων·
διδάσκαλε ἀγαθέ, τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω;»
ὁ δὲ Κύριος ἀπεκρίθη αὐτῷ.
«Τί με λέγεις ἀγαθόν; οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ Θεός.»
Ἆρα οὐκ ἦν ἀγαθὸς ὁ Κύριος, οὐκ ἦν χρηστός;
ἀλλὰ πρὸς ἐκεῖνον τὸν ἐπερωτήσαντα ἀπεκρίθη·
Μικρά διαμάντια
1. Ἀδελφός ἠρώτησε τὸν ἀββᾶν Μακάριον τὸν μέγαν, λέγων περὶ τελειότητος·
καὶ ἀποκριθεὶς ὁ γέρων εἶπεν·
ἐὰν μὴ κτήσηται ἄνθρωπος ταπείνωσιν μεγάλην τῇ καρδίᾳ αὐτοῦ καὶ τῷ σώματι·
καὶ μὴ μετρεῖν ἑαυτὸν ἐν τινι πράγματι·
ἀλλὰ μᾶλλον τιθέναι ἑαυτὸν ἐν ταπεινώσει ὑποκάτω τῆς κτίσεως·
καὶ τὸ μὴ κρῖναι ὅλως τινα εἰ μὴ ἑαυτὸν μόνον·
Περί του Αββά Μακαρίου του Αιγυπτίου
∆ιηγήσατο περὶ ἑαυτοῦ ὁ ἀββᾶς Μακάριος, λέγων· ὅτε ἤμην νεώτερος καὶ ἐκαθήμην εἰς κελλίον εἰς Αἴγυπτον, ἐκράτησάν με καὶ ἐποίησαν κληρικὸν εἰς τὴν κώμην· καὶ μὴ θέλων καταδέξασθαι, ἔφυγον εἰς ἕτερον τόπον.
Επεξεργασία κηρύγματος 23
Ὁ γὰρ τοῦ Θεοῦ ἄνθρωπος εἰς ἕκαστα τῶν ἀγαθῶν ἀεὶ προκοπὴν λαμβάνει εἰς ταπεινοφροσύνην εἰς χρηστότητα εἰς μακροθυμίαν· ἡ δὲ πάντων τούτων κρηπὶς ἡ πεποίθησίς ἐστιν ἡ εἰς Θεόν.
Ομιλία 15
Ὥσπερ ἀνήρ τις πλούσιος σφόδρα, βασιλεὺς ἔνδοξος, εἰ εὐδοκήσει ἐπὶ γυναικὶ πενιχρᾷ μηδὲν κεκτημένῃ εἰ μὴ μόνον τὸ ἴδιον αὐτῆς σῶμα, καὶ ταύτης ἐραστὴς γένηται καὶ βουληθῇ ἑαυτῷ νύμφην καὶ σύνοικον αὐτὴν ἀγαγέσθαι, κἀκείνη λοιπὸν πᾶσαν εὔνοιαν ἐνδείκνυται τῷ ἀνδρὶ καὶ τὴν πρὸς αὐτὸν ἀγάπην ἀποσῴζουσα, ἰδοὺ ἡ πενιχρὰ ἐκείνη καὶ ἐνδεὴς ἡ μηδὲν κεκτημένη πάντων δέσποινα τυγχάνει τῶν τοῦ ἀνδρὸς αὐτῆ