»»» Άγιος Θεόδωρος ο Στουδίτης
Άγιος Θεόδωρος ο Στουδίτης
Εἰς τὸ γενέσιον τῆς ὑπεραγίας ∆εσποίνης ἡμῶν Θεοτόκου
Λαμπρῶς πανηγυρίζει ἡ κτίσις σήμερον,
καινὸν οὐρανὸν τὴν Παρθένον λαμβάνουσα.
Κόρη ἐπὶ γῆς γεγέννηται,
τοῦ Βασιλέως τῶν οὐρανῶν ἐψυχώμενος θάλαμος.
Νεᾶνις εἰς φῶς ἐλήλυθε
τῆς ἡλιακῆς ἀκτῖνος φανότερον ἀστράπτουσα.
Βρέφος ἐκ στείρας ἀνέλαμψε,
τῆς παρθενίας τέμενος ἱερώτατον.
Τίς οὐχ ὑπαντήσει πρὸς τὴν πανήγυριν;
τίς οὐ δωροφορήσει ἑόρτια, καὶ τῇ Παρθένῳ φιλούμενα;
∆ῶρον κάλλιστον παρθενεύουσιν ἡ ἀφθαρσία,
γήμασι σωφροσύνη, πλουσίοις μετάδοσις,
πένησιν ἡ εὐχαριστία, ἄρχουσιν ἡ ἡμερότης,
βασιλεῦσιν ἡ δικαιοσύνη, ἱερεῦσιν ἡ ὁσιότης,
τοῖς πᾶσιν ἐν ἅπασιν ἡ εὐνομία.
Ἐπεὶ δὲ τοιαῦτα τὰ δῶρα,
καὶ μετὰ τοιούτων ἡ λαμπροφορία,
δεῦτε σκιρτήσωμεν εὐφρόσυνα.
Ἐπιστολὴ τοῦ ὁσίου Θεοδώρου τοῦ Στουδίτου πρὸς τὸ πνευματικό του τέκνο Ναυκράτιο
Αἱ περιστάσεις τὰς τῆς ψυχῆς ὑποστάσεις αὔξουσι, διὸ χρή, τέκνον, στῆναι γενναίως ἐν τοῖς συμβαίνουσι πειρασμοῖς, ὑπὸ Θεοῦ παραχωρουμένοις εἰς δοκίμιον τῆς πίστεως ἡμῶν·
γέγραπται γάρ, ὃν ἀγαπᾷ Κύριος παιδεύει.
Πόθεν οὖν γνωσθήσεται τὸ ὑπερβάλλον τῆς ἀσεβείας, εἰ μὴ διωγμοὺς καὶ κολαφισμοὺς ἐξυφάνοι;
Πόθεν δὲ τῶν ὀρθοδόξων τὸ ὀχύρωμα, εἰ μὴ κατ' ἴχνος βαδίσειεν τῶν προωδευκότων πατέρων;
Ἀρίθμει τοὺς πειρασμοὺς καὶ τοσούτους εὑρήσεις τοὺς στεφάνους.
Μακάριοι οἱ ἀποθανόντες διὰ Κύριον, ὅτι ἐν ἀκαριαίῳ χρόνῳ αἰῶνας ἀτελευτήτους κερδήσωσιν.